The Greek Library Author

Athanasius of Alexandria

Oratio I contra Arianos

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Scientific editors
William Bright
Edition reference
The Orations of St. Athanasius against the Arians · Oxford · Clarendon · 1884
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg130.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

1. ἉΙ μὲν αἱρέσεις, ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε. Τὸ γὰρ ‘ἐξελθεῖν ἀφʼ 1 John ii, 19 ἡμῶνʼ τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι ‘μεθʼ ἡμῶν’ τὸ φρόνημα. Διὸ καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ‘μὴ συνάγοντες Luke xi. 23. μεθʼ ἡμῶν, σκορπίζουσι᾿ μετὰ τοῦ διαβόλου, παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, Cp. ii 34. ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς. Ἐπειδὴδὲ ἡ μίατῶν αἱρέσεων ἡ ἐσχάτη, καὶ νῦν ἐξελθοῦσα πρόδρομος τοῦ᾿ Ἀντιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὔσα καὶ πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν γραφῶν λέξεις, c. 4. ὡς ὁ πατὴρ αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς ἐκκλησίας, ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ πιθανότητι τῶν παραλογισμῶν· (εὔλογον γὰρ οὐδὲν παρʼ αὐτῇ·) καὶ ἐπλάνησέ γε τῶν ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν ‘τὸ πικρὸν γλυκὺ,ʼκαὶ τὴν βδελυκτὴν αἵρεσιν Isa. V. ‘λέγειν καλήν·᾿ ἀναγκαῖον ἡγησάμην, προτραπεὶς παρʼ ὑμῶν, Job xli. 4. διελεῖν τὴν ‘πτύξιν τοῦ θώρακοςʼ τῆς μιαρᾶς αἱρέσεως ταύτης, καὶ δεῖξαι τὴν δυσωδίαν τῆς ἀφροσύνης αὐτῆς· ἵνα οἱ μὲν πόῤῥωθεν ὄντες αὐτῆς ἔτι φύγωσιν αὐτὴν, οἱ δʼ ἀπατηθέντες ἀπʼ αὐτῆς μεταγνῶσι, καὶ ἠνεῳγμένοις τοῖς ὀφθαλμοῖς τῆς καρδίας νοήσωσιν ὅτι, ὥσπερ τὸ σκότος οὐκ ἔστι φῶς, οὐδὲ τὸ ψεῦδος ἀλήθεια, οὕτως οὐδὲ ἡ Ἀρειανὴ αἵρεσίς ἐστι καλή. Ἀλλὰ καὶ οἱ τούτους καλοῦντες ‘Χριστιανοὺς᾿ πολὺ καὶ λίαν πλανῶνται, ὡς μήτε τὰς γραφὰς ἀνεγνωκότες, μήτε ὅλως εἰδότες τὸν Χριστιανισμὸν καὶ τὴν ἐν αὐτῷ πίστιν.

Chapter 2

2. Τί γὰρ ὅμοιον ἑωρακότες τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν, φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων ἐκείνων ; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ Al. Βαρ- αββᾶν. τὸν προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαραβᾶν αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μηδὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ καὶ Ἀλέξανδρον συνιστάνειν ὡς 1 Tim. i. 20. καλῶς φρονοῦντας, καὶ ψεύδεσθαι κατʼ αὐτῶν τὸν ἀπόστολον. Ἀλλ᾿ οὔτε ταῦτʼ ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν Al. om. τοῦτον. τολμῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν ὑπολάβοι. Ἀντὶ γὰρ Χριστοῦ παῤ αὐτοῖς Ἄρειος, ὡς παρὰ Mανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ τῶν ἄλλων ἀγίων Σωτάδης Cp. Ath. de Syn. 15. τις ἐξεύρηται παῤ αὐτοῖς ὁ καὶ παῤ Ἔλλησι γελώμενος, καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον καὶ θηλυκὸν ἦθος μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς ‘ Θαλίας·’ τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορχούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆροςδυσφημίαις· ὥστετοὺς· ἐμπίπτοντας εἰς τὴν αἵρεσιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν ’ δὲ τὸ ὄνομα τοῦ Rom. i. 23. Κυρίου τῆς δόξης ‘ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου,ʼ καὶ ἀντὶ ‘Κριστιανῶν’ λοιπὸν ‘Ἀρειανοὺςʼ ὀνομάζεσθαι,τοῦτό τετῆς ἀσεβείας ἔχειν τὸ γνώρισμα. Mὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ τῶν μὴ ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων ἔσχε τὴν ἐπωνυμίαν, ἀλλʼ ἀπὸ τοῦ Κυρίου, εἰς ὃν καὶ τὴν πίστιν ἔχομεν· τῶν γοῦν μακαρίων ἀποστόλων διδασκάλων ἡμῶν γενομένων, καὶ διακονησάντων τὸ τοῦ Σωτῆρος εὐαγγέλιον, οὐκ ἐξ ἐκείνων ἐκλήθημεν, ἀλλ’ ἀπὸ τοῦ Κριστοῦ ‘Χριστιανοὶʼ καὶ ἐσμὲν, καὶ ὀνομαζόμεθα. Οἱ δὲ παρʼ ἑτέρων ἔχοντες τὴν ἀρχὴν ἧς νομίζουσι πίστεως, ἐκείνων εἰκότως ἔχουσι καὶ τὴν ἐπωνυμίαν, ὡς αὐτῶν γενόμενοι κτῆμα.

Chapter 3

3. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χριστιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ Cp. Epiph, Haer. 42. 1. οἱ μὲν παραμείναντες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δʼ ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χριστιανοὶ, ‘Μαρκιωνισταὶʼ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Ὁ Οὐαλεντινιανοὶ,’ οἱ δὲ‘Βασιλιδιανοὶ,’ οἱ δὲ ‘Μανιχαῖοι,ʼ κἀκεῖνοι ‘Σιμωνιανοὶ,ʼ καὶ ἄλλοι ‘κατὰ Φρύγαςʼ ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου ‘Νοουατιανοὶʼ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς Cp. Ath. Apol. c. Ari 59. παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ ‘ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ 1b.6. Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, ‘Ἀρειανοὶʼ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδασκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώμεθα, ἀλλά γε τὰ τοῦ Χριστοῦ παρʼ αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἦττον ἐσμὲν καὶ καλούμεθα. Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος Cp. Ath. Ep. de morte Aril. Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν διαδεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου γνωριζόμενοι ‘ Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ Ἑλλήνων καὶ νῦν εἰς τὴν ἐκκλησίαν ἐρχόμενοι, ἀφιέντες τὴν p. c. S. τῶν εἰδώλων δεισιδαιμονίαν, οὐ τῶν κατηχούντων λαμβάνουσι τὴν ἐπωνυμίαν, ἀλλὰ τὴν τοῦ Σωτῆρος, καὶ ἀντὶ Ἑλλήνων ἄρχονται ‘Κριστιανοὶʼ καλεῖσθαι· οἱ δὲ πρὸς ἐκείνους ἀπιόντες, Al. μεταβάλλωνται. ἢ ὅσοι δʼ ἂν ἀπὸ τῆς ἐκκλησίας πρὸς τὴν αἵρεσιν μεταβάλλονται, τὸ μὲν Χριστοῦ καταλιμπάνουσιν ὄνομα, καὶ λοιπὸν δὲ ‘Ἀρειανοὶ’ καλοῦνται, ὡς οὐκέτι τὴν Χριστοῦ πίστιν ἔχοντες, ἀλλὰ τῆς Ἀρείου γενόμενοι μανίας διάδοχοι.

Chapter 4

4. Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; ἢ πῶς τῆς καθολικῆς ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν Cp. Rom. i. 30. ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν ‘κακῶν ἐφευρεταὶ’ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων γραφῶν λόγια καταλείψαντες, τὰς δὲ ‘Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες ; εἰκότως τοῦτο λέγοντες, καινὴν γὰρ αἵρεσιν ἀπαγγέλλουσι. Διὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν παλαιὰν καὶ τὴν καινὴν γραψάντων, καὶ παρὰ μηδενὶ ‘ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παῤ ἑτέρων, ὁ θαυμαστὸς Ἄρειος, οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρειμένοις μέλεσι σημαίνειν; ἵνʼ Ct. Sirac. iv. 24. ὥσπερ ἡ Σοφία φησὶν, ‘Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ,ʼ οὕτως ἀπʼ ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται. Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολλάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖσθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπεκρίνοντο μὲν ὀνομάζειν τὸν Cp. John x. 33. 30. Θεὸν, ἠλέγχοντο δὲ βλασφημοῦντες ἐν τῷ λέγειν, ‘Διὰ τί σὺ, ἄνθρωπος ὢν, Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; ” οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος Ἄρειος ὑποκρίνεται μὲν ὡς περὶ Θεοῦ λέγων, παρεντιθεὶς τὰς τῶν γραφῶν λέξεις, ἐλέγχεται δὲ πανταχόθεν Ἄρειος ἄθεος, ἀρνούμενος 1 John ii. 23. τὸν Υἱὸν,ʼ καὶ τοῖς ποιήμασιν αὐτὸν συναριθμῶν.

Chapter 5

5. Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς ‘Θαλείαςʼ καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· ‘Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων, τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων, ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε. Τούτων κατʼ ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περικλυτὸς, ὁ πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν, ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων Τὰ δὲ ἐν αὐτῇ κροτούμενα παῤ αὐτοῦ σκώμματα φευκτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. ‘Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν· ἀλλʼ ἦν ὅτε ὁ Θεὸς μόνος ἦν, καὶ Cp de Syn. 15: E.p. ad Æg. Ep. 12. Soc. i. 5, 6. οὔπω Πατὴρ ἦν· ὕστερον δὲ ἐπιγέγονε Πατήρ. Οὐκ ἀεὶ ἦν ὁ Υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων, καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων γενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε ὅτε οὐκ ἦν· καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλʼ ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐτός. Ἦν γὰρ, φησὶ, ‘μόνος ὁ Θεὸς, καὶ οὔπω ἦν ὁ Λόγος καὶ ἡ σοφία. Εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε δὴ πεποίηκεν ἕνα τινὰ, καὶ ὠνόμασεν αὐτὸν Λόγον καὶ Σοφίαν καὶ Υἱὸν, ἵνα ἡμᾶς διʼ αὐτοῦ δημιουργήσῃ. Δύο γοῦν σοφίας, φησὶν, ‘εἶναι, Cp. iv. 4. μίαν μὲν τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ Θεῷ, τὸν δὲ Υἱὸν ἐν ταύτῃ τῇ σοφίᾳ γεγενῆσθαι, καὶ ταύτης μετέχοντα ὠνομάσθαι μόνον σοφίαν καὶ λόγον. Ἡ σοφία γὰρ,᾿ φησὶ, ‘ τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει·᾿ Οὕτω καὶ ‘ Λόγον ἕτερον εἶναι,ʼ λέγει, ‘ παρὰ τὸν Υἱὸν ἐν τῷ Θεῷ, καὶ τούτου μετέχοντα τὸν Υἱὸν ὠνομάσθαι πάλιν κατὰ χάριν Λόγον καὶ Υἱὸν αὐτόν,᾿ Ἔστι δὲ καὶ τοῦτο τῆς αἱρέσεως αὐτῶν ἴδιον φρόνημα, δηλούμενον ἐν ἑτέροις αὐτῶν συγγράμμασιν, ὅτι ‘ πολλαὶ De Syn. 18. δυνάμεις εἰσί· καὶ ἡ μὲν μία τοῦ Θεοῦ ἐστιν ἰδία φύσει καὶ ἀΐδιος· ὁ δὲ Χριστὸς πάλιν οὐκ ἔστιν ἀληθινὴ δύναμις τοῦ Θεοῦ, ἀλλὰ μία τῶν λεγομένων δυνάμεών ἐστι καὶ αὐτὸς, ὧν μία καὶ “ ἡ ἀκρὶς καὶ ἡ κάμπη” οὐ “δύναμις” μόνον, ἀλλὰ καὶ “μεγάλη” προσαγορεύεται· αἱ δʼ ἄλλαι πολλαὶ καὶ ὅμοιαί εἰσι Joel ii. 25. Ps. xxiii. Lxx (xxiv.) 10. τῷ Υίῷ, περὶ ὧν καὶ Δαβὶδ ψάλλει λέγων, “ Κύριος τῶν δυνάμεων.” Καὶ τῇ μὲν φύσει, ὥσπερ πάντες, οὕτω καὶ αὐτὸς ὁ Cp. c. 35. iv. 12, and Nicene Anathema. Λόγος ἐστὶ τρεπτὸς, τῷ δὲ ἰδίῳ αὐτεξουσίῳ, ἕως βούλεται, μένει καλός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ ἡμεῖς, τρεπτῆς ὢν φύσεως. Διὰ τοῦτο γὰρ, φησὶ, καὶ προγινώσκων ὁ Θεὸς ἔσεσθαι καλὸν αὐτὸν, προλαβῶν αὐτῷ ταύτην τὴν δόξαν δέδωκεν, ἣν ἄνθρωπος καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ Θεὸς, τοιοῦτον αὐτὸν νῦν γεγονέναι πεποίηκε.᾿

Chapter 6

6. Εἰπεῖν δὲ πάλιν ἐτόλμησεν ὅτι οὐδὲ Θεὸς ἀληθινός ἐστιν ὁ Λόγος. Εἰ δὲ καὶ λέγεται Θεὸς, ἀλλʼ οὐκ ἀληθινός ἐστιν· ἀλλὰ μετοχῇ χάριτος, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, οὕτω καὶ αὐτὸς λέγεται ὀνόματι μόνον Θεός. Καὶ πάντων ξένων καὶ ἀνομοίων ὄντων c. 17; ii. 43. τοῦ Θεοῦ κατʼ οὐσίαν, οὕτω καὶ ὁ Λόγος ἀλλότριος μὲν καὶ ἀνόμοιος Cp. de Syn. 31. κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἰδιότητός ἐστι, τῶν δὲ γενητῶν καὶ κτισμάτων ἴδιος καὶ εἴς αὐτῶν τυγχάνει.’ Μετὰ τούτων δὲ, ὥσπερ καὶ διάδοχος τῆς προπετείας τοῦ διαβόλου Ib. 15. γενόμενος, ἔθηκεν ἐν τῆ ‘ Θαλείᾳʼ ὡς ἄρα ‘ καὶ τῷ Υίῷ ὁ Πατὴρ ἀόρατος ὑπάρχει, καὶ οὔτε ὁρᾶν οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ Λόγος τὸν ἑαυτοῦ Πατέρα· ἀλλὰ καὶ ὃ γινώσκει καὶ ὃ βλέπει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέπει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύναμιν. Καὶ γὰρ καὶ ὁ Υἱὸςʼ, φησὶν, ‘ οὐ μόνον τὸν Πατέρα ἀκριβῶς οὐ γινώσκει, λείπει γὰρ αὐτῷ εἰς τὸ καταλαβεῖν· ἀλλὰ καὶ αὐτὸς ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδε· καὶ ὅτι μεμερισμέναι τῇ φύσει, καὶ ἀπεξενωμέναι καὶ ἀπεσχοινισμέναι καὶ ἀλλότριοι καὶ ἀμέτοχοί εἰσιν ἀλλήλων αἱ οὐσίαι τοῦ Πατρὸς καὶ τοῦ Υίοῦ καὶ τοῦ ἁγίου Πνεύματος,ʼ καὶ, ὡς αὐτὸς ἐφθέγξατο, ‘ ἀνόμοιοι πάμπαν ἀλλήλων ταῖς τε οὐσίαις καὶ δόξαις εἰσὶν ἐπʼ ἄπειρον. Τὸν γοῦν Λόγον φησὶν εἰς ὁμοιότητα δόξης καὶ οὐσίας ἀλλότριον εἶναι παντελῶς ἑκατέρων τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος·᾿ τούτοις γὰρ ἐφθέγξατο τοῖς ῥήμασιν ὁ ἀσεβής· καὶ διῃρημένον δὲ εἶναι καθʼ ἑαυτὸν, καὶ ἀμέτοχον κατὰ πάντα τοῦ Πατρὸς τὸν Υἱὸν ἔφησε. Ταῦτα μέρη τῶν ἐν τῷ γελοίῳ συγγράμματι κειμένων μυθιδίων ἐστὶν Ἀρείου.

Chapter 7

7. Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς ‘ Θαλείαςʼ ἀκούσας, οὐ μισήσειεν ἐν δίκῃ παίζοντα τὸν Ἄρειον ὡς ἐπὶ σκηνῆς περὶ τοιούτων ; τίς οὐ θεωρεῖ τοῦτον, διὰ τοῦ δοκεῖν ὀνομάζειν Θεὸν καὶ περὶ Θεοῦ λέγειν, ὡς τὸν ὄφιν συμβουλεύοντα τῇ γυναικί ; τίς δὲ, τοῖς ἑξῆς ἐντυγχάνων, οὐ βλέπει τὴν ἀσέβειαν αὐτοῦ ὥσπερ καὶ τοῦ ὄφεως τὴν μετὰ ταῦτα πλάνην, εἰς ἣν παρήγαγε σοφισάμενος τὴν γυναῖκα; τίς ἐπὶ ταῖς τοιαύταις βλασφημίαις οὐκ ἐξίσταται ; Ὁ μὲν οὖν ‘ οὐρανὸς,ʼ ὡς ὁ Jer. ii.12. προφήτης φησὶν, ‘ἐξέστη, καὶ ἡ γῇ ἔφριξενʼ ἐπὶ τῇ παραβάσει τοῦ νόμου· ὁ δὲ ἥλιος πλέον ἀγανακτῶν, καὶ μὴ φέρων τότε τὰς Luke xxii 45. κατὰ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου γενομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ ἡμῶν ὑπέμεινεν, ἀπεστράφη, καὶ τὰς ἀκτῖνας συστείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν· ἐπὶ δὲ ταῖς Ἀρείου βλασφημίαις πῶς οὐ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀφασίᾳ πληγήσεται, καὶ κλείσει μὲν τὰς ἀκοὰς, καμμύσει c. 35. Cp. Ep. ad Æg. 13. δὲ τοὺς ὀφθαλμοὺς, ἵνα μήτε ἀκοῦσαι τοιούτων, μήτʼ ἰδεῖν τὸν ταῦτα γράψαντα δυνηθῇ ; ὁ δὲ Κύριος αὐτὸς πῶς οὐ μᾶλλον δικαίως κατὰ τούτων, ὡς ἀσεβῶν, ἀλλὰ καὶ ἀχαρίστων βοήσει, ἃ καὶ διὰ τοῦ προφήτου Ὠσηὲ προείρηκεν, ‘Οὐαὶ αὐτοῖς, ὅτι Hos. vii 13, 15. ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ·᾿ καὶ μετʼ ὀλίγα, ‘καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρὰ, ἀπεστράφησαν εἰς οὐδέν;᾿ Τὸν γὰρ ὄντα τοῦ Θεοῦ Λόγον ἀποστραφέντες, πλάσαντες δὲ ἑαυτοῖς τὸν οὐκ ὄντα, εἰς τὸ μηδὲν πεπτώκασι. Διὰ τοῦτο γὰρ καὶ ἡ οἰκουμενικὴ σύνοδος ταῦτα λέγοντα Cρ. Ath. de Decr. Nic. 27; de Syn. 5. τὸν Ἀρειον ἐξέβαλε τῆς ἐκκλησίας καὶ ἀνεθεμάτισεν, οὐ φέρουσα τὴν ἀσέβειαν· καὶ λοιπὸν αἵρεσις ἐλογίσθη ἡ Ἀρείου πλάνη ἔχουσά τι πλέον τῶν ἄλλων αἱρέσεων, ὅτι καὶ Χριστομάχος ἐκλήθη, καὶ πρόδρομος ἐλογίσθη τοῦ᾿ Ἀντιχρίστου. Εἰ καὶ τὰ μάλιστα τοίνυν, ὡς προεῖπον, αὐτάρκης ἡ τοσαύτη κρίσις κατὰ τῆς ἀσεβοῦς αἱρέσεως πεῖσαι πάντας φεύγειν ἀπʼ αὐτῆς· ὅμως, ἐπειδή τινες τῶν λεγομένων Χριστιανῶν, ἢ ἀγνοοῦντες, ἢ ὑποκρινόμενοι, καθάπερ εἴρηται πρόσθεν, ἀδιάφορον πρὸς τὴν ἀλήθειανc. 1. ἡγοῦνται τὴν αἵρεσιν, καὶ τοὺς ταῦτα φρονοῦντας Χριστιανοὺς ὀνομάζουσι, φέρε κατὰ δύναμιν ἐρωτῶντες αὐτοὺς, ἀποκαλύψωμεν τὴν πανουργίαν τῆς αἱρέσεως. Τάχα κἂν οὕτω συμποδισθέντες c. 18. ἐπιστομισθῶσι, καὶ φύγωσιν ἀπʼ αὐτῆς ‘ὡς ἀπὸ προσώπου ὄφεως. ᾿

Chapter 8

8. Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας γραφῆς ἐν τῇ ‘Θαλείᾳʼ γράψαι, νομίζουσι καὶ τὰς βλασφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν᾿ ᾿Ιουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ S. Aug. c. Faust. xii. 1, etc. τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Mανιχαίων λεγόντων μέρη τινὰ τῶν εὐαγγελίων, ἀρνήσονται σὺν αὐτοῖς τὸν νόμον καὶ τοὺς προφήτας. Εἰ δὲ ἀγνοοῦντες οὕτω χειμάζονται καὶ τοιαῦτα βαττολογοῦσι, μαθέτωσαν ἀπὸ τῶν γραφῶν ὅτι καὶ ὁ τὰς αἱρέσεις ἐπινοήσας διάβολος διὰ τὴν Cp. Ep. ad. Ep. Æg. 3. ἰδίαν τῆς κακίας δυσωδίαν κίχραται τὰς λέξεις τῶν γραφῶν, ἵνα, αὐτὰς ἔχων ἐπικάλυμμα, τὸν ἴδιον ἰὸν ἐπισπείρας, ἀπατήσῃ τοὺς ἀκεραίους. Οὕτω τὴν Εὕαν ἠπάτησεν· οὕτω καὶ τὰς ἄλλας αἱρέσεις ἔπλασε· οὕτω καὶ νῦν Ἀρειον ἔπεισεν εἰπεῖν καὶ σχηματίσασθαι Cp. de Syn. 16. δῆθεν κατὰ τῶν αἱρέσεων, ἵνα λάθῃ τὴν ἰδίαν ἐπιβάλλων αἵρεσιν. Καὶ ὅμως οὐκ ἔλαθεν οὐδὲ οὕτως ὁ πανοῦργοςʼ εἰς γὰρ τὸν τοῦ Θεοῦ Λόγον ἀσεβήσας, πάντων εὐθὺς ἐξέπεσε, καὶ δέδεικται πᾶσιν ὅτι καὶ περὶ τῶν ἄλλων ἠγνόησε, καὶ μηδὲν ὅλως ἀληθὲς φρονῶν ὑποκρίνεται. Πῶς γὰρ ἂν ἀληθεύσῃ περὶ τοῦ Πατρὸς ὁ τὸν Υἱὸν ἀρνούμενος, τὸν ἀποκαλύπτοντα περὶ αὐτοῦ; ἢ πῶς περὶ τοῦ Πνεύματος ὀρθὰ φρονήσει, δυσφημῶν εἰς τὸν τοῦτο χορηγοῦντα Λόγον ; τίς δὲ πιστεύσει λέγοντι Col. i. 18. τούτῳ περὶ ἀναστάσεως, ἀρνουμένῳ τὸν ‘ ἐκ νεκρῶνʼ δι᾿ ἡμᾶς ‘πρωτότοκονʼγενόμενον Χριστόν; πῶς δὲ οὐκ, ἄντικρυς ἀγνοήσας τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γνησίαν καὶ ἀληθινὴν γέννησιν, πλανηθήσεται c. 49. καὶ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ; Οὕτω γὰρ καὶ John xix. 15. οἱ τότε Ἰουδαῖοι, ἀρνησάμενοι τὸν Λόγον, καὶ λέγοντες, ‘Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,ʼ πάντων ἀθρόως ἀφῃρέθησαν, Cp. iv. 34. καὶ γεγόνασιν ἔρημοι φωτὸς λύχνου, ὀσμῆς μύρου, προφητείας γνώσεως, καὶ αὐτῆς τῆς ἀληθείας· καὶ νῦν οὐδὲν συνιέντες, ὡς Cp Soc. i. 6. ἐν σκότῳ περιπατοῦντές εἰσι. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; Cp. c. 3. ἢ πόθεν ἢ παρὰ τίνος οἱ κόλακες καὶ δωροδόκοι τῆς αἱρέσεως ἤκουσαν τοιαῦτα; τίς, ὅτε κατηχοῦντο,τοιαῦτα λελάληκεναὐτοῖς ; τίς αὐτοῖς εἴρηκεν ὅτι, ‘τὴν εἰς τὴν κτίσιν λατρείαν ἀφέντες, κτίσματικαὶ Cp. iii. 16, and Ep. ad Æg. 13. ποιήματι πάλιν προσέρχεσθε λατρεύειν;᾿ Εἰ δὲ καὶαὐτοὶ πρῶτον νῦν ὁμολογοῦσιν ἀκηκοέναι τὰ τοιαῦτα, μὴ ἀρνείσθωσαν ἀλλοτρίαν καὶ μὴ ἐκ πατέρων εἶναι τὴν αἵρεσιν ταύτην. Τὸ δὲ μὴ ἐκ πατέρων, ἀλλὰ νῦν ἐφευρεθὲν, τί ἂν εἴη ἕτερον ἢ περὶ οὗ προείρηκεν ὁ μακάριος Παῦλος· ‘ Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί 1 Tim. iv. 1. τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,᾿ καὶ ‘ἀποστρεφομένωντὴν ἀλήθειαν.᾿

Chapter 9

9. Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων γραφῶν παῤῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύχνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ Cp. de Syn. 14. Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀληθινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτίσμα οὔτε ποίημα, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς ‘ ὁμοούσιος᾿ ὑπάρχων. Τὰ δʼ Nic. Cr. ἄλλα, οἷς εἷπεν, ‘Ἐγὼ εἴπα, θεοί ἐστε,᾿ μόνον μετοχῇ τοῦ Λόγου Ps. Ixxxi. (lxxxii) 6. διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. ‘Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ ‘ φῶς ἐκ Heb. i 3. Nic. Cr. φωτὸς,ʼ καὶ δύναμις καὶ εἰκὼν ἀληθινὴ τῆς τοῦ Πατρὸς οὐσίας, Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν John xiv. 9. Πατέρα.᾿ Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς πανεγκλήτου ‘Θαλίαςʼ προφέρουσιν; ἢ πρῶτον ἀναγνώτωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παῤ ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖνται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δʼ ἂν εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι ‘ οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλʼ ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ· οὐκ ἔστιν ἐκ τοῦ c. 11. 32 and Nicene Anathema. Πατρός· ἀλλʼ ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός· οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα· καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη· οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλʼ ὀνόματι μόνον λέγεται λόγος καὶ σοφία, καὶ χάριτι λέγεται υἱὸς καὶ δύναμις· οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα ;ʼ Θαυμαστή γε ἡ αἵρεσις, μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ Cp. c. 1. μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρʼ ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥήματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν John i. 1. αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (‘Θεὸς γὰρ ἦν ὁ Λόγος·᾿ ) ἐρωτώμενον ἀποκρίνασθαι· ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν, ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον, De Decr. Nic. 6. ἢ τὸ ἀφʼ οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατʼ ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ τῷ Πατρὶ συνάπτειν c. 21; iii. 36. αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι κατʼ οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πατρὸς εἶναι· κτίσμα εἶναι, ἢ διʼ αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ διʼ ἐκείνου τοῦτον γεγενῆσθαι καὶ διʼ ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον σοφίαν καὶ λόγον κεκλῆσθαι, κἀκείνης τῆς σοφίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι.

Chapter 10

10. Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν ; ταῦθʼ ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν γραφῶν εἰρήκαμεν καὶ λέγομεν ; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἔλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ Nic. Cr. Υἱὸς ἀληθινός ἐστι, καὶ ‘ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ‘ ἐπὶ πάντων Rom. ix. 5, 24. εὐλογημένος εἰς τοὺς αἰῶνας,ʼ πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν ‘Θαλείαν,᾿ ὡς εἰκόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων Prov. ix. 18. ‘οὐκ οἶδεν ὅτι γηγενεῖς παῤ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ.᾿ Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι Ad Ep. Æg. 18. κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλʼ ἕτερα φθεγγόμενοι παρὰ ταῦτα, Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν Luke xvi. 8. γραφῶν ἐλέγχοις. Διὰ τοῦτο γοῦν ὡς ‘υἱοὶ τοῦ αἰῶνος τούτουʼ ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ Job xviii. 5. τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ (‘ φῶς γὰρ,᾿ φησὶν, ‘ ἀσεβῶν σβέννυται· ᾿ ) τοῦτον μὲν ‘ κρύπτουσιν ὑπὸ τὸν μόδιονʼ τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλλονται, ἵνʼ οἱ εἰσερχόμενοι Cp.iii. 28. De Syn. 1. 31. Hist. Ari. 74. πρὸς αὐτοὺς ὑπὸ τῆς ὑποκρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παῤ αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; πόθεν γὰρ ἑαυτοῖς συνεφόρησαν τὰ ῥημάτια ταῦτα; ἢ παρὰ τίνος ἄρα λαβόντες, τοιαῦτα τετολμήκασι λέγειν ; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ θεὸν, τοῦτον τολμ λέγειν ἕνα εἶναι τῶν κτισμάτων, καὶ, ‘Οὐκ ἦν πρὶν ποιηθῇ ;᾿ ἢ τίς ἐστιν, ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὕτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,᾿ φάσκων Matt. iii. 17. ὅτι οὐκ ἔστιν Υἱὸς, ἀλλὰ ποίημα ; πλέον γὰρ ἀγανακτήσουσι πάντες κατʼ αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλʼ οὐδὲ ἐκ τῶν γραφῶν ἔχουσι τὰς προφάσεις. δείχθη γὰρ πολλάκις, δειχθήσεται δὲ καὶ νῦν, ἀλλότρια ταῦτα τῶν θείων λογίων. Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰπεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε, Cp. c. 1. πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ‘ ἐστιν ἡμῖν διὰ Eph. vi. 12. τούτων ‘ ἡ πάλη·᾿ ἵνα, τοῦ Κυρίου βοηθοῦντος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι, βλέποντες ἀποροῦντα τὸν ἐπισπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέποτε ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί.

Chapter 11

11. Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι (1.) ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός·᾿ τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέγετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ‘ποτὲʼ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἐστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ. Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε ὅτε αὐτὸς οὐκ ἦν, μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις· πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός ; Οὐκοῦν ἐν τούτοις ἀποροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, ‘ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ Λόγος᾿ τοῦτο γὰρ iii. 61. φύσει σημαίνει καὶ αὐτὸ τὸ ‘ποτέʼ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, ‘ οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ,ʼ De Syn. 17. ταὐτόν ἐστι λέγειν ὑμᾶς, ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ Λόγου σημαίνει. Πόθεν οὖν Ps. ii. 1. ὑμῖν ἐξεύρηται ταῦτα; ‘Ἵνα τί καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, ἐφρυάξατε, καὶ μελετᾶτε κενὰʼ λεξείδια κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ ;᾿ Οὐδεμία γὰρ τῶν ἁγίων γραφῶν τοιοῦτόν τι περὶ τοῦ Σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεὶ, τὸ ἀΐδιον, καὶ John i. 1. τὸ συνεῖναι ἀεὶ τῷ Πατρί. ‘Ἐν ἀρχῇ γὰρ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.ʼ Καὶ ἐν τῇ Rev. i. 8. Ἀποκαλύψει τάδε λέγει· ‘ Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.᾿ Τοῦ δὲ ὁ ὢν καὶ τοῦ ὁ ἧν τίς ἂν ἀφέλοιτο τὸ ἀΐδιον ; Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε Rom. ix. 5. γράφων, ‘ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας·᾿ Ἕλληνας δὲ ἐντρέπων ἔλεγε, Ib. i. 20. ‘Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.᾿ Τίς δὲ 1 Cor. i. 24. ἡ τοῦ Θεοῦ δύναμις, αὐτὸς πάλιν διδάσκει λέγων, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.᾿ Οὐ γὰρ δὴ τοῦτο λέγων τὸν Cp. ii. 37. De Syn. 18. Πατέρα σημαίνει, ὡς πολλάκις πρὸς ἀλλήλους ἐψιθυρίσατε, λέγοντες, ‘Ὁ Πατήρ ἐστιν ἡ ἀΐδιος αὐτοῦ δύναμις.᾿ Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν, ‘ αὐτὸς ὁ Θεός ἐστιν ἡ δύναμις·᾿ ἀλλʼ ‘αὐτοῦʼ ἐστιν ἡ δύναμις. Εὕδηλον δὲ πᾶσίν ἐστιν, ὡςτὸ αὐτοῦ’ οὐκ ἔστιν ‘αὐτὸς,’ ἀλλʼ οὐδὲ ξένον, ἴδιον δὲ μᾶλλον αὐτοῦ. 2 Cor. iii. 16, 17. Ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥημάτων, καὶ ‘ ἐπιστρέψατε πρὸς Κύριον·᾿ (‘ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι·᾿ ) καὶ ὄψεσθε περὶ τοῦ Υἱοῦ εἶναι τὸ σημαινόμενον.

Chapter 12

12. Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν John i. 3. ὁ Λόγος τοῦ Θεοῦ, διʼ οὗ καὶ ‘τὰ πάντα γέγονεν.᾿ Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφʼ ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν Col. i. 17. κτίσιν γεγονέναι· εἰ δὲ διʼ Υἱοῦ γέγονε, ‘καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν,ʼ ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα Matt. xi. 27. νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, ‘οὐδεῖς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ·᾿ τῷ τε John xiv. 9. Φιλίππῳ λέγοντι, ‘Δεῖξον ἡμῖν τὸν Πατέρα,ʼ οὐκ ἔλεγε, ‘Βλέπε τὴν κτίσιν,ʼ ἀλλʼ ‘ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·᾿ εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα διʼ αὐτῶν καὶ τὸν ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ‘ ἥ τε ἀΐδιος Rom. i. 20. αὐτοῦ δύναμις καὶ θειότης, ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγοντες δὲ οἱ ἅγιοι, ‘ ὁ ὑπάρχων πρὸ τῶν αἰώνων,ʼ καὶ ‘ διʼ οὗ ἐποίησε τοὺς Heb. i 2. αἰῶνας, ᾿ οὐδὲν ἦττον πάλιν τὸ ἀΐδιον εὐαγγελίζονται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἡσαΐας φησὶ, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς Isa. xl. 28. γῆς·᾿ ἡ δὲ Σουσάννα ἔλεγεν, ‘ ὁ Θεὸς ὁ αἰώνιος·᾿ ὁ δὲ Βαροὺχ Dan. xiii. (Sus.) 42. Bar. iv. 20, 22. ἔγραφε, ‘ Κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου·ʼ καὶ μετʼ ὀλίγα, ‘ Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου.᾿ Ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ ἀπόστολός φησιν, ‘ ὃς ὢν ἀπαύγασμα Heb. i. 3. τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·᾿ ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ, ‘ Καὶ ἡ λαμπρότης Ps. lxxix.(xc.) 17. Ib. xxxv. (xxxvi.) 10. Κυρίου ἔστω ἐφʼ ἡμᾶς,ʼ καὶ, ‘ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·ʼ τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμφιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν Υἱόν ; πότε γάρ τις εἶδε φῶς χωρὶς τῆς τοῦ ‘ ἀπαυγάσματος᾿ Heb. i. 3. λαμπρότητος, ἵνα καὶ περὶ τοῦ Υἱοῦ εἴπῃ, ‘ἦν ποτε ὅτε οὐκ ἦν,ʼ ἢ ὅτι ‘ πρὶν γεννηθῆναι οὐκ ἦν ;ʼ Καὶ τὸ λεγόμενον δὲ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν Υἱὸν, ‘ Ἡ Ps. cxliv. (cxlv.)13. βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,ʼ οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυχὸν διάστημα λογίσασθαι, ἐν ᾦ μὴ ὑπῆρχεν ὁ Λόγος. Εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ Λόγος, ἀνάγκῃ, μὴ ὄντος κἂν τοῦ τυχόντος διαστήματος πρὸ αὐτοῦ, μανία τὸ λέγειν, ‘ ἦν ποτε ὅτε οὐκ ἦν ὁ αἰώνιος,ʼ καὶ ‘ ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱός.᾿ Λέγοντος δὲ καὶ αὐτοῦ τοῦ Κυρίου, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,ʼ καὶ John xiv. 6. οὐ λέγοντος, ἐγενόμην ἀλήθεια,ʼ ἀλλʼ ἀεὶ τὸ εἰμὶʼ λέγοντος, ‘ Ἐγώ εἰμι ὁ ποιμήν· ἐγώ εἰμι τὸ φῶς καὶ πάλιν, ‘Οὐχ ὑμεῖς Ib. x. 14. viii. 12. Ib. xiii. 13. λέγετέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ Ib. xiii. 13. γάρ ;ʼ τίς, τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ Θεοῦ καὶ Σοφίας καὶ Λόγου Πατρὸς περὶ ἑαυτοῦ λέγοντος, ἔτι διστάξειε περὶ τῆς ἀληθείας, καὶ οὐκ εὐθὺς πιστεύσει, ὅτι ἐν τῷ ‘εἰμὶʼ τὸ ἀΐδιον καὶ τὸ πρὸ παντὸς αἰῶνος ἄναρχον τοῦ Υἱοῦ σημαίνεται ;

Chapter 13

13. Ὅτι μὲν οὖν τὸ ἀίδιον περὶ τοῦ Υἱοῦ αἱ γραφαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ ‘ οὐκ ἦν,ʼ καὶ τὸ ‘ πρὶν,ʼ καὶ τὸ ‘ ὅτε,ʼ αἱ αὐταὶ γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς Gen. ii. 5. καθʼ ἡμᾶς γενέσεως διηγούμενός φησι, ‘ καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ Deut. xxxii. 8. ἦν ἐργάζεσθαι τὴν γῆν·ʼ καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· ‘ ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη.᾿ Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ John xin. 28, 29. ἔλεγεν· ‘ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε·ʼ περὶ δὲ τῆς Prov. viii. 23. κτίσεως διὰ Σολομῶνός φησι, ‘ Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν John viii. 58. βουνῶν γεννῷ με·᾿ καὶ, ‘ πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.᾿ Jer. i. 5. Περὶ δὲ Ἱερεμίου λέγει, ‘ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, Ps. lxxxix. (xc.) 1. ἐπίσταμαί σε.᾿ Καὶ ὁ μὲν Δαβὶδ ψάλλει, ‘ Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως Dan. xiii. (Sus.) 42. τοῦ αἰῶνος σὺ εἶ· ᾿ ἐν δὲ τῷ Δανιὴλ, ‘ Ἀνεβόησε φωνῇ μεγάλῃ Σουσάννα, καὶ εἶπεν, Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.᾿ Τὸ ἄρα ‘ οὐκ ἦν ποτε,ʼ καὶ τὸ ‘πρὶν γενέσθαι,ʼ καὶ τὸ ‘ ὅτε,ʼ καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄντων γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ ‘ ἀεὶʼ ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν, ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀίδιον ἀπαύγασμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, διʼ οὖ καὶ οἱ αἰῶνες γεγόνασι ; πῶς γὰρ ὅλως χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθʼ ὑμᾶς τοῦ Λόγου, διʼ οὗ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν;ʼ ἢ διὰ John i. 3. τί, χρόνον σημαίνοντες, οὐ λέγετε φανερῶς, ‘ ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Λόγος ;ʼ Ἀλλὰ τὸ μὲν ὄνομα τοῦ ‘χρόνου᾿ σκέπετε, πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ ὅλως ἑαυτῶν οὐ κρύπτετε, ἀλλʼ οὐδὲ κρύπτοντες λαθεῖν δύνασθε· πάλιν γὰρ χρόνους σημαίνετε λέγοντες, ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ.

Chapter 14

14. Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύονται λέγοντες· (2.) Arian obj. Cp. de Syn. 51. Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ᾿ ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλʼ ἀδελφὸν εἶναι τοῦ Πατρὸς λέγετε αὐτόν,ʼ Ἀνόητοι καὶ φιλόνεικοι· εἰ μὲν γὰρ ἀϊδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν, καὶ μὴ Υἱὸν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δὲ, ἀΐδιον λέγοντες, ὁμολογοῦμεν αὐτὸν Υἱὸν ἐκ Πατρὸς, πῶς ὁ γεννηθεὶς ‘ ἀδελφὸς᾿ τοῦ γεννήσαντος δύναται νομίζεσθαι ; καὶ εἰ εἰς Πατέρα καὶ Υἱὸν ἡμῶν ἐστιν ἡ πίστις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν ; ἢ πῶς δύναται ὁ Λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι Λόγος ; Οὐκ ἔστιν ἀντίῤῥησις αὕτη ὡς παρὰ ἀγνοούντων γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ ‘ πρόφασίς ἐστιν Ἰουδαϊκὴ, καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομὼν, ἀπὸ τῆς ἀληθείας Prov. xviii. 1. ‘χωρίζεσθαι.᾿ Οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ Πατὴρ Cp. de Syn. 45. καὶ ὁ Υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν· ἀλλʼ ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ καὶ γεννήτωρ ἐστὶ, καὶ ὁ Πατὴρ πατήρ Cp. the Quicunque, v. 24. ἐστι, καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ Υἱὸς δὲ υἱός ἐστι, καὶ οὐκ ἀδελφός. Εἰ δὲ ἀΐδιον γέννημα τοῦ Πατρὸς λέγεται, καλῶς λέγεται. Οὐ γὰρ ἀτελὴς οὐσία τοῦ Πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ Υἱὸς, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ Θεοῦ γέννημά ἐστι, καὶ ὡς Θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν Υἱὸς, ἀϊδίως ὑπάρχει. Ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ γεννᾷν διὰ τὸ ἀτελὲς τῆς φύσεως· Θεοῦ δὲ ἀΐδιον τὸ γέννημα, διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, ἀλλʼ ἐξ οὐκ ὄντων ποίημα γέγονε, δεικνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φανταζόμενοι κραζέτωσαν, ὅτι ‘ ἦν ποτε ὅτε οὐκ ἦν·᾿ οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. Εἰ δὲ Υἱός ἐστι, τοῦτο γὰρ καὶ ὁ Πατὴρ λέγει, καὶ αἱ γραφαὶ βοῶσι· τὸ δὲ Υἱὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γεννώμενον, τὸ δὲ γεννώμενον ἐκ τοῦ Πατρὸς Λόγος ἐστὶν αὐτοῦ καὶ Σοφία καὶ ἀπαύγασμα· τί δεῖ λέγειν ἢ ὅτι λέγοντες, ‘ ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς,᾿ ὡς λῃσταί τινες ἀποσυλῶσι τὸν Λόγον ἀπὸ τοῦ Θεοῦ, καὶ ἄντικρυς ii. 32. κατʼ αὐτοῦ φθέγγονται, ὅτι ἦν ποτεʼ τοῦ ἰδίου Λόγου καὶ Σοφίας χωρὶς, καὶ τὸ φῶς ‘ ἦν ποτε χωρὶς αὐγῆς, καὶ ἄγονος ἦν ἡ πηγὴ c. 19. καὶ ξηρά; Κἂν γὰρ, τὸ ὄνομα τοῦ‘χρόνου᾿ προσποιούμενοι φοβεῖσθαι διὰ τοὺς ὀνειδίζοντας αὐτοὺς, λέγωσι πρὸ χρόνων αὐτὸν Cp. Theeod. H. E. iv. 22. εἷναι, ἀλλʼ ὅμως ὅτι διαστήματά τινα διδόασιν, ἐν οἶς μὴ εἶναι αὐτὸν φαντάζονται, οὐδὲν ἧττον χρόνους σημαίνοντες, καὶ ἀλογίαν περὶ τὸν Θεὸν εἰσάγοντες, μεγάλως ἀσεβοῦσιν.

Chapter 15

15. Εἰ δὲ καὶ τὸ ὄνομα τοῦ Υἱοῦ πάλιν συνομολογοῦσι, διὰ τὸ μὴ βούλεσθαι φανερῶς παρὰ πάντων καταγινώσκεσθαι, τὸ δὲ εἶναι τοῦτον τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον γέννημα ἀρνοῦνται, ὡς μὴ δυναμένου τούτου εἶναι χωρὶς τῆς ἐκ μερῶν καὶ διαιρέσεων ὑπονοίας, οὐδὲν ἧττον πάλιν ἀρνοῦνται μὴ εἶναι μὲν ἀληθινὸν Υἱὸν, ὀνόματι δὲ μόνον λέγοντες ‘ υἱόν.᾿ Πῶς δὲ οὐ c. 21; iii. 1. σφάλλονται μεγάλως περὶ τοῦ ἀσωμάτου τὰ σωμάτων ἐνθυμούμενοι, καὶ διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως ἀρνούμενοι τὸ φύσει καὶ ἴδιον τοῦ Πατρός ; Ὥρα γὰρ αὐτοὺς μὴ νοοῦντας ii. 36; Ep. ad Mon. 2. καὶ πῶς ἐστιν ὁ Θεὸς, ἢ ποταπός ἐστιν ὁ Πατὴρ,…

Chapter 16

16.…

Chapter 17

The complete text is available when the reading interface loads.