The Greek Library Author

Anonymous

De spiritu sancto

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
De spiritu sancto, ed. B. Pruche, Basile de Césarée. Sur le Saint-Esprit, 2nd edn. [Sources chrétiennes 17 bis. Paris: Éditions du Cerf, 1968]: 250–530.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

1

εὕρωσι, ταύτην ἀφορμὴν δικαίαν ἔχειν δόξωσι τοῦ πολέμου.

2

Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθή-

σεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου

«τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον

λογισόμεθα; Ἦ που δίκαιον, πάσης μὲν ἀποδοχῆς ἀξιοῦν,

προάγειν δὲ εἰς τὸ πρόσω, συνεφαπτομένους αὐτῷ τῆς

σπουδῆς, καὶ πάντα συνεκπονοῦντας, ἐπειγομένῳ πρὸς τὴν

τελείωσιν. Τὸ γὰρ μὴ παρέργως ἀκούειν τῶν θεολογικῶν

φωνῶν, ἀλλὰ πειρᾶσθαι τὸν ἐν ἑκάστῃ λέξει καὶ ἐν ἑκάστῃ

συλλαβῇ κεκρυμμένον νοῦν ἐξιχνεύειν, οὐκ ἀργῶν εἰς εὐσέ-

βειαν, ἀλλὰ γνωριζόντων τὸν σκοπὸν τῆς κλήσεως ἡμῶν·

ὅτι πρόκειται ἡμῖν ὁμοιωθῆναι Θεῷ, κατὰ τὸ δυνατὸν

ἀνθρώπου φύσει. Ὁμοίωσις δέ, οὐκ ἄνευ γνώσεως· ἡ δὲ

γνῶσις, ἐκ διδαγμάτων. Λόγος δέ, διδασκαλίας ἀρχή· λόγου

δὲ μέρη, συλλαβαὶ καὶ λέξεις. Ὥστε οὐκ ἔξω σκοποῦ γέγονε

τῶν συλλαβῶν ἡ ἐξέτασις.

Οὐ μὴν ὅτι μικρά, ὡς ἄν τῳ δόξαι, τὰ ἐρωτήματα, διὰ

τοῦτο καὶ παροφθῆναι ἄξια· ἀλλ' ἐπειδὴ δυσθήρατος ἡ

ἀλήθεια, πανταχόθεν ἡμῖν ἐξιχνευτέα. Εἰ γὰρ ὥσπερ αἱ

τέχναι, οὕτω καὶ ἡ τῆς εὐσεβείας ἀνάληψις ταῖς κατὰ μικρὸν

προσθήκαις αὔξεται, οὐδενὸς ὑπεροπτέον τοῖς εἰς τὴν

γνῶσιν εἰσαγομένοις· ὡς εἴ τις τῶν πρώτων στοιχείων ὡς

σμικρῶν ὑπερίδοι, οὐδέποτε τῶν τελείων τῆς σοφίας

ἐφάψεται.

Τὸ ναὶ καὶ τὸ οὔ, συλλαβαὶ δύο· ἀλλ' ὅμως τὸ κράτιστον

τῶν ἀγαθῶν, ἡ ἀλήθεια, καὶ ὁ ἔσχατος ὅρος τῆς πονηρίας,

τὸ ψεῦδος, τοῖς μικροῖς τούτοις ῥήμασι πολλάκις ἐμπεριέ-

χεται. Καὶ τί ταῦτα λέγω; Ἤδη τις καὶ μόνον κατανεύσας

τῇ κεφαλῇ ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, πάσης πληρωτὴς

εὐσεβείας ἐκρίθη. Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί τῶν θεολογικῶν

ῥημάτων οὕτω μικρόν, ὡς ἢ καλῶς ἢ ἐναντίως ἔχον, μὴ

μεγάλην παρέχειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα; Εἰ γὰρ ἐκ τοῦ

νόμου ἰῶτα ἓν ἢ μία κεραία οὐ παρελεύσεται, πῶς ἂν ἡμῖν

ἀσφαλὲς ὑπερβαίνειν καὶ τὰ σμικρότατα;

Ἅ γε μὴν αὐτὸς διευκρινηθῆναι παρ' ἡμῶν ἐπεζήτησας,

καὶ βραχέα ἐστὶ ταῦτα καὶ μεγάλα· τῷ μὲν συντόμῳ τῆς

προφορᾶς βραχέα, καὶ διὰ τοῦτο ἴσως εὐκαταφρόνητα· τῇ

δὲ δυνάμει τῶν σημαινομένων μεγάλα, κατὰ τὴν εἰκόνα τοῦ

σινάπεως, ὃ μικρότατον ὂν τῶν φρυγανικῶν σπερμάτων,

τῆς προσηκούσης ἐπιμελείας ἀξιωθέν, εἰς ὕψος αὔταρκες

διανίσταται, τῆς συνεσπαρμένης ἐν αὐτῷ δυνάμεως ἁπλω-

θείσης.

Εἰ δέ τις γελᾷ, βλέπων τὴν περὶ τὰς συλλαβὰς ἡμῶν,

ψαλμικῶς εἰπεῖν, ἀδολεσχίαν, αὐτὸς μὲν ἴστω ἀνωφελῆ

καρπὸν τοῦ γελοίου δρεπόμενος· ἡμεῖς δὲ μὴ τοῖς ὀνείδεσι

τῶν ἀνθρώπων ἐνδόντες, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττη-

θέντες, τὴν ἔρευναν καταλίπωμεν. Τοσοῦτον γὰρ ἀπέχω

τούτοις ὡς μικροῖς ἐπαισχύνεσθαι, ὥστε εἰ καὶ πολλοστοῦ

μέρους τῆς ἀξίας αὐτῶν ἐφικοίμην, ἐμαυτῷ τε ἂν συνησθείην

ὡς μεγάλων ἀξιωθέντι, τῷ τε συνδιερευνῶντι ἡμῖν ἀδελφῷ

οὐ μικρὸν ἂν φαίην ἐντεῦθεν ἀπηντηκέναι τὸ κέρδος. Μέγιστον

οὖν ὁρῶν ἐν μικροῖς ῥήμασι τὸ ἀγώνισμα, ἐλπίδι τῶν

μισθῶν, τὸν πόνον οὐκ ἀναδύομαι, ἐμαυτῷ τε ἡγούμενος

ἔγκαρπον τὸν λόγον ἔσεσθαι, τοῖς τε ἀκούουσι διαρκῆ τὴν

ὠφέλειαν ὑπάρξειν.

Διόπερ ἤδη σὺν αὐτῷ γε φάναι τῷ ἁγίῳ Πνεύματι

βαδιοῦμαι πρὸς τὴν ἐξήγησιν. Καὶ εἰ βούλει ὥστε με εἰς

ὁδὸν καταστῆναι τοῦ λόγου, μικρὸν ἐπὶ τὴν ἀρχὴν τοῦ

προβλήματος ὑποστρέψω.

3

Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφο-

τέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν

μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, νῦν δὲ διὰ

τοῦ Υἱοῦ ἐν τῷ ἁγίῳ Πνεύματι, ἐπέσκηψάν τινες τῶν

παρόντων, ξενιζούσαις ἡμᾶς φωναῖς κεχρῆσθαι λέγοντες,

καὶ ἅμα πρὸς ἀλλήλας ὑπεναντίως ἐχούσαις. Σὺ δὲ μάλιστα

μὲν τῆς αὐτῶν ἐκείνων ἕνεκεν ὠφελείας, εἰ δὲ ἀνιάτως

ἔχουσι παντελῶς, διὰ τὸ τῶν ἐντυγχανόντων αὐτοῖς ἀσφαλές,

ἠξίωσάς τινα εὐκρινῆ περὶ τῆς ἐν ταῖς συλλαβαῖς ταύταις

δυνάμεως διδασκαλίαν ἐκφωνηθῆναι. Λεκτέον δὴ οὖν ἡμῖν

διὰ βραχέων, ὡς οἷόν τε ἀρχήν τινα ὁμολογουμένην τῷ

λόγῳ δόντας.

2

t

{ΚΕΦΑΛΑΙΟΝ Βʹ}

n

{Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν

παρατήρησις.}

4

Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν

τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι,

οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖαν ἔχει καὶ

συνεσκιασμένην βουλὴν κατὰ τῆς εὐσεβείας. Φιλονεικοῦσι

γὰρ ἀνομοίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐπιδεικ-

νύναι τὴν προφοράν, ὡς ἐκ τούτου ῥᾳδίαν ἕξοντες καὶ τῆς

κατὰ τὴν φύσιν παραλλαγῆς τὴν ἀπόδειξιν.

Ἔστι γάρ τι αὐτοῖς παλαιὸν σόφισμα, ὑπὸ Ἀετίου τοῦ

προστάτου τῆς αἱρέσεως ταύτης ἐξευρεθέν, ὃς ἔγραψέ που

τῶν ἑαυτοῦ ἐπιστολῶν, λέγων· τὰ ἀνόμοια κατὰ τὴν φύσιν,

ἀνομοίως προφέρεσθαι· καὶ ἀνάπαλιν· τὰ ἀνομοίως

προφερόμενα, ἀνόμοια εἶναι κατὰ τὴν φύσιν. Καὶ εἰς μαρτυ-

ρίαν τοῦ λόγου τὸν ἀπόστολον ἐπεσπάσατο λέγοντα· «Εἷς

Θεὸς καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς

Χριστός, δι' οὗ τὰ πάντα.» Ὡς οὖν ἔχουσιν αἱ φωναὶ πρὸς

ἀλλήλας, οὕτως ἕξουσι, φησί, καὶ αἱ δι' αὐτῶν σημαινόμεναι

φύσεις· ἀνόμοιον δὲ τῷ ἐξ οὗ τὸ δι' οὗ· ἀνόμοιος ἄρα καὶ

τῷ Πατρὶ ὁ Υἱός.

Ταύτης τοίνυν τῆς νόσου καὶ ἡ περὶ τὰς προκειμένας

λέξεις ἀδολεσχία τῶν ἀνδρῶν τούτων ἤρτηται. Ὅθεν τῷ μὲν

Θεῷ καὶ Πατρί, ὥσπερ τινὰ κλῆρον ἐξαίρετον, προσνέμουσι

τὸ ἐξ οὗ· τῷ δὲ Υἱῷ καὶ Θεῷ ἀφώρισαν τὸ δι' οὗ· τῷ δὲ

ἁγίῳ Πνεύματι, τὸ ἐν ᾧ· καὶ φασὶ μηδέποτε τὴν χρῆσιν

ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι· ἵνα, ὅπερ ἔφην, τῷ

παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ

συνεκφαίνηται. Ἀλλὰ γὰρ οὐ λελήθασιν, ἐν τῇ περὶ τὰς

λέξεις λεπτολογίᾳ, τῷ ἀσεβεῖ λόγῳ τὴν ἰσχὺν διασῴζοντες.

Τὸ μὲν γὰρ ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν βούλονται·

τὸ δὲ δι' οὗ, τὸν ὑπουργὸν ἢ τὸ ὄργανον· τὸ δὲ ἐν ᾧ, τὸν

χρόνον δηλοῦν ἢ τὸν τόπον· ἵνα μηδὲν μὲν ὀργάνου σεμνό-

τερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται, μηδὲν δὲ τῆς ἀπὸ

τόπου ἢ χρόνου συνεισφορᾶς εἰς τὰ ὄντα, πλεῖον φαίνηται

τὸ Πνεῦμα τὸ ἅγιον παρεχόμενον.

3

t

{ΚΕΦΑΛΑΙΟΝ Γʹ}

n

{Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία.}

5

Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην

καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι' οὗ

κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδιένειμαν.

Ἐκεῖνοι γὰρ οἴονται, τὸ μὲν ἐξ οὗ τὴν ὕλην δηλοῦν· τὸ δὲ

δι' οὗ τὸ ὄργανον παριστᾶν ἢ ὅλως τὴν ὑπουργίαν. Μᾶλλον

δὲ—τί γὰρ κωλύει πάντα τὸν ἐκείνων λόγον ἀναλαβόντας,

τό τε πρὸς τὴν ἀλήθειαν ἀσυνάρτητον καὶ τὸ πρὸς ἐκείνους

αὐτοὺς ἀσύμφωνον τῶν ἀνδρῶν τούτων ἐν βραχεῖ διελέγξαι;

—οἱ περὶ τὴν ματαίαν φιλοσοφίαν ἐσχολακότες, τοῦ αἰτίου

τὴν φύσιν πολλαχῶς ἐξηγούμενοι, καὶ τοῦτο εἰς τὰ οἰκεῖα

σημαινόμενα διαιροῦντες, τὰ μὲν προκαταρκτικὰ λέγουσι

τῶν αἰτίων, τὰ δὲ συνεργὰ ἢ συναίτια, τὰ δὲ τῶν ὧν οὐκ

ἄνευ λόγον ἐπέχειν.

Ἑκάστῳ μέντοι τούτων ἰδιάζουσαν καὶ τὴν ἐκφώνησιν

ἀφορίζουσιν· ὥστε ἄλλως τὸν δημιουργὸν σημαίνεσθαι καὶ τὸ

ὄργανον ἄλλως. Τῷ μὲν γὰρ δημιουργῷ πρέπειν οἴονται τὸ ὑφ'

οὗ· κυρίως γάρ φασι λέγεσθαι ὑπὸ τοῦ τέκτονος γεγενῆσθαι τὸ

βάθρον· τῷ δὲ ὀργάνῳ, τὸ δι' οὗ· διὰ γὰρ σκεπάρνου φασὶ

καὶ τερέτρου καὶ τῶν λοιπῶν. Ὁμοίως δὲ καὶ τὸ ἐξ οὗ, τῆς

ὕλης ἴδιον τίθενται ἐκεῖνοι· ἐκ ξύλου γὰρ εἶναι τὸ δημιούρ-

γημα· τὸ δὲ καθ' ὃ τὸ ἐνθύμιον δηλοῦν ἢ τὸ ἐκκείμενον

ὑπόδειγμα τῷ τεχνίτῃ. Ἢ γὰρ προαναζωγραφήσας τῇ

διανοίᾳ τὸ κατασκεύασμα, οὕτως εἰς ἔργον τὴν φαντασίαν

ἤγαγεν· ἢ πρὸς ἤδη ἐκκείμενον παράδειγμα ἀποβλέπων,

καθ' ὁμοίωσιν ἐκείνου τὴν ἐνέργειαν κατευθύνει. Τὸ δὲ

δι' ὃ τῷ τέλει προσήκειν βούλονται· διὰ γὰρ τὴν χρῆσιν

τὴν τῶν ἀνθρώπων γεγονέναι τὸ βάθρον. Τὸ δὲ ἐν ᾧ τὸν

χρόνον παριστᾶν ἢ τὸν τόπον. Πότε γὰρ γέγονεν; Ἐν τῷδε

τῷ χρόνῳ. Καὶ ποῦ; Ἐν τῷδε τῷ τόπῳ. Ταῦτα δὲ εἰ καὶ

μηδὲν τῷ γινομένῳ συμβάλλεται, ἀλλ' οὖν οὐκ ἄνευ τούτων

δυνατόν τι γενέσθαι. Χρεία γὰρ καὶ τόπου καὶ χρόνου τοῖς

ἐνεργοῦσι.

Ταῦτα μαθόντες καὶ θαυμάσαντες οὗτοι τὰ ἐκ τῆς ματαιό-

τητος καὶ κενῆς ἀπάτης παρατηρήματα, καὶ ἐπὶ τὴν ἁπλῆν

καὶ ἀτεχνολόγητον τοῦ Πνεύματος διδασκαλίαν μετακομί-

ζουσιν, εἰς ἐλάττωσιν μὲν τοῦ Θεοῦ Λόγου, ἀθέτησιν δὲ τοῦ

ἁγίου Πνεύματος· οἵ γε τὴν ἐπὶ ἀψύχων ὀργάνων, ἢ τῆς

ὑποχειρίου καὶ ταπεινῆς παντελῶς ὑπηρεσίας φωνὴν ἀφωρισ-

μένην παρὰ τῶν ἔξωθεν, τὴν δι' οὗ λέγω, ταύτην ἐπὶ τὸν

Δεσπότην τῶν ὅλων οὐκ ὤκνησαν μεταθεῖναι, καὶ οὐκ

αἰσχύνονται οἱ Χριστιανοὶ πρίονος ἢ σφύρας τῷ δημιουργῷ

τῆς κτίσεως φωνὴν ἀφορίζοντες.

4

t

{ΚΕΦΑΛΑΙΟΝ Δʹ}

n

{Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ

χρῆσις.}

6

Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς

ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν· οὐ μὴν

τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντως φαμὲν

τῇ σμικροπρεπείᾳ τῶν ἔξωθεν, ἀλλὰ κατὰ τὸ ἀεὶ προστυγχά-

νον, οἰκείως ταῖς χρείαις ὑπαλλάττειν τὰς ἐκφωνήσεις. Οὐ

γὰρ πάντως τὸ ἐξ οὗ τὴν ὕλην σημαίνει, καθὼς ἐκείνοις

δοκεῖ· ἀλλὰ συνηθέστερον τῇ Γραφῇ ἐπὶ τῆς ἀνωτάτω

αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν. Ὡς ἐπὶ τοῦ·

«Εἷς Θεός, ἐξ οὗ τὰ πάντα.» Καὶ πάλιν· «Τὰ δὲ πάντα

ἐκ τοῦ Θεοῦ.» Κέχρηται μέντοι καὶ ὁ τῆς ἀληθείας λόγος

τῇ λέξει ταύτῃ καὶ ἐπὶ τῆς ὕλης πολλάκις, ὡς ὅταν λέγῃ·

«Ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων.» Καί· «Ποιή-

σεις τὴν λυχνίαν ἐκ χρυσίου καθαροῦ.» Καί· «Ὁ πρῶτος

ἄνθρωπος ἐκ γῆς χοϊκός.» Καί· «Ἐκ πηλοῦ διήρτισαι σὺ

ὡς καὶ ἐγώ.»

Ἀλλ' οὗτοι ἵνα, ὡς ἔφαμεν, τῆς φύσεως τὸ διάφορον

παραστήσωσι, τῷ Πατρὶ μόνῳ προσήκειν τὴν λέξιν ταύτην

ἐνομοθέτησαν. Τὰς μὲν ἀρχὰς τῆς παρατηρήσεως λαβόντες

παρὰ τῶν ἔξωθεν, οὐ πάντα δὲ ἐκείνοις δι' ἀκριβείας δουλεύ-

σαντες· ἀλλὰ τῷ μὲν Υἱῷ, κατὰ τὴν ἐκείνων νομοθεσίαν,

τὴν τοῦ ὀργάνου προσηγορίαν ἐπέθηκαν, τῷ δὲ Πνεύματι

τὴν τοῦ τόπου. Ἐν Πνεύματι γὰρ λέγουσι· καὶ διὰ Υἱοῦ

λέγουσι. Τῷ δὲ Θεῷ τὴν ἐξ οὗ, οὐκέτι ἐνταῦθα κατακολου-

θοῦντες τοῖς ἀλλοτρίοις, ἀλλ' ἐπὶ τὰς ἀποστολικάς, ὥς φασι,

μεταβαίνοντες χρήσεις, καθὰ εἴρηται· «Ἐξ αὐτοῦ δὲ ὑμεῖς

ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Καί· «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.»

Τί οὖν ἐκ τῆς τεχνολογίας ταύτης τὸ συναγόμενον; Ἄλλη

φύσις αἰτίου, καὶ ἄλλη ὀργάνου, καὶ ἄλλη τόπου· ἀλλότριος

ἄρα κατὰ τὴν φύσιν ὁ Υἱὸς τῷ Πατρί, ἐπειδὴ καὶ τὸ ὄργανον

τῷ τεχνίτῃ· ἀλλότριον δὲ καὶ τὸ Πνεῦμα, καθόσον κεχώ-

ρισται τόπος ἢ χρόνος τῆς τῶν ὀργάνων φύσεως ἢ τῆς τῶν

μεταχειριζομένων αὐτά.

5

t

{ΚΕΦΑΛΑΙΟΝ Εʹ}

n

{Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ

τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος.}

7

Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα· ἡμεῖς δὲ δείξομεν ὃ

προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ

προσέρριψε τὸ δι' οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦμα τὸ

ἅγιον, κατὰ τὴν τούτων νομοθεσίαν, εἰς τὴν τοῦ ἐξ οὗ, ἢ τὴν

δι' οὗ κοινωνίαν οὐ παραδέχεται· ὅπερ ἡ καινὴ τούτων

κληροδοσία διώρισεν.

«Εἷς Θεὸς καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος

Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα.» Αὗται οὐκ εἰσὶ νομο-

θετοῦντος φωναί, ἀλλὰ διευκρινουμένου τὰς ὑποστάσεις.

Οὐ γὰρ ἵνα τὸ ἀλλότριον τῆς φύσεως εἰσαγάγῃ, ἀλλ' ἵνα

ἀσύγχυτον Πατρὸς καὶ Υἱοῦ τὴν ἔννοιαν παραστήσῃ, οὕτω

προήνεγκεν ὁ ἀπόστολος. Ἐπεὶ ὅτι γε αἱ φωναὶ ἀλλήλαις

οὐκ ἀντιτάσσονται, οὐδ' ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον

τάξιν ἀποκριθεῖσαι συνεκπολεμοῦσι τὰς φύσεις αἷς προσεχώ-

ρησαν, ἐκεῖθεν δῆλον. Συνήγαγεν ἀμφοτέρας ἐπὶ ἑνὸς καὶ

τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος εἰπών· «Ὅτι

ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Τοῦτο δὲ

προδήλως εἰς τὸν Κύριον φέρειν πᾶς τις ἂν εἴποι ὁ καὶ

μικρὸν τῷ βουλήματι τῆς λέξεως ἐπιστήσας. Προτάξας

γὰρ ὁ ἀπόστολος ἐκ τῆς προφητείας τοῦ Ἠσαΐου τό· «Τίς

ἔγνω νοῦν Κυρίου; καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;»

ἐπήγαγεν· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ

πάντα». Ἅπερ ὅτι περὶ τοῦ Θεοῦ Λόγου τοῦ δημιουργοῦ

πάσης κτίσεως εἴρηται τῷ προφήτῃ, ἐκ τῶν κατόπιν ἂν

μάθοις. «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν

σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη ἐν

σταθμῷ καὶ τὰς νάπας ἐν ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ

τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Τὸ γὰρ τίς ἐνταῦθα οὐχὶ

τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ, ὡς ἐπὶ τοῦ·

«Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους;» Καί· «Τίς

ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν;» Καί· «Τίς ἀναβήσεται

εἰς τὸ ὄρος τοῦ Κυρίου;» Οὕτω δὴ οὖν καὶ ἐνταῦθά ἐστι·

«Τίς ὁ εἰδὼς τὸν νοῦν τοῦ Κυρίου, καὶ τῆς βουλῆς αὐτοῦ

κοινωνός;» «Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα

δείκνυσιν αὐτῷ.» Οὗτός ἐστιν ὁ συνέχων τὴν γῆν καὶ

περιδεδραγμένος αὐτῆς· ὁ εἰς τάξιν πάντα καὶ διακόσμησιν

ἀγαγών· ὁ καὶ ὄρεσιν ἰσορροπίαν, καὶ ὕδασι μέτρα, καὶ

πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποπληρώσας·

ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης ἑαυτοῦ δυνάμεως

περιέχων, ἣν σπιθαμὴν τροπικῶς ὁ προφητικὸς ὠνόμασε

λόγος. Ὅθεν οἰκείως ἐπήγαγεν ὁ ἀπόστολος τό· «Ἐξ αὐτοῦ

καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.» Ἐξ αὐτοῦ γὰρ τοῖς

οὖσιν ἡ αἰτία τοῦ εἶναι κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς

γίνεται. Δι' αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις·

τοῦ κτίσαντος τὰ πάντα καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν

γενομένων ἐπιμετροῦντος. Διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται

τὰ σύμπαντα, ἀσχέτῳ τινὶ πόθῳ καὶ ἀρρήτῳ στοργῇ πρὸς

τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα, κατὰ τὸ

γεγραμμένον· «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι.»

Καὶ πάλιν· «Πάντα πρὸς σὲ προσδοκῶσι.» Καί· «Ἀνοίγεις

σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.»

8

Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς

αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς

περιπίπτειν; Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς

εἰρῆσθαι φωνάς, τήν τε ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς

αὐτόν, ἀνάγκη πᾶσα προσοικειοῦν τῷ Θεῷ καὶ Πατρί.

Ἐκ δὲ τούτου προδήλως αὐτοῖς διαπεσεῖται τὸ παρατήρημα.

Εὑρίσκεται γὰρ οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι' οὗ τῷ

Πατρὶ προσαγόμενον. Ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει,

τί δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσι τῷ Υἱῷ; Εἰ δὲ

πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινάσθωσαν ἡμῖν·

ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Χριστοῦ, τίνος ἐστὶν

ἄρχοντος ὑπηρέτης; Ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ' ἑαυτῶν

περιτρέπονται, ἡμῖν δὲ ἑκατέρωθεν τὸ ἰσχυρὸν φυλαχθήσεται.

Ἐάν τε γὰρ νικήσῃ περὶ τοῦ Υἱοῦ εἶναι τὸν λόγον, εὑρεθή-

σεται τὸ ἐξ οὗ τῷ Υἱῷ προσαρμόζον· ἐάν τέ τις φιλονεικῇ

ἐπὶ τὸν Θεὸν ἀναφέρειν τοῦ προφήτου τὴν λέξιν, πάλιν τὴν

δι' οὗ φωνὴν τῷ Θεῷ πρέπειν δώσει, καὶ τὴν ἴσην ἕξει ἀξίαν

ἑκατέρα, τῷ κατὰ τὸν ἴσον λόγον ἐπὶ Θεοῦ παρειλῆφθαι.

Καὶ οὕτω γε κἀκείνως ὁμότιμοι ἀλλήλαις ἀναφανήσονται,

ἐφ' ἑνὸς προσώπου καὶ τοῦ αὐτοῦ τεταγμέναι. Ἀλλ' ἐπὶ τὸ

προκείμενον ἐπανέλθωμεν.

9

Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν· «Ἀλη-

θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς

ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολο-

γούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορη-

γίας, κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν

αὔξησιν τοῦ σώματος ποιεῖται.» Καὶ πάλιν ἐν τῇ πρὸς

Κολασσαεῖς πρὸς τοὺς οὐκ ἔχοντας τοῦ Μονογενοῦς τὴν

γνῶσιν εἴρηται ὅτι· «Ὁ κρατῶν τὴν κεφαλήν, τουτέστι

τὸν Χριστόν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέ-

σμων ἐπιχορηγούμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Ὅτι

γὰρ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, ἑτέρωθι μεμαθήκαμεν,

τοῦ ἀποστόλου λέγοντος· «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ

πάντα τῇ Ἐκκλησίᾳ.» Καί· «Ἐκ τοῦ πληρώματος αὐτοῦ

ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ αὐτὸς ὁ Κύριος· «Ὅτι ἐκ

τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ ὅλως, τῷ

φιλοπόνως ἀναλεγομένῳ πολύτροποι αἱ χρήσεις ἀναφανή-

σονται τοῦ ἐξ οὗ. Καὶ γὰρ καὶ ὁ Κύριος· «Ἔγνων, φησί,

δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.»

Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος τετηρήκαμεν πολλαχοῦ

τὸ ἐξ οὗ κείμενον. «Ὁ γὰρ σπείρων, φησίν, εἰς τὸ Πνεῦμα,

ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ ὁ Ἰωάννης·

«Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύ-

ματος οὗ ἡμῖν ἔδωκε.» Καὶ ὁ ἄγγελος· «Τὸ γὰρ ἐν αὐτῇ

γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ ὁ Κύριός φησι·

«Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστι.»

Τοῦτο μὲν δὴ τοιοῦτον.

10

Ὅτι δὲ τὴν δι' οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ

Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη

δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη μαρτυρίας

κομίζειν, διά τε τὸ γνώριμον καὶ διὰ τὸ παρὰ τῶν ἐναντίων

αὐτὸ τοῦτο κατασκευάζεσθαι. Ἡμεῖς δὲ δείκνυμεν ὅτι καὶ

ἐπὶ τοῦ Πατρὸς τὸ δι' οὗ τέτακται. «Πιστός, φησίν, ὁ Θεός,

δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καί·

«Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ».

Καὶ πάλιν· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ

υἱός, καὶ κληρονόμος διὰ Θεοῦ.» Καὶ τό· «Ὥσπερ ἠγέρθη

Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός.» Καὶ ὁ

Ἠσαΐας· «Οὐαί, φησίν, οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ

οὐ διὰ Κυρίου.» Πολλὰς δὲ καὶ ἐπὶ τοῦ Πνεύματος τῆς

φωνῆς ταύτης μαρτυρίας ἔξεστι παραθέσθαι. «Ἡμῖν δέ,

φησίν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος.» Καὶ ἑτέρωθι·

«Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου.»

Καὶ πάλιν· «Ὧ| μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται

λόγος σοφίας.»

11

Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν

ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς

ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶς· «Ἐν τῷ Θεῷ,

φησί, ποιήσωμεν δύναμιν.» Καί· «Ἐν σοὶ ἡ ὕμνησίς μου

διαπαντός.» Καὶ πάλιν· «Ἐν τῷ ὀνόματί σου ἀγαλλιά-

σομαι.» Παρὰ δὲ Παύλῳ· «Ἐν τῷ Θεῷ, φησί, τῷ τὰ

πάντα κτίσαντι.» Καί· «Παῦλος καί· Σιλουανὸς καὶ Τιμό-

θεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρί.» Καί· «Εἰ

δήποτε εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς

ὑμᾶς.» Καί· «Καυχᾶσαι, φησίν, ἐν Θεῷ.» Καὶ ὅσα οὐδὲ

ἀριθμῆσαι ῥᾴδιον. Ἔστι δὲ ἡμῖν οὐ πλήθους μαρτυριῶν ἐπί-

δειξις, ἀλλ' ἔλεγχος τοῦ μὴ ὑγιῶς αὐτοῖς τὰς παρατηρήσεις

ἔχειν. Τὸ γὰρ περὶ τοῦ Κυρίου ἢ τοῦ ἁγίου Πνεύματος

παρειλημμένην τὴν χρῆσιν ταύτην ἐπιδεικνύναι, ὡς γνώρι-

μον ὑπερβήσομαι. Ἐκεῖνο δὲ ἀναγκαῖον εἰπεῖν, ὅτι συνετῷ

ἀκροατῇ ἱκανὸς ἔλεγχος τῶν προταθέντων, ὁ ἀπὸ τοῦ ἐναν-

τίου. Εἰ γὰρ τὸ διάφορον τῆς ἐκφωνήσεως παρηλλαγμένην

ἐδείκνυ τὴν φύσιν κατὰ τὸν τούτων λόγον, ἡ τῶν φωνῶν

ταυτότης ἀπαράλλακτον νῦν τὴν οὐσίαν αὐτοὺς ὁμολογεῖν

δυσωπείτω.

12

Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν

ἐπαλλάττονται, ἀλλ' ἤδη καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαι-

νόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέρα τὴν τῆς

ἑτέρας σημασίαν ἀντιλαμβάνῃ. Οἷον· «Ἐκτησάμην ἄνθρωπον

διὰ τοῦ Θεοῦ», φησὶν ὁ Ἀδάμ, ἴσον λέγων τῷ ἐκ τοῦ Θεοῦ.

Καὶ ἑτέρωθι· «Ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραὴλ

διὰ τοῦ προστάγματος Κυρίου.» Καὶ πάλιν· «Οὐχὶ διὰ

τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν;» ὁ Ἰωσὴφ περὶ τῶν

ἐνυπνίων τοῖς ἐν τῷ δεσμωτηρίῳ διαλεγόμενος, σαφῶς καὶ

αὐτὸς ἀντὶ τοῦ ἐκ Θεοῦ εἰπεῖν διὰ τοῦ Θεοῦ εἴρηκε. Καὶ

ἀνάπαλιν τῇ ἐξ οὗ προθέσει, ἀντὶ τῆς δι' οὗ, κέχρηται

Παῦλος· ὡς ὅταν λέγῃ· «Γενόμενος ἐκ γυναικός», ἀντὶ τοῦ

διὰ γυναικός. Τοῦτο γὰρ ἡμῖν ἑτέρωθι σαφῶς διεστείλατο,

γυναικὶ μὲν προσήκειν λέγων τὸ ἐκ τοῦ ἀνδρὸς γεγεννῆσθαι,

ἀνδρὶ δὲ τὸ διὰ τῆς γυναικός, ἐν οἷς φησιν ὅτι «Ὥσπερ

γυνὴ ἐξ ἀνδρός, οὕτως ἀνὴρ διὰ τῆς γυναικός». Ἀλλ' ὅμως

ἐνταῦθα, ὁμοῦ μὲν τὸ διάφορον τῆς χρήσεως ἐνδεικνύμενος,

ὁμοῦ δὲ καὶ τὸ σφάλμα τινῶν ἐν παραδρομῇ διορθούμενος τῶν

οἰομένων πνευματικὸν εἶναι τοῦ Κυρίου τὸ σῶμα, ἵνα δείξῃ

ὅτι ἐκ τοῦ ἀνθρωπείου φυράματος ἡ θεοφόρος σὰρξ συνεπάγη,

τὴν ἐμφατικωτέραν φωνὴν προετίμησε—τὸ μὲν γὰρ διὰ

γυναικὸς παροδικὴν ἔμελλε τὴν ἔννοιαν τῆς γεννήσεως

ὑποφαίνειν· τὸ δὲ ἐκ τῆς γυναικὸς ἱκανῶς παραδηλοῦν τὴν

κοινωνίαν τῆς φύσεως τοῦ τικτομένου πρὸς τὴν γεννήσασαν—,

οὐχ ἑαυτῷ που μαχόμενος, ἀλλὰ δεικνὺς ὅτι ῥᾳδίως ἀλλήλαις

ἀντεπιχωριάζουσιν αἱ φωναί.

Ὁπότε τοίνυν καὶ ἐφ' ὧν διωρίσθη τὸ δι' οὗ κυρίως

λέγεσθαι, ἐπὶ τῶν αὐτῶν τούτων τὸ ἐξ οὗ μετελήφθη, τίνα

λόγον ἔχει ἐπὶ συκοφαντίᾳ τῆς εὐσεβείας, πάντῃ ἀλλήλων

ἀφορίζειν τὰς λέξεις;

6

t

{ΚΕΦΑΛΑΙΟΝ Ϛʹ}

n

{Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς

εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς

ὁμοτίμου δόξης.}

13

Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν

αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον

ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλεπαίνουσιν, ὅτι

μετὰ Πατρὸς ἀποπληροῦμεν τῷ Μονογενεῖ τὴν δοξολογίαν,

καὶ τὸ ἅγιον Πνεῦμα μὴ διιστῶμεν ἀπὸ τοῦ Υἱοῦ. Ὅθεν

νεωτεροποιοὺς ἡμᾶς καὶ καινοτόμους καὶ ἐφευρετὰς ῥημάτων,

καὶ τί γὰρ οὐχὶ τῶν ἐπονειδίστων ἀποκαλοῦσιν; Ὧν τοσοῦτον

ἀπέχω δυσχεραίνειν ταῖς λοιδορίαις, ὥστε εἰ μὴ λύπην ἡμῖν

ἐνεποίει καὶ ἀδιάλειπτον ὀδύνην ἡ κατ' αὐτοὺς ζημία,

μικροῦ ἂν εἶπον καὶ χάριν αὐτοῖς τῆς βλασφημίας ἔχειν

ὡς μακαρισμοῦ προξένοις. «Μακάριοι γάρ ἐστε, φησίν, ὅταν

ὀνειδίσωσιν ὑμᾶς ἕνεκεν ἐμοῦ.»

Ἔστι δὲ ἐφ' οἷς ἀγανακτοῦσι ταῦτα. Οὐ μετὰ Πατρός,

φασίν, Υἱός, ἀλλὰ μετὰ τὸν Πατέρα· διόπερ ἀκόλουθον,

δι' αὐτοῦ τὴν δόξαν προσάγειν τῷ Πατρί, ἀλλ' οὐχὶ

μετ' αὐτοῦ. Τὸ μὲν γὰρ μετ' αὐτοῦ τὴν ἰσοτιμίαν δηλοῖ·

τὸ δὲ δι' οὗ τὴν ὑπουργίαν παρίστησιν. Οὔτε μὴν σὺν τῷ

Πατρί, φασί, καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τακτέον, ἀλλ' ὑπὸ τὸν

Υἱὸν καὶ τὸν Πατέρα, οὐ συντεταγμένον, ἀλλ' ὑποτεταγμένον,

οὐδὲ συναριθμούμενον, ἀλλ' ὑπαριθμούμενον. Καὶ τοιαύταις

τισὶ τεχνολογίαις ῥημάτων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῆς

πίστεως διαστρέφουσιν. Ὥστε τίνος ἂν δι' ἀπειρίαν συγγνώ-

μης τύχοιεν οἱ μηδὲ τοῖς ἄλλοις ἀπείρως ἔχειν ἐκ τῆς αὐτῶν

φιλοπραγμοσύνης ἐπιτρέποντες;

14

Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ

τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν; ὡς χρόνῳ νεώτερον,

ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ; Ἀλλὰ χρόνῳ μέν, οὐδεὶς οὕτως

ἀνόητος ὡς δευτερεύειν λέγειν τὸν ποιητὴν τῶν αἰώνων,

οὐδενὸς διαστήματος μεσιτεύοντος τῇ φυσικῇ πρὸς τὸν

Πατέρα τοῦ Υἱοῦ συναφείᾳ. Ἀλλὰ μὴν οὔτε τῇ ἐννοίᾳ τῶν

ἀνθρωπίνων συμβαίνει νεώτερον λέγειν τοῦ Πατρὸς τὸν Υἱόν,

οὐ μόνον τῷ σὺν ἀλλήλοις νοεῖσθαι κατὰ τὴν σχέσιν, ἀλλ' ὅτι

ἐκεῖνα λέγεται τῷ χρόνῳ δεύτερα, ὅσα τὴν πρὸς τὸ νῦν

ἀπόστασιν ἐλάττονα ἔχει· καὶ πάλιν ἐκεῖνα πρότερα, ὅσα

περισσότερον ἀπέχει τοῦ νῦν. Οἷον πρότερα τῶν Σοδομιτῶν,

τὰ κατὰ Νῶε, ὅτι τοῦ νῦν ἐπὶ πλέον ἀπῴκισται· καὶ ὕστερα

ταῦτα ἐκείνων, ὅτι μᾶλλόν πως δοκεῖ προσεγγίζειν τῷ νῦν.

Τῆς δὲ πάντα χρόνον καὶ πάντας αἰῶνας ὑπερεχούσης ζωῆς

τῇ πρὸς τὸ νῦν ἀποστάσει τὸ εἶναι καταμετρεῖν, πῶς οὐχὶ

πρὸς τῇ ἀσεβείᾳ ἔτι καὶ πᾶσαν ὑπερβολὴν ἀνοίας ἔχει·

εἴπερ καθ' ὃν τρόπον τὰ ἐν γενέσει καὶ φθορᾷ πρότερα εἶναι

ἀλλήλων λέγεται, κατὰ τὸν αὐτὸν τρόπον ὁ Θεὸς καὶ Πατὴρ

τῷ Υἱῷ καὶ Θεῷ τῷ ὑπάρχοντι πρὸ τῶν αἰώνων παραμετρού-

μενος ὑπερέχοι; Ἀλλὰ γὰρ ἡ πρὸς τὸ ἄνω ὑπεροχὴ τοῦ

Πατρὸς ἀθεώρητος, τῷ ἁπαξαπλῶς μήτε ἐνθύμησιν μήτε

τινὰ ἔννοιαν τὴν τοῦ Κυρίου γέννησιν ὑπεραίρειν, καλῶς

τοῦ Ἰωάννου διὰ δύο φωνῶν εἴσω περιγράπτων ὅρων τὴν

διάνοιαν ἀποκλείσαντος, ἐν τῷ εἰπεῖν· «Ἐν ἀρχῇ ἦν ὁ

Λόγος.» Ἀνέκβατον μὲν γὰρ διανοίαις τὸ ἦν· ἀνυπέρβατον

δὲ φαντασίαις ἀρχή. Ὅσον γὰρ ἂν ἀναδράμῃς τῇ διανοίᾳ

ἐπὶ τὸ ἄνω, οὐκ ἐκβαίνεις τὸ ἦν. Καὶ ὅσον ἂν διαταθῇς

ἰδεῖν τοῦ Υἱοῦ τὰ ἐπέκεινα, ὑπεράνω γενέσθαι τῆς οὐ δυνήσῃ.

Εὐσεβὲς οὖν κατὰ τοῦτον τὸν τρόπον ἅμα νοεῖν τὸν Υἱὸν

τῷ Πατρί.

15

Εἰ δ' ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ

νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα

καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸν Υἱὸν ἀπεῶσθαι,

ὁμολογείτωσαν τοῦτο, καὶ ἡμεῖς σιωπήσομεν, τῆς ἐναργείας

αὐτόθεν τὸ ἀπεμφαῖνον ἐχούσης. Οὐδὲ γὰρ τὸ ἐν τοῖς

λογισμοῖς ἀκόλουθον διασῴζουσιν οἱ διὰ πάντων διήκειν τῷ

Πατρὶ μὴ διδόντες, τῆς τῶν ὑγιαινόντων ἐννοίας τὰ πάντα

τὸν Θεὸν πεπληρωκέναι πιστευούσης· οὐδὲ μέμνηνται τοῦ

προφήτου λέγοντος· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ

ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει»· οἱ τὸ ἄνω καὶ

κάτω εἰς Πατέρα καὶ Υἱὸν διαιροῦντες. Ἵνα δὲ τῆς ἀμαθείας

τὸν ἔλεγχον σιωπήσω, τόπον ἐπὶ τῶν ἀσωμάτων ἀφορι-

ζόντων, τί τὴν πρὸς τὰς Γραφὰς μάχην καὶ ἐναντίωσιν

αὐτῶν οὕτως ἀναίσχυντον οὖσαν παραμυθήσεται, τό· «Κάθου

ἐκ δεξιῶν μου», καὶ τό· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλο-

σύνης τοῦ Θεοῦ»; Τὸ γὰρ δεξιὸν οὐ τὴν κάτω χώραν δηλοῖ

—ὡς ὁ τούτων λόγος—, ἀλλὰ τὴν πρὸς τὸ ἴσον σχέσιν· οὐ

σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου—οὕτω γὰρ ἄν τι καὶ

σκαιὸν ἐπὶ τοῦ Θεοῦ εἴη—, ἀλλ' ἐκ τῶν τιμίων τῆς προσε-

δρείας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς

παριστῶντος τοῦ λόγου.

Λειπόμενον τοίνυν, αὐτοὺς τὸ τῆς ἀξίας ὑποδεὲς διὰ τῆς

φωνῆς ταύτης δηλοῦσθαι λέγειν. Μανθανέτωσαν τοίνυν ὅτι

Χριστὸς «Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία», καὶ ὅτι «εἰκὼν τοῦ

Θεοῦ τοῦ ἀοράτου», καὶ «ἀπαύγασμα τῆς δόξης», καὶ ὅτι

τοῦτον ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός, ὅλον αὐτῷ ἑαυτὸν

ἐντυπώσας. Ταύτας τοίνυν, καὶ ὅσαι ταύταις συγγενεῖς κατὰ

πᾶσάν εἰσι τὴν Γραφὴν μαρτυρίαι, πότερον ταπεινωτικὰς

εἶναί φαμεν, ἢ ὥσπερ τινὰς ἀναρρήσεις, τὸ μεγαλοπρεπὲς

τοῦ Μονογενοῦς καὶ τὸ πρὸς τὸν Πατέρα ἴσον τῆς δόξης

ἀνακηρύττειν; Ἀκουέτωσαν δὲ καὶ αὐτοῦ τοῦ Κυρίου

σαφῶς ὁμότιμον ἑαυτοῦ τὴν δόξαν τῷ Πατρὶ παριστῶντος,

ἐν τῷ λέγειν· «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα.»

Καὶ πάλιν· «Ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρός.»

Καὶ τό· «Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.»

Καὶ τό· «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς

παρὰ Πατρός.» Καὶ τό· «Ὁ μονογενὴς Θεός, ὁ ὢν εἰς τὸν

κόλπον τοῦ Πατρός.» Ὧν μηδὲν ὑπολογισάμενοι, τὴν τοῖς

ἐχθροῖς ἀφωρισμένην χώραν προστιθέασι τῷ Υἱῷ. Κόλπος

μὲν γὰρ πατρικός, Υἱῷ καθέδρα πρέπουσα· ἡ δὲ τοῦ

ὑποποδίου χώρα, τοῖς ἐπιδεομένοις τῆς ὑποπτώσεως.

Ἡμεῖς μὲν οὖν ἐφ' ἕτερα τὴν ὁρμὴν ἔχοντες, παρατρε-

χόντως τῶν μαρτυριῶν ἐφηψάμεθα· ἔξεστι δέ σοι κατὰ

σχολὴν συναγαγόντι τὰς ἀποδείξεις, τὸ τῆς δόξης ὕψος καὶ

τὸ τῆς δυνάμεως ὑπερέχον τοῦ Μονογενοῦς κατιδεῖν. Καίτοι

εὐγνώμονι ἀκροατῇ οὐδὲ ταῦτα μικρά· εἰ μή τις σαρκικῶς

καὶ ταπεινῶς ἐξακούοι τοῦ δεξιοῦ καὶ τοῦ κόλπου, ὥστε

τόπῳ τε τὸν Θεὸν περιγράφειν καὶ ἀναπλάττειν σχῆμα καὶ

τύπον καὶ θέσιν σωματικήν, ἃ παρὰ πολὺ τῆς ἐννοίας τοῦ

ἁπλοῦ καὶ ἀπείρου καὶ ἀσωμάτου διώρισται· πλήν γε δὴ

ὅτι τὸ τῆς ἐννοίας αὐτοῦ ταπεινόν, ἐπί τε Πατρὸς καὶ Υἱοῦ

παραπλήσιον. Ὥστε οὐ καθαιρεῖ τοῦ Υἱοῦ τὴν ἀξίαν, ἀλλὰ

προσλαμβάνει τὸ κρῖμα τῆς εἰς τὸν Θεὸν βλασφημίας ὁ τὰ

τοιαῦτα διεξιών. Ἐν οἷς γὰρ ἂν κατατολμήσῃ τοῦ Υἱοῦ,

ταῦτα ἀνάγκη αὐτῷ μετατιθέναι πρὸς τὸν Πατέρα. Ὁ γὰρ

τῷ Πατρὶ τὴν ἄνω χώραν εἰς προεδρίαν ἀποδιδούς, τὸν δὲ

μονογενῆ Υἱὸν ὑποκαθῆσθαι λέγων, πάντα ἀκολουθοῦντα

ἕξει τὰ σωματικὰ συμπτώματα τῷ ἑαυτοῦ ἀναπλασμῷ.

Εἰ δὲ ταῦτα οἰνοπλήκτων καὶ ἐκ φρενίτιδος παραφόρων τὸν

νοῦν τὰ φαντάσματα, πῶς εὐσεβὲς τὸν τῇ φύσει, τῇ δόξῃ,

τῷ ἀξιώματι συνημμένον μὴ μετὰ Πατρὸς προσκυνεῖν καὶ

δοξάζειν τοὺς παρ' αὐτοῦ διδαχθέντας ὅτι· «Ὁ μὴ τιμῶν

τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα»;

Τί γὰρ καὶ φήσομεν; τίνα ἕξομεν δικαίαν ἀπολογίαν ἐπὶ

τοῦ φοβεροῦ καὶ κοινοῦ τῆς κτίσεως πάσης δικαστηρίου, εἰ

τοῦ Κυρίου σαφῶς ἐπαγγελλομένου ἥξειν ἐν τῇ δόξῃ τοῦ

Πατρός, καὶ Στεφάνου θεασαμένου «Ἰησοῦν ἑστῶτα ἐκ

δεξιῶν τοῦ Θεοῦ», καὶ Παύλου ἐν Πνεύματι διαμαρτυρομένου

περὶ Χριστοῦ, ὅτι «ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ», καὶ τοῦ

Πατρὸς λέγοντος· «Κάθου ἐκ δεξιῶν μου», καὶ τοῦ ἁγίου

Πνεύματος μαρτυροῦντος ὅτι ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγα-

λοσύνης τοῦ Θεοῦ· ἡμεῖς τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ

τῆς πρὸς τὸ ἴσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβάζοιμεν;

Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν τὸ πάγιον

τῆς φύσεως καὶ πάντη στάσιμον ὑποφαίνειν, καθὸ καὶ ὁ

Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς

ἐνδεικνύμενος, ἔφη τό· «Σὺ καθήμενος εἰς τὸν αἰῶνα,

καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα»· τὴν δεξιὰν δὲ χώραν

δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον. Πῶς οὖν οὐ τολμηρὸν τῆς

κατὰ τὴν δοξολογίαν κοινωνίας ἀποστερεῖν τὸν Υἱόν, ὡς ἐν

ἐλάττονι χώρᾳ τιμῆς τετάχθαι ἄξιον;

7

t

{ΚΕΦΑΛΑΙΟΝ Ζʹ}

n

{Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι

τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ.}

16

Ἀλλὰ τὸ μετ' αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον

παντελῶς καὶ ἀσύνηθες· τὸ δὲ δι' αὐτοῦ, τῷ τε λόγῳ τῆς

Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδελφότητος

τετριμμένον.

Τί οὖν ἡμεῖς πρὸς ταῦτα; Ὅτι μακάρια τὰ ὦτα τὰ μὴ

ἀκούσαντα ὑμῶν, καὶ καρδίαι ὅσαι ἄτρωτοι ἀπὸ τῶν ὑμετέρων

λόγων διεφυλάχθησαν. Ἀλλ' ὑμῖν λέγω τοῖς φιλοχρίστοις,

ὅτι ἀμφοτέρας οἶδεν ἡ Ἐκκλησία τὰς χρήσεις, καὶ οὐδετέραν

αὐτῶν παραιτεῖται ὡς ἀναιρετικὴν τῆς ἑτέρας. Ὅταν μὲν

γὰρ τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Μονογενοῦς καὶ τὴν τῆς

ἀξίας ὑπεροχὴν θεωρῶμεν, μετὰ Πατρὸς εἶναι αὐτῷ μαρτυ-

ροῦμεν τὴν δόξαν. Ὅταν δὲ τὴν εἰς ἡμᾶς χορηγίαν τῶν

ἀγαθῶν ἐννοήσωμεν, ἢ τὴν ἡμῶν αὐτῶν προσαγωγὴν καὶ

οἰκείωσιν πρὸς τὸν Θεόν, δι' αὐτοῦ καὶ ἐν αὐτῷ ἐνεργεῖσθαι

ὑμῖν τὴν χάριν ταύτην ὁμολογοῦμεν. Ὥστε ἡ μὲν ἰδία τῶν

δοξολογούντων ἐστὶν ἡ μηθ' οὗ· ἡ δὲ δι' οὗ τῶν εὐχαρισ-

τούντων ἐξαίρετος.

Ψεῦδος δὲ κἀκεῖνο, ὅτι ἡ μεθ' οὗ φωνὴ τῆς τῶν εὐλαβῶν

χρήσεως ἀπεξένωται. Ὅσοι γὰρ δι' εὐστάθειαν τρόπων τὸ

τῆς ἀρχαιότητος σεμνὸν τοῦ καινοπρεποῦς προετίμησαν, καὶ

ἀπαραποίητον τῶν πατέρων διεφύλαξαν τὴν παράδοσιν, κατά

τε χώραν καὶ πόλιν ταύτῃ κέχρηνται τῇ φωνῇ. Οἱ δὲ διακορεῖς

τῶν συνήθων, καὶ τῶν παλαιῶν ὡς ἑώλων κατεπαιρόμενοι,

οὗτοί εἰσιν οἱ τὰς νεωτεροποιίας παραδεχόμενοι, ὥσπερ ἐπὶ

τῆς ἐσθῆτος οἱ φιλόκοσμοι τὴν ἐξηλλαγμένην ἀεὶ τῆς κοινῆς

προτιμῶντες· Ἴδοις ἂν οὖν τῶν μὲν ἀγροίκων ἔτι καὶ νῦν

ἀρχαιότροπον τὴν φωνήν. Τῶν δὲ ἐντέχνων τούτων καὶ ταῖς

λογομαχίαις ἐντετριμμένων, ἐκ τῆς νέας σοφίας κεκαυτηρια-

σμένα τὰ ῥήματα. Ὅπερ ἔλεγον τοίνυν οἱ πατέρες ἡμῶν, καὶ

ἡμεῖς λέγομεν, ὅτι ἡ δόξα κοινὴ Πατρὶ καὶ Υἱῷ, διὸ μετὰ

τοῦ Υἱοῦ τὴν δοξολογίαν προσάγομεν τῷ Πατρί.

Ἀλλ' οὐ τοῦτο ἡμῖν ἐξαρκεῖ, ὅτι τῶν πατέρων ἡ παρά-

δοσις· κἀκεῖνοι γὰρ τῷ βουλήματι τῆς Γραφῆς ἠκολούθησαν,

ἐκ τῶν μαρτυριῶν, ἃς μικρῷ πρόσθεν ὑμῖν ἐκ τῆς Γραφῆς

παρεθέμεθα, τὰς ἀρχὰς λαβόντες. Τὸ γὰρ ἀπαύγασμα μετὰ

τῆς δόξης νοεῖται· καὶ ἡ εἰκὼν μετὰ τοῦ ἀρχετύπου· καὶ

ὁ Υἱὸς πάντως σὺν τῷ Πατρί· οὐδὲ τῆς τῶν ὀνομάτων

ἀκολουθίας, μή τι γε τῆς τῶν πραγμάτων φύσεως, τὸν

χωρισμὸν δεχομένης.

8

t

{ΚΕΦΑΛΑΙΟΝ Ηʹ}

n

{Ποσαχῶς τὸ δι' οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον

τὸ μεθ' οὗ· ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει

ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται.}

17

Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ

Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι' αὐτοῦ λέγῃ τὴν χάριν

εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν

πᾶσι τοῖς ἔθνεσιν», ἢ καὶ δι' αὐτοῦ τὴν προσαγωγὴν

ἐσχηκέναι «εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ

καυχώμεθα», τὰς εἰς ἡμᾶς εὐεργεσίας αὐτοῦ παρίστησι, νῦν

μὲν ἀπὸ Πατρὸς εἰς ἡμᾶς τῶν ἀγαθῶν τὴν χάριν διαβιβά-

ζοντος, νῦν δὲ ἡμᾶς δι' ἑαυτοῦ προσάγοντος τῷ Πατρί.

Ἐν μὲν γὰρ τῷ λέγειν· «Δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποσ-

τολήν», τὴν ἐκεῖθεν τῶν ἀγαθῶν χορηγίαν ἐμφαίνει· ἐν δὲ

τῷ λέγειν· «Δι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν», τὴν

ἡμετέραν πρόσληψιν καὶ οἰκείωσιν διὰ Χριστοῦ πρὸς τὸν

Θεὸν γινομένην παρίστησιν.

Ἆρ' οὖν ἡ ὁμολογία τῆς ἐνεργουμένης παρ' αὐτοῦ πρὸς

ἡμᾶς χάριτος, ὑφαίρεσίς ἐστι τῆς δόξης; ἢ μᾶλλον εἰπεῖν

ἀληθέστερον, ὅτι πρέπουσα δοξολογίας ὑπόθεσις ἡ τῶν

εὐεργετημάτων διήγησις; Διὰ τοῦτο εὕρομεν τὴν Γραφὴν

οὐκ ἐξ ἑνὸς ὀνόματος τὸν Κύριον ἡμῖν παραδιδοῦσαν, οὐδὲ

ἐκ τῶν ὅσα τῆς θεότητός ἐστιν αὐτοῦ μόνον καὶ τοῦ μεγέθους

δηλωτικά, ἀλλὰ νῦν μὲν τοῖς τῆς φύσεως χαρακτηριστικοῖς

κεχρημένην· οἶδε γὰρ «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» τοῦ

Υἱοῦ καὶ Υἱὸν ἀληθινὸν λέγειν, καὶ μονογενῆ Θεόν, καὶ δύναμιν

Θεοῦ, καὶ σοφίαν, καὶ Λόγον. Καὶ πάλιν μέντοι διὰ τὸ πολύ-

τροπον τῆς εἰς ἡμᾶς χάριτος, ἣν διὰ τὸν πλοῦτον τῆς ἀγαθό-

τητος κατὰ τὴν πολυποίκιλον αὐτοῦ σοφίαν τοῖς δεομένοις

παρέχεται, μυρίαις αὐτὸν ἑτέραις προσηγορίαις ἀποσημαίνει·

ποτὲ μὲν ποιμένα λέγουσα, ποτὲ δὲ βασιλέα, καὶ πάλιν

ἰατρόν, καὶ τὸν αὐτὸν νυμφίον, καὶ ὁδόν, καὶ θύραν, καὶ

πηγήν, καὶ ἄρτον, καὶ ἀξίνην, καὶ πέτραν. Ταῦτα γὰρ οὐ

τὴν φύσιν παρίστησιν, ἀλλά, ὅπερ ἔφην, τὸ τῆς ἐνεργείας

παντοδαπόν, ἣν ἐκ τῆς περὶ τὸ ἴδιον πλάσμα εὐσπλαγχνίας

κατὰ τὸ τῆς χρείας ἰδίωμα τοῖς δεομένοις παρέχεται. Τοὺς

μὲν γὰρ προσπεφευγότας τῇ ἐπιστασίᾳ αὐτοῦ, καὶ τὸ

εὐμετάδοτον δι' ἀνεξικακίας κατωρθωκότας, πρόβατα λέγει,

καὶ ποιμὴν εἶναι τῶν τοιούτων ὁμολογεῖ, τῶν κατακουόντων

αὐτοῦ τῆς φωνῆς καὶ μὴ προσεχόντων διδαχαῖς ξενιζούσαις.

«Τὰ γὰρ ἐμὰ πρόβατα, φησί, τῆς ἐμῆς φωνῆς ἀκούει.»

Βασιλεὺς δὲ τῶν ὑπεραναβεβηκότων ἤδη, καὶ τῆς ἐννόμου

δεομένων ἐπιστασίας. Καὶ θύρα δέ, τῷ ἐπὶ τὰς σπουδαίας

πράξεις διὰ τῆς ὀρθότητος τῶν προσταγμάτων ἐξάγειν, καὶ

πάλιν ἀσφαλῶς αὐλίζειν τοὺς ἐπὶ τὸ τῆς γνώσεως ἀγαθὸν

διὰ τῆς εἰς αὐτὸν πίστεως καταφεύγοντας. Ὅθεν· «Δι' ἐμοῦ

ἐάν τις εἰσέλθῃ, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ

νομὴν εὑρήσει.» Πέτρα δὲ διὰ τὸ ἰσχυρὸν καὶ ἄσειστον καὶ

παντὸς ἐρύματος ἀρραγέστερον εἶναι φυλακτήριον τοῖς

πιστοῖς.

Ἐν τούτοις τὸ δι' αὐτοῦ ἁρμοδιωτάτην τὴν χρῆσιν καὶ

εὔσημον ἀποδίδωσιν, ὅταν ὡς θύρα καὶ ὡς ὁδὸς λέγηται.

Ὡς μέντοι Θεὸς καὶ Υἱός, μετὰ Πατρὸς καὶ σὺν Πατρὶ τὴν

δόξαν ἔχει, ὅτι «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει,

ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα

γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς

δόξαν Θεοῦ Πατρός». Διόπερ ἀμφοτέραις κεχρήμεθα ταῖς

φωναῖς, τῇ μὲν τὴν οἰκείαν αὐτοῦ ἀξίαν, τῇ δὲ τὴν χάριν

τὴν πρὸς ἡμᾶς διαγγέλλοντες.

18

Δι' αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ'

ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινε-

νόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν μὴ ἔχουσαν

σπῖλον ἢ ῥυτίδα, ὡς ἁγνὴν παρθένον ἑαυτῷ παραστήσηται,

νυμφίος προσαγορεύεται· ὅταν δὲ κεκακωμένην ὑπὸ τῶν

πονηρῶν πληγῶν τοῦ διαβόλου λάβῃ, βαρέως ἐνασθενοῦσαν

ταῖς ἁμαρτίαις αὐτὴν ἐξιώμενος, ἰατρὸς ὀνομάζεται. Ἆρ' οὖν

αἱ τοιαῦται ἡμῶν ἐπιμέλειαι εἰς τὸ ταπεινὸν τοὺς λογισμοὺς

κατάγουσιν; ἢ τὸ ἐναντίον ἔκπληξιν τῆς μεγάλης δυνάμεως

ὁμοῦ καὶ φιλανθρωπίας τοῦ σῴζοντος ἐμποιοῦσιν, ὅτι καὶ

ἠνέσχετο συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, καὶ ἐδυνήθη

πρὸς τὸ ἡμέτερον ἀσθενὲς καταβῆναι; Οὐ γὰρ τοσοῦτον

οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν, καὶ τὰ ἐν

ὕδασι διαιτώμενα καὶ τὰ χερσαῖα τῶν ζῴων, καὶ τὰ φυτὰ

καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς

διακόσμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν, ὅσον τὸ

δυνηθῆναι τὸν Θεὸν τὸν ἀχώρητον, ἀπαθῶς διὰ σαρκὸς

συμπλακῆναι τῷ θανάτῳ, ἵνα ἡμῖν τῷ ἰδίῳ πάθει τὴν

ἀπάθειαν χαρίσηται. Κἂν λέγῃ δὲ ὁ ἀπόστολος ὅτι «Ἐν

τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς»,

οὐχὶ ταπεινήν τινα ὑπηρεσίαν ἐκ τῆς τοιαύτης φωνῆς

ὑποβάλλει, ἀλλὰ τὴν ἐν τῷ κράτει τῆς ἰσχύος ἐνεργουμένην

βοήθειαν. Αὐτὸς γὰρ δήσας τὸν ἰσχυρόν, διήρπασεν αὐτοῦ

τὰ σκεύη, ἡμᾶς, οἷς εἰς πᾶσαν ἐνέργειαν πονηρὰν κατεκέ-

χρητο· καὶ ἐποίησε σκεύη εὔχρηστα τῷ Δεσπότῃ, τοὺς

κατηρτισμένους εἰς πᾶν ἔργον ἀγαθὸν ἐκ τῆς ἑτοιμασίας

τοῦ ἐφ' ἡμῖν. Οὕτω τὴν δι' αὐτοῦ προσαγωγὴν ἐσχήκαμεν

πρὸς τὸν Πατέρα, μεταστάντες ἐκ τῆς ἐξουσίας τοῦ σκότους

«εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί». Μὴ

τοίνυν ἐκ δουλικῆς ταπεινότητος ἠναγκασμένην ὑπηρεσίαν

νοῶμεν, τὴν διὰ Υἱοῦ οἰκονομίαν, ἀλλὰ τὴν ἑκούσιον ἐπιμέ-

λειαν, ἀγαθότητι καὶ εὐσπλαγχνίᾳ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ

καὶ Πατρός, περὶ τὸ ἴδιον πλάσμα ἐνεργουμένην. Οὕτω γὰρ

εὐσεβήσομεν, ἐν πᾶσι τοῖς ἐπιτελουμένοις καὶ τελείαν αὐτῷ

μαρτυροῦντες τὴν δύναμιν, καὶ οὐδαμοῦ τοῦ βουλήματος τοῦ

πατρικοῦ διιστῶντες.

Ὥσπερ οὖν καὶ ὅταν ὁδὸς ὁ Κύριος λέγηται, πρὸς ὑψηλο-

τέραν ἔννοιαν, ἀλλ' οὐχὶ πρὸς τὴν ἐκ τοῦ προχείρου λαμβα-

νομένην ὑποφερόμεθα. Τὴν γὰρ εἱρμῷ καὶ τάξει διὰ τῶν

ἔργων τῆς δικαιοσύνης καὶ τοῦ φωτισμοῦ τῆς γνώσεως ἐπὶ

τὸ τέλειον προκοπὴν ὁδὸν ἐξακούομεν, ἀεὶ τοῦ πρόσω

ἐπορεγόμενοι καὶ τοῖς λειπομένοις ἑαυτοὺς ἐπεκτείνοντες,

ἕως ἂν φθάσωμεν ἐπὶ τὸ μακάριον τέλος, τὴν Θεοῦ κατα-

νόησιν, ἣν ὁ Κύριος δι' ἑαυτοῦ τοῖς εἰς αὐτὸν πεπιστευκόσι

χαρίζεται. Ἀγαθὴ γὰρ ὄντως ὁδός, ἀπαρεξόδευτος καὶ

ἀπλανής, ὁ Κύριος ἡμῶν, πρὸς τὸ ὄντως ἀγαθόν, τὸν Πατέρα,

φέρων. «Οὐδεὶς γὰρ ἔρχεται, φησί, πρὸς τὸν Πατέρα, εἰ μὴ

δι' ἐμοῦ.» Τοιαύτη μὲν οὖν ἡ ἡμετέρα πρὸς Θεὸν ἄνοδος

διὰ τοῦ Υἱοῦ.

19

Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς

δι' αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι

πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρωμένῃ ταύτῃ

καὶ τῇ νοουμένῃ, ἐπιμελείας ἐκ τοῦ Θεοῦ πρὸς τὸ συνέχεσθαι

δεομένης· ὁ δημιουργὸς Λόγος, ὁ μονογενὴς Θεός, κατὰ τὸ

μέτρον τῆς ἑκάστου χρείας, τὴν βοήθειαν ἐπινέμων, ποικίλας

μὲν καὶ παντοδαπὰς διὰ τὸ τῶν εὐεργετουμένων πολυειδές,

συμμέτρους γε μὴν ἑκάστῳ, κατὰ τὸ τῆς χρείας ἀναγκαῖον,

τὰς χορηγίας ἐπιμετρεῖ. Τοὺς ἐν τῷ σκότῳ τῆς ἀγνοίας

κατεχομένους φωτίζει· διὰ τοῦτο, φῶς τὸ ἀληθινόν. Κρίνει,

κατὰ τὴν τῶν ἔργων ἀξίαν ἀντιμετρῶν τὴν ἀντίδοσιν· διὰ

τοῦτο, κριτὴς δίκαιος. «Ὁ γὰρ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ

τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.» Ἀνίστησιν ἐκ τοῦ

πτώματος τοὺς ἀπὸ τοῦ ὕψους τῆς ζωῆς πρὸς ἁμαρτίαν

ὑπολισθήσαντας· διὰ τοῦτο, ἀνάστασις. Πάντα δὲ ποιεῖ τῇ

ἐπαφῇ τῆς δυνάμεως, καὶ τῷ βουλήματι ἀγαθότητος ἐνεργῶν.

Ποιμαίνει, φωτίζει, τρέφει, ὁδηγεῖ, ἰατρεύει, ἀνίστησιν.

Οὐσιοῖ τὰ μὴ ὄντα, τὰ κτισθέντα συνέχει.

Οὕτω τὰ ἐκ τοῦ Θεοῦ ἀγαθὰ διὰ τοῦ Υἱοῦ πρὸς ἡμᾶς

ἀφικνεῖται, πλείονι τάχει τὰ καθ' ἕκαστον ἐνεργοῦντος, ἢ ὡς

ἂν λόγος ἐξίκοιτο. Οὔτε γὰρ ἀστραπαί, οὔτε φωτὸς ἐν ἀέρι

οὕτω ταχεῖα διαδρομή· οὐκ ὀφθαλμῶν ὀξεῖαι ῥοπαί· οὐκ

αὐτοῦ τοῦ ἡμετέρου νοήματος αἱ κινήσεις· ἀλλὰ πλέον

τούτων ἕκαστον τῆς θείας ἐνεργείας κατὰ τὸ τάχος λείπεται,

ἢ καθόσον τὰ νωθρότατα τῶν παρ' ἡμῖν ζῴων, οὐκ ἂν

εἴποιμι,…

ἀλλ'…

The complete text is available when the reading interface loads.