Carmen animae (De margarita)
- Authority group
- Acta Thomae (catalogue association; authorship remains anonymous)
- Edition reference
- Carmen animae (De margarita) (paraphrasis Nicetae), ed. Poirier, Homo religiosus 8 (1981) 366–369.
- CTS identifier
urn:cts:greekLit:tlg2038.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
δαῖς τε καὶ θείοις κατακηλήσας ἐπᾴσμασι καταδαρ- θεῖν πέπεικα· καὶ οὕτω τὸν μαργαρίτην ὑφήρπασα καὶ πρὸς τὸν πατέρα ὑπέστρεφον· (§112) ὁ δὲ ἡσθεὶς ὡς οὐκ ἄλλοτε οὔτε τὴν βραδυτῆτα προέφερεν καὶ τῇ πρώτῃ στολῇ κατημ- φίασε· καὶ τοῖς βασιλείοις αὐτοῖς ἀποδέδωκεν ταῖς ἐν αὐτοῖς ἀγλαΐαις καὶ ταῖς δωρεαῖς ἀϊδίως εὐφραίνε*σ- θαι.Οὕτως τοῖς παραβολικοῖς τούτοις ῥήμασιν εἴπερ ἔφθην * ὁθεοφόρος ἀπόστολος τὸ εὖ γεγονὸς * τοῦ κατ' εἰκόναγένους διαγραψάμενος· τὸν ἄφθονον πλοῦτον τῶν ὧνπροσείληφε χαρισμάτων· τὰ νοητὰ ὅπλα οἷς πρὸς τοὺςνοητοὺς Αἰγυπτίους παρατετάγμεθα· καὶ πρὸς τὸν ἐκείνωνἀρχηγόν τε καὶ πρόμαχον δράκοντα· τὰς ἐπιθέσεις αὐτῶν·τοὺς δόλους· τὰ φάρμακα· *τὴν ἐκεῖθεν πτῶσιν τῶν αὐτοῖςπειθομένων· τὴν δι' αὐτὴν ἔκπτωσιν τοῦ θείου πλούτου·τὴν χρόνιον ὑπὸ τῶν ἁμαρτιῶν κάκωσιν· ἢν ὁ ὕπνος καὶκάρος αἰνίττεται· τὴν εὐσπλαγχνίαν τὴν ἄνωθεν· τὴν διὰτῶν θείων γραφῶν ὥσπερ ἐξ ἐπιστολῆς χορηγουμένην ἀντί-ληψιν· ἀφ' ἧς ἡ ἐπιστροφή· ἡ ἀνάνηψις· ὁ τοῦ βαπτίσματοςφωτισμός· δι' οὗ καὶ τὸν πολύτιμον μαργαρίτην ἀπολαμ-βάνομεν· πρὸς τούτοις καὶ τὴν εὐφροσύνην τοῦ θεοῦ καὶπατρός· καὶ τῶν περὶ αὐτὸν θείων δυνάμεων· ἣν τῇ ἐπισ-τροφῇ καὶ τῇ ἀνακλήσει τῶν πεπτωκότων πεποίηται δηλαδὴ*καθϋπέδειξε· τέλος τὴν ἐπίτευξιν τῶν αἰωνίων γερῶν ἃἡτοίμα*σεν ὁ θεὸς τοῖς πρὸς αὐτὸν ὁλοσχερῶς ἐπιστρέ-φουσι· τούτοις τὸ περιδεὲς καὶ ἀμφίγνωμον τῶν ἡμετέρωνἀναρρώσας ψυχῶν καὶ διδάξας ὡς οἷόν τε καὶ ἡμᾶς τοῖςτρόποις τούτοις ἀναβιώσκειν τοὺς νεκροὺς ἤδη γε*γενημέ-νους τοῖς ἁμαρτήμασιν αἰωνίαν παράκλησιν οὐ μόνον τοῖςἐν τῇ εἱρκτῇ τότε ἀλλὰ καὶ πᾶσι τοῖς δι' αἰῶνος ὀλιγο-ψύχοις κατέλιπεν. Ἀλλὰ περὶ μὲν οὖν τῆς ἀποστολικῆςθεωρίας ἅλις· ἐπανιτέον δὲ πάλιν ἐπὶ τὴν ἱστορίαν τῶνπράξεων.ἦν δὲ ἐκεῖ ἡ αὐλήτρια περιερχομένη πάντας τοὺς ἑστιάτορας,ἥτις πλησίον τοῦ ἀποστόλου ἐλθοῦσα ἔστη αὐλοῦσα πρὸς τὴντούτου κεφαλήν. Αὐτοῦ δὲ εἰς τὴν γῆν ἀφορῶντος εἷς τῶν οἰνοχόωνἐκτείνας τὴν χεῖρα ἐράπισεν αὐτόν. ἐμβλέψας δὲ εἰς αὐτὸνλέγει· Ὁ κύριός μου ἀφήσει σοι τὴν ἁμαρτίαν εἰς τὸν μέλλοντααἰῶνα, εἰς τὸν νῦν δὲ κόσμον δείξει θαυμάσια εἰς ἐκείνην τὴνχεῖρα τὴν τύψασάν με, καὶ ἴδω αὐτὴν ὑπὸ κυνὸς συρομένην.Καὶ ἤρξατο ψάλλειν ἑβραϊστὶ ἐπὶ ὥραν μίαν. Καὶ ὅτε ἐπαύσατο πάντες οἱ ἐκεῖ παρόντες ἠτένιζον εἰςαὐτόν, μὴ εἰδόντες ἅπερ ἐλάλει· καὶ ἔβλεπον τὸ εἶδος αὐτοῦἐνηλλαγμένον ἐν ἑτέρᾳ μορφῇ. ἡ δὲ αὐλήτρια Ἑβραία οὖσα τῷγένει πάντα ἤκουεν· καὶ ἀποστᾶσα ἀπ' αὐτοῦ ἄλλοις ηὔλει. ὁδὲ οἰνοχόος ἐκεῖνος ὁ ῥαπίσας αὐτὸν ἐξῆλθεν εἰς τὴν πηγὴνἀντλῆσαι ὕδωρ· καὶ συνέβη ἐκεῖ λέοντα εἶναι, ὅστις ἐκπηδήσαςκαὶ πατάξας αὐτὸν μέλη μέλη κατέκοψεν αὐτὸν καὶ ἀνεχώρησεν.τότε ἦλθεν κύων μέλας καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα λαβὼν μέσοντοῦ συμποσίου εἰσήνεγκεν. Οἳ δὲ ἰδόντες ἐφοβήθησαν λέγοντες τίς ἄρα ἐστὶν ὁἀπολειφθεὶς ἐξ αὐτῶν· καὶ φανερὸν πᾶσιν τοῦτο ἐγένετο ὅτι τοῦοἰνοχόου ἐστὶν τοῦ τύψαντος τὸν ἀπόστολον. ἡ δὲ αὐλήτρια τοὺςαὐλοὺς αὐτῆς κατεάξασα ἔρριψεν ἑαυτὴν πρὸς τοὺς πόδας τοῦἀποστόλου λέγουσα πᾶσιν· Οὗτος ὁ ἄνθρωπος ἀδελφοὶ ἢ προφήτηςἐστὶν ἢ ἀπόστολος θεοῦ. ἐγὼ γὰρ αὐτοῦ ἤκουσα εἰπόντος τῷοἰνοχόῳ ὅτι Ἴδω τὴν χεῖρά σου ὑπὸ κυνὸς συρομένην. Καὶ ὅπερεἶπεν εὐθέως ἐγένετο· καθ' ὅ τι καὶ ὑμεῖς ἐθεάσασθε ὑπὸ κυνὸςσυρομένην. Καὶ οἳ μὲν ἐπίστευσαν τῇ αὐληστρίᾳ, τινὲς δὲ οὐκἐπίστευσαν. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας παραγενάμενος λέγειτῷ Θωμᾷ· Ἐλθὲ μετ' ἐμοῦ ἵνα εὔξῃ ὑπὲρ τῆς θυγατρός μου,ὅτι μονογενής μοί ἐστιν καὶ σήμερον αὐτὴν δίδωμι ἀνδρί. Καὶλαβὼν αὐτὸν εἰσήγαγεν εἰς τὸν νυμφῶνα. Ὁ δὲ ἀπόστολος ἐπευξάμενος αὐτοῖς καὶ στηρίξαςπαρέθετο αὐτοὺς τῷ κυρίῳ· καὶ ἐξῆλθεν πορευθεὶς τὴν ὁδὸναὐτοῦ σὺν τῷ ἐμπόρῳ. Νυκτὸς δὲ καταλαβούσης καὶ τῶν θυρῶν κλεισθεισῶνὁ νυμφίος τὸ καταπέτασμα ἐπῆρεν, ἵνα τὴν νύμφην πρὸς ἑαυτὸνἀγάγῃ· καὶ εἶδεν καὶ ἰδοὺ ὅμοιον τοῦ Θωμᾶ ἑστῶτα ἐν τῷκοιτῶνι καὶ ὁμιλοῦντα τῇ νύμφῃ. καὶ λέγει πρὸς αὐτόν· Οὐχὶπρῶτος πάντων ἐξῆλθες; πῶς οὖν εὑρέθης ὧδε; Καὶ ὁ κύριοςἀπεκρίνατο λέγων· Οὐκ εἰμὶ ἐγὼ Θωμᾶς, ἀδελφὸς δὲ αὐτοῦεἰμι. Καὶ καθίσας ἐπὶ τῆς κλίνης ἤρξατο διδάσκειν αὐτοὺςλέγων· Μνημονεύετε τέκνα ἅπερ ὁ ἀδελφός μου ἐλάλησενμεθ' ὑμῶν καὶ τίνι ὑμᾶς παρέθετο. καὶ γνῶτε ὅτιπερ εἰ τη-ρήσητε ἑαυτοὺς ἀμέμπτους, καὶ τὸ λοιπὸν ἐν ἁγνείᾳ βιώσητε,ἔσεσθε ἅγιοι καὶ ἀκέραιοι, ῥυσθέντες ἀπὸ τῆς προσκαίρουφθορᾶς καὶ φροντίδων τοῦ βίου τῶν ἀνωφελῶν. ἐὰν γὰρ γέ-νωνται ὑμῖν παῖδες, ἕνεκεν αὐτῶν μέλλετε τύπτειν καὶ ἁρπάζεινὀρφανοὺς καὶ καταπονεῖν χήρας, καὶ ταῦτα ποιοῦντες ὑποβάλ-λετε ἑαυτοὺς εἰς δεινὰς τιμωρίας καὶ κριτήρια πυρός, διότιμετὰ τὴν ἐνταῦθα ἀποβίωσιν καταλιμπάνονται τὰ πλεονεκτη-θέντα πρὸς αἰωνίαν ποινὴν τοῦ πλεονεκτήσαντος. ἐὰν δὲ οἱβιοῦντες ἁγνῶς καὶ σωφρόνως βιοτεύσωσι, μετὰ τὴν ἐνταῦθαἀπαλλαγὴν δέχονται αὐτοὺς τόποι φωτὸς καὶ ἀνέσεως καὶ αἰω-νίας ἀπολαύσεως. ἀλλὰ μείνατε τὸ λοιπὸν τοῦ βίου ἐν παρθενίᾳκαὶ σωφροσύνῃ καὶ ταπεινοφροσύνῃ διάγοντες. ταῦτα δὲ τὰπρόσκαιρα ἀγαθά, εἰ βούλεσθε, αἰώνια καὶ ἀτελεύτητα ἔσονταιὑμῖν· καὶ λήψεσθε ἐκεῖ τὸν ἀληθινὸν γάμον καὶ ἄφθαρτονστέφανον καὶ νυμφῶνα ἀτελεύτητον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐκείνῃτῇ μεγάλη. Οἱ δὲ νέοι ἀκούσαντες ἐπείσθησαν τῇ διδαχῇ τοῦ κυρίουκαὶ ἔμειναν ἅπασαν τὴν νύκτα ἐν ἀγρυπνίᾳ διάγοντες καὶ σω-φροσύνῃ. ὄρθρου δὲ γενομένου ὁ βασιλεὺς πληρώσας τράπεζανεἰσήγαγεν ἔμπροσθεν αὐτῶν εἰς χαρμονήν· καὶ εὗρεν αὐτοὺςἄντικρυς ἀλλήλων καθημένους καὶ ὁμιλοῦντας ἐν πολλῇ παρ-ρησίᾳ ὡς ἤδη προβεβηκότας ἐν πολλῇ ἐπιστήμῃ· καὶ ἐκπλα-γεὶς ἐπὶ τῇ αὐστηρίᾳ αὐτῶν καὶ ἡσυχίᾳ λέγει αὐτοῖς· Τέκνατί οὕτως ἐστὲ ἀπ' ἀλλήλων διεζευγμένοι, μὴ ἀγαπῶντες ἑαυτοὺςἐν φιλίᾳ, ἀλλ' ὡς ἤδη χρόνον πολὺν βιώσαντες σωφρονεῖτε; Οἳ δὲ ἀποκριθέντες ὁμοθυμαδὸν λέγουσιν αὐτῷ·Ἀληθῶς πάτερ ἐν πολλῇ ἀγάπῃ ἐσμέν, καὶ τῷ κυρίῳ πεισθέν-τες τῷ ὁδηγῷ τῆς ζωῆς ἐρρύσθημεν τῆς προσκαίρου μείξεωςκαὶ φθορᾶς· διὸ στερρῷ καὶ ἀληθινῷ γάμῳ συνεζεύχθημεν καὶτὸ ἔνδυμα τῆς αἰσχύνης ἀφ' ἡμῶν ἀφῄρηται. μὴ οὖν τοῦ λοι-ποῦ ἐλπίσῃς ὅτι βιώσομεν ἐν μείξει αἰσχρᾷ· ἐπείσθημεν γὰρτῷ ἀθανάτῳ βασιλεῖ· ἔγνωμεν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴνἀπώλειαν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς διέρρηξεν τὴν ἐσθῆτα αὐτοῦκράζων καὶ λέγων τοῖς περὶ αὐτοῦ στρατιώταις· Ἐξελθόντεςταχέως καὶ ζητήσαντες φέρετέ μοι τὸν πλάνον ἐκεῖνον, διότιἐγὼ ἰδίαις μου χερσὶν εἰσήγαγον αὐτὸν ἐνταῦθα. ὅστις δὲαὐτὸν εὑρὼν ἀγάγῃ μοι, οὗτος καὶ τὴν θυγατέρα μου σῴσει καὶεἴ τι ἄν με αἰτήσῃ δώσω αὐτῷ. Ἐξελθόντες οὖν ἐν σπουδῇπεριῆλθον πᾶσαν τὴν περίχωρον ζητοῦντες· καὶ μὴ εὑρόντεςαὐτὸν ἐκεῖ τὴν αὐλήστριαν μόνην εὗρον κλαίουσαν περὶ αὐτοῦ.καὶ ἀναστᾶσα ἠκολούθησεν πάλιν ἐλθοῦσα πρὸς τοὺς νέους·καὶ οἴκει σὺν αὐτοῖς καὶ ἐξυπηρετοῦσα διηγεῖτο περὶ τοῦ ἀπο-στόλου καὶ τῶν θαυμάτων αὐτοῦ ὧν ἐποίησεν ἐν τῇ πόλει.