The Greek Library Author

Anonymous

Carmen animae (De margarita)

Authority group
Acta Thomae (catalogue association; authorship remains anonymous)
Edition reference
Carmen animae (De margarita) (cod. Rom. vallicellanus B 35), ed. P.-H. Poirier, L'hymne de la perle des actes de Thomas [Homo religiosus 8. Louvain: Université de Louvain, 1981]: 352–356.
CTS identifier
urn:cts:greekLit:tlg2038.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

διὰ τοὺς πονηροὺς τοὺς Βαβυλωνίους παῖδας καὶ δαίμοναςτυραννικοὺς τοὺς 〈λαβυρινθίους〉.ἐγὼ δὲ πρὸς τὴν ταύτης φωνήν τε καὶ αἴσθησιν ἐξ ὕπνου〈ἀνωρμησάμην〉·ἀναλαβὼν δὲ καὶ καταφιλήσας ἀνεγίνωσκον.ἐγέγραπτο δὲ περὶ ἐκείνου τοῦ ἐν τῇ καρδίᾳ μουἀναγεγραμμένου·καὶ ὑπεμνήσθην παραχρῆμα ὅτι βασιλέων εἰμὶ υἱὸς καὶἡ ἐλευθερία μου τὸ γένος μου ἐπιζητεῖ.ὑπεμνήσθην δὲ καὶ τοῦ μαργαρίτου ἐφ' ὃν κατεπέμφθηνεἰς Αἴγυπτον·ἠρχόμην δὲ 〈ἐπᾴσμασιν〉 ἐπὶ τὸν δράκοντα τὸν φοβερόνκαὶ κατεπόνεσα τοῦτον ἐπονομάσας τὸ τοῦ πατρός μουὄνομα.ἁρπάσας δὲ τὸν μαργαρίτην ἀπέστρεφον πρὸς τοὺςἐμοὺς ἀποκομίσας πατέρας.καὶ ἀποδυσάμενος τὸ ῥυπαρὸν ἔνδυμα ἐν τῇ αὐτῶνκατέλειψα χώρᾳ·ηὔθυνον δὲ αὐτὸ καὶ τὴν ὁδὸν πρὸς τὸ φῶς τῆς κατὰἀνατολὴν πατρίδος.*καὶ εὗρον καθ' ὁδὸν 〈διαίρουσάν〉 με·αὐτὴ δὲ ὥσπερ φωνῇ χρησαμένη ἀνέστησεν ὑπνωθένταμε καὶ ὡδήγησέν με τῷ παρ' αὐτῆς φωτί.ἔστιν γὰρ ὅτε ἡ ἀπὸ σηρικῶν ἐσθὴς βασιλικὴ πρὸ τῶνἐμῶν ὀφθαλμῶν.ἀγούσης δέ με καὶ ἑλκούσης τῆς στοργῆςτὴν Λαβύρινθον παρῆλθον· καὶ καταλείψας ἐπ' ἀριστερὰτὴν Βαβυλῶναεἰς τὴν Μέσον ἀφικόμηντὴν μεγάλην οὖσαν παραλίαν. οὐκ ἐμνημόνευον δὲ τῆς λαμπρότητός μου· παῖςγὰρ ὢν ἔτι καὶ κομιδῇ νέος κατελελοίπειν αὐτὴν ἐντοῖς τοῦ πατρὸς βασιλείοις·ἐξαίφνης δὲ ἰδόντος μου τὴν ἐσθῆτα ὡς ἐν ἐσόπτρῳὁμοιωθεῖσανκαὶ ὅλον ἐμαυτὸν ἐπ' αὐτὴν ἐθεασάμην, καὶ ἔγνων καὶεἶδον δι' αὐτῆς ἐμαυτόν·ὅτι κατὰ μέρος διῃρήμεθα ἐκ τοῦ αὐτοῦ ὄντες καὶ πάλινἕν ἐσμεν διὰ μορφῆς μιᾶς.οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς τοὺς ταμειούχους τοὺς τὴνἐσθῆτα κομίσανταςἑώρων δύο μορφὴ δὲ μία ἐπ' ἀμφοτέρων ἓν σύμβολονβασιλικὸν ἐν ἀμφοτέροις ἔκειτο·τὸ δὲ χρῆμα καὶ τὸν πλοῦτον ἐν χερσὶν εἶχον καὶἀπεδίδουν *μοι τιμήν·καὶ τὴν ἐσθῆτα τὴν εὐπρεπεστάτην ἥτις ἐν φαιδροῖςχρώμασινχρυσῷ πεποίκιλτο καὶ λίθοις τιμίοιςκαὶ μαργαρίταις χροιᾷ πρεπούσῃ·〈ἱδρύτω〉 ἐν ὕψει καὶ ἡ εἰκὼν τοῦ τῶν βασιλέων 〈βασι-λέως〉 ὅλη δι' ὅλης·λίθοις σαμπφειρίνοις ἐν ὕψει ἐπεπήγεισαν ἁρμοδίως. ἑώρων δὲ αὖθις ὅτι δι' ὅλων κινήσεις ἐξεπέμ-ποντο γνώσεωςκαὶ ἧν ἑτοίμη ἀφεῖναι λόγον·ἤκουον δὲ αὐτῆς ὁμιλούσης·ἐγώ εἰμι ἐκείνου τῶν πάντων ἀνθρώπων ἀνδρειοτάτου οὗἕνεκεν παρ' αὐτῷ τῷ πατρὶ ἐνεγράφην·καὶ αὐτὸς δὲ ᾐσθόμην αὐτοῦ τῆς ἡλικίας.αἱ δὲ κινήσεις αἱ βασιλικαὶ πᾶσαι ἐπανεπαύοντό μοιαὐξανούσης πρὸς ταύτης ὁρμάς·ἔσπευδεν ἐκ χειρὸς 〈αὐτῶν〉 ὀρεγομένη ἐπὶ τὸν δεχό-μενον αὐτήν.κἀμὲ ὁ πόθος διήγειρεν ὁρμῆσαι εἰς ὑπάντησιν 〈αὐτῶν〉καὶ δέξασθαι αὐτήνἐκταθείς· ἄν[θῃ] δὲ χρωμάτων 〈ἐκοσμήθην〉καὶ τὴν στολήν μου τὴν βασιλικὴν ὑπερέχουσαν ἐστολι-σάμην δι' ὄλου·ἐνδυσάμενος δὲ ἤρθην εἰς χώραν * εἰρήνης σεβάσματος·καὶ τὴν κεφαλὴν κλίνας προσεκύνησα τοῦ πατρὸς τὸφέγγος τοῦ ἀποστείλαντός μοι ταύτηνὅτι ἐγὼ μὲν ἐποίησα τὰ προσταχθέντα καὶ αὐτὸςὁμοίως ὅπερ κατεπηγγείλατο·καὶ ἐν ταῖς θύραις τοῦ βασιλικοῦ 〈τοῖς〉 ἐξ ἀρχῆςαὐτοῦ κατεμειγνύμην.ἥσθην δὲ ἐπ' ἐμοὶ καὶ εἰσεδέξατό με μετ' αὐτοῦ ἐντοῖς βασιλείοις·πάντες δὲ οἱ ὑπήκοοι αὐτοῦ εὐφήμοις φωναῖς ὑμνοῦσιν·ὑπέσχετο δέ μοι καὶ εἰς τὰς τοῦ βασιλέως θύρας σὺναὐτῷ ἀποσταλεῖσθαιἵνα μετὰ τῶν ἐμῶν δώρων καὶ τοῦ μαργαρίτου ἄμα αὐτῷφαινώμεθα τῷ βασιλεῖ.{E codice parisino graeco 1516, collatis codicibusCollegii novi oxoniensis C. 149, Bibliothecae publicaeleningradensis 95 et athonense Pantocratoris 21.} Οἵ τε ἐν τῇ φρουρᾷ * ἅπαντες προσπεσόντεςἐδέοντο εὔξασθαι καὶ ὑπὲρ αὐτῶν· ὁ δὲ καθάπερ ἔνθουςγενόμενος· καὶ οἷα τραγῳδίαν τινὰ ἐξυφαίνων τοιοῖσδελόγοις ἐξέθετο παραβολικῶς καὶ διέγραψε τὴν ἀνθρωπίνηνεὐγένειαν· τὸν πλοῦτον τῶν χαρισμάτων ὃν ἐν θεοῦ εἴληφεν·τὴν ἐκ ῥᾳθυμίας αὐτῶν καὶ παραβάσεως ἔκπτωσιν· τὰς διὰτῶν θείων γραφῶν παραινέσεις· τὴν ἐκ δαιμόνων ἐπίθεσιν·τὴν διὰ μετανοίας ἀνάκλησιν· τὴν τοῦ βαπτίσματος χά*ριν·καὶ αὖθις ἀποκατάστασιν. ἑαυτὸν * ὑποθεὶς * τῆς ἀνθρωπό-τητος πρόσωπον καὶ φησίν· υἱὸς γέγονα βασιλέως· στολῇ κεκόσμημαι χρυσοπάστῳ· θησαυρὸς ἐπεδόθη μοι θαυμαστὸς οἷον προσῆκεν βασιλέας τοῖς τέκνοις χαρίζεσθαι· χρυσὸς ἦν καὶ ἄργυρος οὗτος· καὶ λίθοι τῶν διαφανῶν καὶ τιμίων· ἡ δὲ τούτων ὁλκὴ κούφη καὶ ἀβαρὴς καὶ ῥᾴστη μόνῳ κουφίζεσθαι τῷ λαβόντι· [...] ᾦ πᾶς ἄλλος ὑπείκει καὶ διαπέφευγε σίδηρος· ἐφ' οἷς συνθέσθαι διησφαλίσατό μοι μὴ ἐκλαθέσθαι τῶν δωρεῶν καὶ τοῦ φύσαντος· Αἴγυπτον διϊόντα ποιητικῶς φάναι δολιχὴν ὁδὸν ἀργαλέην τε· ἀφ' ἧς κεκομικέναι ἀπέσταλμαι τὸν πολύτιμον μαργαρίτην δράκοντι κατ' αὐτὴν δεινῷ καλυπτόμενον· ὡς ἂν κἀκεῖνον ἔχων τῆς πρώτης στολῆς ἐπικόσ- μησιν τῆς προτέρας αὖθις ἀξιωθείην υἱότητος· τούτοις συνθέμενος καὶ δυσὶ συντα*χθεὶς ὁδηγοῖς τὴν ἐξ ἀνατολῶν ἡλίου πρὸς δύσιν ἰοῦσαν πορείαν ἐστάλην· ἀφικόμενος δὲ διὰ τῆς Βαβυλωνίων καὶ Λαβυ*ρίνθου εἰς Αἴγυπτον πρὸς τῷ φωλεῷ τοῦ δράκοντος καταλέλυκα ὃς τὸν ἐπιζητούμενον μαργαρίτην περιεκάθητο· τοῦτον παρεφύλασσον ἀφυπνῶσαι ὅπως αὐτὸς ἀκονιτὶ τοῦτον ἀφέλωμαι ὃν αὐτὸς φθόνῳ κατέχωσεν· εἶχον δ' ἐκεῖ καὶ τὸν ἐξ ἀνατολῶν *μοι κατὰ γένος * προσήκοντα τοῦ ἔργου συλλήπτορα ὅς μοι ἀεὶ συμπαρῆν καὶ συνεβούλευεν τοὺς Αἰγυπ- τίους παραφυλάττεσθαι καὶ τῆς αὐτῶν ζύμης καὶ τοῦ φυράματος·ἀλλ' οἱ δεινοὶ τῷ ὄντι Αἰγύπτιοι καὶ πέρα δεινό- τητος δόλῳ συνέμειξαν καὶ τέχνῃ παρέκλιναν καὶ τῆς τροφῆς αὐτῶν ἀπογεύσασθαι ὑπηγάγοντο· καὶ γευσάμενος φεῦ μοι τῆς ἄνωθεν εὐγενείας ἠλόγησα καὶ τὴν βασιλέως ἐπελαθόμην υἱότητα καὶ τῷ αὐτῶν ἐδούλευσα βασιλεῖ μακρὰ χαίρειν εἰπὼν τῇ φροντίδι τοῦ μαργαρίτου *ὃν ἀνελέσθαι ἀπέσταλμαι· τῷ βάρει γὰρ τῆς βρώσεως ἐκείνης κατενεχθεὶς καὶ ὕπνῳ καρωθεὶς θανάτου γείτονι * τὸν τῆς Ἀνατολῆς ἄρχοντα καὶ τοὺς ὑπασπιστὰς αὐτοῦ οἱ τῆς Παρθίας κατάρχουσι παρελύπησα· οἵ γε καὶ δι' ἐπιστολῆς τὰ δόξαντα διεσήμηναν ὧδέ πως ἔχοντα· πατὴρ καὶ βασιλεὺς βασιλέων καὶ μήτηρ ἡ τὴν Ἀνατολὴν κατέχουσα καὶ ἀδελφοὶ οἱ ἐξ αὐτῶν τὴν γένεσιν ἔχοντες τῷ ἐν Αἰγύπτῳ υἱῷ ἡμῶν καὶ ἀδελφῷ εἰρήνη· ἀνάνηψον ἀνάστηθι πόρρω στῆθι τῆς Αἰγυπτίων σκαιότητος καὶ σωτηρίων ῥημάτων ἐπάκουσον· υἱὸς ὢν μνήσθητι βασιλέως καὶ δούλειον ἕλκειν αἰδέσθητι ζυγὸν ἐπαυχένιον· μνήσθητι τοῦ πολυτίμου ὃν ἀπώλεσας μαρ*γαρίτου δι' ὃν παροδεῦσαι τὴν Αἴγυπτον κατελήλυθας· ἀντιποιήθητι τῆς πατρικῆς ἐσθῆτος τῆς χρυσοπάστου· καὶ τὴν εἰδεχθῆ ταύτην καὶ ἄμορφον τῶν Αἰγυπτίων ἀπόρριψον· καὶ τὸν μαργαρίτην ἀναληψάμενος δεῦρ' ἀνάβηθι καὶ τοῖς ἀδελφοῖς τῶν ἄνω βασιλείων συμμέτοχος γένοιο· αὕτη ἡ ἐπιστολὴ φῶς *γέγονεν ἐν ἐμοὶ καὶ πῦρ· καὶ τὸ ἐνόν μοι ζώπυρον ὥσπερ ἀνάψασα εἰς ὕψος ἦρεν καὶ ἀετοῦ δίκην ἀνῇξεν ὥσπερ ὑπόπτερον· *ἐγκολπωσάμενος δὲ ταύτην καὶ ἀσπασάμενος ἐν μνήμη γέγονα τῶν προτέρων ἁπάντων· τοῦ γένους· τῆς υἱότητος· τῶν κόσμων· τῶν θησαυρῶν· τοῦ πολυτίμου καὶ ἀπαραβλήτου ἐκείνου μαργαρίτου δι' ὃν ἡ ἀποδημία· καὶ μνησθεὶς ἐπεστράφην· καὶ ἐπιστραφεὶς ἀντῆρα καὶ ἀντεπῆλθον τῷ πονηρῷ ἐκείνῳ δράκοντι· ἐπῳ-