The Greek Library Author

Anonymous

Syntagma ad monachos

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Syntagma ad monachos (e cod. Vossiano gr., fol. 46) [Sp.], ed. P. Batiffol, Studia patristica. Études d'ancienne littérature chrétienne, fasc. 2, Paris: Leroux, 1890: 121–128.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg118.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

3

κτίσαντα. Ἐὰν δὲ καὶ σὺ ὥσπερ Τιμόθεος διὰ τὴν πολλὴν πολιτείαν νόσοις

περιπέσῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλίγον φάρμακόν ἐστιν ἰάσεως, πολιῷ

δὲ αὐτῷ χρώμενος ἀμφοτέρας ἀσθενείας σεαυτὸν περιβαλεῖς· εἰ δέ, ἕως ἑνὸς

ποτηρίου ἢ δύο, περισσὸν δὲ μή.

4

Εἰ δυνατόν σοι ἀνυπόδητον ὁδεύειν, γεν-

ναίως ἐναχθήσῃ· εἰ δὲ ἀνάγκη ἐστὶν πάντως ὑποδέεσθαι, ψιλὰ ἔσονταί σου

τὰ ὑποδήματα.

5

Καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασιν, ἑταιρισμοῦ

σχήμασιν, ἐπαιρίδεσθαι.

6

Τοῖς παροῦσιν ἀρκοῦ. Καὶ ἐὰν περισσοτέραν

κρεῶν καὶ οἴνου ἔχῃς πολιτείαν, καὶ ἀπέλθῃς ἐπὶ ξένης, μὴ θελήσῃς ἑαυτὸν

κομπάζειν, ἄλλ' ἴσος γίνου τοῖς ἀδελφοῖς, οἷον [ἐὰν ἐν] λαχάνοις χρώμενος καὶ

ἑψήμασι.

7

Καὶ εἰ ἀνάγκη γάρον ἐσθίειν ἢ καὶ ἰχθύος μεταλαμβάνειν, ἐὰν

θέλῃς, ἕως τούτου μόνου, καὶ πάλιν ἀνάλαβε τὴν πρώτην ἄσκησιν.

8

Πάλιν

ἐὰν ἀρρωστήσῃς καὶ λάβῃς ὠοῦ, ἁμαρτία οὐκ ἔστιν.

9

Εἰ δὲ ἡττηθῇς ἐν τῇ

νόσῳ καὶ λάβῃς πετεινοῦ καὶ κρεῶν, ἥττημα μέν σοί ἐστι, μὴ λογίσῃ δὲ αὐτὸ

ἁμαρτίαν, λυποῦ δὲ ὅτι ἀνεκόπης σου τῆς πολιτείας καὶ ὑπεχαλάσθης τοῦ

στερεοῦ λογισμοῦ.

6

1

Εἰ δὲ ἐπὶ νόσῳ ἀναγκασθῇς, λουτρῷ χρῆσαι ἕως ἅπαξ καὶ δίς·

ὑγιαίνων δὲ βαλανείου οὐ χρείαν ἔχεις.

2

Σὺ ὁ μονάζων καὶ ἱερεύς, χαμευ-

νεῖν θέλε, ἐὰν ᾖς ὑγιής.

3

Πρὸ παντὸς δὲ τέχνην ἐπιχειρεῖν.

4

Ἐν ἀγρῷ

ἐργάζου, ἵνα μὴ ἐσθίῃς ἄρτον ἀργόν.

5

Μᾶλλον δὲ ἐκ τῶν χειρῶν σου ἔχε πρὸς

τὸ ἀναπαύειν ἀδελφοὺς καὶ ξένους καὶ [εἰ δυνατὸν] χήρας καὶ ὀρφανοὺς καὶ

μετρίους.

6

Καὶ εἰ μὲν μετάξυ τῶν ἀνθρώπων οἰκεῖς καὶ ἔχεις χωρίον πατρι-

κὸν ἤτοι γεώργιον ἐργάζεσθαι, δικαίως συνάγων καρποὺς καὶ μὴ ἔχων τι ἀδι-

κίας, πρῶτον μὲν τὰς ἀπαρχὰς τοῖς ἱερεῦσι πρόσφερε, ἔπειτα θέλε καὶ χήρας

ἀναπαύειν καὶ λοιποὺς ἀπὸ δικαίων πόνων, μὴ ἀπὸ τόκων ἢ πλεονασμῶν ἢ

πραγματειῶν ἢ διασεισμάτων.

7

Εἰ δὲ εἰς μονὴν καθέζῃ, μὴ ὕβριζε τὴν

ἄσκησιν τῆς μονῆς.

8

Ἐὰν χωρίον κέκτησαι ἐν μοναστηρίῳ ἀναχωρῶν, οὐκ

ἀνεχώρησέν σοι, ἀλλ' ἐμπαίζεις καὶ ἐμπαίζῃ.

9

Καθεζόμενος δὲ ἐν μοναστη-

ρίῳ μὴ θέλε εἶναι ἀργὸς καὶ ὑπὸ ἄλλων τρέφεσθαι· ἀλλὰ δεῖ σεαυτὸν ἢ τέχνην

ἰδεῖν ἢ ἐργατεύεσθαι, ἵνα πως τὴν ἐφήμερον προσπορήσῃς τροφήν.

10

Νεω-

τέρους δὲ ἐὰν ἔχῃς περὶ σεαυτόν, πρῶτον μὲν ταπεινοφρόνει καὶ μὴ θέλε

εἶναι διδάσκαλος.

11

Εἰ δὲ ἴδῃς ψυχὰς σωζομένας διὰ τῆς σῆς ἀναστροφῆς,

τελειῶσαι βουλόμενος τῶν πέντε ταλάντων τὰ διπλάσια ὧν εἴληφας, μερίμνα

τὰς περὶ σὲ ψυχάς.

12

Καὶ ἐπίστυφε τοὺς νεωτέρους ἰδιάζειν ἕκαστον αὐτῶν

ἔν τε τῇ ὁμιλίᾳ καὶ ἐν τῇ ἀναστροφῇ, χωρὶς μόνης τῆς τραπέζης καὶ συνά-

ξεως καὶ ψαλμῳδίας.

13

Ἐν δὲ τῷ ὑπνεῖν, ἕκαστον ἴδια περιβάλλεσθαι,

καὶ ἕκαστον τὸ στιχάριον αὐτοῦ ἔχειν ἤτοι σακκίον κεκρυμμένον, ἵνα ἄν που

εὔχῃ νυκτὸς ἕτοιμοι εὑρεθῶσιν.

14

Θέλε ἀγρυπνεῖν συμμέτρως ἐν ψαλμοῖς

καὶ εὐχαῖς, καὶ ἡμέρας μὲν εὔχεσθαι πυκνῶς.

15

Μὴ χρονίζειν δὲ ἐν εὐχῇ

ἢ κράζειν καὶ βαττολογεῖν, συμμέτρως δὲ ψάλλειν, ἵνα μὴ περικακῶσιν αἱ

ψυχαί.

16

Θέλε δὲ τοὺς παῖδας σιωπητικοὺς προβιβάζειν.

17

Εἰς καπη-

λεῖον ὅλως μὴ εἰσέλθῃς, ἀλλ' εἰ ἀνάγκη γένηται ἐπὶ ξένης γενόμενος καὶ

χρείαν ἔχεις ἐδέσματος ἢ ποτοῦ, ἀποστείλας ἀγόρασον, καὶ ἐν ἐκκλησίᾳ φάγε

καὶ πίε, ἐν τόπῳ αὐτῆς ἀνακεχωρημένῳ.

18

Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ

τόπῳ μηδὲ οἰκία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται καὶ εἰσέλθῃς εἰς παν-

δοχεῖον, θέλε μένειν ἐν πανδοχείῳ ὅπου οὐκ εἰσὶν γυναῖκες οὔτε καπηλεῖον,

καὶ τοῦτο μετὰ λύπης

7

1

Ἐὰν οὖν τὰς προειρημένας ἐντολὰς φυλάξας καὶ τῶν προειρη-

μένων σφαλμάτων ἑαυτὸν τηρήσας τὸν δρόμον τελειώσῃς ἐν πίστει τε καὶ

ἁγνότητι καὶ πολιτείᾳ, κατὰ τὸ εἰρημένον, βαθμὸν σεαυτῷ μέγαν καὶ ἀγαθὸν

περιποιήσῃ.

2

Αὗταί εἰσιν αἱ τῆς προειρημένης πίστεως ἐντολαὶ καὶ παρα-

φυλάγματα, ἃς ἐὰν ποιήσῃς καὶ τὴν πίστιν τηρήσῃς, ἔσῃ μαθητὴς τοῦ

κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

3

Εἰ δέ τις ἀντιλέγει τοῖς προειρημένοις,

θεῷ ἐστὶν ἀντιλέγων· ψηλαφίσει γὰρ τὰς θείας γραφὰς καὶ κατανοήσει

τὴν παράδοσιν τῆς ἐκκλησίας, καὶ ἔχει συνιέναι ὅτι περὶ τούτων ὅλων

ἐντέλλεται ὁ κύριος.

4

Ἡμεῖς δὲ ἵνα μὴ μακρολογήσωμεν τὰς μαρτυρίας

οὐκ ἐξεθέμεθα.

5

Καὶ αὗται μὲν αἱ ἐντολαὶ μονάζουσι καὶ λοιποῖς χριστια-

νοῖς εὐλαβέσιν.

8

1

Εἰ δέ τις ἱερεὺς ἀκριβῶς θέλῃ ἱερατεύειν, μετὰ τῶν προειρημέ-

νων ἐντολῶν, ἤτω νηφάλιος, σπουδαῖος, ἀνεξίκακος, χρηστός, φιλόρφανος,

φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἥσυχος, στερεὸς πίστει καὶ γνώμῃ καὶ

λόγῳ, ἀπεχόμενος γυναικός, μὴ ἀμελῶν τοῦ ποιμνίου, μὴ βδελυσσόμενός

τινα. Μὴ προσωποληπτεῖν, ἐλέγχοντα ἐπὶ πάντων.

2

Μὴ ἐᾶν ψωριᾶν πρό-

βατον ἐν τῇ ποίμνη, ἀλλὰ καθαίρειν πρῶτον μετὰ μετανοίας, καὶ τότε συνά-

γειν ἐν τῇ μάνδρᾳ.

3

Εἰδέναι ἕκαστον ὡς ποιμαίνειν δεῖ, τί δὲ ταῖς χήραις

παραγγέλλειν, τί μοναχοῖς, τί λαϊκοῖς, τί κατηχουμένοις.

4

Γυναιξὶ δὲ

παραγγέλλειν ἐν ἐκκλησίᾳ μὴ λαλεῖν ὅλως, ἀλλ' ἐν πᾶσι σιγᾶν καὶ εὔχεσ-

θαι, καὶ μὴ λαμπρύνειν ἑαυτὰς ἐν χρυσῷ ἢ ἐσθῆτι, τὰ δὲ πρόσωπα αὐτῶν

μὴ φαίνεσθαι, χεῖρας ἀνδρῶν μὴ καταφιλεῖν.

5

Κατηχούμενοι δὲ ἰδίᾳ εὐ-

χέσθωσαν ἢ ἔξωθεν τοῦ βηλοῦ.

6

Ὁ δὲ πᾶς λαὸς ἐν φόβῳ καὶ σιωπῇ

ἀκουέτω τὸν λόγον τοῦ κυρίου.

7

Οὐ μόνον δὲ οἱ ἁμαρτάνοντες δίκην ἀπο-

τίσουσιν, ἀλλὰ καὶ οἱ χαίροντες ἐπὶ τοῖς ἁμαρτάνουσιν.

8

Περὶ δὲ τῶν

προσφορῶν ὀφείλει νήφειν ὁ ἱερεύς· ἐὰν γὰρ λάβῃ παρὰ στρατευομένου

ἐκχέαντος αἷμα, ἢ διασείσαντος, ἢ κλέψαντος, ἢ πραγματευτοῦ, ἢ ἐπιόρκου,

ἢ παρὰ πλουσίου ἀποστερητοῦ, ἢ παρὰ τελώνου ἐπιπράττοντος, ἢ τοκογλύ-

φου, ἢ τιμιουλκοῦ ἐπὶ σίτου, ἢ παρὰ παντὸς ἁμαρτωλοῦ, ὁ τοιοῦτος ἱερεὺς

ἀπὸ τοιούτων ἐὰν λάβῃ, χωλὸν καὶ τυφλὸν προσφέρει ἐξ αὐτῶν τῷ θεῷ.

9

Σοὶ δὲ τῷ λαϊκῷ οὐκ ἔξεστι κρῖναι τὸν ἱερέα, εἰ μὴ ἐὰν ἴδῃς παρα-

βάτην φεῦγε ἀπ' αὐτοῦ.

10

Ἐὰν ταῦτα φυλάξῃς, ὁ ἱερεύς, βαθμὸν ἀγαθὸν

ἑαυτῷ περιποιῇ καὶ πολλὴν παρρησίαν τὴν ἐν Χριστῷ Ἰησοῦ κυρίῳ ἡμῶν,

μεθ' οὗ τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων

ἀμήν.

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑ-ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣΠΡΟΣ ΙΩΒΙΑΝΟΝ ΠΕΡΙ ΠΙΣΤΕΩΣ.} Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴςπροαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτω γὰρ ἀλη-θῶς καὶ τὴν καρδίαν ἕξις ἐν χειρὶ Θεοῦ. Θελη-σάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶντὴν τῆς καθολικῆς Ἐκκλησίας πίστιν, εὐχαριστή-σαντες ἐπὶ τούτοις τῷ Κυρίῳ, ἐβουλευσάμεθα μᾶλ-λον πάντων τὴν παρὰ τῶν Πατέρων ἐν Νικαίᾳ ὁμο-λογηθεῖσαν πίστιν ὑπομνῆσαι τὴν σὴν εὐσέβειαν.Ταύτην γὰρ ἀθετήσαντές τινες, ἡμῖν μὲν ποικίλωςἐπεβούλευσαν, ὅτι μὴ ἐπειθόμεθα τῇ Ἀρειανῇ αἱρέ-σει· αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇκαθολικῇ Ἐκκλησίᾳ. Ἡ μὲν γὰρ ἀληθὴς καὶεὐσεβὴς εἰς τὸν Κύριον πίστις φανερὰ πᾶσι καθέ-στηκεν, ἐκ τῶν θείων Γραφῶν γινωσκομένη τε καὶἀναγινωσκομένη. Ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειω-θέντες ἐμαρτύρησαν, καὶ νῦν ἀναλύσαντές εἰσιν ἐνΚυρίῳ· καὶ ἔμεινεν ἂν ἡ πίστις ἀβλαβὴς διὰ παν-τὸς, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆ-σαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις καὶ οἱ σὺν