The Greek Library Author

Anonymous

De incarnatione contra Apollinarium libri ii

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
De incarnatione contra Apollinarium libri ii [Sp.], MPG 26: 1093–1165.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg124.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

26

1093

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΠΕΡΙ ΣΑΡΚΩΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΤΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ

ΛΟΓΟΣ ΠΡΩΤΟΣ.}

Ὁ μὲν τρόπος τοῦ εὐσεβοῦς ὁ ἄκοπος, τὸ

σιωπῇ σέβειν τὸ πᾶν, ἀγαπητὲ, καὶ εὐχαρίστοις βοαῖς

ἀνυμνεῖν τὸν εὐεργέτην Θεὸν, κατὰ τὴν ῥῆσιν τῆς

Γραφῆς τὴν λέγουσαν· Καθήσεται κατὰ μόνας, καὶ

σιωπήσεται, καὶ ἡσυχάσει, καὶ πράξει τὰ ἴδια·

τὸ δὲ, κατὰ μόνας, καὶ, τὰ ἴδια, τουτέστι τὴν ἰδίαν

ἀναστροφὴν ἐν κρίσει τίθεσθαι, καὶ τὴν ἐντολὴν τοῦ

Θεοῦ ἐν φροντίδι. Ἀλλ' ἐπειδὴ, κόπωσιν βαρυτάτην

συνειδὼς ἐν τοῖς τὰ αὐτὰ λέγειν δοκοῦσιν, ἠρώ-

τησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ τίς ἡ αἰτίασις

τῶν ὀρθῶς φρονεῖν νομιζόντων, οἵτινες ἀμετρίᾳ

πολλῇ τὰ ἄθεσμα φθεγγόμενοι οὐ δεδοίκασιν·

οἷς ἀπαχθέντες οἱ ἀστήρικτοι τῇ πίστει, πλανώμενοι

οὐ συνιᾶσιν· εἰ γὰρ ἐστηριγμένοι ἐν τῇ πίστει ἐτύγ-

χανον, οὐκ ἂν τοιούτοις ῥήμασι συνεπείσθησαν.

Σχολαζούσης δὲ αὐτῶν τῆς διανοίας, δεκτικοὶ γεγό-

νασι τῶν τοιούτων παραδόσεων· ἐξ ὧν ἀναβλαστά-

νει ἀμετρίας τῦφος, καὶ κακίας πλῆθος. Ἀβλε-

πτοῦντες δὲ ἐκ τοῦ μίσους, παροδεύουσι τῶν προφη-

τῶν τὰ μηνύματα, καὶ τῶν ἀποστόλων τὰ διδάγματα,

καὶ τῶν Πατέρων τὰ παραγγέλματα, καὶ αὐτὰς δὴ

τὰς ἐναποδείκτους τοῦ Δεσπότου φωνάς. Οἷς ἐπ-

άγειν κατὰ δύναμιν τὸν ἔλεγχον ἐπάναγκες· ἵνα,

ἤ τινες αὐτῶν ἀνανήψαντες διαβλέψωσιν, ἢ ἄλ-

1096

λους ἀπατᾷν μὴ δύνωνται, κατάληψιν εὐκρινεστά-

την περὶ Χριστοῦ ὑπισχνούμενοι, μὴ νοοῦντες,

μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.

Οἱ μὲν γὰρ Πατέρες εἰρήκασιν, ὁμοούσιον τὸν

Υἱὸν τῷ Πατρὶ, καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθι-

νοῦ, καὶ τέλειον ἐκ τελείου· ἔπειτα κατελθόντα διὰ

τὴν ἡμετέραν σωτηρίαν, σαρκωθέντα, ἐνανθρωπή-

σαντα, εἶθ' οὕτως παθόντα, καὶ ἀναστάντα. Ἵνα δὲ

μή τις, πάθος καὶ ἀνάστασιν ἀκούων, ἠλλοιῶσθαι

τὸν Θεὸν Λόγον ἐννοοῖτο, τὸ ἄτρεπτον καὶ ἀναλλοίω-

τον τοῦ Υἱοῦ μετὰ κρίματος διορίζονται. Οὗτοι δὲ ἢ

ἀλλοίωσιν τοῦ Λόγου φαντάζονται, ἢ δόκησιν τὴν

οἰκονομίαν τοῦ πάθους ὑπολαμβάνουσι· ποτὲ μὲν

ἄκτιστον καὶ ἐπουράνιον λέγοντες τὴν τοῦ Χριστοῦ

σάρκα, ποτὲ δὲ ὁμοούσιον τῆς θεότητος. Εἶτα, φα-

σὶν, ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουρά-

νιος ἐν Χριστῷ. Ὡς γὰρ ὀργανικῷ κέχρηται

σχήματι τῷ περιέχοντι· οὐ γὰρ οἷόν τε ἦν τέλειον

ἄνθρωπον αὐτὸν γενέσθαι. Ὅπου γὰρ τέλειος ἄνθρω-

πος, ἐκεῖ καὶ ἁμαρτία· καὶ ὅτι δύο τέλεια ἓν γενέσθαι

οὐ δύναται· ἐπεὶ ἔσται καὶ ἐν Χριστῷ ἡ ἐν ἡμῖν

μάχη τῆς ἁμαρτίας· καὶ ἔσται αὐτῷ χρεία τοῦ καθ'

ἡμᾶς καθαρισμοῦ, εἰ τὸ φρονοῦν καὶ τὸ ἄγον

ἐν ἡμῖν τὴν σάρκα Χριστὸς ἐν ἑαυτῷ ἐπιδέδεικται

γενόμενος ἄνθρωπος. Ἀλλὰ ἔλαβε, φασὶ, τὸ ἀνόητον,

ἵν' αὐτὸς ᾖ νοῦς ἐν αὐτῷ, καὶ ἄγευστος ᾖ πάντη τῆς

ἁμαρτίας, κατά γε τὸ θεϊκὸν καὶ τὸ ἀνόητον τῆς

σαρκός. Οὔτε γὰρ ἁμάρτοι ἂν ἡ σὰρξ τοῦ ἄγοντος

τὴν σάρκα, τουτέστι τοῦ φρονοῦντος, μὴ προενθυμη-

θέντος τὴν πρᾶξιν τῆς ἁμαρτίας, καὶ ἐνεργήσαντος

διὰ τοῦ σώματος εἰς ἐκπλήρωσιν τῆς ἁμαρτίας.

Ὅθεν σαρκὸς μὲν καινότητα Χριστὸς ἐπιδέδεικται

καθ' ὁμοίωσιν· τοῦ δὲ φρονοῦντος ἐν ἡμῖν τὴν καινό-

τητα διὰ μιμήσεως, καὶ ὁμοιώσεως, καὶ ἀποχῆς τῆς

ἁμαρτίας, ἕκαστος ἐν ἑαυτῷ ἐπιδείκνυται. Καὶ

οὕτως νοεῖται Χριστὸς χωρὶς ἁμαρτίας

Ταῦτά ἐστιν αὐτῶν τὰ σοφίσματα, καὶ τῆς πα-

ρατροπῆς τὰ νοήματα· καὶ οὐκ ἔστιν εἷς ὁ λόγος

αὐτῶν· πολλαὶ γὰρ τῆς ἀπιστίας αἱ παρατροπαὶ,

ἀνθρωπίνοις λογισμοῖς ἐπινενοημέναι. Προθῶμεν

τοίνυν τούτοις τῆς τοῦ Θεοῦ εὐδοκίας τὴν θέλη-

σιν (ὤμοσε γὰρ, φησὶ, Κύριος, καὶ οὐ μεταμεληθή-

σεται), καὶ τῆς ἀληθεστάτης οἰκονομίας τὴν συμ-

πλήρωσιν, καὶ τῆς τελειοτάτης εὐεργεσίας τὴν

χάριν· ἀντερωτήσαντες τούτων τὰ νοήματα, εἰ τοῖς

προφητικοῖς μηνύμασι συνᾴδουσιν· εἰ τοῖς

ἀποστολικοῖς διδάγμασιν ἀκολουθοῦσιν· εἰ τοῖς τῶν

1097

Πατέρων παραγγέλμασι στοιχοῦσιν· εἰ τὰς ἐναπο-

δείκτους τοῦ Δεσπότου φωνὰς οὐκ ἀθετοῦσιν· ἵν'

ἐκ τῶν προφητικῶν μηνυμάτων, καὶ τῶν ἀποστολι-

κῶν διδαγμάτων, καὶ τῶν ὑπὸ τοῦ Κυρίου πληρω-

θέντων πραγμάτων, γίγνηται τῆς ἀληθείας ἡ

ὁμολογία, καὶ τῆς πλάνης ἡ ἔλεγξις. Εἴπατε τοίνυν

οἱ ἐφευρεταὶ τοῦ καινοῦ καθ' ὑμᾶς Εὐαγγελίου, ὃ οὐκ

ἔστιν ἄλλο, πόθεν ὑμῖν κατηγγέλθη σάρκα

ἄκτιστον λέγειν, ὥστε ἢ τὴν θεότητα τοῦ Λόγου εἰς

μετάπτωσιν σαρκὸς φαντάζεσθαι, ἢ τὴν οἰκονομίαν

τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως,

ὡς δόκησιν νομίζειν. Ἄκτιστος μὲν γὰρ πέφηνε

μόνη ἡ ἁγία Τριὰς τῆς θεότητος, ἀΐδιός τε καὶ ἄτρε-

πτος, καὶ ἀναλλοίωτος. Χριστοῦ δὲ κατὰ σάρκα

ἐξ ἀνθρώπων ἀνισταμένου ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς

γέγραπται, καὶ παθητοῦ καὶ πρωτοτόκου ἐξ

ἀναστάσεως νεκρῶν, προκαταγγείλαντος τοῦ νόμου,

πῶς τὸ ἄκτιστον παθητὸν λέγετε; ἢ πῶς τὸ παθη-

τὸν ἄκτιστον ὀνομάζετε; Καὶ γὰρ καὶ τὴν ἄκτιστον

οὐσίαν τοῦ Λόγου παθητὴν λέγοντες, εἰς τὴν θεό-

τητα βλασφημεῖτε· καὶ τὴν παθητὴν σάρκα, ὀστέοις

τε καὶ αἵματι, καὶ ψυχῇ, καὶ ὅλου τοῦ καθ'

ἡμᾶς σώματος ἁρμοσθεῖσαν, ψηλαφητήν τε καὶ ὁρα-

τὴν γενομένην, ἄκτιστον λέγοντες, δυσὶ περιπίπτετε

πτώμασιν· ἢ φαντασίαν τὴν δεῖξιν καὶ τὴν ἀνοχὴν

τοῦ πάθους ὑπολαμβάνοντες, κατὰ τὴν τῶν Μα-

νιχαίων ἀσέβειαν· ἢ τοιαύτην ὑποτίθεσθε τῆς ἀκτί-

στου θεότητος τὴν οὐσίαν. Καὶ τί ἔτι μέμφεσθε τοῖς

ἐν ἀνθρωπίνῃ μορφῇ τῇ κατὰ σάρκα τὸν Θεὸν φαν-

ταζομένοις;

Ἀλλὰ λέγετε, ὅτι ἄκτιστος γέγονε τῇ ἑνώ-

σει τῇ πρὸς τὸν ἄκτιστον. Ἐντεῦθεν δὲ ὑμῶν ἡ

πλάνη δειχθήσεται αὐτέλεγκτος· ἡ γὰρ τῆς σαρκὸς

ἕνωσις πρὸς τὴν τοῦ Λόγου θεότητα ἐκ μήτρας γέ-

γονεν· ἐντεῦθεν γὰρ αὐτὴν ἀνεστήσατο ὁ Λόγος, ἐξ

οὐρανῶν ἐπιδημήσας· οὐ προϋπάρξασαν τῆς τοῦ

Λόγου ἐπιδημίας, ἢ τῆς Θεοτόκου Μαρίας, μόνης

ἐκ τοῦ Ἀδὰμ καταγομένης, καὶ ἐκ τοῦ Ἀβραὰμ καὶ

ἐκ τοῦ Δαβὶδ γενεαλογουμένης, σὺν τῷ Ἰωσὴφ τῷ

μεμνηστευμένῳ αὐτὴν, ὄντων ἑκατέρων εἰς σάρκα

μίαν, καθὼς γέγραπται, οὐ τῇ πρὸς ἀλλήλους συν-

αφείᾳ, ἀλλὰ τῇ ἐξ ἑνὸς ὑπάρξει· ὅτι γὰρ ἀθιγεῖς

διέμειναν, μεμαρτύρηται. Γεννᾶται οὖν ὁ Χριστὸς

ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τὸν Ἰωσὴφ πατέρα κα-

λῶν, ταυτὸν τῇ Μαρίᾳ τυγχάνοντα τοῦ Δαβίδ·

1100

ἐν σπαργάνοις ἀνακλιθεὶς, καὶ ὑπὸ τοῦ Συμεῶνος

ἐν τῷ ἱερῷ βασταχθεὶς, καὶ περιτομὴν σαρκὸς προσ-

αγόμενος κατὰ τὸν νόμον, καὶ αὔξησιν ἡλικίας ποιού-

μενος. Εἰ τοίνυν ἄκτιστος τῇ ἑνώσει γέγονε,

πῶς οὐκ αὐτοτελὴς ὤφθη, ἀλλὰ, θελήσαντος τοῦ Λό-

γου, ἡ τοῦ σώματος αὔξησις ἐγίνετο; Ἀκτίστῳ δὲ

προσάγειν αὔξησιν ἀσεβές ἐστι. Τὸ γὰρ ἄκτιστον τῇ

φύσει ἄκτιστον λέγεται, μήτε αὔξησιν, μήτε ἐλάττω-

σιν ἐπιδεχόμενον. Τὸ δὲ τῷ ἀκτίστῳ κοινωνῆσαν

ἢ ἑνωθὲν, ἴδιον μὲν τοῦ ἀκτίστου λέγεται, οὐ μὲν

αὐτὸ ἄκτιστον, ἵνα μὴ ἐπιλησθῇ τῆς ἑνώσεως ἡ εὐ-

εργεσία, καὶ καταργηθῇ τῆς εὐεργεσίας ἡ ὀφειλὴ,

καὶ εἰς ἀνελπιστίαν καταπέσῃ ἡ ἐν ἀσθενείᾳ ἔτι

τυγχάνουσα ἀνθρωπότης, διδασκομένη καθ' ὑμᾶς

μὴ ἔχειν πρὸς Θεὸν οἰκειότητα, καὶ ἀμαυρωθῇ ἡ

χάρις. Τίς γὰρ, ἄκτιστον ἀκούων τὸ τοῦ Κυρίου

σῶμα, ἑαυτὸν δὲ ποιηθέντα καὶ κτισθέντα εἰδὼς,

οὐκ ἐννοηθήσεται ψευδεῖς μὲν εἶναι τὰς ἁγίας Γρα-

φὰς, ἑαυτὸν δὲ μὴ ἔχειν πρὸς τὸν Χριστὸν κοινωνίαν;

Εἰ ὁ ἄκτιστος ἄκτιστον σῶμα ἀνελάβετο, κατήργηται

τοίνυν ἡ πρώτη πλάσις, ἀπόλωλεν ὁ ἀρχέτυπος Ἀδὰμ,

οὗ ἡμεῖς μέχρι σήμερον ἀπόγονοι τυγχάνομεν κατὰ

τὴν τῆς σαρκὸς διαδοχήν. Πῶς οὖν Χριστὸς ἡμᾶς

μετόχους ἑαυτοῦ κατεστήσατο; πῶς δὲ καὶ ὁ

Ἀπόστολος λέγει, Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγια-

ζόμενοι ἐξ ἑνὸς πάντες;

Μή τις δὲ τολμάτω περὶ τῆς θεότητος τοῦ Υἱοῦ

ἐννοῆσαι, ὅτι, ὥσπερ αὐτὸ ἐκ τοῦ Θεοῦ, οὕτω καὶ

ἡμεῖς, καθάπερ οἱ ἀσεβέστατοι Ἀρειανοὶ λέγειν τολ-

μῶσιν· ἢ πάντως κατὰ τὴν τῆς σαρκὸς ἐπίδειξιν,

καὶ κατὰ τὴν μορφὴν τοῦ δούλου, τουτέστι τοῦ πρω-

τοπλάστου Ἀδὰμ, ἣν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ

ὑπάρχων Θεός. Ὅλως μὲν οὖν ἐν τοῖς ποιήμασι τὸ

λεγόμενον ἄκτιστον, τὸ μηδέπω ὑπάρξαν λέγεται,

ὅτι μὴ γέγονε. Μή τι οὖν ἄρα, μήθ' ὅλως γεγο-

νέναι ἐν τῷ Λόγῳ σάρκα ὑπολαμβάνοντες, εὐφήμῳ

λέξει ποιεῖσθαι καὶ τὴν ἄρνησιν εὐθὺς ἐννοεῖτε, ἵνα

μηδὲν ἐν τῷ ἀκτίστῳ ὁμολογήσητε. Ἄκτιστος γὰρ

ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται· ὥστε καὶ τὴν

ἄκτιστον παθητὴν λέγειν ἀσεβὲς, καὶ τὴν παθητὴν

ἄκτιστον ὀνομάζειν. Τὴν γὰρ ποιηθεῖσαν τῆς ἀνθρω-

πότητος φύσιν, μὴ τῇ ἑνώσει τοῦ Λόγου εἶναι

ἰδίαν, ἀλλὰ συναΐδιον, καὶ τῇ τοῦ Θεοῦ φύσει ἐξ-

ισουμένην τῇ ταυτότητι τῆς φύσεως ἐννοεῖν, ἀσεβές.

Σαρκὸς γὰρ καὶ αἵματος καὶ ὀστέων ἐπίδειξιν ἐποιή-

σατο Κύριος, καὶ ψυχῆς λυπουμένης, καὶ ταραττο-

μένης, καὶ ἀδημονούσης. Ταῦτα δὲ οὐκ ἄν τις εἴποι

φύσιν εἶναι θεότητος· ἴδια δὲ Θεοῦ κατὰ φύσιν

1101

γέγονεν, εὐδοκήσαντος τοῦ Λόγου ἀνασχέσθαι γεννή-

σεως ἀνθρωπίνης, καὶ τὴν ἑαυτοῦ ποίησιν τὴν ἐν

ἁμαρτίᾳ καὶ φθορᾷ καὶ θανάτῳ διαχυθεῖσαν ἐν

ἑαυτῷ συστήσασθαι ἐν εἰκόνι καινότητος. Διὸ τῆς

μὲν ἁμαρτίας τὴν κατάκρισιν ἐπὶ γῆς ἐποιήσατο·

τῆς δὲ κατάρας τὴν καθαίρεσιν ἐπὶ ξύλου· τῆς

τε φθορᾶς τὴν ἀπολύτρωσιν ἐν τῷ τάφῳ· καὶ τοῦ

θανάτου τὴν κατάλυσιν ἐν τῷ ᾅδῃ· παντὶ ἐπιβὰς

τόπῳ, ἵνα τοῦ σύμπαντος ἀνθρώπου τὴν σωτηρίαν

κατεργάσηται, μορφὴν τῆς ἡμετέρας εἰκόνος ἐν

ἑαυτῷ ἐπιδεικνύμενος. Ἐπεὶ τίς ἦν χρεία Θεῷ

γεννήσεως τῆς ἐκ γυναικὸς ἀνασχέσθαι; αὐξήσεώς

τε ἡλικίας, καὶ ἐτῶν ἀριθμήσεως τῷ ποιητῇ τῶν

αἰώνων; ἢ πάλιν σταυροῦ, ἢ τάφου, ἢ ᾅδου, οἷς

ἡμεῖς ὑποπεπτώκαμεν, εἰ μὴ ἡμᾶς ἐζήτει, διὰ τῆς

καθ' ἡμᾶς μορφῆς ζωοποιῶν ἡμᾶς καὶ εἰς ὁμοίωσιν

καὶ μίμησιν τελείας εἰκόνος προσκαλούμενος; Μί-

μησις δὲ πῶς ἂν γένοιτο πρὸς τελειότητα, μὴ προϋπ-

αρξάσης τῆς ἀνενδεοῦς τελειότητος; κατὰ τὸν λέ-

γοντα Ἀπόστολον· Ἀπεκδυσάμενοι τὸν παλαιὸν

ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τῆς

ἀληθείας.

Πόθεν οὖν διδαχθέντες, λέγετε ἄκτιστον; Εἰ

τοίνυν φύσις ἐκ μεταποιήσεως ἄκτιστος γίνεται, ἄρα

καὶ ἀόρατος καὶ ἀθάνατος· οὐκ ἐκ θανάτου, ἀλλ'

ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ἀπέθανεν ὁ Κύριος,

εἰ ὁ ἄκτιστος ἀκτίστως ἐπεδήμησεν ἐπὶ γῆς;

ἢ πῶς ὁρατὸς καὶ ψηλαφητὸς γέγονεν; ὡς γέγρα-

πται· Ὃ ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλά-

φησαν. Πῶς οὖν λέγετε, ἃ μὴ γέγραπται, μήτε

θέμις ἐννοεῖν; Δώσετε γὰρ πᾶσιν αἱρετικοῖς κατὰ

τὴν τοῦ ποτὲ λεγομένου Ῥητορίου ἔννοιαν ἀσεβεστά-

την, οὗ καὶ τὴν ἀσέβειαν ἐξειπεῖν φοβερόν. Ἢ τοί-

νυν ἀρνήσασθε τὰς θείας Γραφὰς, ἢ ταύτας ὁμολο-

γοῦντες, μὴ ἕτερα παρὰ τὰ γεγραμμένα ἐπινοεῖτε

λαλεῖν ῥήματα ἀπάτης ἀνιάτου. Ἀλλὰ πάλιν λέγετε,

ὅτι Ἡμεῖς κτίσματι οὐ προσκυνοῦμεν. Ὦ ἀνόη-

τοι! διὰ τί οὐ λογίζεσθε, ὅτι καὶ ποιηθὲν τὸ σῶμα

τοῦ Κυρίου οὐ κτιστὴν ἀποφέρεται τὴν προσκύνη-

σιν; Τοῦ γὰρ ἀκτίστου Λόγου γέγονε σῶμα· οὗ γὰρ

σῶμα γέγονε, τούτῳ προσάγετε καὶ τὴν προσκύνη-

σιν. Ἄρ' οὖν καὶ προσκυνεῖται ὀφειλομένως, καὶ

θεϊκῶς προσκυνεῖται· Θεὸς γὰρ ὁ Λόγος ἐστὶν, οὗ

τὸ σῶμα ἴδιον τυγχάνει· ἐπεὶ καὶ ὅτε προσῄεσαν αἱ

γυναῖκες τῷ Κυρίῳ, διακωλύων ἔλεγε, Μή μου ἅπτου·

οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, ση-

μαίνων, ὅτι χρεία ἀναβάσεως, καὶ ὅτι μία ἔσται ἡ

1104

ἀνάβασις. Ὅμως, προσελθοῦσαι, ἐκράτησαν

αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν. Πόδας ἐκράτη-

σαν, Θεὸν προσεκύνησαν. Πόδας ὀστέων καὶ σαρκὸς

ἔχοντας ψηλάφησιν, ἀλλὰ Θεοῦ ὄντας, προσεκύνησαν

Θεόν. Καὶ ἀλλαχοῦ δὲ ὁ Κύριος ἔλεγε, Ψηλαφή-

σατέ με καὶ γνῶτε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα

οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, καίτοι

πνεῦμα ὢν αὐτός· Πνεῦμα γὰρ ὁ Θεός. Καὶ

λέγων ἔχειν, καὶ ἐπίδειξιν ποιούμενος, πῶς ἔλεγεν,

ὅτι Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς

ἐμὲ, φησὶν, οὐχὶ ὄντα, ἀλλ' ἔχοντα θεωρεῖτε, ἢ τοῦτο

διδάσκων, ὅτι ἡ τοῦ πνεύματος φύσις ἄῤῥητός

ἐστιν· αὕτη δὲ ἡ ψηλάφησις σώματος τοῦ καθ'

ἡμᾶς ἐστιν, ὅπερ ἑαυτῷ περιεποιήσατο ἐκ Παρθένου,

οὐκ ἐνεργείας τόπῳ, ἀλλὰ φυσικῇ γεννήσει· ἵνα

καὶ κατὰ φύσιν ᾖ τὸ σῶμα, καὶ ἀδιαίρετον ᾖ

πάλιν κατὰ φύσιν τῆς τοῦ Λόγου θεότητος. Οὕτω

γὰρ καὶ ὁ θάνατος γέγονε· τοῦ μὲν σώματος κατὰ

φύσιν δεχομένου, τοῦ δὲ Λόγου κατὰ θέλησιν ἀνεχο-

μένου καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον

προϊεμένου· ἵνα καὶ πάθῃ φυσικῶς ὑπὲρ ἡμῶν, καὶ

ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γεννή-

σεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν

ἡμετέραν ζήτησιν καὶ ἀνάκτησιν θεωρεῖται.

Τούτων δὲ οὕτως ἐχόντων, καὶ ὁμολογουμένων

ἐν τῇ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ, πῶς ὑμεῖς

πάλιν λέγετε ἐξ οὐρανοῦ τὸ σῶμα; καὶ διὰ τί τοῦτο

πεποίηκεν ὁ Χριστός; Εἴπατε, ἵνα ἐξ οὐρανῶν ἐπὶ

γῆς κατενέγκῃ σῶμα, καὶ τὸ ἀόρατον ὁρατὸν

ποιήσῃ, καὶ τὸ ἀνύβριστον ὕβρεως δεκτικὸν, καὶ τὸ

ἀπαθὲς καὶ ἀθάνατον θνητὸν καὶ παθητόν; Καὶ τίς

ἦν ἐν τούτοις εὐεργεσία, ὦ μάταιοι, εἰ ταῦτα ἐν

Χριστῷ γεγονέναι λέγετε, ἃ γέγονεν ἐν τῷ πρωτο-

πλάστῳ Ἀδάμ; Εἰ μὴ τὸ τοῦ Ἀδὰμ σύμπτωμα εἰς

ἀσύγκριτον ἀνάστημα Χριστὸς ἀνεστήσατο ἐν ὁμοιώ-

ματι σαρκὸς ἁμαρτίας ὀφθεὶς, καὶ κατακρίνας τὴν

ἁμαρτίαν ἐν τῇ σαρκί· ὥστε καὶ σαρκὶ ἐπὶ γῆς

πολιτεύσασθαι, καὶ ἀνεπίδεκτον ἁμαρτίας δεῖξαι τὴν

σάρκα, ἣν ἐκ τῆς πρώτης πλάσεως ὁ Ἀδὰμ ἀναμάρ-

τητον ἐσχηκὼς, ἐκ παραβάσεως δεκτικὴν ἁμαρτίας

πεποίηκε, καὶ εἰς διαφθορὰν καὶ θάνατον κατα-

πέπτωκε. Ταύτην ἀνίστησι κατὰ φύσιν ἀναμάρτη-

τον, ἵνα δείξῃ τὸν Δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας,

καὶ κατὰ τὴν ἀρχέτυπον πλάσιν τῆς ἰδίας φύσεως

κατεστήσατο· ἵνα αὐτὸς ᾖ τῆς ἀναμαρτησίας ἡ

ἐπίδειξις. Μάτην οὖν φαντάζονται οἱ ἀλώμενοι, καὶ

1105

ἐξ οὐρανοῦ λέγοντες τὸ τοῦ Κυρίου σῶμα. Καίτοι ὃ

Ἀδὰμ ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατενήνοχε, Χρι-

στὸς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνενήνοχε· καὶ ὅπερ

Ἀδὰμ ἀναμάρτητον καὶ ἀκαταδίκαστον εἰς

φθορὰν καὶ καταδίκην θανάτου κατενήνοχε, Χριστὸς

τοῦτο ἄφθαρτον καὶ λυτήριον θανάτου ἀνέδειξεν·

ὥστε ἔχειν ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας,

ἐκ δὲ τάφου τὴν ἀφθαρσίαν ἐπιδείκνυσθαι, καὶ ἐν

ἐπιβάσει ᾅδου λύειν θάνατον, καὶ εὐαγγελίσασθαι

πᾶσι τὴν ἀνάστασιν. Ὅτι ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρω-

πον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιό-

τητος ἐποίησεν αὐτόν. Φθόνῳ δὲ διαβόλου θάνα-

τος εἰσῆλθεν εἰς τὸν κόσμον· βασιλευόμενον δὲ

ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς

γενόμενος ἄνθρωπος, οὐ τραπεὶς εἰς ἀνθρώπου μορ-

φὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὕπαρξιν,

σκιώδη τὴν δεῖξιν ἐποιεῖτο· ἀλλ' ὁ ὢν φύσει Θεὸς

γεννᾶται ἄνθρωπος, ἵν' εἷς ᾖ τὰ ἑκάτερα, τέλειος

κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτην τὴν γέννη-

σιν ἐπιδειξάμενος. Διὸ εἴρηται· Καὶ ἐχαρίσατο

αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, βασιλεύειν οὐ-

ρανῶν, καὶ ἐξουσίαν ἔχειν κρίσιν ποιεῖν.

Ὁ γὰρ τῶν ὅλων δημιουργὸς Λόγος ὤφθη

υἱὸς ἀνθρώπου, οὐχ ἕτερός τις γενόμενος, ἀλλὰ δεύ-

τερος Ἀδάμ· ἵνα καὶ ἐκ τοῦ ὀνόματος γινώσκωμεν

τὴν ἀλήθειαν. Καὶ προγενέστερον δείκνυσι τὸν πρω-

τόπλαστον ὁ Ἀπόστολος, πρῶτον τὸ ψυχικὸν δεικνὺς,

ἔπειτα τὸ πνευματικόν. Ψυχικὸν δὲ καὶ πνευματικὸν

λέγων, οὐχ ἕτερον καὶ ἕτερον δείκνυσι σῶμα, ἀλλὰ

τὸ αὐτὸ σῶμα· τὸ μὲν πρῶτον ἐν ἐξουσίᾳ καὶ

φύσει ψυχῆς, διὸ ψυχικόν· τὸ δὲ δεύτερον ἐν ἐξουσίᾳ

καὶ φύσει Πνεύματος, διὸ πνευματικόν· Πνεῦμα γὰρ

ὁ Θεὸς Λόγος· οὕτω γὰρ καὶ τὸ ἐφ' ἡμῖν εἰρημένον

ἔστι συνιδεῖν, ἐν τῷ λέγειν· Ὁ δὲ πνευματικὸς

ἀνακρίνει τὰ πάντα· ψυχικὸς δὲ ἄνθρωπος

οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καίτοι ἑνὸς ὄντος

ἑκατέρων τοῦ σώματος, τὸ μὲν τοῦ Πνεύματος μέτ-

οχον νοεῖσθαι πνευματικὸν δείκνυσι, τὸν δὲ τῇ ἐξου-

σίᾳ τῆς ψυχῆς μόνῃ ἐμμείναντα δείκνυσθαι ψυ-

χικόν. Διὰ τί δὲ ὅλως, εἰ καθ' ὑμᾶς ἐστιν, οὐχὶ ἄνθρω-

πος μόνον λέγεται ὁ Χριστὸς ὡς καινός τις ἐξ οὐρα-

νῶν ἐπιδημήσας, ἀλλὰ υἱὸς ἀνθρώπου γέγονεν; Εἰ

μὲν οὖν ἐπὶ γῆς γέγονεν υἱὸς ἀνθρώπου, καίτοι οὐκ

ἐκ σπέρματος ἀνδρὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου

γεννηθεὶς, ἑνὸς ὄντος τοῦ πρωτοπλάστου Ἀδὰμ υἱὸς

1108

νοηθήσεται. Οὐ γὰρ ἕτερός τις ἀναγέγραπται ἄνθρω-

πος ἐν οὐρανῷ ὑπάρξας παρὰ τὸν ἐκ γῆς Ἀδὰμ,

ἵνα καὶ ἐξ οὐρανῶν ἔχῃ τὸ σῶμα, καὶ υἱὸς ἀνθρώπου

ᾖ παρὰ τὸν Ἀδάμ. Διὸ ὁ μὲν Ματθαῖος υἱὸν Ἀβραὰμ

καὶ Δαβὶδ ἀναγράφει τὸ κατὰ σάρκα· ὁ δὲ Λουκᾶς

υἱὸν αὐτὸν τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ γενεαλογεῖ.

Εἰ τοίνυν μαθηταί ἐστε τῶν Εὐαγγελίων, μὴ λαλεῖτε

κατὰ τοῦ Θεοῦ ἀδικίαν· ἀλλὰ στοιχεῖτε τοῖς γεγραμ-

μένοις καὶ γενομένοις. Εἰ δὲ ἕτερα παρὰ τὰ γε-

γραμμένα λαλεῖν βούλεσθε, τί πρὸς ἡμᾶς διαμάχεσθε,

τοὺς μήτε ἀκούειν μήτε λέγειν παρὰ τὰ γεγραμ-

μένα πειθομένους; λέγοντος τοῦ Κυρίου, ὅτι Ἐὰν

ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως ἐλεύ-

θεροι ἔσεσθε.

Πῶς οὖν ἔτι πιστοὶ ἢ Χριστιανοὶ νομισθείητε,

οἱ μήτε τοῖς ῥήμασι τοῖς γεγραμμένοις στοιχοῦν-

τες, μήτε τοῖς γενομένοις πειθόμενοι, ἀλλὰ τὰ

ὑπὲρ φύσιν ὁρίζειν τολμῶντες; Ἦ μικρὸν ὑμῖν ἀν-

θρώποις παρέχειν ἀγῶνα, καὶ πῶς παρέχετε

ἀγῶνα Κυρίῳ; Εἰ γὰρ οἱ προφήταις ἀπιστήσαντες

κατεκρίθησαν, πόσῳ μᾶλλον οἱ μὴ πειθόμενοι

αὐτῷ τῷ Δεσπότῃ; Ἃ γὰρ αὐτὸς ἠθέλησε καὶ

εὐδόκησεν εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τοῦ θανά-

του, πῶς ὑμεῖς ἕτερα ἀνθ' ἑτέρων λέγειν ἢ φρονεῖν

τολμᾶτε; Εἰ ὁμολογοῦμεν, κἀκεῖνος ὁμολογήσει ἡμᾶς·

εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦ-

μεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυ-

τὸν οὐ δύναται. Τίς οὖν ὑμῶν ἡ τοσαύτη ἀπόνοια

τῆς ἀμετρίας, λαλεῖν τὰ μὴ γεγραμμένα, καὶ φρο-

νεῖν ἀλλότρια τῆς εὐσεβείας; Καὶ γὰρ καὶ ὁμοούσιον

τὴν σάρκα τῆς θεότητος λέγειν ἐπιχειρεῖτε, οὐ συν-

ορῶντες διπλῆν ὑμῖν γενομένην τὴν ἀπάντησιν

τῆς ἀσεβείας. Ταῦτα γὰρ ὑμῖν ἐπινενόηται λέγειν,

ἵνα ἢ τὴν σάρκα ἀρνήσησθε, ἢ τὴν θεότητα βλασφη-

μήσητε, λέγοντες, φησίν· Ἡμεῖς τὸν ἐκ Μαρίας λέ-

γομεν ὁμοούσιον τοῦ Πατρός. Αὕτη δὲ ὑμῶν ἡ

νομιζομένη εὐφημία δειχθήσεται ἢ περίεργος ἢ ἀνόη-

τος. Ἐπεὶ τίς τῶν πιστῶν οὐκ ἂν ὁμολογήσειεν,

ὅτι ὁ ἐπιδημήσας Θεὸς Λόγος, καὶ ἐκ Παρθένου τῆς

ἁγίας Μαρίας προελθὼν ἄνθρωπος, ὁμοούσιος ὢν τοῦ

Πατρὸς, ἐκ σπέρματος Ἀβραὰμ γέγονεν ἄνθρωπος,

οὗ καὶ υἱὸς ἀναγέγραπται, καὶ ὅτι ὁ ὁμοούσιος τοῦ

Θεοῦ Λόγος γέγονε κατὰ σάρκα υἱὸς τοῦ Δαβίδ; Διὸ

καὶ ἐκ σπέρματος τοῦ Δαβὶδ προφῆται καὶ ἀπόστολοι

καὶ εὐαγγελισταὶ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ

σάρκα. Πῶς οὖν ταῦτα λέγοντες οὐκ ἐρυθριᾶτε, τὴν

σάρκα, τὴν ἐκ σπέρματος Δαβὶδ γενεαλογουμένην,

ὁμοούσιον τοῦ Λόγου ἀποφαινόμενοι; Ἢ πάλιν, ὡς

1109

ἔφαμεν, ἀνοήτως ταῦτα λέγετε, οὐ νοοῦντες, ὅτι τὸ

ὁμοούσιον τὴν μὲν ταυτότητα τῆς φύσεως ἔχει,

τὴν δὲ ἰδίαν τελειότητα ἐν ἑαυτῷ ἐπιδείκνυται.

Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁμοούσιος πρὸς τὸν Πατέρα

ὁμολογούμενος, τέλειος πρὸς τέλειον ὁμολογεῖται,

καθὰ καὶ τὸ ἅγιον Πνεῦμα· ὁμοούσιος γὰρ ἡ Τριάς.

Δώσετε οὖν καὶ τῇ ὁμοουσίῳ σαρκὶ τὴν τελειότητα

πρὸς τῇ τοῦ Λόγου τελειότητι· ἔσται δὲ καθ' ὑμᾶς

τετρὰς ἀντὶ Τριάδος καταγγελλομένη. Καὶ τίς, ἡ

τοσαύτη ἐπίνοια τῆς ἀσεβείας;

Ἀλλὰ λέγετε· Ὁμοούσιος γέγονε τοῦ Λό-

γου ἡ σάρξ. Πῶς γέγονεν ὁμοούσιος; Εἴπατε. Λόγος

γέγονεν, ἀλλὰ καὶ Πνεῦμα γέγονεν. Εἰ δὲ ὅλως γίνεται

θεότης ἐκ μεταποιήσεως ἡ μὴ φύσει οὖσα θεότης, τί

τοίνυν μέμφεσθε Ἀρειανοῖς, ταύτην περὶ τοῦ Λόγου

προβαλλομένοις τὴν ἔννοιαν; Καίτοι τῆς Γραφῆς λε-

γούσης, Ὁ Λόγος σὰρξ γέγονεν, οὐχὶ Ἡ σὰρξ

Λόγος γέγονεν, Ὁ Λόγος δὲ σὰρξ γέγονεν, εἴρηται·

ὅτι τοῦ Λόγου γέγονεν ἡ σὰρξ, καὶ οὐκ ἀνθρώπου τι-

νός· τουτέστιν ὁ Θεὸς ἄνθρωπος γέγονε· καὶ λέγεται,

Σὰρξ γέγονεν, ἵνα μὴ παραδράμητε τῆς σαρκὸς τὸ

ὄνομα. Εἰ τοίνυν μὴ ἀρκεῖσθε τῇ ἀσυγχύτῳ φυ-

σικῇ ἑνώσει τοῦ Λόγου πρὸς τὴν ἰδίαν αὐτοῦ γενομέ-

νην σάρκα· καὶ ὅτι ὁ Θεὸς ἄνθρωπος γέγονε· νῦν

οὔτε ἀκούετε, οὔτε πιστεύειν βούλεσθε, οὐκ ἀρκούμε-

νοι ὑπὲρ πᾶσαν ἐπίνοιαν εὐφημίας σῶμα Θεοῦ ἀκούον-

τες, κατὰ τὸν λέγοντα· Ὃς μετασχηματίσει τὸ

σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι

αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ·

ἥτις ἐστὶ σημασία τοῦ μέλλοντος αἰῶνος, καὶ ἔτι λέ-

γεται σῶμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ Κύριος δὲ λέγει·

Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· τὸν Υἱὸν τοῦ

Θεοῦ υἱὸν ἀνθρώπου γενόμενον λέγει· κριτήν τε

ὄντα ζώντων καὶ νεκρῶν, καὶ βασιλέα καὶ Δεσπότην,

καὶ Θεὸν ἀληθινόν. Ἀλλὰ ἀναιρεῖν βούλεσθε τὸ τοῦ

σώματος ὄνομα, ἢ τὸ ἔτι λέγεσθαι ἄνθρωπον τὸν

Χριστόν. Πῶς ἔτι τὰς θείας Γραφὰς ἀναγινώσκειν

δύνασθε; τοῦ μὲν Ματθαίου γράφοντος· Βίβλος γε-

νέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ·

τοῦ δὲ Ἰωάννου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λό-

γος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ Λόγος. Λό-

1112

γον δὲ καὶ Θεὸν καὶ υἱὸν Δαβὶδ εἰ κατὰ διαίρε-

σιν βούλεσθε θεωρεῖν, δύο καθ' ὑμᾶς ἂν λέγοιντο·

εἰ δὲ πιστεύοιτε, διδασκόμενοι ἀπὸ τῶν θείων Γρα-

φῶν, ὅτι Θεὸς ὢν ὁ Λόγος υἱὸς ἀνθρώπου γέγονε,

γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄν-

θρωπος ὁ αὐτός· ἵνα τὸ διπλοῦν κήρυγμα τῆς αὐτοῦ

ἐπιδημίας εὐαπόδεικτον ἔχῃ τὴν πεισμονὴν τοῦ

τε πάθους καὶ τῆς ἀπαθείας. Ὡς ὅταν λέγει ὁ Ἀπό-

στολος· Ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυ-

τὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὁ ὢν ἐπὶ πάντων

Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ Τι-

μοθέῳ δὲ γράφων ἔλεγε· Μνημόνευε Χριστὸν Ἰη-

σοῦν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δα-

βίδ· καὶ ὁ αὐτὸς δὲ πάλιν· Τὸν θάνατον αὐτοῦ

καταγγέλλομεν, ἄχρις οὗ ἔλθῃ.

Εἰ οὖν ἐκ τῆς ὁμολογίας τοῦ ὁμοουσίου ἀναι-

ρεῖτε τῆς σαρκὸς τὸ ὄνομα, καὶ τὸ ἄνθρωπον λέ-

γεσθαι τὸν Χριστόν· ἢ οὐκέτι τὸν θάνατον αὐτοῦ κατ-

αγγέλλετε, ἄχρις οὗ ἔλθῃ, ἀναιροῦντες τὰς Γραφάς·

ἢ τὸν θάνατον καταγγέλλοντες καθ' ὑμᾶς τοῦ ὁμοου-

σίου τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· μὴ

ὁμολογοῦντες σαρκὶ πεπονθέναι τὸν Χριστὸν, καὶ αὐ-

τὴν τοῦ Πατρὸς τὴν θεότητα καὶ τοῦ ἁγίου Πνεύμα-

τος ἐρεῖτε δεκτικὴν εἶναι θανάτου· καὶ γεγόνατε

ἀσεβέστεροι πάντων τῶν αἱρετικῶν. Ὁ γὰρ θάνατος

τῆς σαρκὸς, γέγονε τοῦ ὁμοουσίου Λόγου. Οὐδὲ γὰρ ὁ

Πατὴρ σάρκα ἐφόρεσεν, οὐδὲ τὸ ἅγιον Πνεῦμα, ὡς οἱ

κατὰ Οὐαλεντῖνον ἀσεβοῦντες φαντάζονται· ἀλλ' ὁ

Λόγος σὰρξ ἐγένετο. Διὸ ἡμεῖς, ὁμολογοῦντες Θεὸν

καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐ διαιρέσεως ἕνεκεν

ταῦτα λέγομεν, μὴ γένοιτο! ἀλλὰ πάλιν κατὰ τὰς

Γραφὰς, ἵνα πάθους καὶ θανάτου γενομένου καὶ κατ-

αγγελλομένου, ἄχρις οὗ ἔλθῃ, ἐπὶ μὲν τῆς

σαρκὸς τοῦ Λόγου τὸ πάθος καὶ τὸν θάνατον ὁμολο-

γῶμεν, αὐτὸν δὲ τὸν Λόγον, ἄτρεπτον καὶ ἀναλ-

λοίωτον πιστεύωμεν. Διὸ αὐτός ἐστιν ὁ παθὼν καὶ

μὴ παθών· τῇ μὲν θεϊκῇ φύσει ἀπαθὴς καὶ ἄτρεπτος

καὶ ἀναλλοίωτος ὢν, τῇ δὲ σαρκὶ παθὼν, ὡς εἶπεν

ὁ Πέτρος, καὶ θανάτου γεύσασθαι θελήσας· ὅτι

γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος

Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν·

1113

καὶ πάλιν· Ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώ-

πων. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς

εἷς ἐστιν.

Διὸ πλανῶνται καὶ οἱ λέγοντες, ὅτι ἄλλος ἐστὶν

ὁ παθὼν Υἱὸς, καὶ ἄλλος ὁ μὴ παθών. Οὐ γὰρ ἕτε-

ρός ἐστι παρὰ τὸν Λόγον, ὁ τὸν θάνατον καὶ τὸ

πάθος ἀναδεδεγμένος· ἀλλ' αὐτὸς ὁ ἀπαθὴς καὶ

ἀσώματος Λόγος, γενέσεως σαρκὸς ἀνθρωπίνης ἀνα-

σχόμενος, τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι, ὃ προσ-

ενέγκῃ ὑπὲρ ἡμῶν. Καὶ λέγεται κρείττων γενόμε-

νος τῶν ἀγγέλων· οὐκ αὐτὸς ὁ ποιητὴς τῶν ἀγ-

γέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν ποτε,

ἀλλὰ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιο-

ποιήσατο φυσικῇ γεννήσει, κρείττων ἀνατείλασα

ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσ-

οικειοῦται, ὡς εἴρηται, συμπολίτας τῶν ἁγίων καὶ

οἰκείους Θεοῦ γενομένους· καὶ κατὰ φύσιν Θεοῦ

γέγονεν, ἰδία οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ

Λόγου θεότητος, ὡς συναΐδιος· ἀλλὰ ἰδία κατὰ φύ-

σιν γενομένη, καὶ ἀδιαίρετος κατὰ ἕνωσιν, ἐκ σπέρ-

ματος Δαβὶδ, καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ,

ἐξ οὗ καὶ ἡμεῖς γεγεννήμεθα. Εἰ δὲ ὁμοούσιος τοῦ

Λόγου ἡ σὰρξ καὶ συναΐδιος, ἐκ τούτου ἐρεῖτε καὶ τὰ

πάντα κτίσματα συναΐδια τῷ τὰ πάντα κτίσαντι Θεῷ.

Καὶ πῶς ἔτι Χριστιανοὶ, οἱ τοιαύταις συμπλεκόμενοι

στραγγαλιαῖς; Τὸ γὰρ ὁμοούσιον καὶ ἀπαθὲς καὶ

ἀνεπίδεκτον θανάτου, πρὸς τὸ ὁμοούσιον ἕνωσιν

καθ' ὑπόστασιν οὐκ ἐπιδεχόμενόν ἐστιν, ἀλλὰ κατὰ

φύσιν· καθ' ὑπόστασιν δὲ τὴν ἰδίαν τελειότητα ἐκ-

δεικνύμενον. Ὥστε τῇ νομιζομένῃ ὑμῶν εὐφή-

μῳ ἐφευρέσει, ἢ τὴν ἐκ τῆς Παρθένου τῆς Θεοτόκου

σάρκα ἀρνεῖσθε, ἢ τὴν θεότητα βλασφημεῖτε. Εἰ δὲ

οὕτω καὶ τὸν Υἱὸν ὁμολογεῖτε ὁμοούσιον τῷ Πατρὶ

καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν σάρκα τὴν παθοῦ-

σαν· καὶ τί ἔτι ἡμᾶς μέμφεσθε, ὡς τετράδα

ἀντὶ Τριάδος λέγοντας, αὐτοὶ τετράδα ἀντὶ Τριάδος

καὶ ἄκοντες ὁμολογοῦντες, λέγοντες ὁμοουσίαν εἶναι

τῇ Τριάδι τὴν σάρκα; Τοίνυν ματαία ἡ πίστις ὑμῶν

ἐστιν· ἴσα γὰρ φρονεῖτε τῶν ἀσεβῶν Ἀρειανῶν,

κακῶς ἐκλαμβάνοντες τὸ, Ὁ Λόγος σὰρξ ἐγέ-

νετο. Ὁ Λόγος δὲ σὰρξ ἐγένετο, οὐχ ἵνα ὁ Λόγος

μηκέτι ᾖ Λόγος· ἀλλ' ἵνα ἐν σαρκὶ ᾖ ὁ Λόγος, σὰρξ

ἐγένετο, ἵνα καὶ ὁ Λόγος ἀεὶ ᾖ Λόγος, καὶ σάρκα

ἔχῃ ὁ Λόγος, ἐν ᾗ τὸ πάθος καὶ τὸν θάνατον ἀνεδέ-

ξατο ἐν μορφῇ τῇ ἀνθρωπίνῃ, μέχρι τάφου καὶ ᾅδου

ἐπιβὰς, ἐν ᾗ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν πε-

ποίηται, σαρκὸς καὶ αἵματος καὶ ψυχῆς τὴν ἐπίδει-

1116

ξιν ποιησάμενος ὁ Θεὸς Λόγος διὰ ἰδίας καὶ ἀδιαιρέ-

του σαρκὸς, ὡς γέγραπται, ἐκ σπέρματος Δαβίδ. Τί

γὰρ ἕτερον παρ' ὑμᾶς εἴρηκε Μαρκίων; Οὐχὶ οὐρα-

νοφανὲς τὸ σῶμα ἐν ὁμοιώσει ἀνθρωπίνῃ, καὶ

οὐκ ἀληθείᾳ; Τί δὲ ἄλλο εἴρηκε Μανιχαῖος; Οὐ θεο-

ειδὲς, οὐ τὸ σῶμα ἐν ὁμοιώσει τῇ καθ' ἡμᾶς μόνῃ,

ἀλλότριον δὲ σαρκὸς ἀνθρωπίνης, ἧς τὴν φύσιν ἁμαρ-

τίαν λέγει ἀσεβῶν, καὶ οὐ τὴν πρᾶξιν; Τοιαύτη τού-

των ἡ ἀσέβεια.

Διὸ οὐ δεῖ τὸν εὐσεβοῦντα τοιαύταις χρῆσθαι

ἐπινοίαις· ἀλλ' ὅτι ὁ πρὸ τῶν αἰώνων ὁμοούσιος ὢν

Λόγος τῷ Πατρὶ, ἐπ' ἐσχάτων ἐκ τῆς ἁγίας καὶ Θεοτό-

κου Παρθένου τὴν τοῦ Ἀδὰμ πλάσιν καὶ ποίησιν

καινὴν ἀνεστήσατο, ἰδιοποιησάμενος καθ' ἕνωσιν· καὶ

οὕτως ὤφθη ἄνθρωπος ὁ Χριστὸς, ὁ πρὸ αἰώνων

Θεός. Καί ἐσμεν ἡμεῖς μέλη Χριστοῦ, ὡς γέγραπται,

ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Τίς

οὖν ἡ τοσαύτη ὑμῶν φιλονεικία τῶν ἐφευρέσεων, ὥστε

ἀνθρωπίνῃ φρονήσει ὑπὲρ τὴν ἀνθρωπίνην νόησιν

ὁρίζεσθαι, λέγοντες· Ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν

ἀνθρώπου νοῦς ἐπουράνιος ἐν Χριστῷ; Ὢ τῆς ἀθέ-

σμου γνώμης, καὶ τῶν ἀσθενῶν καὶ ἀπρεπῶν ῥημά-

των, τῶν μὴ νοούντων πρῶτον τοῦτο, ὅτι Χριστὸς

μονοτρόπως οὐ λέγεται, ἀλλ' ἐν αὐτῷ τῷ ὀνόματι

ἑνὶ ὄντι ἑκατέρων τῶν πραγμάτων δείκνυται σημασία,

θεότητός τε καὶ ἀνθρωπότητος. Διὸ καὶ ἄνθρωπος

λέγεται ὁ Χριστὸς, καὶ Θεὸς λέγεται ὁ Χριστὸς, καὶ

Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς, καὶ εἷς ἐστιν ὁ

Χριστός. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα ἐπιχειρούντων

ἕτερόν τι παρὰ τὸν Χριστὸν ἐν αὐτῷ θεωρεῖν. Οἱ μὲν γὰρ

καταχρηστικῶς λεγόμενοι Χριστοὶ, ἴσως καθ' ὑμᾶς ἂν

θεωροῖντο· ὁ δὲ κατὰ φύσιν μόνος ἀληθινὸς Χριστὸς

οὐχ ὑπὸ ἀνθρωπίνου λογισμοῦ διαγραφήσεται, ὥσπερ

ὑμεῖς τολμᾶτε, καὶ αὐθάδεις γεγόνατε. Οὐδὲ γὰρ

προφήτης, οὐδὲ ἀπόστολος, οὔτε τις τῶν εὐαγγελιστῶν

ταῦτα ἐφθέγξατο, ἃ ὑμεῖς λαλεῖν ἐπιχειρεῖτε, ἀναιδεῖς

τὴν ψυχὴν γεγονότες. Εἰ γὰρ ἕτερός ἐστιν ὁ Χρι-

στὸς παρὰ τὸν ἐπουράνιον νοῦν τὸν ἐν αὐτῷ γενόμενον,

τέλειος δὲ καὶ ὁ νοῦς, δύο ἄρα καθ' ὑμᾶς· καὶ ὅπερ

δυσφημεῖν δοκεῖτε, τοῦτο ἐλέγχεσθε φρονοῦντες.

Νοῦν δὲ ἐπουράνιον καὶ οἱ προφῆται ἐσχήκασιν, οἱ

τὰ ἐπουράνια καὶ τὰ μέλλοντα ὡς παρόντα λαλήσαν-

τες. Διατί δὲ ὅλως ταῦτα λέγειν ἐπινοεῖτε, ὡς τοῦ

ἔσωθεν ἡμῶν ἀνθρώπου οὐχ ὁμολογουμένου ἐν

Χριστῷ; Τί οὖν περὶ τῆς ψυχῆς ἐρεῖτε, ὅτι καὶ τὸ

σῶμα καὶ ἡ ψυχὴ ὁ ἔξωθέν ἐστιν ἄνθρωπος, ὡς ἂν

1117

εἴποι τις, τὸ αἷμα καὶ τὴν σάρκα; Ἀλλ' ὥσπερ τὸ

σῶμα καὶ τὸ αἷμα οὐ διαφεύγουσι τὴν ψηλάφησιν καὶ

τὴν τρῶσιν ὁρατὰ ὄντα, δείξατε ἡμῖν καὶ τὴν ψυχὴν

μὴ διαφεύγουσαν ταῦτα, καὶ ὁρατὴν οὖσαν. Ἢ, εἰ μὴ

δύνασθε δεῖξαι, φανερός ἐστιν ὁ λόγος, ὅτι οὔτε ὁρᾶ-

ται ψυχὴ, οὔτε ἀποκτείνεται ὑπὸ ἀνθρώπου ὥσπερ τὸ

σῶμα, καθὼς εἴρηκεν ὁ Κύριος. Πείσθητε οὖν,

ὅτι ὁ ἔσωθεν ἡμῶν ἄνθρωπός ἐστιν ἡ ψυχή· τοῦτο

καὶ τῆς πρώτης πλάσεως δεικνυούσης, καὶ τῆς δευ-

τέρας διαλύσεως δηλούσης· οὐ μόνον ἐφ' ἡμῖν τού-

των δεικνυμένων, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ θανάτῳ τοῦ

Χριστοῦ ἐδείκνυτο· τὸ μέν τοι, μέχρι τάφου φθάσαν·

ἡ δὲ, μέχρι ᾅδου διαβᾶσα. Διαιρετῶν δὲ ὄντων τῶν

τόπων πολλῷ τῷ μέτρῳ, καὶ τοῦ μὲν τάφου σωματι-

κὴν ἐπιδεχομένου τὴν ἐπίβασιν, ἐκεῖσε παρῆν τὸ

σῶμα, τοῦ δὲ ᾅδου ἀσώματον.

Πῶς ἐκεῖ παρὼν ὁ Κύριος ἀσωμάτως, ὡς

ἄνθρωπος ἐνομίσθη ὑπὸ τοῦ θανάτου; ἵνα ψυχαῖς

ταῖς ἐν δεσμοῖς κατεχομέναις, μορφὴν ἰδίας ψυχῆς

ἀνεπίδεκτον ὡς δεκτικὴν τῶν δεσμῶν τοῦ θανάτου

παραστήσας, παροῦσαν παρούσαις, διαῤῥήξῃ τὰ

δεσμὰ ψυχῶν τῶν ἐν ᾅδῃ κατεχομένων, τὸν τῆς ἀνα-

στάσεως διαπηξάμενος ὅρον· ἵνα ὁ πλάστης καὶ

ποιητὴς τοῦ ἀνθρώπου, καὶ καταδίκῃ τοῦτον ὑποβα-

λὼν, αὐτὸς παρὼν, ἐλευθερώσῃ δι' ἑαυτοῦ ἐξ ὁλοκλή-

ρου τὸν ἄνθρωπον ἐν μορφῇ τῇ ἑαυτοῦ. Οὔτε γὰρ

θάνατος ὑπερισχύσας ὑπηγάγετο ἑαυτῷ τὴν ἀνθρω-

πίνην τοῦ Λόγου ψυχὴν εἰς δεσμῶν κατοχήν·

οὔτε πάλιν ἡ φθορὰ τυραννικῶς διαρπάσασα τὸ σῶμα

ἐνεργεῖ εἰς διαφθορὰν, ὡς ἀπρονοήτων ὄντων τῶν

πραγμάτων. Οὕτως γὰρ ἐννοεῖν τὸ τοιοῦτον ἀσεβές·

ἀλλ' ὁ τὴν ἐξέτασιν τῆς παρακοῆς ποιησάμενος καὶ

κρίσιν ἐπαγαγὼν, διπλῆν τῆς τιμωρίας τὴν ἀπό-

φασιν δέδωκε· τῷ μὲν γηΐνῳ εἰρηκώς· Γῆ εἶ, καὶ

εἰς γῆν ἀπελεύσῃ· καὶ οὕτως ὑποδέχεται φθορὰ τὸ

σῶμα, Δεσπότου ἀποφηναμένου· τῇ δὲ ψυχῇ· Θανάτῳ

ἀποθανῇ· καὶ οὕτως διχῆ διαιρεῖται ὁ ἄνθρωπος,

καὶ ἐν δυσὶ τόποις οἴχεσθαι καταδικάζεται. Διὰ

τοῦτο χρεία γέγονε τοῦ ἀποφηναμένου, ἵνα αὐτὸς

δι' ἑαυτοῦ λύσῃ τὴν ἑαυτοῦ ἀπόφασιν, ἐν μορφῇ τοῦ

καταδικασθέντος ἀκαταδικάστῳ καὶ ἀναμαρτήτῳ

ὀφθείς· ἵνα καὶ ἡ καταλλαγὴ τοῦ Θεοῦ πρὸς τὸν

ἄνθρωπον γένηται, καὶ ἡ ἐλευθερία τοῦ παντὸς ἀν-

θρώπου δι' ἀνθρώπου ὑπάρξῃ, ἐν τῇ καινότητι

1120

τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυ-

ρίου ἡμῶν. Εἰ δὲ καὶ ἕτερον τόπον καταδίκης δεῖξαι

δύνασθε, εἰκότως ἂν λέγοιτε τριχῆ διαιρεῖσθαι

τὸν ἄνθρωπον· καὶ ἐκ μὲν τῶν δύο τόπων τὴν ἀνά-

κλησιν γεγονέναι, ἐν δὲ τῷ τρίτῳ μένειν ἐν δεσμοῖς

τὸ δεδεμένον. Εἰ δὲ μὴ ἔχετε δεῖξαι ἕτερον τόπον

παρὰ τὸν τάφον καὶ τὸν ᾅδην, ἐξ ὧν ἠλευθέρωται

τελείως ὁ ἄνθρωπος, Χριστοῦ ἐλευθερώσαντος ἡμᾶς

ἐν τῇ ἑαυτοῦ καθ' ἡμᾶς μορφῇ τελείᾳ καὶ ἀλη-

θεστάτῃ· πῶς ἔτι ταῦτα λέγετε, ὡς οὐδέπω καταλ-

λαγέντος τῇ ἀνθρωπότητι τοῦ Θεοῦ; Πῶς οὖν

ἐπεδήμησεν ὁ Σωτήρ; ἢ ὡς ἀδύνατος τὸν σύμπαντα

λῦσαι ἄνθρωπον; ἢ ὡς βδελυξάμενος τὸν ἅπαξ ἁμαρ-

τήσαντα νοῦν; ἢ ὡς δεδοικὼς μὴ καὶ αὐτὸς μέτοχος

γένηται τῆς ἁμαρτίας, εἰ τέλειος γένηται ἄνθρωπος,

Θεὸς ὤν; Ἀλλ' ἀσεβείας ἔμπλεοι οἱ ταῦτα οὕτως ἐν-

νοοῦντες. Τί γὰρ περὶ τῆς ἁμαρτίας ὁριζόμενοι ταῦτα

λαλεῖτε, φυσικὴν εἶναι τὴν ἁμαρτίαν λέγοντες, κατὰ

τὸν ἀσεβέστατον Μανιχαῖον;

Ταῦτα οὕτως φρονεῖτε κατήγοροι γινόμενοι

τοῦ δημιουργοῦ τῆς φύσεως. Ὅτε τὸν Ἀδὰμ

ἀρχῆθεν ἔπλασεν ὁ Θεὸς, μήτιγε σύμφυτον αὐτῷ

δέδωκε τὴν ἁμαρτίαν; Τίς οὖν ἔτι χρεία ἦν τῆς ἐντο-

λῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς

δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ

πονηρὸν ὁ Ἀδάμ; Ὃν ἔπλασεν ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ

καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὐτὸν

φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον· Φθόνῳ

δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,

εὑραμένου τῆς παραβάσεως τὴν ἐπίνοιαν. Καὶ οὕτως

ἐκ παρακοῆς, ἐντολῆς Θεοῦ γέγονεν ὁ ἄνθρωπος

δεκτικὸς τῆς ἐπισπορᾶς τοῦ ἐχθροῦ. Καὶ ἐνήργει

λοιπὸν ἡ ἁμαρτία ἐν τῇ φύσει τοῦ ἀνθρώπου πρὸς

πᾶσαν ἐπιθυμίαν· οὐ φύσιν ἐν αὐτῷ ἐργασαμένου τοῦ

διαβόλου, μὴ γένοιτο! οὐδὲ γὰρ φύσεως ἂν εἴη δη-

μιουργὸς ὁ διάβολος, κατὰ τὴν τῶν Μανιχαίων ἀσέ-

βειαν· ἀλλὰ φύσεως παρατροπὴν ἐκ παραβάσεως

εἰργάσατο· καὶ οὕτως ἐβασίλευσεν ὁ θάνατος πάντων

ἀνθρώπων. Διὰ τοῦτο οὖν, φησὶν, ἦλθεν ὁ Υἱὸς

τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.

Ποῖα ἔργα τοῦ διαβόλου ἔλυσεν ὁ Υἱὸς τοῦ Θεοῦ; ὅτι

φύσιν, ἣν ἐποίησεν ὁ Θεὸς ἀναμάρτητον, παρέτρεψεν

ὁ διάβολος εἰς παράβασιν ἐντολῆς Θεοῦ, καὶ εὕρεσιν

ἁμαρτίας θανάτου, ταύτην ἑαυτῷ ἀνεστήσατο ὁ Θεὸς

Λόγος, ἀνεπίδεκτον τῆς τοῦ διαβόλου παρατροπῆς

καὶ εὑρέσεως ἁμαρτίας. Καὶ διὰ τοῦτο ἔλεγεν

ὁ Κύριος· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου,

καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Εἰ δὲ ὁ ἄρχων τοῦ

1121

κόσμου τούτου οὐδὲν τῶν ἑαυτοῦ πραγμάτων ηὕρισκεν

ἐν τῷ Χριστῷ, πολλῷ μᾶλλον ὁ Χριστὸς οὐδὲν τῆς

ἰδίας ποιήσεως προσκατέλιπε τῷ ἄρχοντι τοῦ κόσμου

τούτου. Ἢ καὶ διὰ τοῦτο οὐδὲν ηὕρισκεν ἐν αὐτῷ,

τελείαν τὴν καινότητα ἐπιδειξαμένου τοῦ Χριστοῦ,

ἵνα τελείαν τὴν σωτηρίαν κατεργάσηται ὅλου τοῦ ἀν-

θρώπου, ψυχῆς λογικῆς καὶ σώματος, ἵνα τελεία ᾖ

καὶ ἀνάστασις. Μάτην οὖν Ἀρειανοὶ σοφίζονται,

σάρκα μόνην ὑποτιθέμενοι ἀνειληφέναι τὸν Σωτῆρα,

τὴν δὲ τοῦ πάθους νόησιν ἐπὶ τὴν ἀπαθῆ θεότητα

ἀναφέροντες ἀσεβῶς. Μάτην δὴ καὶ ὑμεῖς καθ' ἑτέραν

ἐπίνοιαν, τὰ ἴσα τούτοις φρονοῦντες, λέγετε τῷ

περιέχοντι σχήματι, τουτέστι τῷ ὀργανικῷ προσκε-

χρῆσθαι· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, νοῦς

ἐπουράνιος ἐν Χριστῷ. Καὶ πῶς ἦν λυπούμενος καὶ

ἀδημονῶν, καὶ προσευχόμενος; Καὶ, Ἐταράχθη δὲ

τῷ πνεύματι ὁ Ἰησοῦς, γέγραπται. Ταῦτα δὲ οὔτε

σαρκὸς ἀνοήτου ἂν εἴη, οὔτε θεότητος ἀτρέπτου,

ἀλλὰ ψυχῆς νόησιν ἐχούσης, λυπουμένης, καὶ ταραττομένης, καὶ ἀδημονούσης, καὶ νοητῶς ἐπαισθα-

νομένης τοῦ πάθους.

Εἰ δὲ τοίνυν ταῦτα οὕτω νοεῖν οὐ βούλεσθε,

τριῶν προσκειμένων νοημάτων, φαντασίας καὶ

βλασφημίας καὶ ἀληθείας, ποίαν ἕλοισθε ἄν; Τῷ

γὰρ ὑπονοεῖν δοκήσει εἰρῆσθαι τὰ εἰρημένα, φαντασία

ἂν νομισθείη καὶ τὰ γενόμενα. Εἰ δὲ ἐπ' ἀληθείας

εἴρηται, ἀλλοτρία δὲ καθόλου ἡ ψυχὴ τοῦ Κυ-

ρίου ἐγεγόνει τῆς ἰδίας νοήσεως, Θεὸν τὸν Λόγον

ἔχουσα νοῦν, τετράφθαι τὸ ἄτρεπτον εἰς λύπην, καὶ

ἀδημονίαν, καὶ ταραχὴν, τὸ ἐννοεῖν ἀσεβές ἐστι·

κἂν λέγῃ τὰ Εὐαγγέλια, ὅτι Ἐταράχθη Ἰησοῦς

τῷ πνεύματι· ἀλλὰ δείκνυσι τὸν νοῦν ὁ Κύριος

εἰρηκώς· Ἡ ψυχή μου τετάρακται. Εἰ δὴ ψυχῆς

ἰδίας νόησιν ὁ Κύριος ἐπιδείκνυται, εἰς συμπάθειαν

τῆς ἡμετέρας ψυχῆς, ἵνα οὕτω καὶ αὐτοῦ νοήσωμεν

εἶναι τὸ πάθος, καὶ αὐτὸν ἀπαθῆ ὁμολογῶμεν.

Ὥσπερ γὰρ τῷ αἵματι τῆς σαρκὸς αὐτοῦ ἐλυτρώσατο

ἡμᾶς, οὕτω καὶ τῇ νοήσει τῆς ψυχῆς αὐτοῦ τὴν νίκην

ὑπὲρ ἡμῶν ἐπιδείκνυται, λέγων· Ἐγὼ νενίκηκα

τὸν κόσμον· καὶ ἀλλαχοῦ δέ· Διδόντι ἡμῖν τὸ

νῖκος. Ἀλλ' ὥσπερ τὸ αἷμα οὐκ ἂν κοινὸν τοῖς

εὐσεβέσι νοηθείη, ὥσπερ τοῖς ἀπίστοις, ἀλλὰ σωτή-

ριον· οὕτως καὶ ἡ νόησις λεγομένη, οὐκ ἀνθρωπίνῃ

ἀσθενείᾳ περικειμένη, ἀλλὰ Θεοῦ φύσιν ἐπι-

δεικνυμένη. Καὶ οὕτως ἂν λέγοιτο τέλειος Θεὸς καὶ

τέλειος ἄνθρωπος ὁ Χριστός· οὐχ ὡς τῆς θεϊκῆς τε-

1124

λειότητος εἰς ἀνθρωπίνην τελειότητα μεταποιηθείσης,

ὅ ἐστιν ἀσεβές· οὔτε μὴν ὡς δύο τελειοτήτων κατὰ

διαίρεσιν ὁμολογουμένων, ὅ ἐστιν ἀλλότριον εὐσε-

βείας· οὔτε δὲ κατὰ προκοπὴν ἀρετῆς, καὶ πρόσληψιν

δικαιοσύνης, μὴ γένοιτο! ἀλλὰ καθ' ὕπαρξιν ἀνελ-

λιπῆ· ἵνα εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα,

Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. Διὰ τοῦτο γὰρ καὶ

ὁ Κύριος ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται,

καὶ κατώδυνός ἐστι. Τὸ δὲ νῦν, τοῦτ' ἔστιν, ὅτε

ἠθέλησεν. Ὅμως μέντοι τὸ ὂν ἐπεδείκνυτο· οὐ γὰρ

τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει λε-

γομένων τῶν γινομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ

πάντα ἐγένετο.

Φύσει οὖν καὶ οὐ θέσει τοῦ Κυρίου ἀνθρώπου

γενομένου, οὔτε κατὰ φύσιν, οὔτε κατὰ πρᾶξιν ἀνθυπο-

φέρειν ὑμᾶς δυνατὸν τὴν ἁμαρτίαν ἐν τῷ

Δημιουργῷ. Ἐν μὲν γὰρ τῇ ἡμετέρᾳ φύσει καὶ τῆς

εὑρέσεως ἡ μάχη ἔτι γίνεται, καὶ τῆς ἐπισπορᾶς ἡ

προσχώρησις διὰ τὸ ἡμῶν ἀσθενές· ἡ δὲ τοῦ

Λόγου σάρκωσις κατὰ φύσιν Θεοῦ γενομένη, ἀνεπί-

δεκτος γέγονε τῶν ἐν ἡμῖν ἐκ τῆς παλαιότητος ἔτι

πολιτευομένων πραγμάτων· καὶ διὰ τοῦτο διδασκό-

μεθα ἀπεκδύσασθαι τὸν παλαιὸν καὶ ἐπενδύσασθαι

τὸν νέον. Καὶ ἐν τούτῳ τὸ θαυμαστὸν, ὅτι καὶ ἄνθρω-

πος γέγονεν ὁ Κύριος, καὶ χωρὶς ἁμαρτίας· ὅτι και-

νότης ὅλη γέγονεν, ἵνα ἐνδείξηται τὸ δυνατὸν αὐτοῦ.

Καὶ ὅσα μὲν αὐτὸς συνέταξε θελήσας τῇ φύσει, εἰς

ἑαυτὸν ἀνεδέξατο, ὅσα ἠθέλησε, τουτέστι γεν-

νήσεως τῆς ἐκ γυναικὸς, αὐξήσεώς τε ἡλικίας,

ἐτῶν ἀριθμήσεως, κόπου, καὶ πείνης, καὶ δίψης,

καὶ ὕπνου, καὶ λύπης, καὶ θανάτου, καὶ ἀναστάσεως.

Διὰ τοῦτο καὶ ὅπου διεφθάρη τὸ τοῦ ἀνθρώπου σῶμα,

ἐκεῖ προΐεται Ἰησοῦς τὸ ἴδιον σῶμα· καὶ ὅπου

κεκράτητο ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἐν θανάτῳ, ἐκεῖ

ἐπιδείκνυται ὁ Χριστὸς τὴν ἀνθρωπίνην ψυχὴν ἰδίαν

οὖσαν, ἵνα καὶ παρῇ ὡς ἄνθρωπος ὁ ἀκράτητος ἐν

θανάτῳ, καὶ λύσῃ τὴν κράτησιν τοῦ θανάτου, ὡς

Θεός· ἵνα ὅπου ἐσπάρη ἡ φθορὰ, ἐκεῖ ἀνατείλῃ

ἡ ἀφθαρσία· καὶ ὅπου ἐβασίλευσεν ὁ θάνατος ἐν

μορφῇ ψυχῆς ἀνθρωπίνης, παρὼν ὁ ἀθάνατος ἐπιδεί-

ξηται τὴν ἀθανασίαν· καὶ οὕτως ἡμᾶς μετόχους κα-

ταστήσῃ τῆς ἑαυτοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἐν

ἐλπίδι ἀναστάσεως τῆς ἐκ νεκρῶν· ὅπως ἂν καὶ τὸ

φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ

θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, ὡς γέγραπται·

ἵν', ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν

κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος,

1125

οὕτως καὶ δι' ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ

χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον,

καθὼς γέγραπται. Πῶς οὖν λέγετε, Ἀντὶ τοῦ ἔσω-

θεν ἀνθρώπου τοῦ ἐν ἡμῖν, νοῦς ἐπουράνιος ἐν Χρι-

στῷ; Μήτιγε, διχῆ μερίσας τὸ ἔξωθεν καὶ τὸ ἔσω-

θεν, καὶ ἐν τάφῳ ἐπεδείκνυτο καὶ ἐν ᾅδῃ; Ἀλλ'

οὐχ οἷόν τε ἦν ἕτερον ἀνθ' ἑτέρου ἀντιδοῦναι

λύτρον· ἀλλὰ σῶμα ἀντὶ σώματος, καὶ ψυχὴν ἀντὶ

ψυχῆς δέδωκε, καὶ τελείαν ὕπαρξιν ὑπὲρ ὅλου ἀν-

θρώπου· τοῦτ' ἔστι τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, ὃ

ὠνείδισαν ἐπὶ τοῦ σταυροῦ οἱ ἐχθροὶ τῆς ζωῆς Ἰου-

δαῖοι παραπορευόμενοι, καὶ κινοῦντες τὰς κε-

φαλὰς αὐτῶν. Οὔτε γὰρ ὁ ᾅδης ἤνεγκεν ἀπαρακαλύπτου θεότητος ἐπίβασιν· τοῦτο καὶ προφῆται καὶ

ἀπόστολοι μαρτυροῦσιν.

Ἔστι δὲ καὶ ἐπὶ τῆς τοῦ σταυροῦ οἰκονομίας

συνιδεῖν τὸ λεγόμενον· ὅπως ὁ Κύριος τῇ μὲν προ-

βολῇ τοῦ αἵματος τὴν βεβαιότητα τῆς σαρκὸς ἐπ-

εδείκνυτο· τῇ δὲ προσθήκῃ τοῦ ὕδατος τὴν ἄχραντον

καθαρότητα ἐδήλου, καὶ ὅτι τοῦ Θεοῦ τὸ σῶμα· κρά-

ξας δὲ καὶ κλίνας τὴν κεφαλὴν, καὶ παραδοὺς τὸ

πνεῦμα, τὸ ἔσωθεν τοῦ ἰδίου σώματος, τουτέστι τὴν

ψυχὴν ἐσήμανε· περὶ ἧς καὶ εἴρηκεν, ὅτι Τίθημι

ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν. Ὥστε τὴν

ἔκπνευσιν οὐκ ἄν τις εἴποι θεότητος…

ψυχῆς…

τος…

ἴ…

The complete text is available when the reading interface loads.