In Aristotelis categorias commentarium
- Scientific editors
- Adolf Busse
- Edition reference
- In Aristotelis Categorias Commentarium · Berlin · Reimer · 1888
- CTS identifier
urn:cts:greekLit:tlg2036.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΔΕΞΙΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟ TEΛOYΣ KATHΓOPIAΣ ΑΠΟΡΙΩΝ IE ΚΑΙ ΛΥΣΕΩΝ < ΠΡΩΤON>
ἁ. Διὰ τί πολλοὶ εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπόρησαν;
β. Διὰ τί κατηγορίας ἐπέγραυεν τὸ βιβλίον ;
γ. τίνος ἐστὶν ἡ κατηγορία σημαντική , πότερον φωνῆς ἢ πράγματος <ἢ νοήμαιος> ;
δ. Πῶς χρὴ τὰς κατηγορίας εὑρίσκειν καὶ μὴ ὑπάγεσθαι ταῖς τῶν Στω·ἰκῶν ἀπορίαις;
ἑ. Διὰ τί περὶ τῶν καιηγοριῷν λέγειν ἐπαγγειλάμενος οὐκ ἀπ’ ἐκείνων ἄρχεται, ἀλλὰ τῶν ὁμωνύμων καὶ συνωνύμω ν ;
ς. Διὰ τί Ἀρχύτας ἐν ἰοῖς καθόλου λόγοις περὶ ὁμωνύμων καὶ συνω- νύμων καὶ παρωνύμων οὐκ εἴρηκεν ;
ζ. Διὰ τί οὐ πάντα τὰ χρήσιμα προέγραψεν, ἀλλὰ καὶ ὅτερα μετὰ τὴν τῶν κατηγοριῶν ἀπόδοσιν ἐπήνεγκεν;
ἡ. Διὰ τί περὶ πρώτων τῶν ὁμωνύμων εἶπεν ;
θ. Διὰ τί περὶ ὁμωνυμίας μᾶλλον οὐκ εἴρηκεν;
ι. Διὰ τίπροσέθηκε τὸ μόνον λέγων ὧν ὄνομα μόνον κοινόν;
ία. Πῶς πολλῶν τοῖς ὁμωνύμοις ὄντων κοινῶν ἐπὶ τοῦ ὀνόματος εἶπε μόνον τὸ κοινὸν;
ιβ. Ὅτι οὔτε κατὰ τὸ ἀδιαίρετον κοινὸν οὔτε κατὰ τὸ διῃρημένον κοινὸν ὑπάρχει τὸ ὄνομα τοῖς ὁμωνύμοις·
ιγ. Ἄλλη ἀπορία πρὸς τὸ Κοῖνον·
ιδ. Ἄλλη ἀπορία πρὸς τὸ κοινὸν·
ιε. Ὅτι περιττῶς προσέθηκε τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος της ουσίας ἕτερος.
ιζ. Διὰ τί οὐκ εἶπεν ὅρος τῆς οὐσίας ἀλλὰ λόγος;’
ιζ. Ὅτι δύναται τὰ ὁμώνυμα εἶναι συνώνυμα·
ιη. Πῶς τοῦ ὁμωνύμου ἐν πάσαις ταῖς κατηγορίαις θεωρουμένου ὁ λογος ὐτῶν ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιοπιζει;
ιθ. Διὰ τί μετὰ τὰ ὁμώνυμα τὰ συνώνυμα ετασεν;
κ. Ὅτι ἡμάρτηται τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς λεγόμενα.
κα. Ὅτι κατὰ τὴν ἐνυπογραφὴν τοῦ ἐν ὑποκειμένῳ δύναται τὸ σῶμα εἷναι ὡς ἐν ὑποκειμένῳ τῷ χρόνῳ <καὶ τόπῳ>
κβ. Ὅτι εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ μέρη τῆς οὐσίας·
κγ. Ὅτι ὁ λόγος ὁ τῶν ἐν ὑποκειμένῳ κοινός ἐστι καὶ τῶν μὴ ὲν υποκδ.
κγ. Ὅτι αί εὐωδίαι ποιότητες οὖσαι καὶ ἐν ὑποκειμένῳ χωρισταί εἰσιν·
κε. Ἀπορίαι πλείονες πρὸς τὴν ἰδιότητα τῶν καθ’ ὑποκειμένου φερομεναι, καὶ τούτων δὲ λύσεις·
κζ. Ὅτι οὐχ ὡς καθ’ ἑτέρου λέγεται τὸ γένος τοὺ εἴδους.
κζ. Διὰ τί ὁ μὲν ἄνθρωπος κατὰ Σωκράτους, τὸ δὲ εἶδος οὐκέτι;
κη. Πῶς ἐνίας καὶ πῶς πάσας καὶ ποίας ἑκατέρως λέγει κατηγορεῖσθαι τὰς τοῦ κατηγορουμένου διαφορὰς καὶ τὰς ὑποκειμένου:
κθ. Ὅτι τινὰ ὄνια γένη ἕτερα ταῖς αὐταὶς διαφοραῖς χρῆται·
λ. Ἀπορίαι καὶ περὶ τοῦ ἑτερογενοῦς·
λα. Τί εἶδος, τί διαφορά καὶ πῇ διέστηκε ταῦτα ἀπ’ ἀλλήλων;
λβ. Πόβεν ἡ εὕρεσις τοῦ εἴδους καὶ γένους καὶ διαφορᾶς;
λγ. Πῶς εἶπεν ἕτεραι τῷ εἴδει καὶ αί διαφοραί;
λδ. Πῶς τὸ ἄτομον καὶ ἓν ἀριθμῷ λέγεται;
λε. Πῶς δύναται ὁ εἷς καὶ ἄτομος τοῦ ἑνὸς κα· ἀτόμου ἀριθμῷ διαλε φέρειν;
λζ. Ὅτι οὐκ ἐλλείπει ἡ τῶν κατηγοριῶν τομή.
λη. Ὅτι ἄλλα ἀντὶ ἄλλων οὐκ εἰσάγει τὰ τῶν κατηγοριῶν γένη.
λθ. Ὅτι τὸ ὂν οὐχ ὁμώνυμον ἀλλὰ συνώνυμον.
μ. Ὅτι τὸ ἔστιν ἤτοι ἑκάστης κατηγορίας κατηγοροῦμεν καὶ οὕτως ἐπ’ ἄπειρον προβησόμεθα, ἢ εἰ ἐγκέκλιται ἀπὸ τοῦ ὄντος, γένος ἂν εἴη τὸ ὄν.
Δεξίππου nλατωνικοῦ φιλοσόφου τῶν εἰς τὰςἈριστοτέλουςκα- τηγορίας ἀποριῶν τεκαὶλύσεων τὸ πρῶτον. ἔστι δὲ δ̔͂ιαλογιικον τὸ σύγγραμμα καὶ τὰτοῦδιαλόγου πρόσωπααὐτὸς- ο.υτοςΔεξιπ- ποζ καὶ Σέλευκος.
Ὄκνος τις ἔχει με μαΑα καλὴν καὶ γενναίαν χάριν αἰτῆσαι προθ̀υͅμούμένον πείθομαι αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, θαρσῶν διαλεχθῆναι περὶ αὐτῆς βούλομαι·
Ἀλλ’ ἔγωγε καὶ πάλαι μὲν ἐθαύμαζον. ὦ καλὲ κἀγαθὲ Σέλευκε, ὅτι τηλικοῦτος ὢν εὐμαθίᾳ καὶ πραότητι διαφερόντως ἐκλάμπεις, ἐμβριθῶς τε πρὸς τὰς μαθήσεις ἀπαντᾷς ἀσφαλῶς τε καὶ ἀπταίστως ,ταύτας φυλάττεις. ὑπὸ δὲ ἀγχινοίας καὶ ὀξύτητος κινούμενος πολὺ τοὺς ἄλλους ὑπερπηδᾷς ταῖς ἐρωτήσεσι, καὶ νῦν δὲ ἕτοιμός σοι πείθεσθαι σπουδαίως, ἔχοντι περὶ τὰ μαθήματα. οὐδενὸς μὲν γὰρ τῶν ἐκ τῆς ἀγαθῆς τύχης ἐνδεως, ἔχεις, ἀλλὰ καὶ τὰ ἐκ γένους καὶ δόξης ὑπάρχει σοι, ὅσα μηδενὶ τῶν καθ ἧμας· ἐπαινῶ δέ σου τήν τε τῆς φύσεως ἐπιτηδειότητα πρὸς πάντα ἀνηγμένην τὰ καλά, καὶ ὅτι τῶν μὲν ἄλλων, τῶν ἔξωθεν ὑπερχόντων, ὑπερφρονεῖς. παιδείας δὲ ἐρᾷς καὶ τοὺ μανθάνειν ἀκορέστως ἔχεις· ὥστε ὅτι βούλει· τῶν εἰς λόγους ἡκόντων, ἐπίταττε. |
Διαίτησον δὴ τοῖς εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπορημένοις καὶ τὰ ἀμφισβητούμενα διαλῦσαι πειράθητι·
Μέγα μὲν τὸ ἐπίταγμα , ὦ φίλη καὶ τιμιωτάτη κεφαλή, καὶ οὔτι μοι νῦν ἐπιτελεσθῆναι ῥᾴδιον· ἥ τε γὰρ ἐπὶ Διϊφίλῃ τῇ θυγατρὶ συμφορὰ τῇ σοφῇ τε καὶ καλῇ βαρεῖά μοι καὶ χαλεπὴ φαίνεται (τί γὰρ οὐ ὸει· τἀληθῆ 1–4 tit exhib. CR: om. AM in summo marg. ἀγαθῇ τύχῃ C 1 φιλοσόφου Πλατωνικοῦ colloc. C τῶν C: om. Rs 2 ἔστι C: ἔτι R 3 οὗτος R: οὗτος ὁ C 6 Ἡσιόδῳ] op. et d. 317 9 θαρσῶν περὶ αὐτῆς διαλεχθῆναι (sed διαλεχθῆναι del.) colloc. Α 10 καὶ CR: om. AM ὅτι ACM: ὅστις. R 12 μαθήσεις A2CMR: προμαθήσεις A1 14 ἕτοιμός] κατὰ ἔλλειψιν του εἰμί in marg. add. R πείθεσθι σπουδαίως iterata del. R 16 ὑπάρχοι Α 17 ἀνεγμένην Α 24 διϊφίλη AM: δΐΐ φίλη CR: Διφύλλῃ coni. Spongel: an Διφίλῃ? 25 τε CR: om. AM λέγειν ;) καὶ τὸ σῶμά μοι νόσοις ἐκτέτηκεν. ἡδέως μήν σοι πείθομαι, πόρρωθεν δὲ ὥσπερ οἱ δειλοὶ τῶν ἀγωνιστῶν ὁμολογεῖν ἔγνωκα. ὅτι Πλωτίνῳ τῷ Πλατωνικῷ φιλοσόφῳ ἀντιλέγειν χαλεπὸν οὕτω βαθέως ἡπορηκότι. οὐ μὴν ἀλλὰ καὶ πρὸς δαίμονά περ κατὰ τὸν Ὸμηρικὸν ἥρωα σὴν χάριν ὁρμᾶν οὐκ ὀκνῶ, σὺ δέ μοι ξυλλαμβάνου τοῦ λόγου τἀς κατὰ μέρος ἐξηγήσεις μηδαμῶς ἀπαιτῶν· πολλὰς γὰρ καὶ ἀπείρους ξυγγραφὰς εἰς τὸ βιβλίον τοῦτο ἄλλοι τε πολλοὶ καὶ μάλιστα Πορφύριος εἶθ’ ὕστερον Ἰάμβλιχος καταβέβληνται καὶ τῷ πλήθει δυσλήπτους. ἵν’ οὖν μὴ ταὐτὸν ἐκείνοις πάθωμεν, μόνα τὰ ἀπορούμενα ἐρώτα· οὐ γὰρ ὥσπερ λεῖπόν τι προσθήσων διανοοῦμαι (οὐχ οὕτω τετύφωμαι), ἀλλὰ ταχείας καὶ συντόμους καὶ σαφεῖς τὰς λύσεις ἀποδοῦναι βούλομαι. δεῖ δὲ τὸν μέλλοντα τὰς ἀπορίας ταύτας ἀναγνώσεσθαι τῶν κατηγοριῶν νενοηκέναι πρῶτον τὰ ἐδάφια ἀκριβῶς τὰ κατὰ λέξιν, ἐπεὶ οὐδὲν τῶν ἐνταῦθα λεγομένων εἴσεται.
α. Τί οὖν ποτε ἦν ἄρα τὸ ποιῆσαν τοὺς παλαιοὺς φιλοσόφους ποικίλας καὶ παντοδαπὰς ἐσχηκέναι πρὸς ἀλλήλους ἔριδας περὶ τούτου τοῦ Ἀριστοτελικ̀οῦ συγγράμματος, ὃ δὴ καλοῦμεν Κατηγορίας : σχεδὸν γάρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς ἑτέραν ὑπόθεσιν γεγόνασιν οὔτε μείζους 20 ἀγῶνες κεκίνηνται οὐ μόνον τοῖς Στωτκοῖς καὶ Πλατωνικοῖς σαλεύειν ἐπιχειροῦσι ταύτας τὰς Ἀριστοτέλως κατγορίας. ἀλλὰ | καὶ αὐτοῖς γε τοῖς 6 Περιπατητικ̀οῖς πρὸς ἑαυτούς, τοῖς μὲν μᾶλλον ἐφικνεῖσθαι τῆς διανοίας τἀνδρὸς ὑπειληφόσι, τοῖς δ᾿ εὐπορώτερον λύειν οἰομένοις τὰ παρ’ ἑτέρων ἀπορούμενα.
Ὁτι, ὦ φιλομαθέστατε Σέλευκε. περὶ τῶν πρώτων καὶ ἁπλῶν λέξεων, ὧν αὗται σημαίνουσι, σκοπός ἐστιν ἐν τούτῳ τῷ βιβλίῳ· ἐπειδὴ τοίνυν ὁ λόγοςι πᾶσι τοῖς εἴδεσι τῆς φιλοσοφίας χρήσιμος, τούτου δὲ ἀρχαὶ αἱ ἁπλαῖ λέξεις καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, εἰκότως πολλὴ γέγονεν ἀμφισβήτησις περὶ τοὐ καλῶς ἢ μὴ καλῶς Ἀριστοτέλη διειληφέναι περὶ αὐτῶν.
β. Ἀλλὰ δὴ τί βούλεται αὐτῷ ἡ ἐπιγραφὴ καὶ τὸ τὼν κατηγοριῶν ὄνομα; οὐ γὰρ ὸήπου παραστῆσαι ἐθέλει, πῶς ἐν τοῖς δικαστηρίοις ἄνθρω- 1 ἡδέως] ὅρα τὸ ἐπιεικὲς τοῦ φιλοσόφου in marg. add. R 5 —μονά περ oblitt. R 6 κατὰ τὸν Ὀμηρικὸν ἥρωα i. e. Meiielaum. cf. P 104 (περὶ Διομήδους ταῦτα φησί falso adn. in marg. R) 7 μέρος oblitt. R 8 καὶ ἀπείρους CR: oin. AM τε πολλοὶ καὶ oblitt. R 10 —πτους ἵν᾿ οὖν oblitt. R μόνα CMK: μόνον Α 11 λεῖπόν τι coni. Spengel (deficiens aliquid Felic): λείπονται codd. προσ6ήσων C: προσ6ῆσαι AM: προσθεῖ- να- colli. Spengel: an προσθήσειν ? -θήσων διανοοῦμαι oblitt. R οὐχ οὕτω τετύφωμαι] cf. Demosth. de cor. §. 11 p. 229 12 σαφεῖς καὶ συντόμους colloc AM βούλομαι oblitt. R 14 —φια ἀκρμ oblitt. R ἐπεί] εἰ δὲ μὴ vel ἐπεὶ ἄλλως coni. Spengel (non recte) 16 nuraeros capitium exhib. in marg. CR: om. AM τὸ oblitt. R 20. 21 ταύτας ἐπιχειροῦσι colloc. AM . 22 ταῖς διανοίαις (errore typogr.) Brandis (p. 40 a 4) 2̀) ὑπειληφόσι A- MR: ὑπ.ηλειφόσι C: ἀπειληφόσι Α1 25 ἁπλῶν λέξεων oblitt. R 27 πᾶσι τοῖς εἴδεσι oblitt. R 28 εἰκότως πολλὴ oblitt. R 29 ἀρι- στοτέλη AM: ἀριστοτἐλει CR 30 ἀλλὰ δὴ τί oblitt. R 31 ἐθέλει c : ἐ(θἐλει—τοῖς oblitt.) R: θέλει AM ποι μέμφονται· τῇ γὰρ κατηγορίᾳ, ᾗ ἀντίκειται ἡ ἀπολογία, τοῦτο ὄνομα τέταχεν ἡ τῶν Ἑλλήνων διάλεκτος, ὥστε εἰκότως ἄν τις αὐτὸν αἰτιάσαιτο· ὅτι ξενίζει τοῖς ὀνόμασι.
Πολλαὶ μὲν οὖν, ὦ Σέλευκε, π·ρὸς ταύτην τὴν αἰτίαν ἀπαντήσεις φέρονται ὑπὲρ Ἀριστοτέλους, καὶ ταύτας ἔξεστιν ἀναλέγεσθαι ἔκ τε τῶν Ἀλεξάνδρου καὶ Πορφυρίου. ἐγὼ δὲ τἀς μὲν πλείους παρήσειν ἔοικα; τὴν δὲ φαινομένην εἶναί μοι βαθυτέραν ἐκθήσομαι· οὐ γὰρ συνεξισάζει τοῖς πράγμασι τὰ ὀνόματα οὐδὲ τὴν αὐτὴν ἔχει φύσιν καὶ τάξιν τὰ σημαίνοντα τοῖς σημαινομένοις, ἀλλὰ πάμπολυ τῶν· πραγμάτων ἐλαττοῦται ἡ τῶν ὀνομάτων σημασία. ἀνάγκη δὴ πᾶσα τοῖς φιλοσόφοις ἢ χρῆσθαι ξέναις λέξεσι καὶ τῶν συνήθων ὀνομάτων ἀπηλλοτριωμέναις, ἐπειδὴ καὶ τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων εἰσὶν ἐξηγηταί, ἢ τῇ προχείρῳ χρῆσθαι συνηθείᾳ καὶ τὰ ἐπ’ ἄλλων κείμενα ὀνόματα μεταφέρειν· ἐπεὶ γὰρ σύμβολα καὶ σὴ. μεῖα τῶν πραγμάτων τέθειται τὰ ὀνόματα.. τοῖς μὲν πᾶσι γνωρίμοις ἀνάγκη ἦν ἤδη κεῖσθαι ὀνόματα ἃ ταῦτα σημαίνει, ὅσα δ’ ἐπιστημονικὰ τῶν πραγ- μάτων, παρὰ τῶν ἐπιστημόνων ἀπῄτει τὴν θέσιν. οὕτως οὖν καὶ ὁ | Ἀριστοτέλης ὁτὲ μὲν ξενοφωνεῖ τῇ θέσει τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τῆς ἐντελεχείας αὐτὸς ὀνοματοποιήσας ταύτην, ὁτὲ δὲ ἐκ τῶν κατὰ τὴν συνήθειαν παρακειμένων τὰ σημαντικὰ καὶ παραστατικὰ τοῦ προκειμένου εἰς διδασκαλίαν πράγματος μεταφέρει, ὥσπερ δὴ καὶ νῦν ἐπὶ τοῦ τῆς κατηγορίας ὀνόματος πεποίηκε· τοῦ γὰρ κατηγορεῖν ἐπὶ τοῦ μετ’ αἰτίας ἐγκαλεῖν παρὰ τοῖς πολλοῖς κειμένου μετήνεγκεν ὁ φιλόσοφος τοῦτο ἐπὶ τοῦ κατά τινος ἁπλῶς δημαίνοντός τι διὰ τῆς λέξεως. δείκνυσι τοίνυν ἡ τῆς κατηγορίας ἐπιγραφή, ὅτι καὶ ἰὰ γένη καὶ ἰὰ εἴδη καὶ πάντα τὰ καθόλου κατηγορεῖται κατὰ τῶν ὑφ’ ἑαυτοῖς ὄντων καὶ αἱ σημαντικαὶ λέξεις αἱ κοιναὶ καταγορεύονται κατὰ πασῶν τῶν ὑποτεταγμένων μερικῶν λέξεων.
γ. Ἀλλ’ ὅτι μὲν αἱ κατηγορίαι ὠνομάσθησαν ἀπὸ τοῦ καταγορεύεσθαι, ὅπερ ἐστὶ λέγεσθαι κατά τινος ὑποκειμένου, καλῶς ἅμα καὶ βραχέως ἐδί- δαξας· καὶ γὰρ εἴπερ ἄλλου τινὸς καὶ τῆς συντομίας φροντιστέον, ἵνα μὴ εἰς τὴν αὐτὴν τοῖς προειληφόσιν ἀπειρίαν ἐμπέσωμεν· ἐπεὶ δὲ ἄπορον φαίνεταί μοι, τί ποτέ ἐστι τὸ λεγόμενον, πότερον φωνὴ ἢ πρᾶγμα ἢ νόημα, τοῦτό μοι σαφῶς ἐπιδεῖξαι πειράθητι.
Ἔδει μὲν συντόμως ἀπσκρίνασθαί με πρὸς τὴν ἐρώτησιν, ὅτι προηγουμένως σημαίνεται τὰ νοήματα, κατὰ συμβεβηκὸς δὲ καὶ τὰ πράγματα· ἐπεὶ δὲ πολλὴ περὶ τῶν λεγομένων ἐστὶν ἡ ζήτησις, πλείονα κἀγὼ περὶ τῶν λεγομένων εἰπεῖν βούλομαι· καὶ γὰρ Σωσιγένης ὁ Περιπατητικὸς παραλλήλους ἐπιχειρήσεις περὶ τῶν λεγομένων ἀντεξήτασεν, οὐ μὴν περὶ μιᾶς γε αὐτοτελῶς ἀπεφήνατο, ἀλλ’ ἰσομαχοῦντας ἀφῆκε τοὺς λόγους. βούλομαι δὴ καὶ τὰ ἐκείνου ἐπισκέψασθαι καὶ τελευταίαν ἰὴν ἐμαυτοῦ δόξαν ἐπαγα γεῖν. ἐπιχειρῶν δὴ περὶ τῶν πραγμάτων καὶ βουλόμενος ταῦτα εἶναι τὰ λεγόμεναι ἐφόδῳ τινὶ τοιαύτῃ | κέχρηται· εἰ γάρ τοὺ λέγειν καὶ τοῦ μὴ λέγειν κύριά πώς ἐστι τὰ πράγματα, καὶ μὴ ὄντων μὲν οὐδεν λέγομεν ὄντων δὲ ἀποφαινομεθα, ταῦτα ἂν εἴη τὰ λεγόμενα. πρὸς δὴ τοῦτο εἴποιμ’ ἄν ὡς οὐδὲν κωλύει αἴτια εἶναι τοῦ λέγειν τὰ πράγματα, μὴ μέντοι προσεχῶς, ὅπερ νῦν ζητοῦμεν, ταῦτα εἶναι τὰ λεγόμενα· καὶ γὰρ τοῦ πυρέττειν φέρε αἰτία ἐστὶν ἡ ἡλίωσις καὶ τοῦ ὀδυνᾶσθαι ἡ τῆς βελόνης νύξις, ἀλλ’ οὔτε ἡ βελόνη ἐστὶν ἐν τῇ ὀδύνῃ οὔτε ἡ ἡλίωσις ἐν τῷ πυρέσσειν. τῶν γὰρ αἰτίων ἃ μέν ἐστιν ἔξω χωριστά. ἃ δὲ συμπάρεστιν· ὥστε δύναται μὲν καὶ τὰ πράγματα αἴτια εἶναι τοῦ λέγειν, οὐ μὴν αὐτὰ εἶναι τὰ λεγόμενα· καὶ γάρ καὶ περὶ μὴ παρόντων πραγμάτων λέγομεν καὶ περὶ γε- γενημένων καὶ περὶ μελλόντων, ἔδει δὲ τοῦ λόγου ὄντος τοῦ περὶ αὐτῶν καὶ τὰ πράγματα εἶναι. εἰ δὲ οὐ συνυφέστηκε τῷ λόγῳ τὰ πράγματα, οὐκ ἂν εἴη ταῦτα τὰ λεγόμενα· καὶ γὰρ ἔστι λέγειν καὶ ἀνύπαρκτα οἷον ἱπποκενταύρους καὶ τραγελάφους, λέγουσι δὲ λόγουσ καὶ οἱ μαονόμενοι καὶ οἱ παράφρονες, ὥστε εἴπερ τὰ λεγόμενα ἦν τὰ πράγματα, κἀκεῖνοι ἄν κατὰ πραγματων ἔφερον τὸν λόγον καὶ οὐδὲν ἂν μὴ ὑφεστηκὸς ὠνομάζομεν. ἔτι φησίν, εἰ ἀληθὴς ὁ λόγος καὶ ψευδὴς ἐκ τῶν πραγμάτων, οὐκ ἂν δύναιτο ἄλλο μὲν εἶναι τὸ λεγόμενον, ἄλλο δὲ τὸ ποιοῦν τὸ ψεῦδος καὶ τὸ ἀληθές, ὥστε ταῦτα ἂν εἴη τά λεγόμενα, ἅπερ αἴτιά ἐστι τοῦ αὐτοτελοῦς λόγου. τούτῳ τῷ ἐπιχειρήματι χρώμενος ὁ Σωσιγένης θαυμάζω πῶς οὐ συνεῖδεν, ὡς εἰ μὲν πᾶς λόγος ἀληθὴς ἦν ἢ ψευδης, ἕδοξεν ἄν τι λέγειν κατασκευάζων ὅτι τὰ πράγματά ἐστι τὰ λεγόμενα· εἰ δέ ἐστί τις λόγος μήτε ἀληπρὸς 1 τὴν ἐρώτησιν CR: om. AM 2 καὶ CR: om. AM 3 πλείονα CR: πλείω AMs 4 λεγομένων ex βουλομένων corr. M 5 ἀντεξέτασεν Α 6 γε s (ex coniect.): τε codd.: τινος fort, rectius Brandis (p. 30b nota 1, quae Porphyrio falso adscribitur) 7 δὴ CR: δέ AMs ἐκείνου ex ἐκείνων corr. Α 10. 11 ὄντων ο CR: ὄντος AM utrobique 12 κωλύει CR: κωλύοι Α: κωλώει (sic) M πράγματα CMR: om. Α 14 ἡ ἡλίωσις] ἡ ἀλοίωσις supra scr. M 15 οὔτε (ante ἡ ἡλίωσις) oblitt. R πυρέσσειν CR: πυρέττειν AMs 16 ἔξω supra scr. Α χωριστά eicias τῶν αἰτίων τἄ μὲν χωριστά, τὰ δὲ οὐ χωριστά scholion mrg. R) 17 καὶ τὰ πρ— oblitt. R 18 —μάτων λέγομεν oblitt. R 18. 19 γενημένων R 19 τοῦ περὶ αὐτῶν scripsi: τοῦ παρ’ αὐτῶν CR (cf. p. 14,7. 32,18. 21 Sp.): περὶ αὐτῶν AMs 20 δὲ οὐ συν—oblitt. R 24 μὴ supra scr. Α. ὀνομάζομεν Α 25 δύναιτο AM: δύναται C: δύναται τὸ τὸ m.2 del.) R 28 θαυμάζω iter. Α 29 ἄν τι λέγειν corr. Usener: ἀντιλέγειν ACMRs 30 τὰ (ante πράγματα) AM: om. CR (cf. V. 17. p. 8,6. 17) θὴς μήτε ψευδής, ἔστι δὲ λέγειν καὶ κατὰ μηδενὸς ὐποκειμένον φερόμενον, πῶς ἔστι τούτῳ τῷ ἐπιχειρήματι διισχυρίζεσθαι; ἔπειτα ἄλλο μέν ἐστι τὸ περὶ πράγματος λέγειν καὶ ποιεῖν περὶ αὐτοῦ ἀληθῆ ἢ ψευδῆ λόγον, νῦν δὲ ζητοῦμεν, τίνα ἐστὶ τὰ λεγόμενα. πρὸς τούτοις ἔστω καὶ τὸ πρᾶγμα αἴτιον τοῦ ἀληθοῦς καὶ ψευδοῦς λόγου, ἀλλ’ οὐ διὰ τοῦτο ἐξ ἀνάγκης ἀκο- λουθήσει τὸ τὰ πράγματα εἶναι τὰ σημαινόμενα· δύναται γὰρ καὶ γίνεσθαι μέν τις, εἴ γέ τις συγχωρήσειεν, ἀληθὴς ἡ ψευδὴς λόγος διὰ ταῦτα, ἄλλα δέ τινα εἶναι τὰ ὑπὸ τοὐ λόγου σημαινόμενα· οὐ γὰρ ἐπεὶ δεκτικός ἐστι τοῦ ἀληθοῦς ἢ ψευδοῦς ὁ λόγος, διὰ τοῦτο ἐκ τῶν πραγμάτων ἢ ἀληθὴς ἢ ψευδὴς γεγένηται· κατὰ συμβεβηκὸς μὲν γὰρ αὐτῷ ὑπάρχει τὸ ἀληθεῖ εἶναι ἢ ψευδεῖ, κατ’ οὐσίαν δὲ τὸ σημαίνειν τόδε τι προηγουμένως. ἀλλ’ ἔστι, φησί, καὶ μετὰ τὸ λεχθῆναι τὰ πράγματα οἷον ἵππος φέρε ἢ βοῦς ἢ λίθος, εὔδηλον ὅτι ταῦτά ἐστι τὰ σημαινόμενα· οὐ γὰρ ἂν ἦν παυσα- μένου τοῦ λόγου. καίτοι τὸ ἐναντίον εἴποιμ’ ἄν, ὅτι οὕτως οὐκ ἔστι τὰ λεγόμενα τὰ πράγματα, οὐδὲ πρὸς πρῶτα αὐτὰ ὁ λόγος ἔχει σχέσιν. ὁ μὲν γὰρ λόγος ὁ περὶ αὐτῶν λέγων παρῆλθε, τὰ δὲ πράγματα μένει· εἰ δὲ ἦν τὰ σημαινόμενα τὰ πράγματα, ἔδει κἀκεῖνα μὴ εἶναι τοῦ λόγου παρ- ελθόντος. νῦν δὲ ὁ μὲν λέγων ἔστι καὶ ἀκούων, ἐὰν οὕτω τύχῃ, τὰ δὲ πράγματα, περὶ ὧν ὁ λόγος, οὐκ ἔστι. καίτοι εἰ τὸ ποιοῦν ἀναγκαῖον εἶναι τότε, ὅτε καὶ τὸ πάσχον πάσχει, ἀνάγκη καὶ τὸ λεγόμενον εἶναι τότε, ὅτε καὶ τὸ ἀκοῦον ἀκούει· εἰ δὲ ἔστι μὲν ὁ λέγων καὶ ὁ ἀκούων, τὰ δὲ πράγματα οὐκ ἔστιν, ὅταν περὶ τῶν γεγενημένων ὁ λόγος ᾖ, πῶς οἷόν τε τὰ πράγματα εἶναι τὰ σημαινόμενα; περὶ μὲν δὴ τῶν πραγμάτων οὕτω διει- λήφαμεν· ἄν δὲ λέγῃ τις ὅτι ἡ λέξις ἐστὶν ἡ λεγομένη καὶ γὰρ καὶ πλείους δύνανται ταύτης ἀκούειν καὶ δύναται καὶ ὄντων καὶ μὴ ὄντων πραγ- μάτων εἶναι καὶ λέγεσθαι), ἐροῦμεν ὅτι ἄλλο μέν ἐστι τὸ διὰ ταύτης σημαίνεσθαί τι, ἄλλο δὲ τὸ αὐτὴν ταύτην ὑπό τινος σημαίνεσθαι· εἰ μὲν γὰρ τὸ τῇ | φωνῇ προφέρειν τοῦτο ὑπειλήφαμεν εἶναι τὸ λέγειν, αἱ λέξεις λέγονται, ἐπεὶ διὰ φωνῆς προφέρονται· εἰ δὲ τὸ ὀνομάζειν τὸ ὄνομα οὐκ ἔστι λέγειν, ἀλλὰ διὰ τοῦ ὀνόματος ἄλλο τι, οὐδ’ ἂν τὸν λόγον εἴη λέγειν, ἀλλὰ ἄλλο τι διὰ τοῦ λόγου, ὥστε νῦν ζητοῦμεν τί ἐστὶ τὸ σημαινόμενον διὰ 1 ἔστι δὲ oblitt. R 2 ἔπειτα] ἔπ—oblitt. R 3 post ποιεῖν add. τι AM: om. CR ἢ] ἢ εἴτε C: εἴτε R: ἡ καὶ AM λόγον] ἄλλο δὲ ἐστιν αὐτὸ τὸ πρᾶγμα λέγειν· οὐ γὰρ ποιεῖ τοῦτο ἀληθῆ ἢ ψευδῆ λόγον in mrg. add. R 3. 4 νῦν δὲ oblitt. R 4 ἔστω AMR: έσται C 5 ἀλλ’ οὐ oblitt. R 6 δύναται γὰρ oblitt. R γίνεσθαι ex δύνασθαι corr. C 8 τὰ AM: om. CR 9. 10 ψευδὴς ἢ ἀληθὴς colloc. AM 10 τὸ] τῶ Α 11 ἢ ψευδεῖ εἶναι colloc. AM 12 φέρε CR: om. AM 13 an εὔδηλον #x003E;? ἄν CR: om. AM 13. 14 παυσαμένου AM: παυσάμενος CR 18 corrigas #x003E; ἀκούων (cf. V. 21 p. 10,14) 21 ἀκούει CMR: ἀκούειν Α ὁ (ante ἀκούων) CR: om. AM 23 τῶν CR: om. AMs 23. 24 διειλήφομεν M 24 ἐστὶν AMR: ἢν C 25. 26 ante πραγμάτων addendum τῶν coni. Spengel (fort, recte) 26 εἶναι καὶ CR: εἶναί τε καὶ AM ταύτης CMR: ταὐτὴ Α 27 τὸ (ante αὐτὴν) CR: οm. AM 28 προφέρειν M: προσφέρειν ACR (cf. v. 29 p. 9.1. 14) 29 προφέρονται AM: προσφέρονται CR τὸ ὀνομάζειν iterat. del. R2 30 ἂν—ἀλλὰ om. in mrg. suppl. Μ2 τοῦ λόγου, σὺ τί διὰ τῆς φωνῆς προφερόμεθα. ἀλλ᾿ ὥσπερ, φησί, τὸ βα δίζειν τοῦ βαδίζοντός ἐστιν ἐνέργεια καὶ τὸ γράφειν τοῦ γράφοντος, οὕτω καὶ τὸ λέγειν τοῦ λέγοντος, ὁ δὲ λέγων λόγους καὶ μόρια τοῦ λόγου διέρ- χεται, καὶ ταῦτα ἂν εἴη τὰ λεγόμενα. ἀ,λλὰ φήσαιμ’ ἂν ὡς ἄλλο ἐστὶν ἐνέργεια, ἄλλο τὸ ὑπὸ τῆς ἐνεργείας ἀποτελούμενον· οὐ γὰρ τὸ οἰκοδόμημα ταὐτόν ἐστι τῇ ἐνεργείᾳ τοῦ οἰκοδόμου οὐδὲ τὸ ζωγράφημα ταὐτὸν τῇ ἐνεργείᾳ τοὺ ζωγράφου, ἀλλ’ ἕτερα τὰ ἀποτελέσματα· ὥστε καὶ τὸ λέγειν ἐνέργημα ὂν τοῦ λέγοντος ἄλλο ἔχει τὸ ὑπὸ τοῦ ἐνεργήματος σημαινόμενον. πάλιν φησὶν ὅτι τὸ λέγειν ἀπὸ τῆς λέξεως καὶ τοῦ λόγου παρωνύμως εἴρηται, ὥστε καὶ οὕτω συμβαίνοι ἂν τὰς λέξεις εἶναι τὰ λεγόμενα. καὶ ἀπ’ αὐτοῦ δὲ τούτου ἐλέγχοιτ’ ἂν τὸ νῦν ζητούμενον· εἰ γὰρ παρωνύμως ἀπὸ τοῦ λόγου τὸ λέγειν εἴρηται, οὐκ ἂν τοὺς λόγους λέγοιμεν, εἴπερ μήτε τὴν βάδισιν βαδίζομεν μήτε τὴν ὑγίειαν ὑγιαίνομεν μήτε τὰς πράξεις ἢ τὰς ποιήσεις πράττομεν ἢ ποιοῦμεν. πάλιν οἱ τὰ ἀμφίβολα προφερόμενοι καὶ 20 τὰ ὁμώνυμα ἕνα μὲν λόγον λέγουσι, πλείονα δὲ σημαίνουσιν, ὥστ’ οὐκ ἄν εἶεν αἱ λέξεις αἱ σημαινόμεναι. ἔτι ὅταν ἀσαφῶς τις εἴπῃ, τῶν μὲν ὀνο- μάτων ἀκούομεν, ἃ δὲ λέγει, φαμὲν μὴ συνιέναι, ὥστε οὐκ· ἂν εἴη τὰ ὀνόματα τὰ λεγόμενα καὶ σημαινόμενα ἀλλὰ ἄλλο τι. τί δ’ ἄν εἴποιμεν περὶ τῶν ἀσήμων φωνῶν, ὁπότε ἡ μὲν λέξις λέγεται, οὐδὲν δὲ σημαίνει; πάλιν ἐπὶ τῶν πολυωνύμων πλείω μὲν τὰ ἀνόματα, ἓν δὲ τὸ πρᾶγμα, ὥστε εἰ μὴ τὸ αὐτό ἐστι ταῖς λέξεσι τὸ πρᾶγμα, ἄλλο τι ἄν εἴη παρ’ αὐτὰ τὰ λεγόμενα. ταῦτα μὲν δὴ οὕτως ἑκατέρωθεν γεγύμνασται· μόνα δὲ σημαινόμενα οἱ ἀρχαῖοι λέγουσι τὰ νοήματα, ἐπειδὴ περὶ τῶν πραγμάτων ἐστὶ ταῦτα καὶ ἀπὸ τῶν πραγμάτων. προηγουμένως μὲν τὰ νοήματα, κατὰ δεύτερον δὲ λόγον καὶ τὰ πράγματα σημαίνεται· οὐ γάρ ἐστι τὸ ἀληθὲς ἢ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν διανοίᾳ καὶ ἐν ταῖς διεξόδοις τοῦ νοῦ. λέγει γοῦν αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς οὕτως· ‘ἡ μὲν τῶν ἀδιαιρέτων νόησις οὔτε ἀληθὴς οὔτε ψευδής, ἐν οἷς δὲ ἤδη τὸ ψεῦδος 1 προφερόμεθα AM: προσφερόμεθα CR 3 λόγου iterat. del. R2 5 post ἐνέργεια add. καὶ AM: om. CR ἀποτελούμενον] ἀποκαλούμενον ex ἀπὸ τοῦ τελουμένου corr. Α 7 τοῦ ζωγράφου· AM: τῶ.ν ζωγράφων C: τῶν ζωγράφων ex τῶ ζωγράφω corr. R1 καὶ CR: om. AM 8 ἐνέργημα ὃν τοῦ λέγοντος post σημαινόμενον colloc. AM ἄλλο. CR: ἕτερον AM 9 φησὶν ὅτι partim oblitt. refecit R2 10 καὶ οὕτω CR: om. AM συμβαίνοι C: συμβαίνει AMR 17 ἃ CR: ὃ AM 10 δὲ CMR: om. Α 22 γεγυμνάσθω coni. Spengel 22. 23 μόνα δὲ σημαινόμενα] ὁ δὲ Βοηθὸς μόνα λεγόμενα καὶ σημαινόμενα τὰς νοήσεις εἶναί φησι παρὰ τοῖς ἀρχαίοις Simpl. f. 10r3, unde Spengel coniecit 〈λεγόμενα καὶ〉 σημαινόμενα (haud recte, cf. p. 8,13. 17. 23 p. 10, 13. 18) 23 νοήματα ex ὀνόματα corr. M 26 ἐν διανοίαις καὶ ταῖς τοῦ νοῦ διεξόδοις Simpl. 27 λέγει γοῦν CR: λέγει οὖν A: λεγοῦν M τρίτω τῶν AM: τρίτω C: τρίτων (sed ultima littera m.2 del.) R Περὶ ψυχῆς] III, 6. 430a 26 27. 28 ἡ μὲν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περὶ ἁ οὐκ ἔστι τὸ ψεῦδος· ἐν οἷς δὲ . . . Arist, 28 ἤδη τὸ ψεῦδος] καὶ τὸ ψεῦδος καὶ τὸ ψεῦδος ἤδη deteriores codd. et Themist.) Arist. 28 p. 10, 1 τὸ ψεῦδος καὶ τὸ ἀληθές] τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τοῖς νοήμασιν ὁρᾶται in mrg. add. R καὶ τὸ ἀληθεί, σύνθεσίς τις ἤδη τῶν νοημάτων᾿. τὰ νοήματα ἄρα ἐστὶ τὰ πρώτως σημαινόμενα καὶ λεγόμενα· περὶ γὰρ τῶν γεγονότων καὶ τῶν μὴ ὄντων νοήσεις ἡμῖν γίνονται, ἃς ἑρμηνεύοντες λέγομεν. καὶ ψευδὴς καὶ ἀληθὴς λόγος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐκ τῶν νοημάτων τὸ ἀληθὲς ἢ ψεῦδος ὁ λόγος δέξαιτο· πρῶτος γὰρ λόγος ὁ ἐν τῇ διανοίᾳ, ἀφ’ οὗπερ εἰκὸς καὶ τὸ λέγειν αὐτὸ καὶ τὸν ἐν τῇ φωνῇ λόγον προσαγορεύεσθαι. πάλιν αἱ ἀμφιβολίαι καὶ ὁμωνυμίαι καὶ πᾶσαι ὅσαι περὶ τὴν λέξιν ἀπάται γίνονται τῷ νοήματα πλείω γίνεσθαι συμβαίνουσιν, ἐπειδὴ ἐπ’ ἄλλο καὶ ἄλλο ἡ διάνοια πίπτει· εἰ οὖν ἓν μὲν τὸ ὄνομα, νοήσεις δὲ τούτου πλείους, καὶ τὰ λεγόμενα πλείω. ἔστι. δὲ τὸ αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου ἀποδεῖξαι· κἄν γὰρ μέθυ καὶ οἶνον εἴπω, κατ’ ἄμφω μία ἐπίνοια, καίτοι ἕτερα τὰ ὀνόματα καὶ οὐ τὰ αὐτά. αἵ γε μὴν ἄσημοι φωναὶ ἄντικρυς διαρρήδην δει- κνύουσιν, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα· λέγομεν γὰρ τὸν τοιοῦτον μηδὲν λέγειν, ἐπειδὴ οὐδὲν νοεῖν ἐνδέχεται οὔτε τὸν λέγοντα οὔτε τὸν ἀκούοντα κατὰ τὰς τοιαύτας φωνάς. τούς γε μὴν τερετίζοντασ οὐδέν φαμεν λέγειν τῷ μηδὲν εἶναι νοεῖν. ὅλως δὲ τὰ ἄλλα ζῷα οὐδεὶς ἂν εἴποι λέγειν δηλονότι τῷ διανοίας μὴ κοινωνεῖν· ὥστε ἡμῖν γε ἐκ πάντων τούτων εὔδηλον | εἶναι, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα πρώτως, δευτέρως δὲ 12 τὰ πράγματα. ἔστι γὰρ ἡ κατηγορία ἡ σημαίνουσα λέξις τὸ Σωκράτους φέρε νόημα, οὐκ ἄλλως μέντοι τῆς Σωκράτους φαντασίας ἢ ὡς Σωκράτους τοῦ μὲν νοήματος κινήματος ὄντος ἀμεροῦς καὶ ἁπλοῦ τῆς † ψυχικῆς καὶ ἐνεργείας οὐκ ἐν πάθει θεωρουμένης, τῆς δὲ φαντασίας ἐν πάθει φανείσης, διεξόδου τινὸς οὔσης καὶ διανύσεως αὐτοῦ. οὐ λέγω δ’ ὅτι ἡ διανόησίς ἐστι φαντασία περὶ γὰρ τῶν ἀσωμάτων νοήσεις μέν εἰσιν, οὐκ εἰσὶ δὲ φαντασίαι), ἀλλ’ ὅτι ὑποτρέχει ἡ φαντασία τὴν νόησιν. οὐκ αὐτὰ οὖν τὰ ὄντα αἱ κατηγορίαι, ἀλλ’ αἱ σημαίνουσαι λέξεις τὰ νοήματα καὶ τὰ πράγματα. ὅταν γὰρ λέγωσι, τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου κατη- γορεῖται, λέγουσιν ὅτι ἡ σημαντικὴ λέξις τοῦ ζῴου, ἥτις ἐστὶ τὸ ζῷον ὄνομα, κατὰ τοῦ σημαινομένου νοήματος ὑπὸ τῆς ἄνθρωπος λέξεως καὶ τοὺ ὑποκειμένου τούτῳ πράγματος κατηγορεῖται· τὸ γὰρ κατηγορεῖσθαι τῶν σημαντικῶν φωνῶν ἦν ἴδιον, αἳ σημαίνουσι τὰ νοήματα καὶ τὰ πράγματα.
δ. Ἀλλὰ δὴ πῶς μέλλομεν διαγινώσκειν τὰς προτιθεμένας λέξεις πότερον ὑπὸ τὰς κατηγορίας πίπτουσιν ἤ οὔι δὸς οὖν τι κριτήριον. ῖνα τὰ μὴ ὑποπίπτοντα τῇ τῶν κατηγοριῶν διαιρέσει διακρίνωμεν.
Φημὶ δὴ ὅτι τὸ σημαντικὸν πᾶν γένος προῦπάρχειν δεῖ ὡς· ὑποί̣εί- μένον καὶ ἐν ἀρχαῖς τάξαι ἐν τῇ τοιαύτῃ διαιρέσει· οὐ γάρ οἷόν τέ ἐστιν οὐδέποτε ἄνευ τοὺ τοιούτου τρόπου τῆς φωνῆς κατηγορεῖσθαί τι ὡς ἕτερον καθ’ ἑιέρου. οὐκοῦν εἴ τι ἄσημόν ἐστι μόριον καθ’ αὑτὸ οἷον τὸ βλίτυρι ἢ κατὰ ἀναφορὰν ἐφ’ ἕτερον σημαντικόν ὡς αἰ οὕτως καλούμεναι ἐπαναφοραί. αἵτινες κατὰ τὴν ἐπὶ τὰ ἀόριστα μόρια ἀναφορὰν δηλοῦσί τι ὡς ἡ ἐκεῖνος φωνὴ ἐπὶ τὸ τὶς ἀνογομένη, ἢ εἴ τι συσσημαντικὸν εἴη μεθ’ ἑτέρου ὡς τὰ ἄρθρα καὶ οἱ σύνδεσμοι, οὐδαμῶς τὰ τοιαῦτα ἐν ταῖς κατη γορίαις θείη ἄν τις δικαίως. | πάλιν τοίνυν μεῖά τῆς πρὸς τὸ πρᾶγμα σχέσεως καὶ τῆς κατὰ τὰ πράγματα διαφορᾶς βούλειαι ῆ κατηγορία κυρίως εἰδοποιεῖσθαι, ἐπειδὴ προηγουμένως ἡ σημαντικὴ λέξις τῆς πρώτης ἔχεται χρείας τοῦ λόγου, καθ’ ἣν τὰ πράγματα δηλοῦν ἀλλήλοις ἐφιέμεθα, οἷον ἡ μὲν ἄνθρωπος λέξις πρὸς οὐσίαν ἔχει τὴν σχέσιν, ἡ δὲ λευκότης πρὸς ποιότητα, καὶ αἱ ἄλλαι ὁμοίως. ἐὰν οὖν λέξις οὕτως σχηματισθῇ, ὡς μὴ τῆς πρώτης εἶναι σημασίας τοῦ λόγου, ἀλλὰ τοῖς οἰκείοις μέρεσι τὸν ἐπιβάλλοντα χαρακτῆρα ἀφορίζειν, ὡς διόθεν, οἴκοθεν, κάλλιστα, ὀρθότατα, σοφώτατα, ποιητικώτατα, ἢ κατὰ τὴν τῶν νοημάτων πρὸς ἄλληλα ἐπιπλοκήν, ὥσπερ ἐπὶ τῆς ἀκολουθίας τοῦ ὑποθετικοῦ οἷον τοῦ (εἰ ἡμέρα ἐστί’, καὶ τῆς μάχης τοὺ διαιρετικοῦ οἶον ‘ ἤτοι ἡμέρα ἐστίν’, οὐκ ἂν γένοιτο λέξις οὐδ’ ἡτισοῦν τούτων προσήκουσα ταῖς κd́-γͅγ‘ιρίαιb-· ἅπασαι γὰρ αἱ τοιαίδε χρεῖαι τοῦ λό ἴου παντάπασιν ἀ)̔̔-̓́σταν-αι τῆς τῶν κατηγοριῶν προrlγουμά-νrι.́ ποὸς τὰ πράγματα συντάξεως. πάλιν εἴ τις ἄρρητος εἴη κίνησις τῆς δια- νοίας ὡς ἐπὶ τῶν στεναγμῶν καὶ βρυχημάτων, ἢ εἴ τις ἄναρθρος ψόφος ὡς ἐπὶ τῶν ποππυσμάτων , ἢ εἴ τις ἀ-̔́ι άν-αστο--̀ φωνὴ ὡς ἐπὶ τῶν τερε- τισμάτων, ἢ εἴ τι ὄνομα μηδὲν πρᾶγμα δηλώσειεν, οὐδαμῶς οὐδὲν τούτων ἐστὶ κατηγορία· οὐδαμῇ γὰρ διασώζουσι ἰὴν ἰδιότητα τῆς κὰτ ι ἴ̀‘)ρικγι οὐ- σίαc. ἔτι τοίνυν αἱ ἀνωτάτω τῶν γενῶν διαστάσεις ἢ εἰ οὕτω τις βού- λοιιο λέγειν τῶν γενικωτάτων λέξεων οὐὸὲν ἔχουσι κοινὸν πρὸς ἀλλήλας· οὔκουν οὐδὲν ἕξουσιν οὐσιῶδες ἐφ’ ἑαυτῷ ὂν ἢ λεγόμενον κατηγόρημα ἕτερόν ἀνωτέρω. κατὰ δὴ τοῦτον τὸν διορισμὸν δεῖ τοὺς ὀρθῶς θηρεύον- θηρεύοντας τὰς κατηγορίας μήτε τὸ ὂν ὡς κοινὸν καθ’ ὅλων ἀποδεικνύναι (εἰ δὲ 2 πίπτουσιν AM: πιστοῦσιν CR 5 τάξαι 010. C γὰρ CR: om. AM 7 οὐκοῦν κ τ. λ.] αἱ ἄσημοι φωναὶ καὶ αἱ ἐπαναφοραὶ καὶ αἱ σ)̀σσrιμαίνο)σαι λέξεις οὐκ ἀνάγονται ὑπὸ κατηγορίας in mrg. add. R βλίτυρι AM: βλίτιρι C: βλίτρι Iv.s 10 συσσηματι- κὸν Α 11. 12 ἐν τῖς κατηγορίαις post τις colloc. C IC ἡ . . . λέξεις C 17 λέξις ex λέξεις coiT. C, an λέξις·〈τις〉? σχηματιστῆ CR ID κάλλιστα ΑMa: om. C ὀρθώτατα AM 20 σοφώτατα CR: om. AM 22 μάχης] ἀλλαγῆς coni. Usener ἤτοι R, ex εἴτοι corr. G: εἴ τι AM 27 ποππυσμάτων R: ποπυ- σμῶν C : ποππυσμῶν M : ποπτυσμῶν ex ποmσμάτων corr. Α 28 εἴ τις ὄνομα C οὐδαμῶς CR: οὐδαμοῦ AM 32 οὐκοῦν AC 33 ὀρθῶς CMR: ὀρθοὺς (sic) Α 34 τὸ AM: om. CR μή, οὕτω οὐκέτι ἔσονται δέκα, ἀλλ’ εἰς ἓν γένος συναχθήσονται), μήτε τὴν κίνησιν κατὰ τοῦ ποιεῖν καὶ πάσχειν ὡς κοινὸν κατηγορεῖν· οὐ γὰρ ἔτ’ ἔστι δύο γένη ταῦτα, ἀλλ’ ἓν τὸ συναμφότερον ἡ κίνησις. καὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ἐάν τέ τις ἐν τοῖς τῶν ὄντων γένεσιν αὐτὸ ἐπισκοπῇ, ἄν τ’ ἐπὶ τῶν γενικωτάτων σημαν|τικῶν λέξεων, ἐάν τε καὶ συναμφοτέρως, πανταχῇ οὑτωσὶ τὸν χαρακτῆρα ἀφορίζει τῶν κατηγοριῶν· οὔτε οὗν τὰ σύνθετα οἷον Δίων περιπατεῖ οὔτε τὰ ὑποσύνθετα οἷον † ξυστρόπων οὔτε τὰ κατὰ συγκοπὴν ἢ ἀποκοπὴν λεγόμενα οὔτε τὰ πεποιημένα ὀνόματα οὕτε τὰ παρεσχηματισμένα οὔτε τὰ ἐπίθετα οὔθ’ ὅσα ποιητικῆς ἢ ῥητορικῆς ἴδια θεωρεῖν, οὐδαμοῦ προσήκει τι ταῖς κατηγορίαις· ἄλλης γὰρ θεωρίας τῆς περὶ τὴν λέξιν καὶ δευτέρας τὰ τοιαῦτα γινώσκειν. ἡ δὲ κατηγορία τὴν προηγουμένην σημασίαν βούλεται θηρεύειν τῶν λέξεων καὶ τὰς προη- γουμένας οὐσιώδεις κοινότητας τῶν ὄντων, αἵτινες ἐν τοῖς ἀνωτάτω γένεσι θεωροῦνται, ἀλλ’ οὐχὶ τὰς κατὰ συμβεβηκὸς ἄλλως θεωρουμένας δευτέρας κοινὰς ἐπινοίας. οἱ μὲν σχηματισμοὶ καὶ αἱ ἐπίνοιαι ἐπ’ ἄπειρον δυνάμεναι προϊέναι ἄχρηστοί εἰσι πρὸς ἐπιστήμην, αἱ δὲ γενικαὶ σημαντικαὶ λέξεις ἢ αἱ τῶν πρώτων γενῶν περιλήψεις ἐν ἀπείρῳ τὸ πεπερασμένον παραδιδοῦσαι ἐμποιοῦσιν εἴδησιν ἀκριβῆ τοῦ τε λόγου ἐν ταὐτῷ καὶ τῶν ὄντων. διόπερ ταύταις χρηστέον ταῖς ἀφορμαῖς ὡς εἰκότως μάλιστα σπουδαζομέναις ὑπὸ τῶν τοῦ λόγου τε καὶ τῆς οὐσίας φιλοθεαμόνων. οὔτε ἄρα τὸ τροπικὸν ἢ μεταφορικὸν ὄνομα ὡς τὸ ‘ἀνεχαίτισεν’ ἢ ‘πόδα νείατον Ἴδης’, ἀλλ’ οὐδὲ οἱ τρόποι οἷον τὸ ἐξ ἀνάγκης καὶ ἐνδέχεδθαι καὶ ὑπάρχειν, οὔτε οἱ προσ- διορισμοὶ ὥσπερ τὸ πᾶς ἢ οὐδεὶς ἢ τὸ τὶς ἢ οὐχί τις ὑπὸ τὰς κατηγορίας ταχθήσεται· οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων ἀφωρισμένην ἰδίαν πραγμάτων ἔχει φύσιν· διόπερ ἄν τις αὐτὰ εὐλόγως ἀποδοκιμάσειεν ὡς οὐκ ἐφ·αρμό- ζοντα τῷ τῶν νῦν προειρημένων σκοπῷ τῶν κατηγοριῶν. οἶμαι τοίνυν καὶ τὸ πρὸς ἀλήθειαν βλέπον τοῦ λόγου καὶ ἐν ᾧ κυρίως τὸ ἀληθεύειν ἢ ψεύδεσθαι περιέχεται, τοῦτο προηγουμένως συναρμόζειν ταῖς κατηγορίαις. ὅσα δὴ οὖν δύναται μόρια τῆς σημαντικῆς φωνῆς εἰς κατηγορικὴν ἁπλῆν πρότασιν ληφθέντα τοὺς ὅρους, ἐξ ὧν συνέστηκε, κυρίως ἀποτελεῖν, ταῦτ’ ἄν εἴη τῶν κατηγοριῶν ἐχόμενα. ποιησώμεθα δὲ ὑπὲρ σαφηνείας κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τὸν λόγον· πολλῆς γὰρ 3 ἓν ACM: ἐνὶ R 4 τε supra scr. M 5 καὶ CMR: om. Α συναμφοτέρως CR: συναμφοτέρων AM 6 ἀφορίζει AM: ἀφορίζῃ CR 7 ξυστρόπων] multifidus Felic., conicias ξυστροποιεῖ (cf. Simpl. f. 17v43 οὐδὲ τὰ ὑποσύνθετα λεγόμενα . . . ὡς τὸ λιθοβολεῖ, ψευδοδοξεῖ, βουκολεῖ) 10 τι AMR: om. C 11 περὶ AM: παρὰ CR (cf. p. 9,17) 15 post κοινὰς II litterae erasae Α ἐπίνοιαι CR: om. AM 17 παραδιδοῦσιν AM 19 post χρηστέον add. μάλιστα AM: om. CR: inclus. s σπουδαζομέναις CR: σπουδαμέναις A: σπουδασμέναις M 21 ὄνομα supra scr. C ἀνεχαίτισεν] Demosth. ΙΙ, 9 p. 20,27 πόδα νείατον Ἴδης] Hom. Β 824 22 καὶ ἐν— supra scr. M καὶ (ante ὑπάρχειν) CR: om. AMs 23 ἢ οὐδεὶς CR: ἢ τὸ οὐδεὶς M: καὶ τὸ οὐδεὶς Α 24 ἀφορισμένην R et ante correct. C 26 τῷ τῶν νῦν προειρημένων] τῷ τῶν νῦν προκειμένων coni. Usener, quod reponas, nisi malis τῷ τῶν νῦν] προειρημένῳ σκοπῷ τῶν κ. 29 δὴ CR: om. AM οὔσης περὶ τούτων ζητήσεως κάλλιον· ἐνδιατρῖψαι τῷ προκειμένῳ· ἐρώτα τοίνυν εἰ βούλει.
Τὸ ὃν ποίας ἐστὶ κατηγορίας; Οὐδεμιᾶς. Διὰ τί; Ὁτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τί δαί, τὸ ἓν ποίας ἐστὶ κατηγορίας; Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί; Ὅτι καὶ τοῦτο δεκαχῶς λέγεται, ὁσαχῶς τὸ ὄν. Τῷ δὲ ἑνὶ τὸ ἐναντίον πλῆθος, τίνος οὖν κατηγορίας τὸ πλῆθος; Οὐδεμιᾶς. Διὰ τί; Ὅτι καὶ τὸ πλῆθος δεκαχῶς, οὐσία οἷον ἄνθρωποι, ποσὸν οἷον τριπήχεις, ποιὸν οἷον λευκοί, πρός τι οἷον πατέρες, καὶ ἐπὶ τῶν λοιπῶν. πάλιν τὸ μὴ ὃν ποίας κατηγορίας ἐστί; Διττῶς λέγεται τὸ μὴ ὄν, τὸ μὲν πάσης τῆς φύσεως ἄρσις, ὅπερ ἐστὶ πάντῃ μὴ ὄν, οὔτε οὐσία οὕτε ποιὸν οὐδέ τι τῶν λοιπῶν, ἢ τὶ δὲ μὴ ὄν, οἷον μὴ ποιόν, μὴ οὐσία, ἀλλ’ ἄλλο τι οἷον πρός τι. Ποίας οὖν ἑκάτερον μὴ ὂν κατηγορίας ἐστί; Τὸ μὲν πάντῃ μὴ ὂν οὐδεμιᾶς· ἀνύπαρκτον γάρ ἐστι· τὸ δὲ τὶ μὴ ὂν δεκαχῶς καὶ αὐτὸ λέγεται, τὸ μὲν ὡς μὴ οὐσία, τὸ δὲ ὡς μὴ ποιόν, καὶ ἐπὶ τῶν λοιπῶν. Τὸ δὲ ἔστι ποίας ἐστὶ κατηγορίας; Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί; Ὄτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τὸ δὲ ταὐτὸν καὶ τὸ ἕτερον τίνος κατηγορίας ἐστί;
Καὶ τούτων ἑκάτερον δεκαχῶς λέγεται· ταὐτὸν γὰρ ἢ οὐσία πρὸς οὐσίαν ἢ ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὸν καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν 5 δὲ ἐναλλὰξ λαμβάνηται, πλείω ἔσται, οὐσία πρὸς ποσὸν καὶ οὐσία πρὸς πρὸς τι καὶ ἐπὶ τῶν λοιπῶν, ἄλλα δέκα ταῦτα γίνεται σημαίνομενα, καὶ ἐὰν ἄπο τοῦ ποιοῦ, ἐννέα ἄλλα, ποιὸν πρὸς ποσὸν καὶ ποιὸν πρὸς πρός τι, καὶ ἄπο τοῦ ποσοῦ ὀκτώ, καὶ ἀπὸ τοῦ πρός τι ἑπτὰ καὶ ἤδη ἐπὶ τῶν λοιπῶν κατὰ τὸ ἀνάλογον. ὁμοίως δὲ καὶ τὸ ἕτερον δεκαχῶς, ἢ οὐσία πρὸς οὐσίαν ἢ 7 δαί R: δὲ ACM 16 post πάλιν add. δὴ Ss: om. ACMR 17 διττῶς CR: διττὸν AM ἄρσις] ἄρνησις s (ex coniect.) 18 οὐδέ τι CR: οὔτε ἄλλο τι AMs 19 τὶ δὲ R: τόδε C: τόδε τι AMs: an τί γε? (cf. v. 21) 22 ante αὐτὸ add. τὸ R: supra scr. C: om. AM 23 λοιπῶν CMR: ἄλλων Α 24 δὲ AM: om. CR 27 ὅτι CR: διότι AM 29 ἢ CR: ἡ AM 30 ἡ (ante ποιὸν) CR: καὶ AM καὶ ἐπὶ— πρὸς ποσὸν (31) om. Α 31 ἔσται CR: ἐστὶν M 22 ἄλλα AC: ἀλλὰ MRs ταῦτα supra scr. C 34 ποσοῦ scripsi: ποιοῦ libri post ἤδη add. καὶ del. C 35 ἢ (ante οὐσία) ACR: ἡ Ms ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὶν καὶ ἐπὶ τῶν λοιπῶν. τὰ δὲ ἐναλλὰξ κατὰ τὴν αὐτὴν ἀναλογίαν πλείω.
Ἑκάστη δὲ τῶν κατηγοριῶν τὶ ἐστί;
Ναί
Πῶς οὖν ἑκάστη τί;
Δεκαχῶς, τὸ μὲν ὡς οὐσία τί, τὸ δὲ ὡς ποιὸν τί, ἡ δὲ ὡς ποσόν,
Ὁ δὲ ὅρος τὸ τί ἐστι δηλοῖ;
Καὶ μάλα.
Ποῖον δή τι;
Δῆλοῖ ὁ ὅρος τὴν ὡς ἰδιότητα.
Ποίαν ἰδιότητα;
Καὶ αὕτη δεκαχῶς, ἡ μὲν ὡς οὐσίας ἰδιότης, ἡ δὲ ὡς ποσοῦ, ἡ δὲ ὡς πρός τι, ἡ δὲ ὡς ποιοῦ καὶ ἐπὶ τῶν λοιπῶν.
Εἷς οὖν ἐστιν ὁ ὅρος;
οὔ· ἀλλὰ καὶ οὗτος δεκαχῶς ὁσαχῶς καὶ τὸ ὄν.
Διὰ τί; |
Εἰ γὰρ ὁ ὅρος τὴν ἑκάστου ἰδιότητα παρίστησι, δεκαχῶς δὲ τὸ ὄν, δεκαχῶς καὶ ἡ ἰδιότης.
Ὁ δὲ ὅρος ἐκ γένους ἐστὶ καὶ ἰδίου, καὶ ποίου γένους καὶ ποίου ἰδίου;
Δεκαχῶς πάλιν καὶ τὸ γένος καὶ τὸ ἴδιον. ὅσαι γὰρ αἱ κατηγορίαι, τοσαῦτα γένη, καὶ ὅσαι κατηγορίαι τοσαῦτα ἴδια.
Διαφέρει δὲ γένος κατηγορίας;
Τῇ μέν, τῇ δὲ οὔ.
Πῇ μὲν διαφέρει καὶ οὐ διαφέρει;
Τῇ μὲν ἐπὶ ὑποκείμενον ἀναφορᾷ οὐ διαφέρει τὰ γὰρ ὑποκείμενα δέκα εἰσί), καθόσον δὲ αἱ μὲν κατηγορίαι φωναί εἰσι, τὰ δὲ γένη φύσεις, διαφέρει. ὡσαύτως δὲ καὶ ἡ διαφορά· ἑκάστου γὰρ γένους ἐστὶ διαφορά, δεκαχῶς δὲ τὸ γένος. καὶ ἡ διαίρεσις δὲ γένους οὖσα εἰς εἴδη τομὴ δεκαχῶς ἂν εἴη, ὁσαχῶς καὶ τὸ γένος τέμνεται. καὶ τὸ εἶδος εἰς ἴσα τέμνεται.
Πῶς οὖν, εἰ πολλαχῶς λέγεται τὸ γένος, ὅρον Ἀριστοτέλης δίδωσιν αὐτοῦ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῳ εἴδει ἐν τῳ. τι ἐστι κατηγορούμενον’;
Ὅτι οὐδὲν κωλύει τῶν πολλαχῶς λεγομένων πολλαχῶς ὅρον 5 πῶς] ποσαχῶς coni. Speugel 7 post ἡ δὲ iuseras ὡς πρός τι καὶ 13 αὐτὴ AMR: αὐτὴ C 14 ἡ δὲ ὡς ποιοῦ, ἡ δὲ ὡς πρός τι colloc. C 18 ὃν ex ἓν corr. Α 22 post τοσαῦτα (utrobique) addendum τὰ et post ὅσαι addendum αἱ coni. Spengel (fort, recte) 25 μὲν CR: om. AM 27 μὲν ACRM: om. Ss φωναί CR: om. AM 28 ὡσαύτως δὲ—εἰς ἴσα τέμνεται (31) scholiastae deberi videntur, carte post ἴδια (v. 22) transponenda sunt 29 ἡ διαίρεσις—τομή] cf. Porph. in Categ. p. 86,10 γένους…
Ἀλ…
The complete text is available when the reading interface loads.