The Greek Library Author

Anonymous

Scholia in Job

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Scholia in Job (e cod. Vat. Pii II), ed. J. B. Pitra, Analecta sacra et classica spicilegio Solesmensi parata, vol. 5.1, Paris: Roger & Chernowitz, 1888: 21–26.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg116.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Σοφὸς δὲ ὁ καθ' ἡμᾶς λέγει· Αὐτός μοιἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναισύστασιν κόσμου, καὶ ἐνέργειαν στοιχείων,ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,τρόπων ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν,ἐνιαυτοῦ κύκλους καὶ ἀστέρων θέσεις. Οὐκοῦν, ἐὰν γένωμαι σοφὸς, ᾄσομαι καὶἀστέρων θέσεις, καὶ ὅτῳ φίλον ἐστιν, ἀναγι-νώσκειν καὶ τὸν Ἐνώχ; ἐκεῖνος ἀνέγραψεκαὶ τὰ περὶ τῶν ἀστέρων καὶ τὰ περὶ τῶνφωστήρων καὶ τίς αὐτῶν ἐστὶν ἀνατολὴ καὶἐπιτολή. Τίς ἐστιν ὁ λέγων· Ἔδωκέ μοι ἀστέρωνθέσεις εἰδέναι; καὶ διὰ τί ἀπὸ πολλῶν ἀσ-τέρων τοῦ ζωδιακοῦ, ὠνόμαζε τὴν Πλειάδα·τοῦ γὰρ ζωδιακοῦ ἐστιν αὐτή· ἣ ἀπὸ τῶνβωρείων τὸν Ἀρκτοῦρον; Καὶ ἀπὸ τῶν λε-γομένων πλανητῶν, οἵτινες φέρονται γὰρἀπὸ δυσμῶν πρὸς ἀνατολὴν, μόνον Ἕσπερονὠνόμαζε. Εἴ τις δύναται ἀκουέτω τίς ἐστινἡ Πλείας; καὶ τίνος οἶκός ἐστι καὶ τίνοςχωρίον; ὁ γὰρ Ἕσπερος οἶκον ἔχει τὸ ἄστροντῶν Πλειάδων, καὶ οὐκ εἰκῆ ταῦτα εἴληπ-ται τὰ ὀνόματα· ὁ ποιῶν Πλείαδας καὶ Ἕσ-περον καὶ Ἀρκτοῦρον καὶ Ταμεῖα νότου.Ἔστι δὲ Ἀρκτοῦρος εἷς ἀστὴρ παρὰ τῇ οὐ-ρανίῳ καλουμένῃ ἄρκτῳ, ᾗ χρῶνται σημείῳναῦται διὰ τὸ μηδέ ποτε δυνεῖν τοὺς ἀσ-τέρας αὐτῆς, ἐπεὶ δὲ εἴρηκεν ἀπὸ τοῦ ζω-διακοῦ τὴν Πλειάδα, καὶ ἀπὸ τῶν ὑπερέκεινατοῦ ζωδιακοῦ ἐν τοῖς ἀρκτικοῖς τόποις, τὸνἈρκτοῦρον, ἐσιώπησε δὲ τῶν ἀστέρων τοὺςνοτίους, διὰ τοῦτο οἱονεὶ ἀναλαμβάνει αὐ-τοὺς, καὶ λέγει· Ὁ ποιῶν Πλείαδα καὶ Ἕσ-περον καὶ Ἀρκτοῦρον καὶ Ταμεῖα Νότου.Τάχα δὲ καὶ λόγον τεθεωρημένον ἔχει τὰκατὰ τὸν τόπον· ἐστὶν ἀεὶ φανερὸς κύκλοςπρὸς τῇ ἄρκτῳ, ἔστιν ἀφανὴς κύκλος πρὸςτῇ μεσεμβρίᾳ καὶ τῷ νότῳ· τάχα οὖν ἵναδηλώσῃ τὸν ἀβανῆ, Ταμεῖα νότου ὠνομά-ζοντο· πῶς οὖν σωθήσεται τὸ οὔκ ἐστινἀριθμός;{Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸ αὐτὸ βιβλίον τοῦ Ἰὼβ ἑρμηνείας.Cap. XLII v. 6, 7. Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαιτὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰὼβ κτλ.} Καίτοι πρὸ τοῦ ἀξιωθῆναι τοῦ Θείου τού-του χαρίσματος, μετὰ παρρησίας, περὶ τῶναὐτοῦ κατορθωμάτων διαλέγεται καὶ μάρ-τυρα τῆς ἀρετῆς τὸν Θεὸν καλεῖ. Οἱ γὰρἅγιοι ὅσῳ προκοπτοῦνται ἐν τῇ τοῦ Θεοῦγνώμῃ, τοσούτῳ μᾶλλον αἰσθάνονται τῆςἀνθρωπίνης ἀσθενείας· Οὕτω καὶ Ἁβραὰμπρότερον μὲν οὐκ ἔλεγεν· Ἐγώ εἰμι γῆ καὶσποδὸς, οὐδὲ ἐν τῷ πρώτῳ χρηματισμῷτοῦτο εἶπε τῷ λέγοντι αὐτῷ· Ἔξελθε ἐκτῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου·ἀλλ' ὅτε προέκοψε πολλῷ, ὅταν ὤφθῃ αὐτῷὁ Κύριος ἓν τῇ δρυῒ τῇ Μαμβρῇ, ὅτε ἤκουσετῶν χρηματισμῶν, νοήσας τὸν Θεὸν ἐκ τῶνἀποκαλύψεων, εἶδεν ὅτι ὡς πρὸς Θεὸν οὐ-δέν ἐστιν, ἀλλὰ γῆ, οὐδὲ γῆ μόνον, ἀλλὰκαὶ σποδὸς, γῆ κατακεκαυμένη· τοιαύτηγὰρ ἡ σποδὸς οὐδὲ γῆ ζῶσα, οὔτ' ἔχουσαφυσικὴν δύναμιν, γῆ μὲν διὰ τὰ ἀνθρώπινακατορθώματα, σποδὸς δὲ διὰ τὰ ἁμαρτή-ματα.{Κατὰ Ἀρειανῶν λόγος.} Ἐκ θεοῦ θεός ἐστιν ὁ λόγος· καὶ «θεὸς γὰρ ἦν ὁ λόγος»·καὶ πάλιν· «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστός, ὁ ὢν ἐπὶ πάντωνθεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν». Καὶ ἐπειδὴ ἐκ θεοῦ θεόςἐστι καὶ τοῦ θεοῦ λόγος, σοφία, υἱὸς καὶ δύναμίς ἐστιν ὁ Χριστός,διὰ τοῦτο εἷς θεὸς ἐν ταῖς θείαις γραφαῖς καταγγέλλεται. Τοῦἑνὸς γὰρ θεοῦ υἱὸς ὢν ὁ λόγος, εἰς αὐτόν, οὗ καὶ ἔστιν, ἀναφέρεται·ὥστε δύο μὲν εἶναι πατέρα καὶ υἱόν, μονάδα δὲ θεότητος ἀδιαί-ρετον καὶ ἄσχιστον. Λεχθείη δ' ἂν καὶ οὕτως· μία ἀρχὴ θεότητος,καὶ οὐ δύο ἀρχαί, ὅθεν κυρίως καὶ μοναρχία ἐστίν. Ἐξ αὐτῆς δὲτῆς ἀρχῆς ἐστι φύσει υἱὸς ὁ λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθ' ἑαυτὸνὑφεστὼς οὐδ' ἔξωθεν ταύτης γεγονώς, ἵνα μὴ τῇ ἑτερότητι δυαρ-χία καὶ πολυαρχία γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος υἱός, ἰδίασοφία, ἴδιος λόγος ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην«ἐν» ταύτῃ «τῇ ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν»·θεὸς γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστιν, διὰ τοῦτο καὶ«θεὸς ἦν ὁ λόγος». Ὥσπερ δὲ μία ἀρχή, καὶ κατὰ τοῦτο εἷς θεός,οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις μίαἐστὶν ἡ λέγουσα «ἐγώ εἰμι ὁ ὤν», καὶ οὐ δύο, ἵνα μὴ δύο ἀρχαί.Ἐκ δὲ τῆς μιᾶς φύσει καὶ ἀληθῶς υἱὸς ὁ λόγος, ἡ σοφία, ἡδύναμις ἰδία ὑπάρχουσα αὐτῆς καὶ ἐξ αὐτῆς ἀχώριστος. Ὥσπερδὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαί, οὕτως ὁ ἐκ τῆς μιᾶς λόγος οὐδιαλελυμένος ἢ ἁπλῶς φωνὴ σημαντική, ἀλλ' οὐσιώδης λόγος καὶοὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ υἱὸς ἀληθῶς. Εἰ γὰρ δὴ μὴ οὐσιώ-δης εἴη, ἔσται ὁ θεὸς λαλῶν εἰς ἀέρα καὶ σῶμα οὐδὲν πλέον ἔχωντῶν ἀνθρώπων. Ἐπειδὴ δὲ οὐκ ἔστιν ἄνθρωπος, οὐκ ἂν εἴη οὐδὲὁ λόγος αὐτοῦ κατὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Ὥσπερ γὰρμία οὐσία ἡ ἀρχή, οὕτως εἷς οὐσιώδης καὶ ὑφεστὼς ὁ ταύτης λό-γος καὶ ἡ σοφία. Ὡς γὰρ ἐκ θεοῦ θεός ἐστι καὶ ἐκ σοφοῦ σοφίακαὶ ἐκ λογικοῦ λόγος καὶ ἐκ πατρὸς υἱός, οὕτως ἐξ ὑποστάσεωςὑπόστατος καὶ ἐξ οὐσίας οὐσιώδης καὶ ἐνούσιος καὶ ἐξ ὄντος ὤν. Ἐπεὶ εἰ μὴ οὐσιώδης σοφία καὶ ἐνούσιος λόγος καὶ ὢνυἱός, ἀλλ' ἁπλῶς σοφία καὶ λόγος καὶ υἱὸς ἐν τῷ πατρί, εἴη ἂναὐτὸς ὁ πατὴρ σύνθετος ἐκ σοφίας καὶ λόγου. Εἰ δὲ τοῦτο, ἀκο-λουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ πα-τήρ, καὶ ὁ υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν καὶ γεννώμενος ὑφ' ἑαυτοῦ·ἢ ὄνομα μόνον ἐστὶ λόγος, καὶ σοφία, καὶ υἱός, οὐχ ὑφέστηκε δέ,καθ' οὗ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα. Εἰ οὖν οὐχὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς εἰ μὴ ἄν τιςεἴποι αὐτοσοφίαν εἶναι καὶ αὐτολόγον τὸν θεόν. Ἀλλ' εἰ τοῦτο,εἴη ἂν αὐτὸς ἑαυτοῦ πατὴρ καὶ υἱός· πατὴρ μέν, ὅτε σοφός, υἱὸςδέ, ὅτε σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις ταῦτα ἐν τῷ θεῷ· ἄπαγε!ἀπρεπὲς τοῦτο· εὑρεθήσεται γὰρ σύνθετος ὁ θεὸς ἐξ οὐσίας καὶποιότητος. Πᾶσα γὰρ ποιότης ἐν οὐσίᾳ ἐστίν. Κατὰ τοῦτο δὲ ἡθεία μονὰς ἀδιαίρετος οὖσα σύνθετος φανήσεται, τεμνομένη εἰςοὐσίαν καὶ συμβεβηκός. Πευστέον οὖν τῶν προπετῶν· ὁ υἱὸς σοφία καὶλόγος ἐκηρύχθη τοῦ θεοῦ· πῶς τοίνυν ἐστίν; Εἰ μὲν ὡς ποιότης,ἐδείχθη τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ θεός, καὶ τὸ ἐκ τούτουἄτοπον εἴρηται παρὰ Σαβελλίῳ. Οὐκοῦν ὡς γέννημα κυρίως ἐξαὐτοῦ τοῦ πατρὸς κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸπυρὸς φῶς, οὕτως ἐκ θεοῦ λόγος καὶ σοφία ἐκ σοφοῦ καὶ ἐκ πατρὸςυἱός. Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος μένει, καὶὁ ταύτης υἱὸς λόγος οὐκ ἀνούσιος οὐδὲ οὐχ ὑφεστώς, ἀλλ' οὐσιώ-δης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον, εἴη ἂν πάντα,ἃ λέγεται, κατ' ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. Εἰ δὲ φευκτέον τὸἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπεργὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύομέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υἱός, ἀλλ' ὁ πα-τὴρ πατήρ, καὶ ὁ υἱὸς υἱός, ἓν δέ, ὅτι υἱὸς τῆς οὐσίας τοῦ πατρός ἐστιφύσει, ἴδιος ὑπάρχων λόγος αὐτοῦ. Τοῦτο ὁ κύριος ἔλεγεν· «ἐγὼκαὶ ὁ πατὴρ ἕν ἐσμεν». Οὔτε γὰρ ὁ λόγος κεχώρισται τοῦ πατρός,