Epistula ad Jovianum
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula ad Jovianum, MPG 26: 813–820.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg119.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
26
816
αὐτῷ διαφθεῖραι ταύτην, καὶ ἀσέβειαν κατ' αὐτῆς
ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων
καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν Υἱὸν τοῦ
Θεοῦ. Πολλοὺς δὲ τούτοις ἠπάτησαν τοῖς λόγοις,
ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι
αὐτῶν τῇ βλασφημίᾳ· καίτοι φθάσαντες μὲν οἱ ἅγιοι
Πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, κατὰ
τὴν ἐν Νικαίᾳ σύνοδον, ἀνεθεμάτισαν· τὴν δὲ τῆς
καθολικῆς Ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγρά-
φως, ὥστε, ταύτης πανταχοῦ κηρυττομένης, ἀπο-
σβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετι-
κῶν. Ἦν μὲν οὖν αὕτη πανταχοῦ κατὰ πᾶσαν Ἐκ-
κλησίαν ἀδόλως γινωσκομένη τε καὶ κηρυττομένη·
ἀλλ' ἐπειδὴ νῦν, τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶ-
σαι βουλόμενοί τινες, ταύτην μὲν τὴν ἐν Νικαίᾳ παρὰ
τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν ἐτόλμησαν ἀθε-
τῆσαι, καὶ σχηματίζονται μὲν ὁμολογεῖν αὐτὴν, ταῖς
δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοού-
σιον, καὶ αὐτοὶ βλασφημοῦντες εἰς τὸ Πνεῦμα
τὸ ἅγιον, ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι αὐ-
τὸ, καὶ ποίημα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι· ἀναγ-
καίως, θεωρήσαντες τὴν τῆς ἐκ τοιαύτης βλασφη-
μίας βλάβην γινομένην κατὰ τῶν λαῶν, ἐπιδοῦ-
ναι τῇ σῇ εὐλαβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν
πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια ἃ μετὰ πάσης ἀκριβείας γέγραπται, καὶ ὅσον
πλανῶνται οἱ παρὰ ταύτην διδάσκοντες.
Γίνωσκε γὰρ, θεοφιλέστατε Αὔγουστε, ὅτι ταῦτα
μὲν ἐξ αἰῶνός ἐστι κηρυττόμενα, ταύτην δὲ οἱ ἐν
Νικαίᾳ συνελθόντες ὡμολόγησαν Πατέρες, καὶ ταύ-
τῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ
κατὰ τόπον Ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν,
καὶ Βρετανίαν, καὶ Γαλλίας, καὶ τῆς Ἰταλίας πά-
σης, καὶ Δαλματίας, Δακίας τε καὶ Μυσίας, Μακε-
δονίας, καὶ πάσης τῆς Ἑλλάδος, καὶ κατὰ τὴν Ἀφρι-
817
κὴν πᾶσαν, καὶ Σαρδανίαν, καὶ Κύπρον, καὶ Κρή-
την, Παμφυλίαν τε, καὶ Λυκίαν, καὶ Ἰσαυρίαν,
καὶ αἱ κατ' Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον
καὶ Καππαδοκίαν, καὶ αἱ πλησίον ἡμῶν, καὶ
αἱ κατὰ ἀνατολὰς Ἐκκλησίαι, παρὲξ ὀλίγων τῶν τὰ
Ἀρείου φρονούντων. Ἁπάντων γὰρ τῶν προειρη-
μένων καὶ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην, καὶ γράμ-
ματα ἔχομεν. Καὶ οἶδας, ὦ θεοφιλέστατε Αὔγου-
στε, ὅτι, κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ
πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν, πάσης τῆς οἰ-
κουμένης τὴν ἀποστολικὴν πίστιν κρατούσης. Ἐκεῖ-
νοι γὰρ, πολλῷ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς
αἱρέσεως, φιλονεικότερον ἀνθίστανται νῦν τῇ εὐσε-
βείᾳ. Καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν,
καίτοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν
Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τῶν ἐπισκόπων ὑποτάξαι. Ἔστι μὲν οὖν ἡ παρὰ τῶν Πατέρων ὁμο-
λογηθεῖσα πίστις ἐν Νικαίᾳ αὕτη·
Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκρά-
τορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ
εἰς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν
τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτ-
έστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς
ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννη-
θέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ
πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς
γῆς· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε-
τέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα,
ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ
ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον
κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα
τὸ ἅγιον. Τοὺς δὲ λέγοντας, Ἦν ποτε, ὅτε οὐκ ἦν,
καὶ, Πρὶν γενηθῆναι, οὐκ ἦν, καὶ ὅτι Ἐξ οὐκ ὄντων
ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκον-
τας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν
Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ
ἀποστολικὴ Ἐκκλησία.
Ταύτῃ τῇ πίστει, Αὔγουστε, πάντας ἐπιμένειν
ἀναγκαῖον, ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα με-
τακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις, ὅπερ
πεποιήκασιν οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν
Υἱὸν τοῦ Θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν,
καὶ κτιστὸς, καὶ ποιητὸς, καὶ τρεπτός ἐστι. Διὰ τοῦτο
γὰρ, καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος
ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀλη-
θείας πίστιν ὡμολόγησεν. Οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρή-
κασι τὸν Υἱὸν τῷ Πατρὶ, ἵνα μὴ ἁπλῶς ὅμοιος Θεῷ, ἀλλ'
820
ἐκ Θεοῦ Θεὸς ἀληθινὸς πιστεύηται· ἀλλ' ὁμοούσιος ἔγρα-
ψαν, ὅπερ ἴδιον ἦν γνησίου καὶ ἀληθινοῦ Υἱοῦ,
ἀληθινοῦ καὶ φύσει τοῦ Πατρός. Ἀλλ' οὐδὲ ἀπηλ-
λοτρίωσαν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ Πατρὶ
καὶ τῷ Υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας Τριάδος πίστει, διὰ
τὸ καὶ μίαν εἶναι ἐν τῇ ἁγίᾳ Τριάδι θεότητα.
αθαναϲιου αρχιεπιϲκοπουαλεξανδειαϲ, προς τους μο-ναζονταϲ☩αθαναϲιοϲ τοιϲ απανταχουορθοδοξοιϲ μοναχοις τοις τονμονηρη βιον αϲκουϲι και εν πισ-τει χ̅υ̅ ϊδρυμενοιϲ αγαπητοις καὶποθεινοτατοιϲ αδελφοις εν κυρι-ω χαιρειν· τω μεν χ̅ω̅ ευχαριστω τωκεχαριϲμενω υμιν το εις αυτον πισ-τευειν· ϊνα μετα των αγιων και υμειςεχητε ζωην αιωνιον· επειδη δετινες ειϲιν οι τα αρειου φρονουντεςπεριοιχομενοι τα μοναστηρια δι' ου-δεν ετερον· η ϊνα ως προς υμας ερ-χομενοι και αφ' ϋμων υποστρεφοντεςεχωϲιν απαταν τους ακεραιους·τινεϲ δε ειϲιν οι διαβεβαιουντες μενμη φρονειν τα αρειου συμπροιοντεςδε και ϲυνευχομενοι μετ' αυτων αναγ-καιωϲ δια γνωμης των αδελφων γραφεινεϲπουδαϲα ινα την ευσεβη πιστιν την δω-ρηθειϲαν υμιν θ̅υ̅ χαριτι ακεραιον καιαδολον διαφυλαττοντες ου μη δωτεπροφασιν σκανδαλου τοις αδελφοις·οταν γαρ τις υμας τους εν χ̅ω̅ πιστους θε-ωρηση μετα τοιουτων κοινωνουντας η συ-νευχομενουςτην ποιοτητα της τοιαυτης διδασκαλιας·επειδη φρονιμοι οντες φθανετε τους γραφον-ταϲ· και μαλλον τη εγκρατεια προσεχομενοιϊκανοι εϲτε και αλλους διδασκειν δια τουτοϲυντομωϲ ωσπερ αγαπων προς τους αγαπωνταςϋπηγορευϲα πειθομενος οτι ουτω διατελουν-τεϲ καθαραν και ακεραιον την πιστιν φυλαξητεκαι λοιπον κακεινοι ηδη βλεποντες υμας οτιϲυνευχομενοι ουκ εστε αυτοις ωφεληθησονταιφοβουμενοι μη αρα ως ασεβεις και τα τωντοιουτων φρονουντες αυτοι νομισθωσινασπαζονται υμαϲ οι μετ' εμου αδελφοι. Καὶ Ἀθανάσιος δὲ ὁ μέγας τῆς ἈλεξανδρέωνἘκκλησίας φωστὴρ, ἐν τῇ μνημονευθείσῃ πρὸς Ἐπι-φάνιον ἐπίσκοπον ἐπιστολῇ διδάσκει λέγων οὕτως· Οὐκοῦν ὥσπερ συνήθλησας, καὶ συνεχάρης, οὕτωκαὶ τοῦ μέμφεσθαι παῦσαι· καὶ μᾶλλον εὔχου ἵνα τοῦλοιποῦ ἡ μὲν Ἐκκλησία βεβαίαν τὴν εἰρήνην ἔχῃ, καὶπαύσωνται αἱ αἱρέσεις τῆς μιαιφόνου προαιρέσεως·παύσωνται δὲ καὶ οὗτοι φιλονεικοῦντες, οἱ ἐφευρόντεςἑαυτοῖς ζητήματα, προφάσει μὲν τοῦ σωτηριώδουςΠάσχα, ἔργῳ δὲ τῆς ἰδίας ἔριδος χάριν μάλιστα· ὅτι,ἐξ ἡμῶν εἶναι δοκοῦντες καὶ Χριστιανοὶ αὐχοῦντεςλέγεσθαι, ζηλοῦσι τούτων προδεδωκότων Ἰουδαίων.Ὁποία γὰρ αὐτοῖς καὶ πιθανὴ ἀπολογία γένοιτ' ἂνἄρα ἐπειδὴ γέγραπται· Τῇ δὲ πρώτῃ τῶν Ἀζύμων,καὶ ἐν ᾖ ἔδει θύειν τὸ Πάσχα. Ἀλλὰ ἐγίνετο τότεκαλῶς· νυνὶ, κατὰ τὸ γεγραμμένον· Ἀεὶ πλανῶνταιτῇ καρδίᾳ. Τῆς ὁμοιώσεως τοῦ Κυρίου τῆς πρὸς ἡμᾶς ἡ ὠφέ-λεια μεγάλη, ὅτι καὶ ἡμεῖς ὁμοιούμεθα πρὸς αὐτόν.Εἰ γὰρ μὴ αὐτὸς ὡμοίωτο πρὸς ἀνθρώπους, οὐκἠδύναντο οἱ ἄνθρωποι ὁμοιοῦσθαι πρὸς Θεόν. Ἀλλὰ