The Greek Library Author

Basil of Caesarea

Epistulae

Author namesBasile de Césarée · Basile de Cesaree · Basil of Caesarea · Basilius Caesariensis

Scientific editors
Roy J. Deferrari
Edition reference
The Letters · London · William Heinemann · 1926-1934
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Εὐσταθίῳ φιλοσόφῳ πρὸς Εὐστάθιον πρεσβύτερον Ἀντιοχείας A, B; πρὸς Εὐστάθιον φιλόσοφον ἀπὸ Ἀντιοχείας πρὸ τοῦ πρεσβύτερον κατασταθῆναι C, D, G; Εὐσταθίῳ φιλοσόφῳ Ἀντιοχείας περὶ τοῦ πρεσβυτερίου F. According to the Benedictines none of these titles is possible because Eustathius was not a presbyter, but a heathen, as is indicated by Basil's words: Is not all this the hand of fate, as you yourself would say, and the work of necessity.

Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένης λεγομένης om. A B, C, D. τύχης ἐπηρείας, παρʼ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. καὶ γάρ πως ἤδη καὶ κατʼ ἐμαυτὸν ἔστρεφον, μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας, ὑφʼ ὧν εἰς αὐτοὺς προήχθην, μάθῃς.

Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας, ὑπεριδὼν τῶν ἐκεῖ. παρέδραμον δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ πόλιν, ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη. καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα, καὶ σὲ ἐν αὐτῇ, τὸ μέγα ὄφελος, ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορμαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. ἢ γὰρ ἀσθενεῖν πάντως ἔδει, καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἢ ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι· ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα, οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. πάλιν οὖν ἔδει Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδʼ ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. ἀλλʼ οὕτω δυσέρως ἦν ὥστε ἢ τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ δὴ κἀκεῖσε· τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος) ἢ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. δοκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον καί, εἴ τι ἔσχατον τῆς καθʼ ἡμᾶς οἰκουμένης χωρίον, καὶ τούτῳ ἐπιπλανηθῆναι.

Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς πατρίδος διάγοντι συγγενέσθαι οὐκ ἐξεγένετο, μακραῖς ἀῤῥωστίαις ἐξειργομένῳ· αἳ εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. ταῦτα οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; ταῦτα οὐκ ἀνάγκης; ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; ἀλλʼ, ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμμασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης. φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. καὶ δὴ οὖν καὶ ἡμῖν εἰ μὲν παράσχοιτο συνεῖναί σοι, ταῦτʼ ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προελοίμεθα, προϊδοίμεθα C, D. διοικεῖ τὰ ἡμέτερα.

Βασίλειος Γρηγορίῳ

Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθʼ ἡμῶν βίον πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθῃς καὶ τῆς διαγωγῆς σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλʼ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπορουμένοις ἀπολλυμένοις A. καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία δειλία C, F. καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα ἐκ add. C. E, F. τῆς ἐρημίας ἡσυχίας C, ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου (εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι), ταῦτά ἐστιν.

Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ πυκνὰ om. C, F. μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ αὐτοῦ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκατειλημμένον κατειλημμένον C, E, F: συγκατειλημμένον A, B. ὁμοζύγῳ ὁμόζυγι F. ἕτερος θόρυβος φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία· ἐπιθυμίαι C, F. ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα, μέριμναι C, F. γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. καὶ καὶ om. C, E, F. αἱ νύκτες τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, παραλαβοῦσαι A, B, C, F. ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν.

Τούτων δὲ μία φυγή, ὁ χωρισμὸς δρασμὸς C, F. ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις. ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, καταψυχθέντα C, F. οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι.

Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. τί οὖν μακαριώτερον μακαριστότερον C, E. τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα, ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς διαλάμψαντος, ἐπʼ ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς ψυχῆς C. συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται.

Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος διαφορούμενος C. ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος τε καὶ ἐλλαμπόμενος om. editi; non tamen A, B, C, E, F. καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως ἕκαστα ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ.

Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ καὶ om. A, B. ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσοιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀῤῥωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρʼ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς τῆς ψυχῆς om. C. φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη. πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν ταὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος ἦν ἦν om. Ed. Ben.; non tamen A, B, E. καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθʼ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας εἰκόνες εἰκόνα. A, B γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.

Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα προκαλούμενα A, B, E. αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ αὐτὸν... καὶ ἡμᾶς εἰς κακίαν A, B, E. τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ.

Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει, περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλʼ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ καὶ om. editi; non tamen A, B, C, E, F. ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χοήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως· καὶ εἰ παρʼ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ἐπικρυπτόμενον C, E. ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας· πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρʼ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλʼ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν κριτὴν A, B. ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθʼ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμψασθαι τὸν ἐλέγξαντα.

Ἕπεται δὲ τῷ ταπεινῷ καὶ κατεβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆς συννενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατʼ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν βλαπτικὸν E. γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδʼ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν.

Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλʼ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τῆς τροφῆς ἀξίως γινέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴν τροφὰς C, E. εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη, ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα· ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις μόλις om. A, B, F. ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἐργασίᾳ A, B. ἀπασχολεῖσθαι ἀπασχολεῖν C; ἀποπληροῦν E. τὸν ἀσκητήν.

Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ συμμέτρῳ λεπτῷ C, F, Ed. Ben.; συμμέτρῳ A, B, E, F in marg. τῆς διαίτης· κατʼ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ αὐτῷ F. τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοις ἀτόποις A B. φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. ἀλλʼ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθʼ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν ἐν add. C. E. τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.

Κανδιδιανῷ

Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον. εὐλαβήθην αὐτὴν ὥς τι δημόσιον προσαγγέλλουσαν, καὶ παρʼ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφοβούμην προσβλέπων, προβλέπων C, D. ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. ἐπεὶ δὲ ἔλυσα, καὶ πάνθʼ πάνθʼ om. A, Ed. Ben.; non tamen B, C, D, E, F. ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε, τοῦτο μὲν ὑφʼ ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον, τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι. ὅτι ὁ μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτι ἠξίου Δημοσθένης, ἀλλὰ χορηγὸς ὀνομάζεσθαι· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ χορηγῶν καὶ μή (χορηγῶν μέντοι πλείοσι πλείονα A, B, F. μυριάσι στρατιωτῶν ἢ ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια), ὅς γε οὔθʼ ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον· καὶ τῆς περὶ λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλὰ τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ ζάλῃ χαλάζῃ A, B. πραγμάτων, οἷον ὑπὸ τείχει τεῖχός τι καρτερὸν A, B, C, D. τινὶ καρτερῷ ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, οὔτε θορύβους add. E. F. τό γε σαυτοῦ μέρος.

Καὶ τὰ μὲν σὰ τοιαῦτα, οὕτω add. A. B al. m., C, D, F. μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾷν δυναμένοις, καὶ πάλιν οὐ θαυμαστὰ τοῖς συνορᾷν . . . οὐ θαυμαστὰ om. E. τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι. ἄκουε δὴ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκολούθως ἡμῖν ἀπαντῶντα.

Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννήσοις, Ἀννίσοις B, C, D, F. οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιον τι πρὸς αὐτὸν εἰπὼν εἰπὼν om. E, F. ἐσχηκέναι, οὐ οὐ om. A, B. προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρʼ ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον ἀθρόως E. μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων, καὶ καταῤῥήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς.

Ἵνʼ οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν ἐπιτήδειοι πρὸς ἐπιχείρησιν, ἣν ἐν πᾶσι τοῖς πράγμασιν προστάγμασιν E. ἡμῶν σπουδὴν ἐπιδέδειξαι, καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι. μόνως γὰρ ἂν ἡμῖν οὕτω τὸ ἄπραγμον σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ δικαστηρίῳ C. συντεταγμένοι εἴημεν. γένοιτο δʼ ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.

Ὀλυμπίῳ

Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων; οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπʼ αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος· ὅτι τούτῳ τούτῳ: add. μὲν A, B, C. συνοικεῖν εἱλόμην ἐγὼ νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀποβαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλʼ, εὖγε, εἶπεν, ὦ τύχη, τύχη: add. ὅτι C. συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον, νῦν δὲ τὸν Κλεάνθην μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλοῦντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει. τὸν δὲ Διογένην οὐδὲ ἐπαύσατό ποτε θαυμάζων τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀποῤῥῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐπικύπτων ἐγκύπτων A, B, C. πίνειν. ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν ἡμῖν (ῖ fr. ῶ) F; ἡμῖν A, B, C, E; ἡμῶν Ed. Ben. πενία μέμψαιτο, ταῖς μεγαλοδωρεαῖς ἐξοικισθεῖσα νῦν. προσθείη δὲ καὶ ἀπειλήν τινα· ὅτι, εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα· οὕτω σε ἀκριβῶς τοῖς παρʼ ἐμαυτῆς ἀμυνοῦμαι.

Καὶ ταῦτα μὲν δὴ τοιαῦτα. ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. πρέποι δʼ ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.

Νεκταρίῳ παραμυθητική Νεκταρίῳ παραμυθητικὴ ἐπὶ τῷ υἱῷ C; πρὸς Νεκτάριον τὸν υἱὸν ἀποβαλόντα D, F.

Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους καὶ ἔτι ἀμφίβολος ὢν διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τῶν ἀνιαρῶν τὸν μηνυτὴν τὸ συμβὰν διηγήσασθαι, καὶ τῷ ἀπεύχεσθαι ἀληθῆ εἶναι δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλλούμενα, ἐδεξάμην γράμμα γράμματα B. τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον σημαίνοντα B. τὴν ἀπευκτὴν ἀγγελίαν. ἐφʼ ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον, τί χρὴ καὶ λέγειν; καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν ἢ μετρίῳ πάθει μετριωπαθῆ B, C, D, F. τὴν ψυχὴν καταληφθῆναι;

Οἴκου λαμπροῦ λαμπρὰ C, D. διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ὂν Ed. Ben.; non tamen A, B, C, D, F. ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπεφυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων. καίτοιγε ἐδόκει, τόν γε μέχρι τοῦ παρόντος χρόνον, ὀλίγα εἶναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλʼ ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα ἐκείνη τοῦ οἴκου ἐκείνου add. A. B, C, D. ἡ εὐθηνία καὶ τῶν ψυχῶν τῶν ψυχῶν om. A, B, C, D. ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι μεθʼ ἡμῶν στένοντες παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα τὸ... ῥεύματα A, B, C, D. δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει.

Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐν ἐν om. Ed. Ben.; non tamen A, B, C, D. ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν· τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν, καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστὶ τὰ ὑποδείγματα, καὶ ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστὶ τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτῃ στέφανοι δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. διὸ παρακαλῶ σε ὡς γενναῖον ἀγωνιστὴν στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα τίθησιν τίθησινom. C, D. ἡμῖν τοῦ βίου τὰ πέρατα. ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, δι’ ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται.

Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλʼ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλʼ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλυσεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, τῷ ποθουμένῳ... ἐπείγεταιom. B; οὐδὲ πολὺς . . . ὑποδέξεται τέλοςom. C, D. πάντας δὲ ἓν ὑποδέξεται τέλος. εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν προκατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευσόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. μόνον γένοιτο ἡμᾶς δι’ ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως ἐπιτύχωμεν. τύχωμεν A, B, C, D.

Πρὸς τὴν ὁμόζυγον ὁμόζυγα E, F. Νεκταρίου παραμυθητική. ἐπὶ τῷ παιδί add. F.

Ἔμελλον ἀποσιωπᾷν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ ἀπὸ C. θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. ἐπεὶ δέ με μοι C, D. εἰσῆλθεν ὅτι πρὸς Χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, δυοῖν F. τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. ὦ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. ὦ γῆ, τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει;

Ἀλλʼ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ εὐαγγελίῳ ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. ἀμαθεῖς ἐσμέν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλʼ εὐχαριστοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι.

Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; τί οὖν... θνητόςom. C, D. ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ ἀνθρωπίνης ζωῆς E, F. οὐκ ἐπιστάμεθα. περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοικεῖς καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. ἀνάβλεψον πρὸς πρὸς: εἰς F. τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὔτε C, D. οὗτος αὐτὸς A, B. διαμενεῖ. οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά, καὶ add. E. F. πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. μὴ καθʼ ἑαυτὸ μέτρει τὸ πάθος, ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε ἐσθὲ A, B, C, D. παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν τῷ πάθει ἑαυτὴν καταναλίσκουσα. ἀναλίσκουσα A, B, C, D. ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλʼ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ πρὸς τὰ παρόντα. εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵνʼ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.

Γρηγορίῳ ἑταίρῳ Γρηγορίῳ ἐπισκοπῷ ἑταίρῳ ὅτι οὐχ ἱκανὸς ὁ λόγος πρὸς παράστασιν τῆς νοουμένης εὐσεβείας καὶ ἵνα συνηγορῇ τῇ ἀληθείᾳ. γρ. Εὐαγρίῳ πρεσβυτέρῳ E. τῷ αὐτῷ ὅτι οὐχ ἱκανὸς ὁ λόγος πρὸς παράστασιν τῆς νοουμένης εὐσεβείας A, B. τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γρηγόριον ὅτι οὐχ ἱκανὸς ὁ λόγος πρὸς παράστασιν τῆς νοουμένης εὐσεβείας ἴνα καὶ τῇ ἀληθείᾳ συνηγορῇ C, D. Γρηγορίῳ βασίλειος F.

Οὐδὲ τότε οὐδέποτε E. ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον. ζητούμενον A, B, C, D. κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ καὶom. C, D. ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει.

Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε, ὃ ὃom. A, B. καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ καὶom. A, B. ταῖς παρὰ τοῦ τοῦom. A, B, F. Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρʼ ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας βλάπτομεν μᾶλλον τῇ παρʼ ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον τῶν λόγων C, D. ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.

Τοῖς Καισαρεῦσιν ἀπολογία περὶ τῆς ἀποχωρήσεως,

καὶ περὶ πίστεως καὶ περὶ πίστεωςom. F. Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἡττᾶσθε ἥττησθε F. τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἂν add. F. ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτʼ ἂν ἤδη ποθοῦντες.

Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλʼ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφʼ ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μου με F. τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; τίς δʼ ἄν μοι γένηται γένοιτο F. Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; ἀλλʼ ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον. αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθʼ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.

Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματἴζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύς φυλιστιαῖος F.; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν.

Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδʼ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν ὁ Θεός. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλʼ ἀλλʼ om. F. οὐχ ἕνα τῇ φύσει, ἀλλʼ οὐδʼ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. λέγομεν (ο fr. ω) F. ἀλλʼ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθʼ μετὰ F. ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλʼ ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν ὃ F. καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφʼ ἧς πᾶσα ἡ λογικὴ κτίσις κατʼ ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.

Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος· ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν.

Ἐπεὶ ἐπειδὴ F. δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος, ὡς τὸ Εγὼ εἶπα, θεοί ἐστε, καὶ ὁ δαίμων θεός, ὡς τὸ Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλʼ οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. ὁ δὲ Θεὸς μόνος κατʼ οὐσίαν ἐστὶ Θεός. μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ, τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου· ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ, Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ Ὁ μόνος ἔχων ἀθανασίαν, καί, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός (τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταὐτὸν δηλοῖ), καὶ τὸ Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ πάλιν, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τὸ Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους δὲ ψευδῶς· ὡς τὸ Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος, καὶ τὸ Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλεὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ, καὶ πάλιν ὁ Παῦλος, Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλʼ ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα.

Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς Εἷς Θεὸς εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ ὅτι μόνος καὶ τὸ εἷς, ἐπὶ Θεοῦ, τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ τοῦ τοῦom. F. Χριστοῦ ἐμνημόνευσεν. ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ…

Τὰ…

The complete text is available when the reading interface loads.