Homilia in illud: Destruam horrea mea
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia in illud: Destruam horrea mea, ed. Y. Courtonne, Saint Basile. Homélies sur la richesse, Paris: Didot, 1935: 15–37.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
—Ὃ μὴ πάθῃς σύ. Διὰ τοῦτο γὰρ γέγραπται, ἵνα φύγωμεν τὴν
ὁμοίωσιν. Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφόρησον ὡς ἐκείνη, μὴ χεί-
ρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς
ἀπόλαυσιν, ἀλλ' εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε· σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς
εὐποιΐας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ
χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν
γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὣσπερ γὰρ ὁ σῖτος, εἰς τὴν
γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς τὸν πεινῶντα
καταβληθεὶς, πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν
σοι τὸ πέρας τῆς γεωργίας ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς· Σπείρατε γὰρ,
φησὶν, ἑαυτοῖς εἰς δικαιοσύνην· Τί οὖν ἀδημονεῖς, τί κόπτεις σεαυτὸν,
πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἐναποκλεῖσαι φιλονεικῶν; Χρεῖσσον ὄνομα
καλὸν ὑπὲρ πλοῦτον πολύν· Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ τὴν ἀπ'
αὐτῶν τιμὴν, σκόπει πόσῳ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων
πατέρα προσαγορεύεσθαι, ἢ μυρίους ἔχειν στατῆρας ἐν βαλλαντίῳ. Τὰ μέν
γε χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγα-
θοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος,
ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ
τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις,
παγκρατιασταῖς, καὶ μίμοις, καὶ θηριομάχοις τισὶν ἀνθρώποις, οὓς κἂν
βδελύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν ὀλίγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ
δήμου θορύβων καὶ κρότων τὸν πλοῦτον προϊεμένους; Σὺ δὲ μικροπρεπὴς
εἶ περὶ τὰς δαπάνας, τηλικαύτης μέλλων ἐπιβήσεσθαι δόξης; Θεὸς ἔσται
ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρί-
ζοντες· δόξα αἰώνιος, στέφανος δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν, ἆθλά
σοι ἔσται τῆς τῶν φθαρτῶν τούτων οἰκονομίας ὧν οὐδενὸς τούτων φροντί-
ζεις, τῇ περὶ τὰ παρόντα σπουδῇ τῶν ἐλπιζομένων ὑπερορῶν. Δεῦρο δὴ
οὖν ποικίλως διάθου τὸν πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ τὰς δαπάνας
τῶν δεομένων γενόμενος. Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν, ἔδωκε τοῖς
πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Μὴ βαρύτιμος ἔσο ταῖς
χρείαις ἐπιτιθέμενος. Μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· Ὁ
γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος· Μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ
κοινὴν ἔνδειαν δι' εὐπορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπί-
νων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Μὴ
ἐπιξάνῃς τραύματα κεκακωμένων ταῖς μάστιξι. Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν
ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπι-
γινώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ
ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς.
4
—Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει· ὅσος δέ σοι ἀκολου-
θεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη
τοῦ πένητος; Ἐκεῖνος, περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν
αὐτῷ οὔτε ἐστὶν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα, οἷα
ἂν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ
τοὺς παῖδας λοιπὸν ἄγει τὸν ὀφθαλμὸν, ὥστε, αὐτοὺς ἀγαγὼν εἰς τὸ πρα-
τήριον, ἐντεῦθεν εὑράσθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα
μάχην ἀνάγκης λιμοῦ, καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον
θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα·
καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη,
ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπαραιτήτου χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται
ὁ πατήρ; Τίνα πρῶτον τούτων ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σιτοπώλης
ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσ-
βεῖα. Ἀλλὰ τὸν νεώτατον; Ἀλλ' ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν
τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖ-
νος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένω-
μαι; Τίνι τούτων προσκρούσω; Ποίαν θηρίου ψυχὴν ἀναλάβω; Πῶς τῆς
φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμέ-
νους τῷ πάθει. Ἐὰν ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους
προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν
οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω,
ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων
δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπολήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει
τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ' ὁ μὲν λιμὸς συνέχει
τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ, καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων
τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ
δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ ἐκ τοιούτων συμφορῶν ὑποδεχομένη
τιμήματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος, καὶ ὅπως ἂν πολὺ
λαβὼν ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ
ἀθλίῳ. Οὐ δάκρυόν σοι ἐλεεινὸν, οὐ στεναγμὸς καρδίαν μαλάσσει· ἀλλ'
ἄκαμπτος εἶ καὶ ἀμείλικτος. Πάντα χρυσὸν βλέπεις, χρυσὸν φαντάζῃ·
τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ
οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ
πάθους φαντάζονται· οὕτως σοι ἡ ψυχὴ, τῇ φιλοχρηματίᾳ κατασχεθεῖσα,
πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν ἢ τὸν
ἥλιον. Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ
ἐπινοεῖς μέντοι καθ' ὅσον οἷόν τε.
5
—Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖς; Ὁ σῖτος χρυσός σοι
γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται·
πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς
ἀπογεννᾷ πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ κόρος οὐκ ἔστι, καὶ τέλος
τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς
πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίπλασθαι, ὥστε τῷ ὑπερ-
βάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι· ὁ δὲ πλεονέκτης οὐχ οὕτως·
ἀλλ' ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται· Πλοῦτος ἐὰν ῥέῃ, μὴ
προστίθεσθε καρδίᾳ· Σὺ δὲ κατέχεις τὸν παραῤῥέοντα, καὶ περιφράσσεις τὰς
διεξόδους. Εἶτα κατεχόμενος καὶ ἐνλιμνάζων, οἷα ποιεῖ σοι; Ῥήγνυσι τὰ
κωλύματα, ἀμέλει καὶ νῦν βιαίως ἐναποληφθεὶς καὶ πλημμυρῶν, καθαιρεῖ
τοῦ πλουσίου τὰς ἀποθήκας, ἐδαφίζει αὐτοῦ τὰ ταμιεῖα, ὥσπερ πολέμιός
τις ἐπεισελθών. Ἀλλὰ μείζονας οἰκοδομήσει; Ἄδηλον εἰ μὴ καθῃρη-
μένας παραδώσει τῷ μετ' αὐτόν. Ὀξύτερον γὰρ ἂν αὐτὸς ἀπέλθοι ἀνασ-
πασθεὶς, ἢ ἐκεῖνα κατὰ τὴν πλεονεκτικὴν ἐπίνοιαν ἐγερθείη. Ἀλλ' ὁ μὲν
ἐχέτω τῶν κακῶν βουλευμάτων τὸ τέλος ἀκόλουθον· ὑμεῖς δὲ, ἂν ἐμοὶ
πείθησθε, πάσας θύρας ταμιείων ἀναπετάσαντες, ἀφθόνους παρέξετε τὰς
διεξόδους τῷ πλούτῳ· ὥσπερ ποταμῷ μεγάλῳ πολύκαρπον γῆν δι' ὀχετῶν
μυρίων ἐπερχομένῳ, οὕτως αὐτοὶ, τῷ πλούτῳ διδόντες διὰ ποικίλων ὁδῶν
εἰς τὰς τῶν πενήτων οἰκίας κατασχίζεσθαι. Τὰ φρέατα ἐξαντλούμενα εὐροώ-
τερα γίνεται· ἐναφιέμενα δὲ, κατασήπεται· καὶ πλούτου τὸ μὲν στάσιμον
ἄχρηστον, τὸ δὲ κινούμενον καὶ μεταβαῖνον κοινωφελὲς καὶ ἔγκαρπον. Ὢ
πόσος μὲν ὁ παρὰ τῶν εὐεργετουμένων ἔπαινος, οὗ σὺ μὴ καταφρονήσῃς!
πηλίκος δὲ ὁ παρὰ τοῦ δικαίου κριτοῦ μισθὸς, ᾧ σὺ μὴ ἀπιστήσῃς!
Πανταχοῦ σοι τὸ ὑπόδειγμα τοῦ κατηγορουμένου πλουσίου προσαπαντάτω·
ὃς, τὰ μὲν ἤδη παρόντα φυλάσσων, περὶ δὲ τῶν ἐλπιζομένων ἀγωνιῶν, καὶ
ἄδηλον ἔχων εἰ βιώσεται τὴν αὔριον, τὸ αὔριον σήμερον προημάρτανεν.
Οὔπω ἦλθεν ὁ ἱκέτης, καὶ προλαβὼν ἐδείκνυε τὴν ἀγριότητα· οὐ συνήγαγε
τοὺς καρποὺς, καὶ τῆς πλεονεξίας εἶχεν ἤδη τὸ κρῖμα. Ἡ μὲν γῆ ἐδεξιοῦτο
τοῖς ἐκφορίοις αὐτῆς· βαθὺ μὲν ἐν ταῖς ἀρούραις προδεικνῦσα τὸ λήϊον·
πολὺν δὲ τὸν βότρυν ὑπὲρ κλημάτων φαίνουσα· βρύουσαν δὲ τῷ καρπῷ τὴν
ἐλαίαν παρεχομένη, καὶ πᾶσαν ἐπαγγελλομένη τὴν ἐξ ἀκροδρύων τρυφήν·
ὁ δὲ ἀδέξιος ἦν καὶ ἄκαρπος, οὔπω ἔχων, καὶ ἤδη βασκαίνων τοῖς δεομέ-
νοις. Καίτοι πόσοι κίνδυνοι πρὸ τῆς συγκομιδῆς τῶν καρπῶν! Καὶ γὰρ καὶ
χάλαζα κατέκλασε, καὶ καύσων ἐκ μέσων ἥρπασεν τῶν χειρῶν, καὶ ὕδωρ,
παρὰ καιρὸν ἐκ νεφῶν ἐπιῤῥυὲν, ἠχρείωσε τοὺς καρπούς. Οὐ προσεύχῃ οὖν
τῷ Κυρίῳ τελειωθῆναι τὴν χάριν; Ἀλλὰ προλαμβάνων, σεαυτὸν ἀνάξιον
ποιεῖς τῆς ὑποδοχῆς τῶν δειχθέντων.
6
—Καὶ σὺ μὲν ἐν τῷ κρυπτῷ λαλεῖς σεαυτῷ, τὰ δὲ ῥήματά σου ἐν
οὐρανῷ δοκιμάζεται. Διὰ τοῦτό σοι ἐκεῖθεν αἱ ἀποκρίσεις ἔρχονται. Τίνα
δέ ἐστι καὶ ἃ λέγεις; ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ ἀποκείμενα· φάγε, πίε,
εὐφραίνου καθ' ἡμέραν· Ὢ τῆς ἀλογίας! Εἰ δὲ χοιρείαν εἶχες ψυχὴν, τί
ἂν ἄλλο ἢ τοῦτο αὐτῇ εὐηγγελίσω; Οὕτω κτηνώδης εἶ, οὕτως ἀσύνετος τῶν
τῆς ψυχῆς ἀγαθῶν, τοῖς τῆς σαρκὸς αὐτὴν βρώμασιν δεξιούμενος· καὶ ὅσα
ὁ ἀφεδρὼν ὑποδέχεται, ταῦτα τῇ ψυχῇ παραπέμπεις; Εἰ μὲν ἀρετὴν ἔχει,
εἰ πλήρης ἐστὶν ἀγαθῶν ἔργων, εἰ Θεῷ προσῳκείωται, ἔχει πολλὰ ἀγαθὰ,
καὶ εὐφραινέσθω τὴν καλὴν τῆς ψυχῆς εὐφροσύνην. Ἐπεὶ δὲ τὰ ἐπίγεια
φρονεῖς, καὶ θεὸν ἔχεις τὴν κοιλίαν, καὶ ὅλος σάρκινος εἶ, δεδουλωμένος
τοῖς πάθεσιν, ἄκουε τῆς σοὶ πρεπούσης προσηγορίας, ἣν οὐδεὶς ἀνθρώπων
ἔθετό σοι, ἀλλ' αὐτὸς ὁ Κύριος· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου
ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολά-
σεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ' ὀλίγον μέλλων ἀνάρπαστος
ἄγεσθαι, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο-
μήσω· Καλῶς σὺ ποιῶν, φαίην ἂν ἔγωγε πρὸς αὐτόν. Ἄξια γὰρ καθαιρέ-
σεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς
ᾠκοδόμησας. Λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας
τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους,
περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς
τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια·
Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Ἐὰν δὲ καὶ ταύτας
ἐμπλήσῃς, τί ποτε ἆρα διανοηθήσῃ; Ἦ που πάλιν καθαιρήσεις, καὶ πάλιν
οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν, οἰκοδομεῖν
μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν; Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς,
τὰς κοιλίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ
ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες καταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ
λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις ὅταν τὰς
δευτέρας ἀποθήκας ἐμπλήσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς
ἔπηξας. Σκόπει μή σε προλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ
ἐπαγγελία οὐ χρηστότητος ἐστιν, ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγγέλλῃ
γὰρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ' ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν
τί τὸ κωλύον πρὸς τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις
αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν
τήκεται· ὁ γυμνητεύων πήγνυται· ὁ ἀπαιτούμενος ἄγχεται· καὶ σὺ τὴν
ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ; Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς·
Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα·
Οἵων παραγγελμάτων ὑπερορᾷς, τῇ φιλαργυρίᾳ τὰ ὦτα προαποβύσας!
Πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμ-
πρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς
ἄλλοι καταλαμβάνουσι! Νῦν δὲ κατηφὴς εἶ καὶ δυσέντευκτος, ἐκκλίνων
τὰς ἀπαντήσεις, μή πού τι καὶ μικρὸν ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν.
Μίαν οἶδας φωνήν· Οὐκ ἔχω· οὐδὲ δώσω· πένης γάρ εἰμι. Πένης εἶ τῷ
ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγάπης· πένης φιλανθρωπίας,
πένης πίστεως εἰς Θεὸν, πένης ἐλπίδος αἰωνίου. Συμμεριστὰς ποίησον
τῶν σητῶν τοὺς ἀδελφούς· τὸ αὔριον σηπόμενον σήμερον μετάδος τῷ
δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων
μεταδιδόναι τοῖς ἐνδεέσι.
7
—Τίνα, φησὶν, ἀδικῶ συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ;
πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις, ἐν θεάτρῳ θέαν
καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς
πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ
κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς
παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ
δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ πένης, οὐδεὶς ἐνδεής. Οὐχὶ
γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις;
Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ
γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς
εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι' ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ
ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ
πένεται; Ἢ πάντως, ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν
ὑποδέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ,
πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβὼν, οὐδένα οἴει
ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων
τῇ αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου.
Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω,
ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; Ἢ ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωπο-
δύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο
ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ
ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσσεις ἐν
ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ
χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς,
ὅσοις παρέχειν ἠδύνασο.
8
—Καλοὶ μὲν, φησὶν, οἱ λόγοι, ἀλλὰ καλλίων ὁ χρυσός. Ὥσπερ
οἱ τοῖς ἀκολάστοις περὶ σωφροσύνης διαλεγόμενοι. Καὶ γὰρ ἐκεῖνοι, δια-
βαλλομένης τῆς ἑταίρας, ἀπὸ τῆς ὑπομνήσεως πρὸς τὰς ἐπιθυμίας ἐκκαίο-
νται. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν
στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὢ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ
τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατε με· γυμ-
νὸς ἤμην, καὶ περιεβάλετέ με· Ποταπὴ δέ σοι φρίκη, καὶ ἱδρὼς, καὶ
σκότος περιχυθήσεται, ἀκούοντι τῆς καταδίκης· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ
κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ
τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα,
καὶ οὐκ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετε με· Οὐδὲ γὰρ
ἐκεῖ ὁ ἅρπαξ ἐγκαλεῖται, ἀλλ' ὁ ἀκοινώνητος κατακρίνεται. Ἐγὼ μὲν
εἶπον, ἃ συμφέρειν ἐνόμιζον, σοὶ δὲ πεισθέντι μὲν πρόδηλα τὰ ἐν ἐπαγγε-
λίαις ἀποκείμενα ἀγαθά· παρακούσαντι δὲ γεγραμμένη ἐστὶν ἡ ἀπειλὴ, ἧς
εὔχομαί σε τὴν πεῖραν διαφυγεῖν, βελτίονα γνώμην μεταλαβόντα, ἵνα
λύτρον σοι γένηται ὁ ἴδιος πλοῦτος, καὶ ἐφ' ἕτοιμα βαδίσῃς τὰ οὐράνια
ἀγαθά· χάριτι τοῦ πάντας ἡμᾶς καλέσαντος εἰς τὴν ἑαυτοῦ βασιλείαν, ᾧ
ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑΠΡΟΣ ΤΟΥΣ ΠΛΟΥΤΟΥΝΤΑΣ} —Εἴρηται καὶ πρώην ἡμῖν τὰ περὶ τοῦ νεανίσκου τούτου, καὶ μέ-μνηται πάντως ὅ γε φιλόπονος ἀκροατὴς τῶν ἐξητασμένων τότε· πρῶτονμὲν, ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ παρὰ τῷ Λουκᾷ νομικῷ. Ὁ μὲν γὰρ πειρασ-τὴς ἦν, εἰρωνικὰς τὰς ἐρωτήσεις ποιούμενος· οὗτος δὲ, ὑγιῶς μὲν ἐρω-τῶν, οὐκ εὐπειθῶς δὲ παραδεχόμενος. Οὐ γὰρ ἂν ἀπῆλθεν ἐπὶ ταῖς τοιαύ-ταις ἀποκρίσεσιν τοῦ Κυρίου λυπούμενος, εἰ καταφρονητικῶς αὐτῷ προσῆγετὰς πεύσεις. Διόπερ οἱονεὶ μικτὸν αὐτοῦ τὸ ἦθος ἡμῖν ἀνεφαίνετο· πῆ μὲνἐπαινετὸν δεικνύοντος τοῦ λόγου, πῆ δὲ ἀθλιώτατον καὶ πάντη ἀπεγνωσμέ-
1
νον. Τὸ μὲν γὰρ γνωρίσαι τὸν ἀληθῶς διδάσκαλον, καὶ παρελθόντα τὴν
Φαρισαίων ἀλαζονείαν, καὶ νομικῶν οἴησιν, καὶ γραμματέων ὄχλον, τὴνπροσηγορίαν ταύτην ἀναθεῖναι τῷ μόνῳ ἀληθινῷ καὶ ἀγαθῷ διδασκάλῳ,τοῦτο ἦν ὃ ἐπῃνεῖτο. Καὶ μέντοι τὸ φανῆναι φροντίδος ἄξιον ποιούμενονπῶς ἂν τῆς αἰωνίου κληρονομήσειε ζωῆς, ἀποδεκτὸν καὶ τοῦτο. Ἐκεῖνοδὲ λοιπὸν ἐλέγχει αὐτοῦ τὴν ὅλην προαίρεσιν, οὐ πρὸς τὸ ἀληθινῶς καλὸνἀποβλέπουσαν, ἀλλὰ τὸ τοῖς πολλοῖς ἀρέσκον περισκοποῦσαν· τὸ, μαθόνταπαρὰ τοῦ ἀληθινοῦ διδασκάλου μαθήματα σωτήρια, μὴ ἐγγράψαι τῇ ἑαυτοῦκαρδίᾳ, μηδὲ εἰς ἔργον ἀγαγεῖν τὰ διδάγματα, ἀλλ' ἀπελθεῖν ἀθυμοῦντα,
1
τῷ πάθει τῆς φιλοπλουτίας ἐσκοτωμένον. Τοῦτο δὲ τὴν ἀνωμαλίαν τῶν
τρόπων, καὶ τὸ πρὸς ἑαυτὸν ἀσύμφωνον ἀπελέγχει. Διδάσκαλον λέγεις,καὶ τὰ μαθητῶν οὐ ποιεῖς; Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα παραπέ-μπῃ; Καίτοι ὅ γε ἀγαθὸς ἀγαθῶν ἐστι παρεκτικὸς δηλονότι. Καὶ ἐρωτᾷςμὲν περὶ τῆς αἰωνίου ζωῆς· ἐλέγχῃ δὲ ὅλως τῇ ἀπολαύσει τοῦ παρόντοςβίου προσδεδεμένος. Τί δέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁδιδάσκαλος προετείνατο; Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς·Εἴ σοι προέβαλε πόνους γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, ἢ ὅσαἄλλα τοῖς χρηματιζομένοις ἐπίπονα πρόσεστιν, ἔδει σε λυπηθῆναι δυσφο-ροῦντα τῷ ἐπιτάγματι· εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, οὐδένα πόνον ἐχού-σης οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀπο-δείξειν, οὐ χαίρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ' ἀπέρχῃ ὀδυνώμενοςτὴν ψυχὴν καὶ πενθῶν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπό-νηται. Εἰ γὰρ οὐκ ἐφόνευσας, ὡς σὺ φῂς, οὔτε ἐμοίχευσας, οὔτε ἔκλεψας,οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴνπερὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι' οὗ μόνου δυνήσῃ εἰσελθεῖνεἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματαμελῶν ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι διορθώσασθαι, οὐκ ἂν ἠθύμειςἀκούων· ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε ποιῆσαι βούλεταιτοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθ-ρωπάζεις. Ἐκείνης μὲν γὰρ δῆλος εἶ τῆς ἐντολῆς μακρὰν ὑπάρχων, καὶψευδῶς σεαυτῷ προσμαρτυρήσας αὐτὴν, ὅτι ἠγάπησας τὸν πλησίον σου ὡςσεαυτόν. Ἰδοὺ γὰρ τὸ παρὰ τοῦ Κυρίου προταθὲν ἐλέγχει σε παμπληθὲςτῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. Εἰ γὰρ ὅπερ διεβεβαιώσω ἀληθὲς ἦν,ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγάπης, καὶ τοσοῦτον ἀπέδωκαςἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων αὕτη περιουσία;Δαπανητικὸν γὰρ πλούτου ἡ θεραπεία τῶν δεομένων· ὀλίγα μὲν ἑκάστουπρὸς τὴν ἀναγκαίαν ἐπιμέλειαν δεχομένου, πάντων δὲ ὁμοῦ καταμεριζο-μένων τὰ ὄντα, καὶ περὶ ἑαυτοὺς δαπανώντων. Ὥστε ὁ ἀγαπῶν τὸν πλησίονὡς ἑαυτὸν οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον· ἀλλὰ μὴν φαίνῃ ἔχωνκτήματα πολλά. Πόθεν ταῦτα; ἢ δῆλον ὅτι τὴν οἰκείαν ἀπόλαυσιν προτι-μοτέραν τῆς τῶν πολλῶν παραμυθίας ποιούμενος. Ὅσον οὖν πλεονάζειςτῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Ἐπεὶ πάλαι ἂν ἐμελέτησαςτῶν χρημάτων τὴν ἀλλοτρίωσιν, εἰ ἠγαπήκεις σου τὸν πλησίον. Νυνὶ δὲπροσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σεαὐτῶν ὁ χωρισμὸς ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. Εἰ γὰρ ἠμφίασας γυμ-νὸν, εἰ ἔδωκας πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἠνέῳκτο παντὶ ξένῳ,εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ, ὑπὲρ ποίων ἂνἐλυπήθης χρημάτων; Ποῦ δ' ἂν καὶ ἐδυσχέρανας ἀποτιθέμενος τὰ λειπό-μενα, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐνδεέσιν; Εἶτα, ἐν μὲν πανη-
3
γύρει οὐδεὶς λυπεῖται προϊέμενος τὰ παρόντα καὶ ἀντικτώμενος τὰ ἐνδέοντα·
ἀλλ' ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολυτίμητα πρίηται, τοσούτῳ χαίρει,ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου· σὺ δὲ λυπῇ, χρυσίον,καὶ ἀργύριον, καὶ κτήματα διδούς· τουτέστι, λίθους καὶ χοῦν παρεχόμενος,ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν. —Ἀλλὰ τί χρήσῃ τῷ πλούτῳ; Ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖςσεαυτόν; Οὐκοῦν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίουπεριβολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν. Ἀλλ' εἰς τροφὴνκαταχρήσῃ τῷ πλούτῳ; Εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν
3
λυπῇ; ὡς τίνος στερούμενος; δόξης τῆς ἀπὸ τοῦ πλούτου; Ἀλλ' ἐὰν μὴ
χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν ἐκείνην καὶ λαμπρὰνπροάγουσάν σε ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ' αὐτὸ τὸ ἔχειν τὸνπλοῦτον ἀγαπητόν ἐστι, κἂν μηδὲν ἀπ' αὐτοῦ περιγίνεται ὄφελος. Ὅτιμὲν οὖν ἀνόνητός ἐστιν ἡ τῶν ἀχρήστων σπουδὴ, παντὶ γνώριμον. Πλὴνἀλλὰ παράδοξον ἴσως φανεῖταί σοι ὃ μέλλω λέγειν· παντὸς δέ ἐστινἀληθέστερον. Σκορπιζόμενος ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεταιτρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσ-
3
σῃς, οὐκ ἔχεις· ἐὰν σκορπίσῃς, οὐκ ἀπολεῖς· Ἐσκόρπισε γὰρ, ἔδωκε
τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Ἀλλ' οὐ γὰρ
ἱματίων ἕνεκεν οὐδὲ τροφῶν ὁ πλοῦτός ἐστι τοῖς πολλοῖς περισπούδαστος,ἀλλά τις ἐπινενόηται μεθοδεία τῷ διαβόλῳ, μυρίας τοῖς πλουσίοις δαπάνηςἀφορμὰς ὑποβάλλουσα, ὥστε τὰ περιττὰ καὶ ἄχρηστα ὡς ἀναγκαῖα σπου-δάζεσθαι, μηδὲν δὲ αὐτοῖς ἐξαρκεῖν πρὸς τὴν τῶν ἀναλωμάτων ἐπίνοιαν.Καταμερίζουσι γὰρ τὸν πλοῦτον πρός τε τὴν παροῦσαν χρείαν, καὶ πρὸςτὴν μέλλουσαν· καὶ τὸν μὲν ἑαυτοῖς, τὸν δὲ παισὶν ἀποτίθενται. Εἶτα καὶδιαιροῦσι τὸν αὐτὸν εἰς ἀφορμὰς δαπάνης ποικίλης. Οἷαι γὰρ αὐτῶν αἱδιατάξεις, ἄκουσον. Ἔστω, φησὶν, ὁ μὲν ἐν χρήσει πλοῦτος, ὁ δὲ ἀπό-θετος· καὶ ὁ ταῖς χρείαις ὑπηρετούμενος ὑπερβαινέτω τῶν ἀναγκαίων τὸνὅρον· οὗτος πρὸς τὰς κατ' οἶκον πολυτελείας παρέστω, ἐκεῖνος πρὸς τὰς