The Greek Library Author

Anonymous

Homilia in illud: Nunc anima mea turbata est

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Homilia in illud: Nunc anima mea turbata est (fragmenta), MPG 26: 1240–1244.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg122.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

26

1240

πρὸς Θεὸν ἄνθρωπον γενόμενον ὁμοιοῦνται ἄνθρωποι.

Ἔδει δὲ τὸν εἰς ὁμοίωσιν ἡμῶν καταβαίνοντα, κατὰ

τοῦτο μάλιστα ὁμοιωθῆναι, καθ' ὃ μεταβολῆς ἐδεό-

1241

μεθα. Ἐδεόμεθα δὲ κατὰ τὰ πάθη, ἵνα ταῦτα εἰς

ἀπάθειαν μεταστῇ. Μηδεὶς δὴ ἀπιστείτω περὶ τῶν

παθῶν οἰόμενος τρέπεσθαι τὴν θεότητα, ἀλλὰ προσγε-

νόμενον αὐτῇ τὸ πάθος ἀπὸ τοῦ σαρκικοῦ καὶ ψυχικοῦ

κινήματος ἐνθυμείσθω, καὶ προσγινόμενον καὶ νικώ-

μενον. Διὰ γὰρ τοῦτο προσγέγονεν, ἵνα νικηθῇ· καὶ

ἀπὸ τούτου νενίκηται, ἵνα ἡ πᾶσα ἀνθρώπων φύσις

κατὰ τὸ συγγενὲς εὐεργετηθῇ. Ἐκεῖθεν γὰρ ἀρξά-

μενοι μετασχηματιζόμεθα πάντες ἐκ πασχόντων

ἀπαθεῖς, καὶ ἀπὸ νεκρῶν ζῶντες καθιστάμενοι. Μὴ

οὖν ταραττέσθω τις εἰς ἀπιστίαν, εἰ λέγει Θεὸς ὢν ὁ

Κύριος ἅμα καὶ ἄνθρωπος· Νῦν ἡ ψυχή μου τε-

τάρακται. Τοῦτο γὰρ ἐγένετο, τῆς μὲν θεότητος εἰ-

κούσης, τῆς δὲ σαρκὸς ἐγειρομένης· δυνατὸν ὂν τῇ

θεότητι κωλῦσαι τὴν ταραχὴν, ἀλλ' οὐ βουλομένης

αὐτῆς, ἵνα μὴ τὴν ὁμοίωσιν τὴν πρὸς ἡμᾶς διαλύσῃ.

Τοιοῦτο δή τι νοητέον ἐκ τῶν καθ' ἡμᾶς πραγμά-

των· κεκραμένον μέλι πρὸς ὕδωρ, οὐ δὴ τὸ μέλι με-

ταβέβληται, ἀλλὰ τὸ ὕδωρ ἐπλεόνασεν. Ὅτε δὴ κί-

νημά τι τῆς σαρκός ἐστιν ἐν τῷ Κυρίῳ, τοιοῦτό τι

λάβωμεν ὁμοίωμα, ὥσπερ ὕδατος ἐν μελικράτῳ πλεο-

νασμόν. Ὅταν δὲ πάλιν τὸ θεϊκὸν ἐμφαίνηται, καὶ

ἐνεργῇ δυνάμεις, καὶ δείκνυσι τὴν ἐξουσίαν, τοιαύ-

την ὁμοίωσιν λάβωμεν, ὥσπερ τοῦ μέλιτος ἐπικρα-

τοῦντος τὸ ὕδωρ. Δυνατὸν γὰρ τῇ θεότητι τοῦτο, ποτὲ

μὲν τῇ σαρκὶ παραχωρεῖν εἰς τὸ πλεονάσαι, ποτὲ δὲ

αὐτὴν ἐπικρατῆσαι ἀναιροῦσαν τὸ πάθος καὶ τὸ τῆς

σαρκὸς ἀσθενές. Τεκμήριον δὲ τεσσαράκοντα ὅλας

ἡμέρας ἀπέχεται τροφῆς σωματικῆς καὶ οὐ πεινᾷ

τὸ σῶμα. Μετὰ γὰρ ταῦτα, καθὼς γέγραπται, πε-

πείνακεν. Ἐνταῦθα σαρκὸς πλεονασμός· εἶτα ἐπεί-

νασε μετὰ τὸν τοσοῦτον χρόνον. Ἐπλεόνασε τὸ τῆς

σαρκὸς διὰ τοῦτο, ἵνα καὶ πεῖρα προσενεχθῇ, καὶ ὁ

πειράζων καταισχυνθῇ, καὶ ὁ ἐξ ἀρχῆς ἄνθρωπος διὰ

βρῶμα πεσὼν δι' ἐγκράτειαν βρώματος ἀναστῇ. Φέ-

ρει δὲ καὶ τὴν ταραχὴν τῆς σαρκὸς ἐπὶ τῷ θανάτῳ

προσιόντι. Καὶ πῶς γὰρ ἔμελλεν ὑπήκοος γενέσθαι

τὴν ἡμετέραν ὑπακοὴν πληρῶν ἀνθ' ἡμῶν, εἰ μὴ καὶ

προσεναντίωμα ἔσχε, καὶ τοῦ ἐναντιώματος ἐπεκρά-

τησεν; Ἡμῖν γὰρ ἐπειδάν τι ἐκ σαρκὸς ἐναντίωμα

γένηται, εἰ παρακούσαιμεν τοῦ προστάγματος, νικη-

θέντες σαρκὶ, τοῦτον τὸν τρόπον ἡ ἁμαρτία συμβαί-

νει. Οὐκοῦν ἐν τῷ Κυρίῳ τὸ μὲν ἐναντίωμα ἔδει γε-

νέσθαι τὸ ἀπὸ τῆς σαρκὸς, νικῆσαι δὲ τὴν ὑπ-

ακοήν. Εἰ γὰρ καὶ Θεὸς, ἀλλ' ἐν σαρκὶ καὶ κατὰ

σάρκα τὴν ὑπακοὴν πληροῖ, καὶ τοῦ θελήματος τῆς

σαρκὸς τῷ θελήματι τῆς θεότητος κρατεῖ, καθάπερ

εἴρηκεν· Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ

ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ

πέμψαντός με Πατρὸς, ἴδιον λέγων θέλημα αὐτοῦ

τὸ τῆς σαρκός. Ἐπεὶ καὶ ἡ σὰρξ ἰδία αὐτοῦ γέγονεν·

οὐ γάρ ἐστι θέλημα Υἱοῦ θεϊκὸν θελήματος Θεοῦ κε-

χωρισμένον. Ἔδει δὲ τὸ τῆς σαρκὸς θέλημα κι-

νηθῆναι, ὑποταγῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ. Καὶ

οὕτως αἱ τῶν ἀνθρώπων παρακοαὶ λύονται διὰ τῆς

παραδόξου ταύτης ὑπακοῆς, ἣν Χριστὸς ὑπήκουσεν

1244

ὑπὲρ ἡμῶν. Ὅρα δὴ, τοῦ κινήματος τοῦ σαρκικοῦ

γενομένου, τί φησι· Καὶ τί εἴπω; Πάτερ, σῶσόν

με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον

εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ

ὄνομα. Τὸ, Τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας

ταύτης, ἐφθέγξατο κατὰ τὴν κίνησιν τῆς σαρκός· τὸ,

διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, θεότητος ὑπερ-

νικώσης φθέγγεται, σχεδόν τοι μηδὲ φανῆναι τῷ σαρ-

κικῷ θελήματι συγχωροῦντος τοῦ θεϊκοῦ. Τὸ γὰρ,

Τί εἴπω; ὥσπερ ἐγκόπτοντός ἐστι ῥῆμα, ὡς φανῆναι

μὲν ἡμῖν, ὅτι καὶ σὰρξ ἀληθὴς, ὑποταττομένη δὲ,

καὶ οὐ δυναμένη περισπᾶσαι, καθάπερ ἵππος τὸν

ἐπιβάτην, οὐδὲ ὅσον ὀκλάσαι τὴν χεῖρα τὴν ἡνιοχοῦ-

σαν. Καὶ δὴ καὶ τί λογίζεται τὸ πάθος; Οὐκ ἀδοξίαν,

οὐκ αἰσχύνην, ἀλλὰ δόξαν ἑαυτοῦ καὶ τοῦ Πατρός.

Καὶ ἐπισπεύδει μᾶλλον, ἢ ἀποτρέπει τὸ πάθος. Πά-

τερ, δόξασόν σου τὸ ὄνομα· οὐκ ἔσται, φησὶν, οὐ-

δεμία παραίτησις παρ' ἐμοῦ, ἀλλ' εἴξει τὸ παραιτού-

μενον, καὶ κρατήσει τὸ μὴ παραιτούμενον. Σαρκικὴ

μὲν γὰρ φύσις παραιτεῖται τὸν θάνατον, καὶ ἦν

τοῦτο ἐν Χριστῷ, ἐπειδὴ καὶ γέγονε σὰρξ ὁ Λόγος

ἀληθῶς· θεϊκὴ δὲ βούλησις αἱρεῖται τὴν κόσμου σω-

τηρίαν, ἣν ὁ θάνατος κατειργάσατο. Εἶτα πληρούμε-

νον φαίνεται τὸ, Ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμ-

ψαντός με. Λέγει ὁ Χριστός· Πάτερ, δόξασόν σου

τὸ ὄνομα· καὶ ἀπόκρισις ἐξ οὐρανοῦ· Καὶ ἐδόξασα,

καὶ πάλιν δοξάσω· ἵνα εἰδῶμεν, ὅτι διάστασις οὐ-

δεμία, οὐδὲ χωρισμὸς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ·

μᾶλλον δὲ ἵνα κερδάνωμεν τὴν συνάφειαν ἡμῶν τὴν

πρὸς Θεὸν ἐν Χριστῷ γενομένην. Οὐδεὶς μὲν γὰρ

ἀνθρώπων, ὃς οὐκ ἀπέσπασεν ἑαυτὸν ἀπὸ θελήματος

Θεοῦ κατά τι μέρος ἢ πράγματος ἢ χρόνου. Ἐν

μόνῳ δὲ Χριστῷ τὸ ἀχώριστον τῆς θελήσεως ἐφυ-

λάχθη· ᾧ συνακολουθοῦντες κερδαίνομεν τὴν συν-

άφειαν τὴν πρὸς Θεὸν, καὶ τὴν ἕνωσιν τὴν σωτήριον

καθ' ὁμοίωσιν αὐτοῦ, καθ' ὁμοίωσιν τῆς θείας ἑνώσε-

ως, ὡς αὐτὸς εἴρηκεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,

οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν.

Ἀθανάσιος μὲν ἐν τῇ προλεχθείσῃ πρὸς Εὐψύχιονἐπιστολῇ, ἧς ἡ ἀρχή· Ἐφ' οἷς μὲν ᾠήθης ἡμᾶς, εὐ-λαβέστατε, μεθ' ἕτερά φησι· Κοινὸς ὁ τῶν προβάτωνκαρπός· τοῦτο δὲ τὸ νωτιαῖον θέρος, τὸ ἔριον εἰςκοινὴν χρῆσιν τοῖς ἅπασι προκείμενον. Ἀλλ' ὅταν τῇἐκ τῆς θαλάττης προσομιλήσῃ βαφῇ, προφύρα λέγε-ται, καὶ τῆς προσηγορίας ἀμειβομένης, καὶ τῆς χρή-σεως κατ' ἐξαίρετον βασιλεῦσι μόνοις ἁρμόττειν λα-χούσης. Καὶ ἔστιν ἔρια, καὶ οὐκ ἔστι· τὴν μὲν φύσινἐκεῖνο ὅπερ πρότερον ἦν, τὴν δὲ χρῆσιν οὐκέτι. Φεύ-γει γὰρ τὴν κοινότητα διὰ τὸ τοῦ χρωμένου ἀξίωμα·οὕτω γοῦν καὶ ἡ σὰρξ τῆς κοινῆς ληφθεῖσα φύσεως,ἐπειδὴ γέγονε περιβόλαιον βασιλέως, τῆς αὐτῆςἠξιώθη δόξης τῷ χρησαμένῳ, κἂν μὴ τὴν φύσιν ἐγέ-νετο. Ὥστε Κύριος δόξης λέγεται εἰκότως καὶ καθὸἄνθρωπος· τῆς μὲν καθ' αὑτὸν φύσεως προσιεμένηςτὸ πάθος, τῆς δὲ ὕβρεως διαβαινούσης ἐπ' αὐτὸντὸν ὥσπερ ἐσθῆτι χρησάμενον τῇ σαρκί. Ὥσπερ γὰρὁ τὴν ἁλουργίδα διαῤῥήξας, ὡς ἐπιβεβηκὼς αὐτῷ τῷβασιλεῖ τὴν τιμωρίαν ὑπέχει· καί τοι γε οὐδὲν δεινὸναὐτὸς πέπονθεν ὁ βασιλεὺς, τῆς δὲ πορφύρας τὸ πά-θος ἐπ' αὐτὸν ἀνήνεκται· οὕτω καὶ τὸ τῆς σαρκὸς πά-θος μὲν ἐν τῇ ἀπαθείᾳ τοῦ λόγου διὰ τῆς ὕβρεως ἐπ'αὐτὸν ἐληλυθέναι λέγεται. Καὶ διὰ τοῦτο Παῦλος τὸνΔεσπότην Χριστὸν, καθὸ ἄνθρωπον Υἱὸν Θεοῦ παρα-δίδωσι, καὶ πρὸ τούτου Γαβριὴλ ὁ ἀρχάγγελος τὸνπαράδοξον τόκον εὐαγγελιζόμενος τῇ Μαρίᾳ, Χαῖρε,φησὶ, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἰδοὺ σὺἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσουσιναὐτὸν Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψί-στου κληθήσεται. Ὥστε καλεῖται Υἱὸς Θεοῦ Ἰησοῦς,οὐκ εἰς θείαν φύσιν τῆς σαρκὸς μεταβληθείσης, ἀλλὰτῇ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τὴν ὁμώνυμον ἀξίανλαβούσης.