Anthologium
- Edition reference
- Anthologium, ed. C. Wachsmuth and O. Hense, Ioannis Stobaei anthologium, 5 vols., 1–2:1884; 3:1894; 4:1909; 5:1912 (repr. 1958): 1:15–502; 2:3–264; 3:3–764; 4:1– 675; 5:676–1143.
- CTS identifier
urn:cts:greekLit:tlg2037.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
p
t
{Περὶ ἀριθμητικῆς}
1
<Αἰσχύλου ἐκ Προμηθέως> (454—459).
Ἦν δ' οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
οὔτ' ἀνθεμώδους ἦρος, οὔτε καρπίμου
θέρους βέβαιον· ἀλλ' ἄτερ γνώμης τὸ πᾶν
ἔπραττον, ἔς τε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυσκρίτους ὁδούς,
ἀριθμὸν εὑρών, ἔξοχον σοφισμάτων.
1a
[<Τοῦ αὐτοῦ Παλαμήδους> (fr: trag. adesp. 393 N.).]
ἔπειτα πάσης Ἑλλάδος καὶ ξυμμάχων
βίον διῴκης' ὄντα πρὶν πεφυρμένον
θηρσίν θ' ὅμοιον· πρῶτα μὲν τὸν πάνσοφον
ἀριθμὸν εὕρηκ' ἔξοχον σοφισμάτων.
.............
2
〈<Πλουτάρχου.>〉
Ὅτι καὶ τὴν περὶ τοὺς ἀριθμοὺς θεωρίαν Ὅμηρος
ἠπίστατο, τοὺς μὲν ἐχθροὺς καὶ πολεμίους ἀναρσίους
προσαγορεύων,
ἠδ' ὅς' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου (κ 459)·
τὸν δὲ ἵλεω καὶ φιλικὸν ἄρθμιον·
ἤκαχε Θεσπρωτούς, οἱ δ' ἡμῖν ἄρθμιοι ἦσαν (π 427)·
καὶ πάλιν·
ᾖ μὲν ἐμαρνάσθην ἔριδος περὶ θυμοβόροιο·
ἠδ' αὖτ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε (Η 301. 302)·
ἀναρμοστίαν μὲν τὴν ἔχθραν ἡγούμενος, ἁρμονίαν δὲ τὴν
φιλίαν· τὸ γὰρ ἄρθμιον ἐναρμόνιόν ἐστιν, ἅτε δὴ πάσης
ἁρμονίας ἐν λόγοις ἀριθμῶν τὴν γένεσιν ἐχούσης.
Ἡ μονὰς γονὴ ὑπὸ Τιμαίου τοῦ Λοκροῦ προσαγο-
ρεύεται, ὡς ἄρχουσα τῆς τῶν ἀριθμῶν γενέσεως.
Τοῦ περισσοῦ καὶ ἀδιαιρέτου λόγου Ἀριστοτέλης ἀπε-
φήνατο πρῶτον καὶ ἀμέριστον εἶδος τὸ ἕν· κατὰ δὲ τὴν
τούτου ποίησιν εἰδοποιουμένη μονὰς ἀρχὴ καὶ στοιχεῖον
τῶν ἀριθμῶν.
3
<Φιλολάου> (fr. 18 Chaign., 13 Mullach.).
Θεωρὲν δεῖ τὰ ἔργα καὶ τὰν ἐσσίαν τῶ ἀριθμῶ κὰττὰν
δύναμιν ἅ τις ἐντὶ ἐν τᾷ δεκάδι. Μεγάλα γὰρ καὶ παν-
τελὴς καὶ παντοεργὸς καὶ θείω καὶ ὠρανίω βίω καὶ ἀν-
θρωπίνω ἀρχὰ καὶ ἁγεμὼν κοινωνοῦσα ... δύναμις ἁ τᾶς δε-
κάδος. Ἄνευ δὲ ταύτας πάντ' ἄπειρα καὶ ἄδηλα καὶ ἀφανῆ.
Κανονικὰ γὰρ ἁ φύσις ἁ τῶ ἀριθμῶ καὶ ἁγεμονικὰ
καὶ διδασκαλικὰ τῶ ἀπορουμένω παντὸς καὶ ἀγνοουμένω
παντί. Οὐ γὰρ ἦς δῆλον οὐδενὶ οὐδὲν τῶν πραγμάτων,
οὔτε αὐτῶν ποθ' αὑτά, οὔτε ἄλλω ποτ' ἄλλο, αἰ μὴ ἦς
ἀριθμὸς καὶ ἁ τούτω ἐσσία. Νῦν δὲ οὗτος κὰττὰν ψυχὰν
ἁρμόσδων αἰσθήσι πάντα γνωστὰ καὶ ποτάγορα ἀλλάλοις
κατὰ γνώμονος φύσιν ἀπεργάζεται, σωματῶν καὶ σχίζων
τὼς λόγως χωρὶς ἑκάστως τῶν πραγμάτων, τῶν τε ἀπεί-
ρων καὶ τῶν περαινόντων.
Ἴδοις δέ κα οὐ μόνον ἐν τοῖς δαιμονίοις καὶ θείοις
πράγμασι τὰν τῶ ἀριθμῶ φύσιν καὶ τὰν δύναμιν ἰσχύ-
ουσαν, ἀλλὰ καὶ ἐν τοῖς ἀνθρωπικοῖς ἔργοις καὶ λόγοις
πᾶσι παντᾶ καὶ κὰττὰς δαμιουργίας τὰς τεχνικὰς πάσας
καὶ κὰττὰν μουσικάν.
Ψεῦδος δὲ οὐδὲν δέχεται ἁ τῶ ἀριθμῶ φύσις, οὐδὲ
ἁρμονία, οὐδὲ γὰρ οἰκεῖον αὐτοῖς ἐντι.
Τᾶς τῶ ἀπείρω καὶ ἀνοάτω καὶ ἀλόγω φύσιος τὸ
ψεῦδος καὶ ὁ φθόνος ἐντί. Ψεῦδος δὲ οὐδαμῶς ἐς ἀρι-
θμὸν ἐμπιτνεῖ, πολέμιον γὰρ καὶ ἐχθρὸν τᾷ φύσι τὸ ψεῦ-
δος, ἁ δ' ἀλάθεια οἰκεῖον καὶ σύμφυτον τᾷ τῶ ἀριθμῶ γενεᾷ.
(Fr. 20 Mull.) Καὶ τὰ ἐν τᾷ σφαίρᾳ σώματα πέντε
ἐντί· τὰ ἐν τᾷ σφαίρᾳ, πῦρ, ὕδωρ καὶ γᾶ καὶ ἀήρ, καὶ ὁ
τᾶς σφαίρας ὁλκὰς πέμπτον.
4
<Ἐκ τῶν Ἀρχύτου διατριβῶν> (Mull. Phil. I p. 565).
Καὶ δοκέει ἁ λογιστικὰ ποτὶ τὰν ἄλλαν σοφίαν τῶν μὲν
ἄλλων τεχνῶν κὰπ πολὺ διαφέρεν, ἀτὰρ καὶ τᾶς γαμετρι-
κᾶς ἐναργεστέρως πραγματεύεσθαι ἃ θέλει. καὶ ἃς ἐκλείπει
αὖ ἁ γαμετρικὰ ἀποδείξιας, ἁ λογιστικὰ ἐπιτελέει καὶ ὁμῶς,
αἰ μὴν εἰδέων ἐντὶ ἁ πραγματεία, καὶ τὰ ἐπὶ τοῖς εἴδεσιν.
5
<Βουθήρου περὶ ἀριθμῶν> (Mull. Phil. II p. 50).
Ἀριθμὸς ἐκ μονάδων σύγκειται .... ὅπερ ἐστὶν ἀρχὴ
τῶν ὄντων καὶ 〈νοητῶν〉 μέτρον καὶ ἀσύνθετον καὶ ἀγένητον
καὶ ἀίδιον καὶ μόνον καὶ εἰλικρινές.
Τὸ 〈ἓν〉 χωρὶς τῶν ἄλλων ἐστὶ καὶ αὐτὸ καθ' ἑαυτὸ καὶ
ἀρχὴ καὶ πρώτη φύσις καὶ μαθεῖν 〈ἔστιν〉 αὐτὸ μηδ' ἄλλο
〈τι〉 διορισαμένους.
..... μόνον ἐστὶν εἰλικρινὲς αὐτό 〈τε ἑαυτὸ〉 δηλοῦν.
Ὁ περισσὸς τοῦ ἀρτίου τελεώτερός ἐστιν. ὃ μὲν γὰρ
ἀρχὴν καὶ τέλος καὶ μέσον ἔχει, ὃ δὲ τοῦ μέσου στερεῖται.
Καὶ ὃ μέν, ὁπόταν γεννῶνται ἀνὰ λόγον καὶ πρὸς μονά-
δας, ταῖς αὑτοῦ χώραις καταλαμβάνει τὰς ταῖς γραμμαῖς
περιεχομένας· ὃ δ' ἐν οἰκείᾳ μὲν γινόμενος οὐδέποτε πε-
ραίνεται, ὅταν δ' ἐν περισσῇ γένηται, αὐτός τε πέρατος
τυγχάνει καὶ τὴν πλευρὰν λόγον ἔχουσαν ἴσχει.
Τὸ ἓν οὐσία καὶ φύσις καὶ νοῦς καὶ μήνυμα· ἀρχὴν
γὰρ καὶ μέσον καὶ πέρας ἔχον ἐστί· καὶ τὰ ἄλλα δὲ
τούτου μετείληφεν ἃ ἔστι καὶ νοεῖται τῇ τούτου φύσει
ἕκαστον ἀπὸ τῶν ἄλλων εἰλικρινούμενον καὶ εἰκών τε καὶ
εἴδωλα τοῦ ἑνὸς γιγνόμενα.
6
<Ἐκ τῶν Ἀριστοξένου περὶ ἀριθμητικῆς>
(fr. 81 ap. Müller F. H. G. II p. 289).
Τὴν δὲ περὶ τοὺς ἀριθμοὺς πραγματείαν μάλιστα
πάντων τιμῆσαι δοκεῖ Πυθαγόρας καὶ προαγαγεῖν εἰς τὸ
πρόσθεν, ἀπαγαγὼν ἀπὸ τῆς τῶν ἐμπόρων χρείας, πάντα
τὰ πράγματα ἀπεικάζων τοῖς ἀριθμοῖς. Τά τε γὰρ ἄλλα
ἀριθμὸς ἔχει καὶ λόγος ἐστὶ πάντων τῶν ἀριθμῶν πρὸς
ἀλλήλους. Αἰγύπτιοι δὲ Ἑρμοῦ φασὶν εὕρημα, ὃν καλοῦσι
Θώθ· οἳ δὲ ἐκ τῶν θείων περιφορῶν ἐπινοηθῆναι. Μονὰς
μὲν οὖν ἐστιν ἀρχὴ ἀριθμοῦ, ἀριθμὸς δὲ τὸ ἐκ τῶν μο-
νάδων πλῆθος συγκείμενον. Τῶν δὲ ἀριθμῶν ἄρτιοι μέν
εἰσιν οἱ εἰς ἴσα διαιρούμενοι, περισσοὶ δὲ οἱ εἰς ἄνισα
καὶ μέσον ἔχοντες. Οὕτως ἐν περισσαῖς ἡμέραις αἱ κρί-
σεις τῶν νοσημάτων γίνεσθαι δοκοῦσι καὶ αἱ μεταβολαί,
ὅτι ὁ περισσὸς καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον ἔχει,
ἀρχῆς καὶ ἀκμῆς καὶ παρακμῆς ἐχόμεναι.
7
<Πλάτωνος ἐκ τοῦ εʹ τῶν Νόμων> (p. 747AB).
Καὶ κοινῷ λόγῳ νομίσαντα πρὸς πάντα εἶναι χρησί-
μους τὰς τῶν ἀριθμῶν διανομὰς καὶ ποικίλσεις, ὅσα τε
αὐτοὶ ἐν ἑαυτοῖς ποικίλλονται καὶ ὅσα ἐν μήκεσι παρέ-
χονται καὶ ἐν βάθεσι ποικίλματα καὶ δὴ καὶ ἐν φθόγγοις
〈καὶ κινήσεσι〉, ταῖς τε κατὰ τὴν εὐθυπορίαν τῆς ἄνω καὶ
κάτω φορᾶς 〈καὶ τῆς κύκλῳ περιφορᾶς〉. πρὸς γὰρ ταῦτα
πάντα δεῖ βλέψαντα τόν γε νομοθέτην προστάττειν πᾶσι
τοῖς πολίταις εἰς δύναμιν τούτων μὴ ἀπολείπεσθαι τῆς
συντάξεως. πρός τε γὰρ οἰκονομίαν καὶ πρὸς πολιτείαν
καὶ πρὸς τὰς τέχνας πάσας, ἓν οὐδὲν οὕτω δύναμιν πα-
ρέχει παιδείας μάθημα μεγάλην, ὡς ἡ περὶ τοὺς ἀριθμοὺς
διατριβή. τὸ δὲ μέγιστον, ὅτι τὸν νυστάζοντα καὶ ἀμαθῆ
φύσει ἐγείρει καὶ εὐμαθῆ καὶ μνήμονα καὶ ἀγχίνουν ἀπερ-
γάζεται παρὰ τὴν αὑτοῦ φύσιν ἐπιδιδόντα θείᾳ τέχνῃ.
8
<Ἐκ τῶν Μοδεράτου Πυθαγορείου> (fr. 1 Mull.
Phil. II p. 48).
Ἔστι δὲ ἀριθμός, ὡς τύπῳ εἰπεῖν, σύστημα μονάδων,
ἢ προποδισμὸς πλήθους ἀπὸ μονάδος ἀρχόμενος καὶ ἀνα-
ποδισμὸς εἰς μονάδα καταλήγων. Μονάδες δὲ περαίνουσι
ποσότηθ', ἥ τις μειουμένου τοῦ πλήθους κατὰ τὴν ὑφαίρε-
σιν παντὸς ἀριθμοῦ στερηθεῖσα μονήν τε καὶ στάσιν λαμ-
βάνει· περαιτέρω γὰρ ἡ μονὰς τῆς ποσότητος οὐκ ἰσχύει
ἀναποδίζειν· ὥστε μονὰς ἤτοι ἀπὸ τοῦ ἑστάναι καὶ κατὰ
ταὐτὰ ὡσαύτως ἄτρεπτος μένειν, ἢ ἀπὸ τοῦ διακεκρίσθαι
καὶ παντελῶς μεμονῶσθαι τοῦ πλήθους εὐλόγως ἐκλήθη.
9
〈<Eiusdem> (fr. 2 Mull. Phil. II p. 48).〉
Τινὲς τῶν ἀριθμῶν ἀρχὴν ἀπεφήναντο τὴν μονάδα,
τῶν δὲ ἀριθμητῶν ἀρχὴν τὸ ἕν. Τοῦτο δὲ σῶμα τεμνό-
μενον εἰς ἄπειρον· ὥστε τὰ ἀριθμητὰ τῶν ἀριθμῶν ταύτῃ
διαλλάττειν, ᾗ διαφέρει τὰ σώματα τῶν ἀσωμάτων. Εἰ-
δέναι δὲ καὶ τοῦτο χρή, ὅτι τῶν ἀριθμῶν εἰσηγήσαντο
τὰς ἀρχὰς οἱ μὲν νεώτεροι τήν τε μονάδα καὶ τὴν δυάδα,
οἱ δὲ Πυθαγορικοὶ πάσας παρὰ τὸ ἑξῆς τὰς τῶν ὅρων
ἐκθέσεις, δι' ὧν ἄρτιοί τε καὶ περιττοὶ νοοῦνται.
10
〈<Πλουτάρχου.>〉
Πυθαγόρας πλείστῃ σπουδῇ περὶ τοὺς ἀριθμοὺς ἐχρή-
σατο, τάς τε τῶν ζῴων γενέσεις ἀνῆγεν εἰς ἀριθμοὺς καὶ
τῶν ἀστέρων τὰς περιόδους Ἔτι δὲ τοῖς θεοῖς ἀπεικά-
ζων ἐπωνόμαζεν, ὡς Ἀπόλλωνα μὲν τὴν μονάδα οὖσαν,
Ἄρτεμιν δὲ τὴν δυάδα ..... τὴν δὲ ἑξάδα Γάμον καὶ
Ἀφροδίτην, τὴν δὲ ἑβδομάδα Καιρὸν καὶ Ἀθηνᾶν, Ἀσφά-
λειον δὲ Ποσειδῶνα τὴν ὀγδοάδα καὶ τὴν δεκάδα Παντέ-
λειαν. Αὐτοῦ δὲ πάλιν τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον
ἀτελῆ, πλήρη δὲ καὶ τέλειον ἀπέφηνε τὸν περιττόν, ὅτι
μιγνύμενός τε πρὸς τὸν ἄρτιον ἀεὶ ποιεῖται ἐπικρατεῖν
τὸν ἐξ ἀμφοῖν περισσόν, αὑτῷ τε πάλιν συντιθέμενος
γεννᾷ τὸν ἄρτιον, ὁ δ' ἄρτιος οὐδέποτε τὸν περισσόν,
ὡς οὐ γόνιμος ὢν οὐδὲ ἔχων δύναμιν ἀρχῆς· ὥστε ἐν τῷ
διαιρεῖσθαι δίχα πολλοὶ τῶν ἀρτίων εἰς περισσοὺς τὴν
ἀνάλυσιν λαμβάνουσιν, ὡς ὁ ἓξ καὶ ὁ δέκα, τῶν δὲ περισ-
σῶν εἰς ἀρτίους οὐθείς· ἀδιαίρετον γὰρ ἡ ἀρχὴ καὶ τὸ
στοιχεῖον εἰς ἕτερα· τοῖς δὲ ἄλλοις εἰς τὰ αὐτὰ πᾶσιν αἱ
διαλύσεις. Ἔτι δὲ τῇ μονάδι τῶν ἐφεξῆς περισσῶν γνω-
μόνων περιτιθεμένων ὁ γινόμενος ἀεὶ τετράγωνός ἐστι·
τῶν δὲ ἀρτίων ὁμοίως περιτιθεμένων ἑτερομήκεις καὶ
ἄνισοι πάντες ἀποβαίνουσιν, ἴσος δὲ ἰσάκις οὐδείς. Καὶ
μὴν εἰς δύο διαιρουμένων ἴσα τοῦ μὲν περισσοῦ μονὰς
ἐν μέσῳ περίεστι, τοῦ δὲ ἀρτίου κενὴ λείπεται χώρα καὶ
ἀδέσποτος καὶ ἀνάριθμος, ὡς ἂν ἐνδεοῦς καὶ ἀτελοῦς ὄν-
τος. Περὶ δὴ τοῦ κοινοῦ λόγου τῶν ἀριθμῶν τοῦτον διέ-
ξεισι τὸν τρόπον.
1
t
{Ὅτι θεὸς δημιουργὸς τῶν ὄντων καὶ διέπει τὸ
ὅλον τῶι τῆς προνοίας λόγωι καὶ ποίας οὐσίας
ὑπάρχει.}
1
<Θεοδέκτου> (fr. 7 N. p. 625).
Ἀπὸ τῶν θεῶν ἀρχὴν δὲ ποιεῖσθαι πρέπον.
2
<Εὐριπίδου> (fr. inc. 935 N.)
Ὁρᾷς τὸν ὑψοῦ τόνδ' ἄπειρον αἰθέρα,
καὶ γῆν πέριξ ἔχονθ' ὑγραῖς ἐν ἀγκάλαις;
τοῦτον νόμιζε Ζῆνα, τόνδ' ἡγοῦ θεόν.
3
<Ἀράτου> (Phaen. 1—9).
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν
ἄρρητον, μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες, πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες.
τοῦ γὰρ καὶ γένος ἐσμέν, ὁ δ' ἤπιος ἀνθρώποισι
δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει
μιμνήσκων βιότοιο, λέγει δ' ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δ' ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
4
〈<Ὁμήρου> (Υ 242. 243)〉
Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
ὅππως κεν ἐθέλῃσιν, ὁ γὰρ κάρτιστος ἁπάντων.
5
〈<Tragici ignoti> (fr. adesp. 394 N.).〉
Ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος.
6
〈<Elegiaci ignoti.>〉
Ζεὺς πάντων αὐτὸς φάρμακα μοῦνος ἔχει.
7
〈<Ὁμήρου> (ζʹ 188).〉
Ζεὺς δ' αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν ἑκάστῳ.
8
〈<Ὁμήρου> (πʹ 212).〉
Ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
9
〈<Poetae ignoti.>〉
Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου πείρατα νωμῶν.
10
<Σιμωνίδου> (fr. 61 B.).
Οὔτις ἄνευ θεῶν
ἀρετὰν λάβεν, οὐ πόλις, οὐ 〈βροτός〉.
11
<Μενάνδρου> (Com. IV p. 293, fr. 280).
Ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.
12
<Κλεάνθους.>
Κύδιστ' ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί,
Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.
ἐκ σοῦ γὰρ γένος ἐσμέν, † ἤχου μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ' ἐπὶ γαῖαν·
τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείδω.
σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν,
πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
ἀμφήκη, πυρόεντ', αἰειζώοντα κεραυνόν·
τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντ' ἐρρίγα〈σιν〉·
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων
φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι
.................
ὡς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός,
οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,
οὔτε κατ' αἰθέριον θεῖον πόλον οὔτ' ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις·
ἀλλὰ σὺ καὶ τὰ περισσά 〈τ'〉 ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
ὥσθ' ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,
ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι,
δύσμοροι, οἵ τ' ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
οὔτ' ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,
ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν.
αὐτοὶ δ' αὖθ' ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ' ἄλλο,
οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἳ δ' ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ,
ἄλλοι δ' εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα
......... ἐπ' ἄλλοτεν ἄλλα φέρονται,
σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε,
ἀνθρώπους 〈μὲν〉 ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς,
ἣν σύ, πατήρ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶς,
ὄφρ' ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
θνητὸν ἐόντ', ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον,
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.
13a
〈<Tragici ignoti> (fr. adesp. 396 N.).〉
Θεοῦ θέλοντος εὖ τὰ πάντα γίγνεται.
13b
〈<Tragici ignoti> (fr. adesp. 397 N.).〉
Τί δ' οὐ γένοιτ' ἂν θεοῦ 〈γ'〉 ἐφιέντος τύχῃ;
13c
〈<Σοφοκλέους> (Ai. 383).〉
Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
13d
〈<Poetae ignoti.>〉
Γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα.
13e
〈<Tragici ignoti> (fr. adesp. 398 N.).〉
Ζεὺς ἔσθ' ὁ πέμπων τὴν ἐφήμερον τροφήν.
13f
〈<Tragici ignoti> (fr. adesp. 399 N.).〉
Ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ σθένει.
13g
〈<Tragici ignoti> (fr. adesp. 400 N.).〉
Θείᾳ προνοίᾳ πάντ' ἐγέννησεν φύσις.
13h
〈<Poetae ignoti.>〉
Θεὸς μόνος πέφυκεν ἐν βροτοῖς μέγας.
14
〈<Ὁμήρου> (ρʹ 485—487).〉
Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι
παντοῖοί τ' ἐλθόντες ἐπιστρωφῶσι πόληας,
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
15
〈<Ὁμήρου> (σʹ 135. 136).〉
Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
οἷον ἐπ' ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.
16
〈<Poetae ignoti.>〉
Πάντῃ πάρεστι καὶ βλέπει πάντῃ θεός.
17
〈<Εὐριπίδου> (fr. inc. 1014 N.).〉
Θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν,
οὐδ' εἰς τὸ μεῖζον ἦλθε, τὰς θνητῶν δ' ἐγὼ
χαίρειν κελεύω θεῶν ἄτερ προμηθίας.
18
〈<Ἀρχιλόχου> (fr. 70 B.3).〉
Τοῖος ἀνθρώποισι θυμός, Γλαῦκε, Λεπτίνεω πάι,
γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἐφ' ἡμέρην ἄγῃ.
19
〈<Εὐριπίδου Θυέστῃ> (fr. 401 N.).〉
Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
20
〈<Tragici ignoti> (fr. adesp. 401, 1 N.).〉
Θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί.
21
〈<Tragici ignoti> (fr. adesp. 401, 2—4 N.).〉
Καὶ τἀμπλακήματ' ἔρχεται θεὸς μέτα,
ὅθεν λαβόντες οἱ κακῶς πεπραγότες
ἱκετηρίαν ἀπῆλθον ἐκ δυσπραξίας.
22
〈<Tragici ignoti> (fr. adesp. 402 N.).〉
Νῦν οὐκέτι μοι δίχα θυμός,
ἀλλὰ σαφὴς 〈φάτις ἔσθ'〉, ὅτι πάντα βροτοῖς
Ζεὺς ἐπικάρσια τέμνει,
καθελὼν μὲν δοκέοντ',
ἀδόκητον δ' ἐξαείρων.
23
〈<Ὀρφέως> (fr. VI, 9—42 Hermann. Orph. p. 457).〉
Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος,
Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ' ἐκ πάντα τέτυκται·
Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη,
Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος·
Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος·
ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων·
ἓν 〈δὲ〉 δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται,
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ·
καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής·
πάντα γὰρ ἐν Ζηνὸς μεγάλῳ τάδε σώματι κεῖται·
τοῦ δή τοι κεφαλὴ μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα
οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι
ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται·
ταύρεα δ' ἀμφοτέρωθε δύο χρύσεια κέρατα
ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων
ὄμματα δ' ἠέλιός τε καὶ ἀντιόωσα σελήνη·
οὖς δέ οἱ ἀψευδὲς βασιλήϊον ἄφθιτος αἰθήρ,
ᾧ δὴ πάντα κλύει καὶ φράζεται· οὐδέ τίς ἐστιν
αὐδὴ οὐδ' ἐνοπὴ οὐδὲ κτύπος οὐδὲ μὲν ὄσσα,
ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος.
ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα·
σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον,
ἄτρομον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται·
ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο
ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο,
τῇς ἐπὶ πάντα ποτᾶθ', ἱερὴ δέ οἱ ἔπλετο νηδὺς
γαῖά τε παμμήτωρ ὀρέων τ' αἰπεινὰ κάρηνα,
μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης
καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι,
τάρταρά τ' εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης.
πάντα δ' ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς
μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι θέσκελα ῥέζων.
...................
24
〈<Philosophi incerti.>〉
Τί πότ' ἐστὶ θεός; νοῦς. τί δὲ νοῦς ἐστι; φρόνησις.
Ζῆνα δὲ σὺ νόμιζε τοῦτον, ὅθεν ἔχομεν ἀεὶ 〈τὸ〉 ζῆν.
25
<Πορφυρίου ἐκ τοῦ Περὶ ἀγαλμάτων.>
Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ
θεῶν. Ζεὺς δὲ καὶ 〈ὁ θεός〉, καθὸ νοῦς ἀφ' οὗ προφέρε-
ται πάντα, ὅτι δημιουργεῖ τοῖς νοήμασιν.
26
<Χρυσίππου.>
Ζεὺς μὲν οὖν φαίνεται ὠνομάσθαι ἀπὸ τοῦ πᾶσι
δεδωκέναι τὸ ζῆν. Δία δὲ αὐτὸν λέγουσιν, ὅτι πάντων
ἐστὶν αἴτιος καὶ δι' αὐτὸν πάντα.
27
<Πλάτωνος ἐκ τοῦ Κρατύλου> (p. 396A).
Οἳ μὲν γὰρ Ζῆνα, οἳ δὲ Δία καλοῦσι· συντιθέμενα
δὲ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φα-
μὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν
ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν, ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ
ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων.
28
〈<Platonici incerti.>〉
Φημὶ κατ' ἀμφοτέρων λέγεσθαι τοῦ θεοῦ τὸ ὄνομα
τοῦ τε δημιουργοῦ καὶ τοῦ κόσμου. Καί μοι δοκῶ πρῶτα
κατὰ νόμους τοὺς ἐμαυτοῦ Πλάτωνι χρήσεσθαι μάρτυρι
τῆς τοιαύτης δόξης. Πλάτων γάρ τοι καὶ αὐτὸς Δία μὲν
καλεῖ τὸν δημιουργὸν τῶν ἁπάντων, θεὸν δὲ καὶ τόνδε τὸν
κόσμον. Τὸν μὲν δημιουργὸν τρόπῳ τοιῷδε· ἐπειδὰν ἐν
Φαίδρῳ (c. 26 p. 246E) περὶ τῆς τοῦ παντὸς φορᾶς διαλέ-
γηται, τάδε φησὶ περὶ τοῦ μεγάλου Διός· „Ὁ δὴ μέγας
ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πο-
ρεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· 〈τῷ δ' ἕπεται
στρατιὰ θεῶν τε καὶ δαιμόνων〉.“ Οἶμαι σαφὴς ἐν τούτοις
ὑπάρχει μνημονεύσας τοῦ ποιητοῦ τῶν ἁπάντων· καὶ γὰρ
ἀνέθηκεν αὐτῷ τὴν ἀκολουθίαν τῶν περὶ τὸν κόσμον θεῶν·
ἔφη γοῦν ἕπεσθαι τῇ ἐκείνου προνοίᾳ τοὺς στρατιώτας
θεούς· στρατιώτας δὲ ἐκάλεσε τοὺς τῇδε θεούς, οἳ τοῦδε
τοῦ πολέμου τῆς γενέσεως στρατηγοῦσιν. Ὁμοίως Ὀνάτας
ὁ Πυθαγόρειος ἐπεμνήσθη τοῦ τε δημιουργοῦ καὶ τῶν ἑπο-
μένων τούτῳ θεῶν, λέγων οὕτως· ”τοὶ δ' ἄλλοι θεοὶ ποτὶ
τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ
ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγόν.” Κατὰ
ταὐτὰ δὲ Πλάτων ἀμφοτέρων ἐπεμνήσθη ἐν τῇ πρὸς
Ἑρμείαν καὶ Κορίσκον ἐπιστολῇ (6 p. 323D)· τὸν γὰρ
δημιουργὸν ἡγεμόνα πάντων τῶν θεῶν εἶπε, τῶν τε ὄντων
καὶ τῶν μελλόντων. Μέλλοντας δὲ ἴσμεν θεοὺς τοὺς ἀεὶ
γενητούς, τουτέστι συναπτομένους ποτὲ σώμασι. Ἐν δὲ
τῷ Τιμαίῳ (c. 8 p. 34A) χωρίσας τοῦ πλήθους τοὺς θεοὺς
ἑνικῶς διὰ τοῦ οἰκητηρίου τοῦ κόσμου τοὺς πάντας ὠνό-
μασεν· „οὗτος“ γὰρ ἔφη, ”ὄντος ἀεὶ λογισμὸς θεοῦ περὶ
τὸν ποτὲ ἐσόμενον θεόν”· δῆλος γὰρ ὁ μὲν λογιζόμενος
θεὸς ὁ δημιουργὸς ὤν, ὁ δὲ ἐσόμενος καὶ γιγνόμενος αἰεὶ
ὁ κόσμος λεγόμενος. Ὡσαύτως δὲ καὶ Ὅμηρος (Α 423 sqq.)·
Ζεὺς γὰρ ἐπ' ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας
χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες ἕποντο.
δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται οὐλυμπόνδε.
Περὶ τοῦ κατὰ τὸν κόσμον Διὸς ταυτὶ λέλεκται· οἵ τε γὰρ
θεοὶ ἅμα πάντες εἵποντο, τὸ δὲ πλῆθος τῶν θεῶν ἔργον
ἐστὶ τοῦ δημιουργοῦ ἅμα τῷ κόσμῳ γενόμενον. Ὁπόταν
δὲ εἰς τὸν Ὄλυμπον ἀφίκωνται, δηλοῦσι καὶ τὴν διαφοράν,
ἑτέρου λεγομένου Διὸς τοῦ κεχωρισμένου τῶν θεῶν. Ἡ
γοῦν Θέτις εἰς μὲν τὸν Ὄλυμπον ἧκε (χρῆν γὰρ τὴν ποί-
ησιν ἐκτελεῖν τὸ μύθευμα)·
εὗρε δὲ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο (Α 498 sq.).
Τὴν μέντοι δωδεκάτην ἀκουστέον τῆς ἐπανόδου τῶν θεῶν,
ὁπόταν ὑπερβάντες τὰ δώδεκα ζῴδια ἐπὶ τῷ νώτῳ γένων-
ται τοῦ οὐρανοῦ, στάντας δὲ αὐτοὺς ἐκεῖσε περιάγῃ ἡ
περιφορά· λόγος γὰρ ὁ αὐτὸς ψυχῶν καὶ θεῶν.
29a
<Θαλῆς> ἐρωτηθείς. Τί πρεσβυτάτων τῶν ὄντων;
ἀπεκρίνατο· Θεός, ἀγέννητον γάρ.
<Σωκράτης> ἐρωτηθείς, Τί θεός; εἶπε· Τὸ ἀθάνατον
καὶ ἀίδιον.
<Ἑρμῆς> ἐρωτηθείς, Τί θεός; εἶπεν· Ὁ τῶν ὅλων δη-
μιουργός, σοφώτατος νοῦς καὶ ἀίδιος.
29b
〈<Aetii> plac. (I 7, 11—34 p. 301 sq. Diels.).〉
<Θαλῆς> νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἔμ-
ψυχον ἅμα καὶ δαιμόνων πλῆρες· διήκειν δὲ καὶ διὰ τοῦ
στοιχειώδους ὑγροῦ δύναμιν θείαν κινητικὴν αὐτοῦ.
<Ἀναξίμανδρος> ἀπεφήνατο τοὺς ἀπείρους οὐρα-
νοὺς θεούς.
<Ἀναξιμένης> τὸν ἀέρα. δεῖ δ' ὑπακούειν ἐπὶ τῶν
οὕτως λεγομένων τὰς ἐνδιηκούσας τοῖς στοιχείοις ἢ τοῖς
σώμασι δυνάμεις.
<Ἀρχέλαος> ἀέρα καὶ νοῦν τὸν θεόν, οὐ μέντοι κο-
σμοποιὸν τὸν νοῦν.
<Ἀναξαγόρας> νοῦν κοσμοποιὸν τὸν θεόν.
<Δημόκριτος> νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ.
<Διογένης> καὶ <Κλεάνθης> καὶ <Οἰνοπίδης> τὴν
τοῦ κόσμου ψυχήν.
<Πυθαγόρας> τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ
τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις καὶ αὐτὸς ὁ νοῦς,
τὴν 〈δ'〉 ἀόριστον δυάδα 〈δαίμονα〉 καὶ τὸ κακόν, περὶ ἥν
ἐστι τὸ ὑλικὸν πλῆθος.
<Ποσειδώνιος> πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον
μὲν μορφήν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοι-
ούμενον πᾶσιν.
<Σπεύσιππος> τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ
τὸν αὐτόν, ἰδιοφυῆ δέ.
<Κριτόλαος> καὶ <Διόδωρος> ὁ Τύριος νοῦν ἀπ'
αἰθέρος ἀπαθοῦς.
<Ἡράκλειτος> τὸ περιοδικὸν πῦρ ἀίδιον, εἱμαρμένην
δὲ λόγον ἐκ τῆς ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων.
<Ζήνων> ὁ Στωικὸς νοῦν κόσμου πύρινον.
<Μνήσαρχος> τὸν κόσμον, τὴν πρώτην οὐσίαν ἔχοντα
ἀπὸ πνεύματος.
<Βόηθος> τὸν αἰθέρα θεὸν ἀπεφήνατο.
<Παρμενίδης> τὸ ἀκίνητον καὶ πεπερασμένον σφαι-
ροειδές.
<Μέλισσος> καὶ <Ζήνων> τὸ ἓν καὶ πᾶν καὶ μόνον
ἀίδιον καὶ ἄπειρον.
〈<Ἐμπεδοκλῆς> τὸν σφαῖρον καὶ〉 τὸ ἕν, καὶ τὸ μὲν
ἓν τὴν ἀνάγκην, ὕλην δὲ αὐτοῦ τὰ τέσσαρα στοιχεῖα, εἴδη
δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν. Λέγει δὲ καὶ τὰ στοιχεῖα
θεοὺς καὶ τὸ μῖγμα τούτων τὸν κόσμον καὶ προστανα-
λυθήσεται τὸ μονοειδές· καὶ θείας μὲν οἴεται τὰς ψυχάς,
θείους δὲ καὶ τοὺς μετέχοντας αὐτῶν καθαροὺς καθαρῶς.
<Πολέμων> τὸν κόσμον θεὸν ἀπεφήνατο.
<Ξενοκράτης> Ἀγαθήνορος Καλχηδόνιος τὴν μονάδα
καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄρρενα πατρὸς ἔχουσαν
τάξιν, ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ
Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος
θεός· τὴν δὲ ὡς θήλειαν μητρὸς θεῶν δίκην, τῆς ὑπὸ
τὸν οὐρανὸν λήξεως ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ
παντός. Θεὸν δ' εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας
πυρώδεις Ὀλυμπίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαί-
μονας ἀοράτους. Ἀρέσκει δὲ καὶ αὐτῷ ... καὶ ἐνδιήκειν
τοῖς ὑλικοῖς στοιχείοις. Τούτων δὲ τὴν μὲν 〈διὰ τοῦ ἀέρος
προσγείου〉 Ἅιδην προσαγορεύει, τὴν δὲ διὰ τοῦ ὑγροῦ
Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητραν.
Ταῦτα δὲ χορηγήσας τοῖς Στωικοῖς τὰ πρότερα παρὰ
τοῦ Πλάτωνος μεταπέφρακεν.
<Πλάτων> δὲ τὸ ἕν, τὸ μονοφυές, τὸ μοναδικόν, τὸ
ὄντως ὄν, τἀγαθόν. Πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων
εἰς τὸν νοῦν σπεύδει. Νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος,
τὸ δὲ χωριστὸν ἀκουέσθω τὸ ἀμιγὲς πάσης ὕλης καὶ μη-
δενὶ τῶν σωματικῶν συμπεπλεγμένον, μηδὲ τῷ παθητῷ
τῆς φύσεως συμπαθές. Τούτου δὲ πατρὸς καὶ ποιητοῦ
τὰ ἄλλα θεῖα ἔκγονα νοητὰ μέν, ὅ τε νοητὸς λεγόμενος
κόσμος 〈καὶ αἱ ἰδέαι〉, παραδείγματα δ' ἐστὶ τοῦ ὁρατοῦ
κόσμου, πρὸς δὲ τούτοις ἐναιθέριοί τινες δυνάμεις, (λόγοι
δ' εἰσὶν ἀσώματοι,) καὶ 〈ἔμπυροι καὶ〉 ἐναέριοι καὶ ἔνυδροι,
αἰσθητὸς δὲ [τοῦ πρώτου θεοῦ ἔκγονα] ἥλιος, σελήνη, ἀστέ-
ρες, γῆ καὶ ὁ περιέχων πάντα κόσμος.
<Ἀριστοτέλης> τὸν μὲν ἀνωτάτω θεὸν εἶδος 〈χωρι-
στόν〉, ὁμοίως Πλάτωνι, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παν-
τός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ' αὐτοῦ
καλούμενον.
<Οἱ Στωικοὶ> νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνι-
κόν, ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου, ἐμπεριειληφὸς πάν-
τας τοὺς σπερματικοὺς λόγους, καθ' οὓς ἅπαντα καθ'
εἱμαρμένην γίνεται. Καὶ πνεῦμα μὲν ἐνδιῆκον δι' ὅλου
τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι' ὅλης
τῆς ὕλης, δι' ἧς κεχώρηκε, παραλλάξαν, θεοὺς δὲ καὶ τὸν
κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· ἀνωτάτω δὲ πάν-
των νοῦν ἐναιθέριον εἶναι θεόν.
<Ἐπίκουρος> ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ
δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώ-
λων φύσεως. Ὁ δ' αὐτὸς ἄλλας τέσσαρας φύσεις κατὰ
γένος ἀφθάρτους τάσδε· τὰ ἄτομα, τὸ κενόν, τὸ ἄπειρον,
τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ
στοιχεῖα.
30
〈<Ἑρμοῦ ἐκ τοῦ Κρατῆρος> (p. 26 Patric., p. 34, 7
—13 Parthey.).〉
Τοιοῦτο γάρ ἐστι τὸ σῶμα ἐκείνου, οὐχ ἁπτὸν οὐδὲ
ὁρατὸν οὐδὲ μετρητὸν οὐδὲ διαστατὸν οὐδ' ἄλλῳ τινὶ σώ-
ματι ὅμοιον. Οὔτε γὰρ πῦρ ἐστιν οὔτε ὕδωρ οὔτε ἀὴρ
οὔτε πνεῦμα, ἀλλὰ πάντα ἀπ' αὐτοῦ. Ἀγαθὸς γὰρ ὤν, μό-
νῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι ἠθέλησε, καὶ τὴν γῆν κοσμῆσαι.
31a
〈<Poetae ignoti.>〉
Ἡρακλέους κρατεροῦ ὃς γᾶν ἐκάθαρεν ἅπασαν,
πετροβάτα τε θεοῦ, Πανὸς νομίοιο βρυάκτα,
θείω ἰατῆρός τ' Ἀσκληπιοῦ ὀλβιοδώτα,
πρεσβίστας τε θεᾶς Ὑγιείας μειλιχοδώρου,
ναυσί τ' ἐπ' ὠκυπόροισι Διοσκούρων ἐπιφαντᾶν,
Κουρήτων θ', οἳ ματρὶ Διὸς Ῥέᾳ ἐντὶ πάρεδροι,
καὶ Χαρίτων μεμνᾶσθαι ἐν ἔργῳ παντὶ μέγιστον,
ἠδὲ Χρόνου παίδων Ὡρᾶν, αἳ πάντα φύοντι,
Νυμφᾶν τ' οὐρειᾶν, αἳ νάματα κάλ' ἐφέποντι.
31b
〈<Poetae lyrici incerti.>〉
Ὑμνέωμες μάκαρας, Μοῦσαι Διὸς ἔκγονοι ἀφθίτοις ἀοιδαῖς.
32
〈<Φιλήμονος> (Com. IV p. 31, fr. inc. 2 M.).〉
Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν,
οὐδ' αὖ ποιήσων οὐδὲ πεφοιηκὼς πάλαι,
οὔτε θεὸς οὔτ' ἄνθρωπος, οὗτός εἰμ' ἐγὼ
Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία.
ἐγὼ δ' ὃ 〈θεοῦ 'στιν〉 ἔργον, εἰμὶ πανταχοῦ,
〈ἐνταῦθ' ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ,〉
ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις
πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος
οὗ μή 'στιν ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ
πάντ' ἐξ ἀνάγκης οἶδε [πανταχοῦ παρών].
33
〈<Ἀρριανοῦ Ἐπικτητείου ἐκ τῶν περὶ προ-
νοίας> (I 6, 1—11).〉
Ἀφ' ἑκάστου τῶν ἐν τῷ κόσμῳ γιγνομένων ῥᾴδιόν
ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἐὰν δύο ἔχῃ τις ταῦτα
ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ
καὶ τὸ εὐχάριστον. Εἰ δὲ μή, ὃ μὲν οὐκ ὄψεται τὴν
εὐχρηστίαν τῶν γεγονότων, ὃ δ' οὐκ εὐχαριστήσει ἐπ'
αὐτοῖς, οὐδ' ἂν ἴδῃ. Χρώματα ὁ θεὸς εἰ πεποιήκει καὶ
καθόλου πάντα 〈τὰ〉 ὁρατά, δύναμιν δὲ θεατικὴν αὐτῶν μὴ
πεποιήκει, τί ἂν ἦν ὄφελος; {—}Οὐδ' ὁτιοῦν. {—}Ἀλλ' ἀνάπαλιν,
εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα, οἷα
ὑποπίπτειν τῇ δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος;
{—}Οὐδέν. {—}Τί δ', εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, 〈φῶς
δὲ μὴ πεποιήκει〉; {—}Οὐδ' οὕτως τι ὄφελος. {—}Τίς οὖν ὁ
ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δ'
ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸν κολεὸν καὶ τὸν κολεὸν
πρὸς τὴν μάχαιραν; Οὐδείς; Καὶ μὴν ἐξ αὐτῆς τῆς κατα-
σκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι
τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δὲ εἰκῇ κατεσκευ-
ασμένον. Ἆρ' οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνί-
την, τὰ δὲ ὁρατὰ καὶ ὅρασις καὶ φῶς οὐκ ἐμφαίνει; Τὸ
δ' ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνου-
σίαν ἑκατέρου καὶ 〈ἡ〉 δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς
κατεσκευασμένοις, οὐδὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην; Ἀλλὰ
ταῦτα μὲν οὔπω· ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή,
καθ' ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπού-
μεθα ὑπ' αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦ-
μεν καὶ προστίθεμεν 〈καὶ συντίθεμεν〉 τάδε τινὰ δι' αὐτῶν
καὶ νὴ Δία μεταβαίνομεν ἀπ' ἄλλων ἐπ' ἄλλα τούτοις
πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ
διατρέψαι πρὸς τὸ μὴ ἀπολιπεῖν τὸν τεχνίτην; ἢ ἐξηγη-
σάσθωσαν ἡμῖν, τί τὸ ποιοῦν ἐστι τούτων ἕκαστον, ἢ
πῶς οἷόν τε τὰ οὕτως θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ
ταὐτομάτου γίγνεσθαι.
34
〈<Τοῦ αὐτοῦ〉, Ὅτι πάντα ἐφορᾷ τὸ θεῖον.>
(Epict. Arrh. I, 14, 1—10.)
Πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον
τῶν ὑπ' αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ; Οὐ
δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα; {—}Δοκεῖ, ἔφη. {—}Τί δέ;
συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι; {—}Δοκεῖ
μοι, ἔφη. {—}Πόθεν γὰρ οὕτως τεταγμένως, καθάπερ ἐκ
προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς
ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκ-
φέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν
ἀποβάλλειν, 〈ἀποβάλλει〉, καὶ φυλλορροεῖν, 〈φυλορροεῖ〉,
καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφ' ἡσυχίας μένειν καὶ ἀνα-
παύεσθαι, μένει καὶ ἀναπαύεται; Πόθεν δὲ πρὸς τὴν
αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσ-
οδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία
μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται; Ἀλλὰ τὰ φυτὰ μὲν
καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ
συμπέπονθεν, αἱ ψυχαὶ δὲ αἱ ἡμετέραι οὐ πολὺ πλέον;
Ἀλλ' αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ συναφεῖς
τῷ θεῷ, ἅτε αὐτοῦ μόρια οὖσαι καὶ ἀποσπάσματα, οὐ
παντὸς δὲ αὐτῶν κινήματος, ἅτε οἰκείου καὶ συμφυοῦς, ὁ
θεὸς αἰσθάνεται; Ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως
καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ καὶ περὶ τῶν ἀνθρω-
πίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰ-
σθητικῶς ἀπὸ μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ δια-
νοητικῶς, ἅμα δὲ τοῖς μὲν συγκαταθετικῶς, τοῖς δὲ ἀνα-
νευστικῶς ἢ ἐφεκτικῶς· τύπους τε τοσούτους ἀφ' οὕτω
πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυ-
λάττεις καὶ ἀπ' αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς
ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι, τέχνας τε ἄλλας ἐπ'
ἄλλαις καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις· ὁ
δὲ θεὸς οὐχ οἷός τέ ἐστι πάντα ἐφορᾶν καὶ πᾶσι συμπαρ-
εῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν; Ἀλλὰ φωτί-
ζειν μὲν οἷός τέ ἐστιν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παν-
τός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολείπειν, ὅσον οἷόν τε
ἐπέχεσθαι ὑπὸ τῆς σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν
ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων, μέρος ὄντ' αὐτοῦ
μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δὲ οὐ δύναται πάντων
αἰσθάνεσθαι;
35
<Ἰαμβλίχου ἐκ τῆς πρὸς Ποιμένιον ἐπιστολῆς.>
Οἱ θεοὶ τὴν εἱμαρμένην συνέχοντες διὰ παντὸς ἐπα-
νορθοῦνται· ἡ δ' ἐπανόρθωσις αὐτῶν ποτὲ μὲν ἐλάττωσιν
κακῶν, ποτὲ δὲ παραμυθίαν, ἐνίοτε δὲ καὶ ἀναίρεσιν ἀπερ-
γάζεται· ἀφ' οὗ δὴ διακοσμεῖται ἡ εἱμαρμένη τοῖς ἀγα-
θοῖς, διακοσμουμένη δὲ οὐχ ὑποφαίνεται πᾶσα πρὸς τὴν
ἄτακτον φύσιν τῆς γενέσεως. Οὐκοῦν ἔτι μᾶλλον σῴζεται
ἡ πεπρωμένη διὰ τῆς τοιαύτης ἐπανορθώσεως καὶ τὸ
παρατρέπον αὐτῆς μένει κατὰ τὴν ἄτρεπτον τῶν θεῶν
ἀγαθότητα συνεχόμενον, διότι οὐκ ἐᾶται ὑπορρεῖν εἰς τὴν
ἄτακτον πλημμέλειαν. Τούτων δὴ οὕτως ἐχόντων τό τε
ἀγαθοειδὲς τῆς προνοίας τό τε αὐτεξούσιον τῆς ψυχῆς
καὶ πάντα τὰ κάλλιστα διασῴζεται, τῇ βουλήσει τῶν θεῶν
συνυπάρχοντα.
36
<Ἀριστοτέλους ἐκ τῆς πρὸς Ἀλέξανδρον
ἐπιστολῆς> (de mundo c. 6 p. 400b 5).
Καθόλου δὲ ὅπερ ἐν νηῒ μὲν κυβερνήτης, ἐν ἅρματι
δὲ ἡνίοχος, ἐν χορῷ δὲ κορυφαῖος, [ἐν πόλει δὲ νόμος,] ἐν
στρατοπέδῳ δὲ ἡγεμών, τοῦτο θεὸς ἐν κόσμῳ, πλὴν κα-
θόσον τοῖς μὲν καματηρὸν τὸ ἄρχειν πολυκίνητόν τε καὶ
πολυμέριμνον, τῷ δὲ ἄλυπον ἄπονόν τε πάσης κεχωρισμένῳ
σωματικῆς ἀσθενείας· ἐν ἀκινήτῳ 〈γὰρ〉 ἱδρυμένος δυνάμει
πάντα κινεῖ καὶ περιάγει, ὅπου βούλεται καὶ ὅπως, ἐν
διαφόροις ἰδέαις καὶ φύσεσιν· ὥσπερ ἀμέλει καὶ ὁ τῆς
πόλεως νόμος ἀκίνητος ὢν ἐν ταῖς τῶν χρωμένων ψυχαῖς
πάντα οἰκονομεῖ τὰ κατὰ τὴν πολιτείαν. Ἐφεπόμενοι γὰρ
αὐτῷ δηλονότι ἐξίασιν ἄρχοντες μὲν εἰς τὰ ἀρχεῖα, θεσμο-
θέται δὲ εἰς τὰ οἰκεῖα δικαστήρια, βουλευταὶ δὲ καὶ ἐκ-
κλησιασταὶ εἰς συνέδρια τὰ προσήκοντα· καὶ ὃ μὲν εἰς τὸ
πρυτανεῖον βαδίζει διαιτησόμενος, 〈ὃ δὲ πρὸς τοὺς δικα-
στὰς ἀπολογησόμενος, ὃ δὲ εἰς τὸ δεσμωτήριον ἀποθα-
νούμενος〉. Γίνονται δὲ καὶ δημοθοινίαι νόμιμοι καὶ πα-
νηγύρεις ἐνιαύσιαι, θεῶν τε θυσίαι καὶ ἡρώων θεραπεῖαι
καὶ χοαὶ κεκμηκότων. Ἄλλα δ' ἄλλως ἐνεργούμενα κατὰ
μίαν πρόσταξιν ἢ νόμιμον ἐξουσίαν σῴζει τὸ τοῦ ποιή-
σαντος (Soph. Oed. Tyr. 4. 5), ὅτι
πόλις 〈δ'〉 ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
Οὕτως ὑποληπτέον καὶ ἐπὶ τῆς μείζονος πόλεως, λέγω
δὲ τοῦ κόσμου. Νόμος μὲν γὰρ ἡμῖν ἰσοκλινὴς ὁ θεός,
οὐδεμίαν ἐπιδεχόμενος διόρθωσιν ἢ μετάθεσιν, κρείττων
δ', οἶμαι, καὶ βεβαιότερος τῶν ἐν ταῖς κύρβεσιν ἀναγεγραμ-
μένων. Ἡγουμένου δὲ ἀκινήτως αὐτοῦ καὶ ἐμμελῶς ὁ
σύμπας οἰκονομεῖται δι' αὐτοῦ διάκοσμος οὐρανοῦ τε καὶ
γῆς, μεμερισμένος κατὰ τὰς φύσεις πάσας ὁμοίως διὰ τῶν
οἰκείων σπερμάτων εἰς τὰ φυτὰ καὶ ζῷα κατὰ γένη τε
καὶ εἴδη. Καὶ γὰρ ἄμπελοι καὶ φοίνικες καὶ περσέαι
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι (Hom. η 116),
ὥς φησιν ὁ ποιητής, τά τε ἄκαρπα μέν, ἄλλας δὲ παρε-
χόμενα χρείας, πλάτανοι καὶ πεῦκαι καὶ πύξοι, [κλῶνές τε]
κλήθρη τ' αἰγειρός τε καὶ εὐώδης κυπάρισσος (Hom. ε 64),
αἵ τε καρπὸν ὀπώρας ἡδύν, ἄλλως δὲ δυσθησαύριστον
φέρουσαι,
ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι (Hom. η 115),
τῶν τε ζῴων τά τε ἄγρια καὶ ἥμερα, τά τ' ἐν ἀέρι καὶ
ἐπὶ γῆς καὶ 〈ἐν〉 ὕδατι βοσκόμενα γίνεταί τε καὶ ἀκμάζει
καὶ φθείρεται τῷ τοῦ θεοῦ πειθόμενα θεσμῷ. Πᾶν γὰρ
ἑρπετὸν πληγῇ νέμεται, ὥς φησιν Ἡράκλειτος (fr. 37
Schleierm., 55 Bywat.)
Εἷς δὲ ὢν πολυώνυμός ἐστι, κατονομαζόμενος τοῖς
πάθεσι πᾶσιν, ἅπερ αὐτὸς νεοχμοῖ. Καλοῦμεν γὰρ αὐτὸν
καὶ Ζῆνα καὶ Δία, παραλλήλως χρώμενοι τοῖς ὀνόμασιν.
ὡς ἂν εἰ λέγοιμεν, δι' ὃν ζῶμεν. Κρόνου δὲ παῖς καὶ
Χρόνου λέγεται, διήκων ἐξ αἰῶνος ἀτέρμονος εἰς ἕτερον
αἰῶνα, ἀστραπαῖός τε καὶ βρονταῖος 〈καὶ αἴθριος〉 καὶ
αἰθέριος, κεραύνιός τε καὶ ὑέτιος ἀπὸ τῶν ὑετῶν τε καὶ
κεραυνῶν καὶ τῶν ἄλλων καλεῖται. Καὶ μὴν ἐπικάρπιος
μὲν ἀπὸ τῶν καρπῶν, πολιεὺς δὲ ἀπὸ τῆς πόλεως ὀνο-
μάζεται, γενέθλιός τε καὶ ὁμόγνιος καὶ ἕρκειός τε καὶ
πατρῷος ἀπὸ τῆς πρὸς ταῦτα κοινωνίας, ἑταιρεῖός τε καὶ
φίλιος καὶ ξένιος, ἔτι δὲ στράτιός τε καὶ τροπαιοῦχος,
καθάρσιός τε καὶ παλαμναῖος καὶ ἱκέσιος καὶ μειλίχιος,
ὥσπερ οἱ ποιηταὶ λέγουσι· σωτήρ τε καὶ ἐλευθέριος ἐτύ-
μως [οὕτως εἰπεῖν]· ὡς δὲ τὸ πᾶν εἰπεῖν, οὐράνιός τε καὶ
χθόνιος, πάσης ἐπώνυμος φύσεως ὢν καὶ τύχης, ἅτε πάν-
των αὐτὸς αἴτιος ὤν.
37
<Ξενοφῶντος ἐκ τοῦ δ' Ἀπομνημονευμάτων>
(c. 3, 3—6).
Εἶπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἤδη ποτέ σοι ἐπῆλθεν
ἐνθυμηθῆναι, ὡς ἐπιμελῶς οἱ θεοί, ὧν οἱ ἄνθρωποι δέ-
ονται, κατεσκευάκασι; {—}Καὶ ὅς· Μὰ τὸν Δί', ἔφη, οὐκ
ἔμοιγε. {—}Ἀλλ' οἶσθά γ', ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δε-
όμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; {—}Νὴ Δί', ἔφη, ὅ γ' εἰ
μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν, ἕνεκά γε τῶν
ἡμετέρων ὀφθαλμῶν. {—}Ἀλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεο-
μένοις ἡμῖν νύκτα παρέχουσι, κάλλιστον ἀναπαυτήριον. {—}
Πάνυ γε, ἔφη, καὶ τοῦτο χάριτος ἄξιον. {—}Οὐκοῦν καὶ ἐπει-
δὴ ὁ μὲν ἥλιος, φωτεινὸς ὤν, τάς τε ὥρας τῆς ἡμέρας
ἡμῖν καὶ τἆλλα πάντα σαφηνίζει, ἡ δὲ νὺξ διὰ τὸ σκο-
τεινὴ εἶναι ἀσαφεστέρα ἐστίν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέφη-
ναν, ἃ ἡμῖν τῆς νυκτὸς τὰς ὥρας ἐμφανίζει καὶ διὰ τοῦτο
πολλὰ ὧν δεόμεθα πράττομεν; {—}Ἔστι ταῦτα, ἔφη. {—}Ἀλλὰ
μὴν ἥ γε σελήνη οὐ μόνον τῆς νυκτός, ἀλλὰ καὶ τοῦ μηνὸς
τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ. {—}Πάνυ μὲν οὖν, ἔφη. {—}Τὸ
δ' ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδι-
δόναι καὶ ὥρας ἁρμοττούσας πρὸς τοῦτο παρέχειν, 〈αἳ〉 ἡμῖν
οὐ μόνον ὧν δεόμεθα πολλὰ καὶ παντοῖα παρασκευάζου-
σιν, ἀλλὰ καὶ οἷς εὐφραινόμεθα; {—}Πάνυ, ἔφη, καὶ ταῦτα
φιλάνθρωπα. {—}Τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω
πολλοῦ ἄξιον, ὥστε συμφύειν τε καὶ συναύξειν τῇ γῇ καὶ
ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν, συντρέφειν δὲ καὶ
αὐτοὺς ἡμᾶς καὶ μιγνύμενον τοῖς τρέφουσιν ἡμᾶς εὐκατερ-
γαστότερά τε καὶ ὠφελιμώτερα καὶ ἡδίω ποιεῖν αὐτά, καὶ
ἐπειδὴ πλείστου δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρ-
έχειν ἡμῖν; {—}Καὶ τοῦτο, ἔφη, προνοητικόν.
38
<Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ> (p. 265B—E).
Ποιητικῆς δὴ πρῶτον ἔστω δύο μέρη. {—}Ποίω; {—}
Τὸ μὲν θεῖον, τὸ δ' ἀνθρώπινον. {—}Οὔπω μεμάθηκα. {—}
Ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατ' ἀρχὰς λεχθέντα, πᾶ-
σαν ἔφαμεν εἶναι δύναμιν, ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ
πρότερον οὖσιν ὕστερον γίγνεσθαι. {—}Μεμάθηκα. {—}Ζῷα
δὴ πάντα θνητὰ καὶ δὴ καὶ φυτά, ὅσα τ' ἐπὶ γῆς ἐκ
σπερμάτων καὶ ῥιζῶν φύεται καὶ ὅσα ἄψυχα ἐκ γῆς ἐν
γῇ ξυνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τι-
νὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι
πρότερον οὐκ ὄντα; ἢ 〈τῷ〉 τῶν πολλῶν δόγματι χρώ-
μενοι. {—}Ποίῳ τῳ; {—}Τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος
αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λό-
γου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης; {—}
〈Ἐγὼ μὲν ἴσως〉 διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα με-
ταδοξάζω· νῦν μὲν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων 〈οἴε-
σθαί σε〉 κατὰ θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενό-
μικα. {—}Καλῶς γε, ὦ Θεαίτητε, καὶ εἰ μέν σε ἡγούμεθα τῶν
εἰς τὸν ἔπειτα χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν
ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν
ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι
καὶ ἄνευ τῶν παρ' ἡμῶν λόγων αὐτῇ πρόσεισιν ἐφ' ἃ νῦν
ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτ' ἄν·
ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ,
τὰ δ' ἐκ τούτων ὑπ' ἀνθρώπων ξυνιστάμενα ἀνθρωπίνη.
καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν
ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον. {—}Ὀρθῶς.
39
<Ὀνάτου ἐκ τοῦ περὶ θεοῦ καὶ θείου.>
Ὁ μὲν θεὸς τὰ τῶν ἄλλων ζῴων ἐπαΐει, οὔτε νοητῶς
οὔτε ἐπαϊστῶς, εἰ μή τισι πάγχυ ὀλίγοις τῶν ἀνθρώπων.
καὶ δυνάμιες δ' αὐτῶ ἀλήθεια· ὧν οἶμαι νομεὺς εἰ ἐναρ-
γέα τε καὶ ἐπαϊστά. αὐτὸς μὲν γὰρ ὁ θεός ἐστιν νόος καὶ
ψυχὰ καὶ τὸ ἁγεμονικὸν τῶ σύμπαντος κόσμω· τᾶ δὲ δυ-
νάμιες αὐτῶ τἀλήθεια, ὧν οἶμαι νομεῖς, τά τ' ἔργα καὶ
τᾶ πράξεες καὶ τᾶ κατὰ τὸν σύμπαντα κόσμον ἐπιστρω-
φώσιες. Ὁ μὲν ὦν θεὸς αὐτὸς οὔτε ὁρατὸς οὔτε αἰσθη-
τός, ἀλλὰ λόγῳ μόνον καὶ νόῳ θεωρατός· τὰ δ' ἔργα
αὐτῶ καὶ τᾶ πράξιες ἐναργέες τε καὶ αἰσθητὰ ἔντι πάν-
τεσσιν ἀνθρώποις. Δοκίει δέ μοι καὶ μὴ εἷς εἶμεν ὁ
θεός, ἀλλ' εἷς μὲν ὁ μέγιστος καὶ καθυπέρτερος καὶ ὁ
κρατέων τῶ παντός, τοὶ δ' ἄλλοι πολλοὶ διαφέροντες
κατὰ δύναμιν· βασιλεύεν δὲ πάντων αὐτῶν ὁ καὶ κράτει
καὶ μεγέθει καὶ ἀρετᾷ μέζων. Οὗτος δέ κ' εἴη θεὸς ὁ
περιέχων τὸν σύμπαντα κόσμον, τοὶ δ' ἄλλοι θεοὶ οἱ θέ-
οντές ἐντι κατ' οὐρανὸν σὺν τᾷ τῶ παντὸς περιαγήσι,
κατὰ λόγον ὀπαδέοντες τῷ πράτῳ καὶ νοατῷ. Τοὶ δὲ λέ-
γοντες ἕνα θεὸν εἶμεν, ἀλλὰ μὴ πολλὼς ἁμαρτάνοντι·
τὸ γὰρ μέγιστον ἀξίωμα τᾶς θείας ὑπεροχᾶς οὐ συνθεω-
ρεῦντι. Λέγω δὴ τὸ ἄρχεν καὶ καθαγέεσθαι τῶν ὁμοίων
καὶ κράτιστον καὶ καθυπέρτερον εἶμεν τῶν ἄλλων. Τοὶ δ'
ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν…
ὥσ…
The complete text is available when the reading interface loads.