The Greek Library Author

Anonymous

Enarratio in prophetam Isaiam

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Enarratio in prophetam Isaiam [Dub.], ed. P. Trevisan, San Basilio. Commento al profeta Isaia, 2 vols., Turin: Società Editrice Internazionale, 1939: 1:3–397; 2:3–575.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

p

3

στάσεως ἐπιδείκνυσθαι· οὐ γὰρ ὁ ἀνωμάλως ἔχων περὶ

σωφροσύνην, καθαρός· ἀλλ' ὁ τὸ φρόνημα τῆς σαρκὸς

ὑποτάξας τῷ Πνεύματι. —Ὥσπερ γὰρ αἱ τῶν προσώπων

ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίγνονται, ἀλλὰ ἐν ταῖς

λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν

πάσαις ταῖς ψυχαῖς ἡ τοῦ Πνεύματος ἐνέργεια, ἀλλ' ἐν ταῖς

μηδὲν σκολιὸν ἐχούσαις, μηδὲ στραγγαλιῶδες. Ἡ χιὼν

λαμπρά· ἀλλ' εἰκόνας τῶν ἐγκυπτόντων οὐ δείκνυσι, διότι

τραχεῖά ἐστιν ἐκ πεπηγότων ἀφρῶν συγκειμένη. Τὸ γάλα

λευκόν· ἀλλ' οὐ παραδέχεται τὰς εἰκόνας, διότι καὶ αὐτῷ

μικραί τινές εἰσι πομφόλυγες. Ὕδατι δὲ, καὶ μέλανι, μορφὴ

ἐμφαίνεται, διὰ λειότητα.

Οὕτως ἄρα τὸ ἀνώμαλον τοῦ βίου πρὸς ὑποδοχὴν θείας

ἐνεργείας ἀνεπιτήδειον. —Ὅταν οὖν ψυχὴ πάσῃ ἀσκήσει ἀρε-

τῆς ἑαυτὴν ἐπιδοῦσα, τῷ σφοδρῷ περὶ Θεὸν φίλτρῳ διηνε-

κῶς μνήμην Θεοῦ ἐντυπωθεῖσαν αὐτῇ διασώζῃ, καὶ τούτῳ

τῷ τρόπῳ οἱονεὶ ἔνοικον αὐτῇ τὸν Θεὸν εἶναι κατασκευάσῃ,

ἐκ τῆς πρὸς τὸν Θεὸν σφοδροτάτης ἐνατενίσεως, καὶ τοῦ ἀῤ-

ῥήτου φίλτρου θεοφορουμένη, ἀξία τοῦ κατὰ τὴν προφη-

τείαν χαρίσματος γίνεται, διδόντος θείαν δύναμιν τοῦ Θεοῦ,

καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διανοίγοντος εἰς κατανόησιν

ὧν βούλεται θεαμάτων. Διὸ καὶ οἱ Προφῆται ἔμπροσθεν βλέ-

ποντες ἐκαλοῦντο· παρὰ τὸ ὡς παρόντα τὰ μέλλοντα προορᾷν.

Προσαχθησόμεθα δὲ μᾶλλον εἰς τὸ ἰδεῖν τὸ προφητικὸν κί-

νημα, ἐκ τῶν κατ' ὄναρ φαντασμάτων. Ὥσπερ γὰρ ἐν ταῖς

καθ' ὕπνον φαντασίαις τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἡμῶν τυπου-

μένου, πόλεων ἢ τόπων μεγέθει καὶ κάλλει διαφερόντων, ἢ ζώων

ὑπὲρ τὴν φύσιν γινόμεθα θεαταί, —ἢ καὶ λόγων τινῶν μνήμην

διὰ τῆς ἀκοῆς ἐμπεσόντων, πολλάκις παρακατέχομεν (καὶ

τοσούτων περὶ ἡμᾶς θεαμάτων τε παραδόξων καὶ ἀκουσμά-

των ὄντων, οὔτε τι εἴδομεν κατὰ ἀλήθειαν σωματικῇ αἰσθήσει,

οὔτε ἠκούσαμεν) οὕτω καὶ τὸν τῶν θείων καὶ μακαρίων ἀν-

δρῶν νοῦν, ποτὲ μὲν ὕπαρ, ἄλλοτε δὲ ὄναρ τυπούμενον, λόγων

τε θείων καὶ θεαμάτων πληροῦσθαι· οὔτε δι' ὀφθαλμῶν

τὰς εἰκόνας τῶν ὁρωμένων ἀναμαξάμενον, οὔτε δι' ὤτων ἀέρος

πληγὴν ἐκ τῶν φωνητικῶν ὀργάνων προελθοῦσαν ὑποδεξά-

μενον. —Οὐ γὰρ ἔξωθέν τι ὑποκείμενον ἦν ὑψηλὸς θρόνος καὶ

ἐπηρμένος, οὐδὲ ὁ ἐπ' αὐτοῦ καθήμενος, ὃν εἶδεν ὁ Ἡσαΐας·

οὐδὲ ἀνθρωποειδὴς ὁ ἠλέκτρινος μὲν τὰ ἀπὸ ὀσφύος ἄνω,

πυρινὸς δὲ ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, ὁ παρὰ τῷ Ἰεζεκιήλ.

Ἀλλ' ὁ μὲν νοῦς αὐτῶν, δυνάμει κρείττονι, ἐν θεωρίᾳ τούτων

ἐγένετο, δι' αἰνιγμάτων τοῦ Πνεύματος τὴν θείαν φύσιν

παραδεικνύντος.

4

Ὁρῶσι δὲ οἱ Προφῆται οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ

καὶ τῶν παρόντων τὰ λανθάνοντα, ὥς φησι Παῦλος· Ἐὰν

δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, τὰ κρυπτὰ

τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· ἢ ὡς ὁ Ἑλισσαῖος·

Οὐχὶ ἡ καρδία μου ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεψεν

ὁ ἀνὴρ, μετὰ τοῦ ἅρματος αὐτοῦ, εἰς συνάντησίν σοι;

Ἔστι δὲ προφητεία καὶ ἡ δι' ὀνείρων πρόγνωσις, ὡς τῷ Ἰω-

σὴφ ἐν Αἰγύπτῳ καὶ τῷ Δανιὴλ ἐπὶ τῆς Βαβυλωνίας ἐδείκ-

νυτο. —Πῶς οὖν καὶ Φαραὼ, καὶ Ναβουχοδονόσορ; Ὅτι περὶ

τῶν κοσμικῶν καταστάσεων τοὺς κρατοῦντας ἔδει προβλέ-

πειν, ἵνα πιστεύηται. Πῶς δὲ καὶ Βαλαὰμ προφητεύει καὶ

Καϊάφας; Ὅτι κἀκεῖνοι τοὺς πειθομένους εἶχον· καὶ ὁ μὲν

ὡς ἀρχιερεὺς, ὁ δὲ ὡς μάντις. —Οὐ γὰρ ψυχῆς καθαρότης

ἐνταῦθα, οὐδὲ διαύγεια νοῦ ἐνορῶντος Θεὸν, καὶ τὴν ἐκεῖθεν

δύναμιν ἐπισπῶντος· ἀλλ' οἰκονομικῶς ἐν αὐτοῖς ὁ λόγος, οὐ

κατὰ τὴν ἀξίαν, ἀλλὰ πρὸς τὸν καιρόν. —Ζητήσεις δὲ εἰ τὰ

παρὰ τῷ Ἡσαΐᾳ καὶ τῷ Ἰεζεχιὴλ ὀπτασίαι εἰσὶ, διὰ τοιῶνδε

φαντασιῶν ἑωραμέναι, ἢ θεολογίαι, δι' αἰνιγμάτων τοῦ

Πνεύματος τὰ τῆς θεότητος ἡμῖν ἰδιώματα καταγγέλ-

λουσαι.

5

Φασὶ δέ τινες ἐξεστηκότας αὐτοὺς προφητεύειν,

ἐπικαλυπτομένου τοῦ ἀνθρωπείου νοῦ παρὰ τοῦ Πνεύματος.

Τοῦτο δὲ παρὰ τὴν ἐπαγγελίαν ἐστὶ τῆς θείας ἐπιδημίας,

ἔκφρονα ποιεῖν τὸν θεόληπτον, καὶ, ὅτε πλήρης γέγονε

τῶν θείων διδαγμάτων, τότε καὶ τῆς οἰκείας ἐξίστασθαι

διανοίας, καὶ ἄλλους μὲν ὠφελοῦντα δι' ἑαυτοῦ, αὐτὸν δὲ

τῆς ἐκ τῶν ἰδίων λόγων ἀπολείπεσθαι ὠφελείας. Ὅλως δὲ,

τίνα λόγον ἀκόλουθον ἔχει ἐκ τοῦ τῆς σοφίας Πνεύματος,

μεμηνότι παραπλήσιον γίνεσθαι, καὶ ἐκ τοῦ τῆς γνώσεως

Πνεύματος τὸ παρακολουθητικὸν ἀποβάλλειν; —Ἀλλ' οὔτε

τὸ φῶς τυφλότητα ἐμποιεῖ, ἀλλὰ τὴν ἐκ φύσεως ἐνυπάρ-

χουσαν ὁρατικὴν δύναμιν διεγείρει· οὔτε τὸ Πνεῦμα σκό-

τωσιν ἐμποιεῖ ταῖς ψυχαῖς, ἀλλὰ πρὸς τὴν τῶν νοητῶν

θεωρίαν τὸν ἀπὸ τῶν τῆς ἁμαρτίας κηλίδων καθαρεύοντα

νοῦν διανίστησι.

Πονηρὰν μὲν οὖν δύναμιν συγχυτικὴν εἶναι διανοίας,

ἐπιβουλεύουσαν τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἀπίθανον· θεί-

ου δὲ Πνεύματος παρουσίαν ταὐτὸ τοῦτο λέγειν ἐνερ-

γεῖν, ἀσεβές. —Ἔπειτα, εἰ σοφοὶ οἱ Ἅγιοι, πῶς οὐκ ἐπ-

ηκολούθουν τοῖς προφητευομένοις; Σοφὸς γὰρ (φησὶ) νοήσει

τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσι φορεῖ ἐπιγνωμοσύ-

νην. —Εἰ δὲ ὅτι ἐξέστη Ἰσαὰκ ἐπὶ τῇ εἰσόδῳ τοῦ υἱοῦ αὐτοῦ,

καὶ Δαβὶδ εἶπεν ἐν τῇ ἐκστάσει αὐτοῦ, διὰ τοῦτο τὴν παρα-

φορὰν καταψεύδονται τῶν ἁγίων, γινωσκέτωσαν τὴν ἔκπλη-

ξιν ἔκστασιν εἰρῆσθαι· ὡς τὸ Ἐξέστη ὁ οὐρανὸς, καὶ ἡ γῆ

ἔφριξε. Χρὴ δὲ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὡρμημένους, περὶ

Θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν, μὴ

νοεῖν. Οἷον, κατὰ τὰς κοινὰς προλήψεις ἐστὶ τὴν θείαν φύσιν

ἀγαθὴν, καὶ ἀόργητον, καὶ δικαίαν ὁμολογεῖν.

6

Ἐὰν οὖν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον,

ἢ μὴ κατ' ἀξίαν τινὶ χρώμενον, ἡ Γραφὴ λέγει, ζητεῖν προσ-

ήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾷν τίνα τρόπον

ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιο-

λόγους περὶ Θεοῦ ὑπολήψεις. Καὶ οὕτως ἀπροσκόπως ἐντευ-

ξόμεθα ταῖς Γραφαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελού-

μενοι, ἐκ δὲ τῶν ἀσαφεστέρων οὐ παραβλαπτόμενοι.

Ἐὰν δέ τις ἐγκαλῇ τῇ θείᾳ Γραφῇ, ὡς οὐ διδασκαλικῇ,

οὐδὲ ἐνεργητικῇ τῶν ὠφελεῖσθαι δυναμένων, καταμανθανέτω

πᾶσαν τὴν τῶν ἀνθρωπίνων διακόσμησιν, οὐκ ἐν τοῖς πνευ-

ματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑποδεεστέροις καὶ τοῖς

κατὰ τὸν βίον πράγμασιν· ὅτι τοῖς μὲν ἀλόγοις εὔκολον

ἔδωκε τὴν πρὸς τὸ ζῇν ἀφορμήν· τροφὰς αὐτομάτους καὶ

σκέπην αὐτοφυᾶ, καὶ τὰ ἐκ τριχῶν καὶ πτερῶν ἐνδύματα,

ἡ τὰ σύμπαντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ ἄν-

θρωπον γυμνὸν παραγαγοῦσα, λόγον ἔδωκεν ἀντὶ πάντων,

δι' οὗ αἵ τε ποριστικαὶ συνέστησαν τέχναι, οἰκοδομικὴ, ὑφαν-

τικὴ, γεωργία, χαλκευτική, τὸ τοῖς σώμασιν ἐνδέον ἀνα-

πληρούσης τῆς ψυχῆς τῇ παρουσίᾳ τοῦ λόγου.

Ὥσπερ οὖν ἐν τούτοις οὐχὶ βασκαίνων ἡμῖν πρὸς τὸ ζῇν

ἀφορμῶν παραπλησίως τοῖς ἀλόγοις συναπογενηθῆναι πάντα

ὁ δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔνδειαν τῶν

ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο, οὕτω

καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ' ὠφελείᾳ τοῦ νοῦ, διε-

γείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε. Πρῶτον μὲν, ἵνα

τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα

ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλόν πως ἀγαπᾶται, καὶ τὰ διὰ

μακροῦ χρόνου προσγενόμενα μονιμώτερον παραμένει· ὧν

δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐ-

καταφρόνητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδε-

μιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσι.

Διὰ τοῦτο καὶ ἡ τῶν ὀνείρων φύσις ἀσαφὴς καὶ πλαγία, καὶ

οὐ μικρᾶς δεομένη τῆς ἐκ τοῦ νοῦ ἐντρεχείας· καὶ πολλὴ συγ-

γένεια πρὸς τὰ ἐκ τῶν ὀνείρων αἰνίγματα τοῖς κατὰ ἐπίκρυψιν

ἐν τῇ Γραφῇ δηλουμένοις. Ὅθεν καὶ Ἰωσὴφ καὶ Δανιὴλ τῷ

προφητικῷ χαρίσματι τὰ ὀνείρατα διεγίνωσκον, ἐπειδὴ οὐκ

αὐτάρκη τὰ τῶν ἐννοιῶν πρὸς τὴν θήραν τῆς ἀληθείας. —Πρὸς

δὴ τοῦτο χρεία τῆς ἐν τῷ βίῳ καθαρότητος, ὥστε καὶ πρὸς

τὴν τῆς ἠθικῆς ἀρετῆς ἐπιτήδευσιν τὸ ἐν ταῖς Γραφαῖς

κεκαλυμμένον διαγνωσθῆναι. Χρεία δὲ πρὸς τῇ καθαρότητι

τοῦ βίου καὶ τῆς ἐν ταῖς Γραφαῖς διατριβῆς, ἵνα τὸ σεμνο-

πρεπὲς καὶ μυστικὸν τῶν θείων λογίων ἐκ τῆς συνεχοῦς

μελέτης ἐντυπωθῇ τῇ ψυχῇ.

Ὅτι δὲ βίου ὅλου δεῖται ἡ τῶν θείων λόγων μελέτη, συνίστη-

σιν ὁ Μωϋσέως βίος, ὃς ἐπὶ μὲν τῇ πρώτῃ τεσσαρακονταετηρίδι

ἐπαιδεύθη τὰ Αἰγυπτίων, ἐπὶ δὲ τῇ δευτέρᾳ τεσσαρακονταετη-

ρίδι ἐπὶ προφάσει τοῦ ποιμαίνειν ἐπὶ τὰς ἐρημίας ἀναχωρήσας,

τῇ θεωρίᾳ τῶν ὄντων ἀπεσχόλασε. Καὶ οὕτω λοιπὸν τῆς τοῦ

Θεοῦ ἐπιφανείας ἀξιωθεὶς μετὰ τὴν δευτέραν τεσσαρακον-

ταετηρίδα, ἄκων, ὑπὸ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, πρὸς

τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν κατηνέχθη. Καὶ οὐδὲ τότε

διηνεκῶς τῷ πρακτικῷ παρέμενε βίῳ, ἀλλὰ καὶ πρὸς τὸν

ἐποπτικὸν ἐπανῄει πολλάκις. Ὅθεν καὶ εἰς τὴν Αἰγυπτια-

κὴν εἰδωλομανίαν ὅλα ὑπηνέχθη τὰ πλήθη, τῷ Θεῷ συν-

όντος τοῦ ἁγίου ἀνδρὸς ἐν τῷ ὄρει. Τοιοῦτος δέ τις καὶ ὁ

Ἠλίας, τὸν τῶν ἀνθρώπων ὄχλον ἀποδιδράσκων καὶ περὶ

τὰς ἐρημίας φιλοχωρῶν.

7

Εἰ τοίνυν τοῖς Ἁγίοις μετὰ πάσης εὐσταθείας τοῦ ἡγεμο-

νικοῦ ἐπονεῖτο τῆς ἀληθείας ἡ ζήτησις, πῶς οὐκ ἄλογον τοὺς

καρποὺς τῶν μυρίων καμάτων ἄνευ τινὸς πραγματείας

ἐπιζητεῖν; Τήρει γὰρ καὶ Ἠλίαν, μεθ' ὅσας ἀναχωρήσεις

καὶ ἡσυχίας καὶ καμάτους ἰδεῖν Θεὸν ἠξιώθη.

Ὑπόθεσις τοῦ βιβλίου ἡ φανερὰ καὶ αὐτόθεν ληπτή. Ἐπειδὴ

κατὰ χρόνους γέγονεν ὁ Προφήτης, ἐν οἷς ἐπλεόνασεν ἡ κα-

κία, τὰ μεγέθη τῶν ἀποκειμένων αὐτοῖς κακῶν διηγεῖται καὶ

τὴν αἰτίαν τῆς ὀργῆς τοῦ Θεοῦ προτάσσει, ἵνα εἰς μετά-

νοιαν αὐτοὺς ἐναγάγῃ. Πρῶτον μὲν ἄρχεται τῶν κατὰ τῆς

Ἰουδαίας λόγων. Ἐπειδὴ (κατὰ τὸν Πέτρον) Ὁ καιρὸς ἦν

τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ. Φυσικῶς γὰρ

τοῖς οἰκειοτάτοις μάλιστα χαλεπαίνομεν, ὅταν εἰς ἡμᾶς

ἐξαμαρτάνωσι. Καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ Κύριος, προστάσσων

κολάζεσθαι τοὺς ἡμαρτηκότας, Ἀπὸ τῶν ἁγίων μου ἄρ-

ξασθε (φησί).

Διὰ τοῦτο ἀπὸ τῆς ἐκλεκτῆς τοῦ Θεοῦ χώρας ἤρξατο,

καὶ ἀπὸ τῆς πόλεως ἐν ᾗ τὸ ἁγιαστήριον, ἀπαγγέλ-

λων τὰ ἐπικείμενα· δεύτερον Βαβυλῶνος, εἶτα τῆς Μωα-

βίτιδος, εἶτα Δαμασκοῦ· πέμπτον Αἰγύπτου, εἶτα τῆς

ἐρήμου, εἶτα τῆς Ἰδουμαίας, εἶτα τῆς φάραγγος Σιὼν, εἶτα

Τύρου, εἶτα τῶν τετραπόδων. —Ἐφεξῆς τούτοις ἐστὶ τὰ

περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος τῆς βασιλείας Ἐζεκίου

γεγενημένα· μεθ' ἃ προφητεῖαί εἰσιν ἄνευ τινὸς προγρα-

φῆς πάθη τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας προαγγέλ-

λουσαι, καὶ τὰ περὶ τῶν ἐν τῇ διασπορᾷ, καὶ περὶ τῆς τού-

των ἐπανόδου, μετὰ τὸ ἐκπληρωθῆναι τὴν δίκην· καὶ τὰ περὶ

Χριστοῦ πάσῃ τῇ προφητείᾳ ἐνεσπαρμένα, ἑκάστου τῶν

καθ' ἱστορίαν λεγομένων, καὶ τοῦ μυστικοῦ συγκαταπεπλεγ-

μένων.

1

t

{ΑΡΧΗ ΤΟΥ ΡΗΤΟΥ}

8

Ὅρασις, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ

τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου

καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα.

Τῶν παρ' ἡμῖν αἰσθητηρίων τὸ ἐνεργεστάτην, τὴν κατάληψιν

ἔχον τῶν αἰσθητῶν, ὅρασίς ἐστιν. Οὔτε γὰρ τὰ φοβερὰ δι' ἀκοῆς

δύνατόν ἐστι γνωρίσαι, ὡς δι' ὁράσεως· οὔτε τῶν ἐπιθυμητῶν

ἄλλη τις οὕτως ἀντιλαμβάνεται δύναμις, ὡς ἡ ὅρασις. Διόπερ ἡ

τῶν ἀληθῶν θεωρία (διὰ τὸ ἐναργὲς καὶ ἀναμφίβολον) ὅρασις

προσηγόρευται. Ὅθεν καὶ ὁ ὁρῶν ἐκαλεῖτο ὁ Προφήτης, καὶ

ὁ ἔμπροσθεν ὁρῶν. Ἐν μὲν γὰρ τῷ Ἀμὼς μεμαθήκαμεν,

ὅτι εἶπεν Ἀμασίας· Ὁ ὁρῶν, βάδιζε καὶ ἐκχώρησον εἰς γῆν

Ἰούδα, κἀκεῖ προφητεύσεις. Ἔμπροσθεν δὲ ὁρῶν ὁ Σα-

μουὴλ εἴρηται ἐν ταῖς Βασιλείαις. Ἐκαλεῖτο γὰρ (φησὶν)

ὁ Προφήτης ὁ ἔμπροσθεν βλέπων. Καθ' ὃ μὲν γὰρ ἐπιβλεπτι-

κοὶ τοῦ μέλλοντος ἦσαν, ἔμπροσθεν ὁρῶντες ἐχρημάτιζον·

καθ' ὃ δὲ θεωρητικοὶ τοῦ θείου βουλήματος ἦσαν, ὁρῶντες

προσηγορεύοντο.

9

Ἡμέτερον μὲν οὖν ἔργον ἐπιμέλειαν ποιεῖσθαι τοῦ νοῦ,

ἵνα γένηται διορατικὸς διὰ τῶν καταλλήλων γυμνασιῶν

τελειούμενος· Θεοῦ δὲ δωρεὰ, ἐλλάμψαι ἡμῖν τὸ Πνεῦμα

πρὸς τὴν τῶν μυστηρίων αὐτοῦ κατανόησιν. —Ὅρασιν δὲ

προτάξας, λόγων ἀπαγγελίαν ἐπήγαγεν, ἵνα δείξῃ ὅτι οὐ

δι' ἀκοῆς ἐδέξατο, ἀλλὰ τῷ νῷ ἐντυπωθεῖσαν τοῦ λόγου τὴν

διάνοιαν ἐξαγγέλλει. Καὶ γὰρ ἡμῖν φωνῆς μὲν χρεία πρὸς

τὸ σημᾶναι ἡμῶν τὰ νοήματα· ὁ δὲ Θεὸς, αὐτοῦ τοῦ ἡγε-

μονικοῦ τῶν ἀξίων ἁπτόμενος, τὴν τοῦ ἰδίου βουλήματος

γνῶσιν αὐτοῖς ἐντυποῖ.

Τίς ἡ τοῦ πατρὸς προσθήκη; Ἵνα δείξῃ ὅτι πατρι-

κὸν αὐτῷ τῆς προφητείας τὸ χάρισμα. —Ἣν εἶδε κατὰ

τῆς Ἰουδαίας. Τί βούλεται ἡ ἐπανάληψις; Ὅτι μὲν διὰ

τοῦ πρώτου, τὸ κοινὸν τῆς ὁράσεως· διὰ δὲ τοῦ δευτέ-

ρου, τὸ ἰδικὸν ἤδη σημαίνει, τίς καὶ ποταπὴ καὶ τίνι δια-

φέρουσά ἐστιν ἡ ὅρασις. Λόγοι οὖν ὁρατοὶ, τουτέστι νῷ

θεωρητοὶ, οὓς ἑώρακεν ὁ Προφήτης, κατὰ τὸ ἐν τῇ Ἐξόδῳ

εἰρημένον, ὅτι Πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν. —Προοιμιά-

σαντο δὲ καὶ ἄλλοι Προφῆται παραπλησίως. Ὅρασις Ἀ-

βδίου· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ. Ἀκοὴν ἤκου-

σα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε.

Καὶ ἐπὶ τὸν Ναούμ· Λῆμμα Νινευή· βιβλίον ὁράσεως

Ναοὺμ, τοῦ Ἐλκεσαίου. Καὶ ἐπὶ τοῦ Ἀμβακούμ· Τὸ

λῆμμα, ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης. Καὶ ὁ Μαλαχίας

λῆμμα εἶπεν ἄνευ τῆς ὁράσεως, οὕτω λέγων· Λῆμμα λόγου

Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, ἐν χειρὶ Ἀγγέλου αὐτοῦ. Καὶ ἐοίκασι

διὰ τοῦ λήμματος ἐμφαίνειν, ὅτι οὐκ ἀφ' ἑαυτῶν ἔχουσι

τῆς προφητείας τὴν δύναμιν, ἀλλὰ λαβόντες· ὥστε τὸ

λῆμμα ἴσον δύνασθαι τῷ δόμα παρὰ Θεοῦ.

Οὗτοι μὲν οὖν ὁράσεως εἶναι τὰ βιβλία φασίν· οἱ δὲ λοιποὶ

Προφῆται λόγους ἀκηκοέναι παρὰ Θεοῦ φασιν. Ὁ λόγος γὰρ

(φησὶ) Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ Βεηρὶ, ἐν ἡμέ-

ραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων

Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως

Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Ἐν δὲ τῷ Ἀμώς·

Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς

εἶδε περὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου, βασιλέως Ἰούδα,

καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν

τοῦ σεισμοῦ. —Ἀντέστραπται ἡ τάξις ἐνταῦθα, ὡς πρὸς τὸν

Ἡσαΐαν· ἐκεῖ μὲν ὅρασις προτέτακται, καὶ λόγοι ἐπήχθη-

σαν· Ἄκουε, οὐρανέ. Ἐνταῦθα δὲ, λόγων προκειμένων,

ὅρασις ἐπηκολούθησε. Λόγοι γὰρ Ἀμὼς, οὐχὶ ὅρασις Ἀμώς·

οὐχὶ οὓς ἤκουσεν, ἀλλὰ Οὓς εἶδεν. Ἐν δὲ τῷ Μιχαίᾳ·

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν Μωρασθεὶ, ἐν

ἡμέραις Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα,

ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ. Καί· Λόγος

Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ, τὸν τοῦ Βαθουήλ. Καί·

Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν. Καί· Λόγος Κυρίου,

ὃς ἐγενήθη πρὸς Σοφονίαν, τὸν τοῦ Χουσὶ υἱὸν, τοῦ Γοδολίου,

τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου, τοῦ υἱοῦ

Ἀμὼς, βασιλέως Ἰούδα.

Ἰδιότροπος δὲ καὶ ἡ τῶν χρόνων ἐπισημείωσις καὶ ἡ τοῦ

λόγου ὑποδοχὴ παρὰ τῷ Ἀγγαίῳ εἴρηται· Ἐν τῷ δευτέρῳ

γὰρ (φησὶν) ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ

ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαί-

ου τοῦ Προφήτου. Δοκεῖ δέ μοι τὸ ἐνταῦθα εἰρημένον Ἐν

χειρὶ, ἴσον δύνασθαι τῷ παρὰ τοῖς ἄλλοις ἀναγεγραμμένῳ

λήμματι. Καὶ ἐπὶ τοῦ Ζαχαρίου δέ· Ἐν τῷ ὀγδόῳ μηνὶ

ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς

Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ, τὸν Προφήτην.

10

Ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζε-

κίου.

Ἡ τῶν χρόνων παρατήρησις ἀναγκαία, ἵνα φανῇ τὰ

πρὸ πόσου χρόνου προῤῥηθέντα μετὰ πόσον χρόνον ἀπήν-

τησε, καὶ ὅτι ὅτε ἐπλεόνασεν ἡ ἀσθένεια, ὑπερεπερίσσευσεν

ἡ παρὰ τοῦ Θεοῦ ἐπιμέλεια. Σχεδὸν γὰρ οἱ πλεῖστοι συν-

έδραμον ἀλλήλοις κατὰ τὸν χρόνον· Ὠσηὲ, ἐν ἡμέραις

Ὀζίου καὶ ἐν ἡμέραις Ἱεροβοάμ· Μιχαίας ἐν ἡμέραις

Ἰωάθαμ καὶ Ἀχάζ· Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ

Ἀμώς. —Τῶν δὲ λοιπῶν οἱ μὲν ἀχρόνως ἀνέγραψαν τὰς προ-

φητείας, οἱ δὲ τὰς τῶν βαρβάρων βασιλείας, ὡς γνωριμω-

τέρας διὰ τὸ κρατεῖν τηνικαῦτα, παρεσημήναντο. Ἀγγαῖος

καὶ Ζαχαρίας, Ἀβδίας τε καὶ Ναοὺμ καὶ Ἀμβακοὺμ,

Ἰωνᾶς καὶ Μαλαχίας τῶν χρόνων οὐκ ἐμνήσθησαν, ἀλλ' οὐδὲ

οἱ πλείους πατέρων. Καὶ τάχα οἱ μὲν ἐξ ἐπισήμων πα-

τέρων ἠδύναντο εὐπαράδεκτοι γενέσθαι. Πιστότεροι γὰρ οἱ

γνωριμώτεροι· οἱ δὲ ἀσήμων γονέων, παρεσιωπήθησαν.

Οὐ μὴν οὗτος Ἀμὼς, ὃν τοῖς δώδεκα συντεταγμένον ἔχομεν,

πατήρ ἐστι τοῦ Ἡσαΐου· οὔτε γὰρ ἡ ἐκφώνησις ἡ αὐτὴ,

οὔτε τὸ ὑπὸ τῆς φωνῆς σημαινόμενον. Τὸ μὲν γὰρ δασυτέρῳ

τῷ πνεύματι ἀναφωνεῖται, τὸ δὲ ψιλοτέρῳ. Καὶ τὰ δηλού-

μενα διάφορα· τὸ μὲν γὰρ τοῦ πατρὸς Ἡσαΐου ὄνομα καὶ τὸ

τῆς φωνῆς ἰδίωμα, στερέωσιν καὶ δύναμιν καὶ ἰσχὺν ἐμ-

φαίνει· τῷ δὲ τοῦ Προφήτου, λόγος σκληρὸς δηλοῦται. —Πρὸ

δὲ τοῦ Ἡσαΐου ἔοικεν εἶναι ἡ προφητεία τοῦ. Ὠσηὲ, διὰ τὸ

εἰρῆσθαι· Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Γνωστέον μέντοι

ὅτι ὁ Ὀζίας οὗτος ὁ αὐτὸς καὶ Ἀζαρίας εἴρηται· ἐν γὰρ

τῇ προτέρᾳ τῶν Παραλειπομένων Ὀζίας εἴρηται, ἐν δὲ τῇ

δευτέρᾳ τῶν Βασιλειῶν, Ἀζαρίας, πλὴν καὶ πατρὸς τοῦ αὐ-

τοῦ καὶ μητρός. Ἡ μὲν γὰρ μήτηρ, Χαλία· ὁ δὲ πατὴρ, Ἀμα-

σίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτός· πεντήκοντα δύο ἔτη.

Ἐπὶ Ὀζίου προεφήτευσεν Ἡσαΐας, Ὠσηὲ καὶ Ἀμώς.

Ἀλλ' ἐπειδὴ Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος

ἤρξατο προφητεύειν; Καὶ, ἐπειδὴ ὁ Ἀμὼς πρὸ δύο ἐτῶν τοῦ

σεισμοῦ, μήποτε πρὸ τῆς ὁράσεως τοῦ Ἡσαΐου, ἐν ᾗ φησι·

Καὶ ἐπήρθη τὸ ὑπέρθυρον;

11

Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν.

Ἐπειδὴ κατὰ γενεὰν πονηρὰν ἡ προφητεία ἐγένετο, οὐκ

ἔχων ἐν τοῖς ἀνθρώποις τοὺς ἀκούοντας, οὐρανῷ καὶ γῇ δια-

λέγεται. Ἐπὶ γὰρ τούτων τῶν μαρτύρων ὁ νόμος ἐδόθη,

Μωϋσέως εἰπόντος· Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε

οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Πρόσεχε, οὐρανὲ, καὶ

λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἔπρε-

πεν οὖν τοὺς ὅτε ἐδίδοτο ὁ νόμος παραληφθέντας μάρτυρας,

τοὺς αὐτοὺς κληθῆναι ἐπὶ τῷ ἐλέγχῳ τῆς παραβάσεως τοῦ

νόμου. Ἐκκλησιάσατε γὰρ (φησὶ) πρός με τοὺς φυλάρχους

ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς καὶ

τοὺς γραμματοεισαγωγεῖς, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν,

καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν. —Πα-

ρατετήρηται δὲ ὅτι ἐναντίως ἔχει ὡς πρὸς τὴν ᾠδὴν ὁ λόγος,

ἐνθάδε. Ἐκεῖ μὲν γάρ· Πρόσεχε, οὐρανὲ (ἢ κατὰ τὰς ἄλλας

ἐκδόσεις) Ἐνωτίζου, οὐρανέ· καὶ ἀκουέτω γῆ. Ἐνταῦθα δέ·

Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὅτι ὅταν μὲν τὰ ὑψηλὰ

φρονῇ ὁ λαὸς, καὶ Θεοῦ μὴ ἀποστῇ, ὡς ἐκ τοῦ συνεγγὺς ὄντα

τὸν οὐρανὸν προσκαλεῖται, καὶ ἐντίθεσθαι εἰς τὰ ὦτα τοὺς

λόγους παρακαλεῖ· τοῦτο γάρ ἐστι τὸ Ἐνωτίζου. Ὅταν δὲ

μακρυνθῇ τῶν οὐρανίων, ὡς μακρὰν ὄντι αὐτῷ διαλέγεται·

Ἄκουε, οὐρανέ.

12

Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς. Διὰ τοῦτο Μωϋσῆς μὲν ὡς

ἐγγὺς ἔχων τὸν οὐρανὸν, διὰ τὴν προκοπὴν τοῦ λαοῦ· Πρόσ-

εχε, οὐρανὲ, ἤ· Ἐνωτίζου, ὡς οἱ λοιποί. Ἡσαΐας δὲ, ἐν

ἁμαρτίαις ὄντος τοῦ λαοῦ, καὶ τὰ γήϊνα φρονοῦντος, ὡς

συνεγγὺς τὴν οὖσαν, τὴν γῆν εἰς τὰ ὦτα τοὺς λόγους δέ-

χεσθαι ἐπιτάσσει. Τοῦτο γάρ ἐστι τὸ ἐνωτίζεσθαι. —Ἢ με-

τωνυμικῶς οὐρανὸν μὲν τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας,

ὡς πόλιν λέγομεν τοὺς ἐν τῇ πόλει, καὶ γῆν τοὺς ἐν αὐτῇ

πάντας, πρὸς τὸ μὴ ἐντεῦθεν περιελκυσθῆναι ἡμᾶς ἔμψυχα

νομίζειν τὸν οὐρανὸν καὶ τὴν γῆν. Οὕτω γὰρ καὶ θρόνος

Θεοῦ λέγεται ὁ οὐρανὸς, ἐκ τοῦ τὰς ἐπουρανίους δυνάμεις

παγίως ἐν αὐταῖς τὴν τοῦ Θεοῦ γνῶσιν ἐνιδρυμένην ἔχειν.

Καὶ ἡ γῆ, ὑποπόδιον, διὰ τὸ τοὺς ἐπὶ γῆς ἀνθρώπους τὰ

τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Κατὰ

τοῦτο εἴρηται· Ἀνὴρ πανοῦργος, θρόνος αἰσθήσεως· θρόνος

δὲ ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. Ὥσπερ καὶ αἰσθήσεως

θρόνος, ὁ αἰσθητικὸς καὶ ἔμφρων, οὕτως Θεοῦ θρόνος, ὁ χω-

ρήσας τὰ ἀνωτάτω περὶ Θεοῦ διηγήσεως. —Ὅτι Κύριος

ἐλάλησε. Φοβερὸν τὸ παρακούειν τῶν τοῦ Θεοῦ λόγων.

13

Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.

Ὢ τῆς φιλανθρωπίας. Δικαιολογεῖται ὁ Δεσπότης, ἵνα

μετὰ τὰς ἀποδείξεις ἐπαγάγῃ τὰ πρὸς ἀξίαν. Υἱοὺς ἐγέννησα

καὶ ὕψωσα. Σύνθετος ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος·

ἡ σάρξ, ἀπὸ τῆς γῆς· ἡ ψυχὴ, οὐρανία. Ἐπεὶ οὖν πρὸς

ἀμφότερα αὐτῷ ἡ συγγένειά ἐστιν, ἐπὶ τῶν οἰκειοτάτων

αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. —

Γενέσεως εἴδη δύο. Ἡ μὲν, ἡ κατὰ Θεὸν μόρφωσις, ἐξ

ἔργων καὶ παραδοχῆς δογμάτων ἐπιτελουμένη· ὡς γεννᾷ

Παῦλος διὰ τοῦ Εὐαγγελίου, καὶ τοὺς ἐκπεσόντας ὠδίνει,

καὶ διαμορφοῖ ἀναπλάσσων αὐτοὺς εἰς εὐσέβειαν. Ἡ δέ τίς

ἐστιν, ἡ εἰς τὸν βίον εἴσοδος, ὡς τὸ Αὕτη ἡ βίβλος γενέσεως

οὐρανοῦ καὶ γῆς. Ἀμφοτέρας οὖν αὐτοῖς προφέρει, καὶ

ὀνειδίζει, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν ἀχθέντες, καὶ

κατ' εἰκόνα Θεοῦ γενόμενοι (τοῦτο γάρ ἐστι τὸ καὶ γεννηθῆναι

καὶ ὑψωθῆναι) οὔτε ὡς Κτίστῃ ηὐχαριστήσατε, οὔτε ὡς

πατρὶ ἑαυτοὺς ὡμοιώσατε· ἀλλὰ διὰ τῆς πρὸς τὸ χεῖρον

τροπῆς ἠθέτησαν μὲν τὸν Θεὸν, πατέρα δὲ ἑαυτῶν ἐποίησαν

τὸν διάβολον. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ δια-

βόλου γεγέννηται. Καὶ ὁ Κύριος δὲ τοῖς πονηρευομένοις

φησίν· Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.

Μεγάλη μὲν οὖν κατηγορία, καὶ τὸν υἱὸν ὄντα καὶ τῆς σω-

ματικῆς γενέσεως τετυχηκότα, ἀγνώμονα εἶναι περὶ τὸν

γεννήσαντα. Ἀφορήτου δὲ μίσους ἄξιος ὁ καὶ ὑψωθεὶς τῷ

γενέσθαι τῶν οὐρανίων μέτοχος, καὶ μηδὲ οὕτως ἐπιμένων

τῇ πρὸς τὸν εὐεργέτην ἀγάπῃ.

14

Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ

κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ

συνῆκε.

Βοῒ καὶ ὄνῳ συγκρίνεται ὁ ἀθετήσας Θεόν. Ἐπειδὴ γὰρ

Ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνησι τοῖς

ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Τοιοῦτοι δέ εἰσιν οἱ μὴ κατὰ

λόγον, ἀλλὰ κατὰ πάθος ζῶντες, ἐκ τῆς ἀλογίας πρὸς τὸν

κτηνώδη βίον ὑποφερόμενοι. Τὰ σύντροφα δὲ τοῖς ἀνθρώ-

ποις καὶ γνώριμα πρὸς τὴν εἰκόνα παρέλαβεν, ἵνα αἰσχυνώ-

μεθα, καὶ τούτων ὄντες ἀσυνετώτεροι, καὶ μηδὲ ἧς παρὰ

τῶν ἀλόγων εὐνοίας τυγχάνομεν, ταύτης αὐτοὶ τῷ κτίσαντι

ἡμᾶς μεταδιδόντες. Βοῦς μὲν γὰρ, ὁ συνεργὸς ἡμῖν εἰς

γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθά-

νεται καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπι-

γινώσκει. Ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς τῆς καταλύσεως

συνήθεις τόπους ὁρμᾷ. Εἰ οὖν τοῖς ἀλόγοις τοσαύτη πρὸς

τὸν ἐπιμελούμενον ἡ συνήθεια, πόσον ἡ λογικὴ φύσις τῆς

πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθήσεται;

Παρατήρει δὲ, ὅτι ὁ βοῦς πλείονα τὴν σύνεσιν ἔχειν παρὰ

τὸν ὄνον μεμαρτύρηται· ὁ μὲν γὰρ αὐτὸν ἔγνω τὸν κτησάμε-

νον, ὁ δὲ τὴν φάτνην μόνον, δεικνύντος τοῦ λόγου, ὅτι τὸ

γαστρίμαργον ζῶον τὸν τῆς ἡδονῆς μόνον γνωρίζει τόπον·

ὁ δὲ ἔχει τινὰ καὶ αὐτοῦ τοῦ καλοῦ καὶ ὠφελίμου σύνεσιν.

Διόπερ, ὡς ἀνοικείως ἐχόντων τῶν ζώων πρὸς ἄλληλα, ἐν

Δευτερονομίῳ ἀπηγόρευται ἀροτριᾷν ἐν μόσχῳ καὶ ὄνῳ

ἐπὶ τὸ αὐτό· τουτέστι, τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον

τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Οὐ γὰρ τῶν βοῶν

μέλει τῷ Θεῷ· ἀλλὰ δι' ἡμᾶς πάντως ἐγράφη. Ἀλλαχοῦ

δὲ πάλιν συνέζευκται· Μακάριος γὰρ ὁ σπείρων ἐπὶ πᾶν

ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ, τουτέστι ὁ τῷ διδακτικῷ

λόγῳ τό τε φιλόπονον τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλή-

δονον αὐτῆς θεραπεύων. Ὥσπερ γὰρ τὸ ζῶον ἀχθοφορικὸν,

οὕτω καὶ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς τῷ βάρει τῆς ἁμαρτίας

καταπεφόρτισται.

15

Καὶ βοῦς μὲν τὸν κτησάμενον ἔγνω, Ἰσραὴλ δέ με

οὐκ ἔγνω, τὸν Κτίσαντα· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου

αὐτοῦ ἐπέγνω, Ἰσραὴλ δέ με οὐ συνῆκε. Καὶ φάτναι μὲν πολ-

λαὶ, ἀλλ' ὅμως ὁ ὄνος τῆς τοῦ κεκτημένου αὐτὸν φάτνης οὐκ

ἀποσφάλλεται. Θεὸς δὲ εἷς, καὶ ὁ ἀγνώμων λαὸς ἐπὶ τοὺς

μὴ ὄντας θεοὺς ἀποπλανᾶται. Ἐμὲ οὐ συνῆκε, τὸν δι' οὐ-

ρανοῦ γνωριζόμενον· τὸν διὰ γῆς καὶ θαλάσσης δεικνύ-

μενον, τὸν διὰ ἡλίου, καὶ σελήνης, τὸν διὰ τῶν ἀστέρων,

τὸν διὰ πάσης τῆς κτίσεως καταμηνυόμενον. —Οἰκείως δὲ

τῇ μὲν τοῦ βοὸς εἰκόνι ὁ Ἰσραὴλ ἀποδέδοται, τῇ δὲ τοῦ ὄνου

ὁ ἁπλῶς λαός. Ὅσῃ γὰρ βοῒ πρὸς ὄνον ἡ διαφορὰ, τοσοῦ-

τον τοῦ Ἰσραὴλ, ὃς ἑρμηνεύεται ὁ ὁρῶν Θεὸν, πρὸς τὸν

ἁπλῶς λαὸν χρηματίζοντα τὸ διάφορον.

16

Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα

πονηρὸν, υἱοὶ ἄνομοι.

Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται· ὡς τὸ Ἐν

πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυ-

νάστου. Καὶ τὸ Ἵνα τὶ ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν

κενά; —Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶναι ἁμαρτωλὸν ἀρξάμενοι,

κατὰ τὴν ἐν πονηρίᾳ αὔξησιν γίνονται λαὸς πλήρης ἀνομιῶν,

καὶ ἀπὸ τοῦ σπέρμα πονηρὸν εἶναι, ἐπὶ τὸ γενέσθαι υἱοὶ ἄνομοι.

Ὡς γὰρ ἡ κατ' ἀρετὴν προκοπὴ ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ

μείζω τὴν αὔξησιν ἔχει, οὕτως ἡ τῆς κακίας χύσις ἀπὸ

τῶν ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρεται.

Σπέρμα δὲ πρὸς υἱοὺς πολὺ τὸ ἀκόλουθον καὶ κατ' αὐτὴν

τὴν φύσιν ἔχει· ἀπὸ τοῦ σπέρματος γὰρ εἰς τὸ υἱοὺς γε-

νέσθαι προκόπτει, οὐ μόνον κατὰ τὰς σωματικὰς γενέσεις,

ἀλλὰ καὶ κατὰ τὴν ἐν ψυχῇ αὔξησιν, ἐκ τῶν τῆς διδασκαλίας

σπερμάτων, εἰς τὴν πρὸς τοὺς διδάξαντας ἐξομοίωσιν τῶν

ὑποδεξαμένων τὰ διδάγματα προκοπτόντων, καὶ διὰ τοῦτο

υἱῶν χρηματιζόντων, ἤτοι υἱῶν τῆς βασιλείας, ὅταν τὰ

σωτήρια δεξάμενοι σπέρματα, κατ' αὐτὰ τελειοῦνται· ἢ

τῆς γεέννης υἱῶν, ἐὰν ἐκ πονηρῶν διδαγμάτων τῇ ἀπωλείᾳ

προσοικειῶνται. —Μεγάλη δὲ κατηγορία, ὅλον ἔθνος ἁμαρ-

τωλὸν χρηματίζειν, ὡς μηδένα ἐν αὐτῷ κατορθοῦν· καὶ

λαὸν πλήρη ἁμαρτιῶν, ὡς πᾶν εἶδος ἀνομίας ἐπιτηδεύεσθαι

παρ' αὐτῶν, ἀλλὰ καὶ τὰ τῆς κακίας πρὸς ἑαυτὴν ἐναντιώ-

ματα εὑρίσκεσθαι, καθὼς εἴρηται· Πεπληρωμένους πάσης

ἀδικίας· καὶ τὸ Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι

τῶν Ἀμοῤῥαίων· καὶ παρὰ τοῦ Σωτῆρος δέ· Πληρώσατε

καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν.

17

Σπέρμα πονηρόν.

Τὸ παρὰ τοῦ ἐχθροῦ ἀνθρώπου τῷ καθαρῷ σίτῳ ἐπισπα-

ρὲν ζιζάνιον, ὃ, εἰς τελείωσιν ἐλθὸν, υἱὸς ἐγένετο ἄνομος, υἱὸς

ὢν ἀπωλείας καὶ υἱὸς γεέννης. Διὰ τοῦτο καὶ θρήνου ἀξιοῦνται

οἱ, ἀντὶ τοῦ υἱοὶ Ὑψίστου εἶναι, υἱοὶ γενόμενοι ἄνομοι· καὶ

ἀντὶ τοῦ μεῖναι ἐν τῇ θειοτέρᾳ γεννήσει, σπέρμα γενόμενοι πο-

νηρόν. Πλὴν ὅτι ἡ ἐν ἔθει πονηρία αὐτῶν πρῶτον τῶν ἐχόντων

ἐστὶ φθαρτική· τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ καὶ πρὸς ἑαυτό

ἐστιν ἀσύμφωνον. —Ἐγκαταλίπατε τὸν Κύριον καὶ παρωξύ-

νατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τίς μείζων κακίας ἀπόδειξις, ἣ

ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; καὶ πονηρίας ὑπερβολὴ, τὸ

παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον; Τὸ αὐτὸ δὲ καὶ παρὰ τῷ

Ἱερεμίᾳ κατηγοροῦνται· Ἐμὲ γὰρ ἐγκατέλιπον, πηγὴν

ὕδατος ζῶντος. Κατὰ δὲ τὴν ποσότητα τῆς ἐγκαταλείψεως

τὸ μέτρον ἕκαστος ἑαυτῷ θησαυρίζει τῆς ἐν τῇ ἀνταποδόσει

ὀργῆς.

Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τοῦτο ἀπὸ τοῦ Θεο-

δοτίωνος προσετέθη, οἱονεὶ ἑρμηνεία τοῦ ἐγκαταλιπεῖν, τὸ

ἀπαλλοτριοῦσθαι τοῦ Θεοῦ διὰ τῆς ἐπὶ τὸ χεῖρον ἀποπτώ-

σεως. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτεί-

νεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει,

μακρύνων ἑαυτὸν τοῦ Κυρίου καὶ διὰ τοῦτο ἀπολλύμενος.

Ἰδοὺ γὰρ (φησὶν) οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπο-

λοῦνται. Οὕτως οὖν βιώσωμεν, ὡς μηδέποτε τὰ παρελ-

θόντα κρείττονα εἶναι τῶν μελλόντων, ἢ τῶν ἐνεστηκότων.

Τοῦτο γὰρ καὶ ὁ Ἐκκλησιαστὴς ἀπαγορεύει· Μὴ εἴπῃς,

ὅτι ἡμέραι αἱ πρότεραι ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας· ὅτι οὐκ

ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου. Ἐὰν γὰρ αἱ προάγουσαι

ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν·

τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς

ἐν τοῖς ὕστερον ἀμελείας. Ὁ γὰρ Ἰεζεκιήλ φησιν· Ἐν τῷ

ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι

ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος,

πᾶσαι αἱ δικαιοσύναι, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν

τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρ-

τίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται.

18

Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν;

Τὸ λεγόμενον τοιοῦτόν ἐστι· ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν παι-

δεύων ὑμᾶς ἐμαστίγουν. Μὴ μετανοοῦσιν, ἀλλ' ἔτι ἐξαμαρτά-

νουσιν ἐπῆγον ἀεὶ καὶ προσετίθουν τὰς μάστιγας, ὡς πᾶν μέ-

ρος τοῦ σώματος ἀπὸ τῶν ἐν νουθεσίᾳ πληγῶν κατειλῆφθαι.

—Τοῖς μὲν ἰάσιμα ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπ-

τεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξι τὰς

ἀδικίας αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πλη-

γῆτε; Πάσας διεξεληλυθότες τὰς πληγὰς, πασῶν κατεφρο-

νήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων. Συντριμμὸς ὑμᾶς

μένει. Ἀποροῦντος ἡ φωνὴ καὶ ἀπογιγνώσκοντος τὴν

διόρθωσιν, ὡς ἐν τῷ Ἰεζεκιήλ· Ὁ ζῆλός μου ἀποστήσεται

ἀπὸ σοῦ, καὶ οὐ θυμωθήσομαι ἐπὶ σοί.

Τῶν δὲ περιστατικῶς συμβαινόντων, τινὰ μὲν ἁμαρτημάτων

ἕνεκα γίνεται, τινὰ δὲ εἰς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομέ-

νων, ἄλλα δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωμένους, ὡς ἐπὶ

τοῦ Φαραώ. Τούτοις οὖν ὡς ἀπεγνωσμένοις οὐκέτι πληγαὶ,

οὐδὲ μάστιγες, ἀλλ' ἀφανισμὸς ἀπειλεῖται. —Πᾶσα κεφαλὴ εἰς

πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Τί ἔτι πληγῆτε, ὧν καὶ

τὰ σώματα καὶ αἱ ψυχαὶ μεμαστίγωνται καὶ οὐδαμοῦ ἡ

διόρθωσις, πάσης κεφαλῆς ὀδυνομένης καὶ πάσης καρδίας

σκυθρωπαζούσης; —Οὐ πάντως τὸ μέλος τοῦ σώματος λέγει

τὴν κεφαλὴν, ὡς περὶ αὐτὴν μόνην τῆς ὀδύνης ἐστηριγ-

μένης· ἀλλὰ Πᾶσα κεφαλὴ, ἀντὶ τοῦ τὸν καθ' ἕνα ἄνθρω-

πον, κατὰ τὴν συνήθειαν τῆς Γραφῆς· Λάβετε γὰρ ἀπαρχὴν

πάσης συναγωγῆς Ἰσραὴλ, κατὰ συγγενείας, κατὰ δήμους,

κατ' οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ

κεφαλὴν αὐτῶν. Ἐπειδὴ γὰρ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν καὶ

πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο καὶ ἡ κόλασις ἐπὶ

πάντας ἔφθασε, καὶ πᾶσα καρδία λυπηρά, εἰς αἰχμαλωσίαν

ἀγομένου τοῦ λαοῦ διὰ τὰ ἁμαρτήματα.

Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε

τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα. Τὸ Κεφαλὴ

ἐπὶ ὅλου ἔλαβε τοῦ ἀνθρώπου. Ἀπὸ ποδῶν ἕως κεφαλῆς

οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ,

οὔτε πληγὴ φλεγμαίνουσα, διὰ τὰς ἐφ' ἑκάστῳ ἁμαρτή-

ματι παρὰ τοῦ ἐπιμελουμένου αὐτῶν ἐπενεχθείσας μάστι-

γας. Εἶτα ἐπειδὴ τραῦμα λύσις ἐστὶ τῆς τοῦ σώματος συν-

εχείας, κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης,

καὶ ὡς ὁ μώλωψ ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος

τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος, καὶ τοῦτο

δὲ κατά τι μέρος συνίσταται καὶ ἡ φλεγμονὴ ὄγκος ἐστὶ

πυρώδης, συῤῥεόντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν

καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός, —ὁ

λόγος τί φησι περὶ τῶν ὅλων δι' ὅλου, τῇ ἀσθενείᾳ κατει-

λημμένων; Ὅτι οὐχ ὡς τραῦμα (φησὶν) οὐδὲ ὡς μώλωψ,

οὐδὲ ὡς πληγὴ φλεγμαίνουσα, οὕτως ὑμῶν ἡ ἀῤῥωστία

ἥψατο, ἀλλὰ ἡνωμένως ἐπίκειται ὑμῖν τὸ κακὸν, ὡς πάντα

εἶναι συγκεχυμένα, καὶ τραῦμα εἶναι, καὶ μώλωπα, καὶ πλη-

γήν.

Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε κατα-

δέσμους. Ἐπειδὴ ὑπὲρ τραῦμα καὶ μώλωπα καὶ πληγὴν

φλεγμαίνουσαν ἡ ἀῤῥωστία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖ-

ναι, ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον, ὡς πρὸς τὰ τραύ-

ματα. Οὐ χρεία (φησὶ) τῆς ἀπὸ τούτων βοηθείας· μείζονα

γὰρ τὰ συμπτώματα, ἢ ὥστε τούτοις ἐνδοῦναι. —Τραύματα

μὲν οὖν ἐστι τὰ ἐν Ἐκκλησίᾳ σχίσματα· μώλωπες δὲ, αἱ

ὕπουλοι καρδίαι· φλεγμονὴ δὲ, ἔπαρσις ψυχῆς, ἐξ ἀλόγου

οἰήσεως ὀγκουμένης, καὶ διὰ τοῦτο ἐπαιρομένης κατὰ τῆς

γνώσεως τοῦ Χριστοῦ. Μάλαγμα μὲν οὖν ἐστιν ὁ μετὰ

πραότητος καὶ ἐπιεικείας ταπεινωτικὸς τῶν ματαίων φυ-

σιώσεων λόγος· ἔλαιον δὲ, ὁ μετὰ οἴκτου καὶ συμπαθείας τὸ

δολερὸν καὶ ὕπουλον καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολό-

γων καταλεαίνων· κατάδεσμος δὲ, λόγος ὁ τὰ πρὸς διάστα-

σιν ἐπειγόμενα συγκρατῶν.

19

Ἡ γῆ ὑμῶν ἔρημος· αἱ πόλεις ὑμῶν πυρίκαυστοι·

τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν

αὐτὴν, καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.

Ἐπειδὴ ἀπέγνω τῆς διορθώσεως, ἀπειλεῖ τὸν ἀφανισμόν.

Ταῦτα δὲ οὐκ ἐπὶ τῶν χρόνων Ἡσαΐου γέγονεν· ἀλλὰ σύν-

ηθες τῇ προφητείᾳ τὰ μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα,

λέγειν, ὡς τὸ Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν

δίψαν μου ἐπότισάν με ὄξος. —Διὰ γὰρ τὴν ἐπὶ τῇ ἐκβάσει

τῶν προαγορευθέντων πεποίθησιν, ὡς ἀναντιῤῥήτως ἐκβησο-

μένων, τὸ μέλλον ἔσεσθαι τῷ παρελθόντι συνάπτεται.

Συμβέβηκε δὲ ταῦτα ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας,

τήν τε γῆν κενωθῆναι τῶν οἰκητόρων καὶ τὰς πόλεις ἐμ-

πρησθῆναι καὶ ὑπὸ τῶν ἐκ τῆς Μηδείας ἀποσταλέντων

ἐποίκων τὴν χώραν ἐσθίεσθαι, βλεπόντων τῶν καταλειφ-

θέντων· ὅτε καὶ ἐγένετο πᾶσα ἡ χώρα κατεστραμμένη ὑπὸ

λαῶν ἀλλοτρίων. —Κατὰ δὲ τὰς ὑψηλοτέρας ἐννοίας, τὰς

ἡμῖν προσοικειούσας τὰ παλαιὰ, ὅταν ἀποστῶμεν ἀπὸ Θεοῦ

τοῦ ἡμετέρου καὶ διαπετάσωμεν τὰς χεῖρας ἡμῶν πρὸς

θεὸν ἀλλότριον, παραδιδόμεθα ἀλλοτρίοις τοῖς ἐρημοῦσιν

ἡμᾶς καὶ καταστρέφουσιν. Ἔξεστι γὰρ θεωρῆσαι πάντα τὰ

ἠπειλημένα συμβαίνοντα τοῖς ἁμαρτάνουσιν.

Ἡ γῆ ὑμῶν ἔρημος. Γῆν πολλαχοῦ τὴν ψυχὴν ὁ λόγος λέγει,

τὴν ὑποδεχομένην τὰ τοῦ λόγου σπέρματα, ὡς ἐν τῷ Εὐαγγε-

λίῳ δεδιδάγμεθα διὰ τῆς παραβολῆς τοῦ Κυρίου, ὅτι τὰ μὲν

ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν δεκτικὴν μαθημάτων θείων,

καὶ πρὸς καρποφορίαν εὔθετον. Ἔρημος δὲ, ἡ σοφίαν μὴ ἔχου-

σα, μηδὲ λόγον, μηδὲ κατὰ δικαιοσύνην βιοῦσα, μηδὲ ἐν ἀλη-

θείᾳ πορευομένη. —Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πόλις ἐστὶ

σύστημα ἀνθρώπων, ἐκ διαφόρων ἐπιτηδευμάτων ἐπὶ κοινωνίᾳ

βίου συγκεκροτημένον· ὅπερ διὰ τὸ πολλὴν ἔχειν τὴν ἐν τοῖς

ἔργοις ματαιότητα, ξύλα, χόρτον καὶ καλάμην, ἐν τῇ ἡμέρᾳ

τῆς κρίσεως καταπίμπραται, καὶ γίνεται τὰ συστήματα τῶν

ἀσεβῶν πυρίκαυστα.

Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν,

ὅταν ἐκ προτέρου βίου καὶ πολιτείας ἀγαθῆς πεπληρω-

μένης τῆς ψυχῆς τῶν καρπῶν τοῦ Πνεύματος (ἀγάπης,

χαρᾶς, εἰρήνης, μακροθυμίας, χρηστότητος) ἐπιπεσόντες

ἀλλότριοι λογισμοὶ, καταναλίσκωσι τὰ προπεπονημένα.

Ἀλλὰ ἐὰν καὶ ἐν τῇ πράξει τῶν κατὰ τὸν βίον τὸ πρακτι-

κὸν τῆς ψυχῆς ἔκδοτον δῶμεν δαιμονίοις ἀκαθάρτοις, γί-

νεται ἡ γῆ ἡμῶν κατεστραμμένη ὑπὸ ἀλλοτρίων. Θεοῦ γὰρ

γεώργιον, Θεοῦ οἰκοδομή ἐσμεν. Ἕως ἐσμὲν κλήματα, μέ-

νοντα ἐν τῇ ἀμπέλῳ, τῷ Χριστῷ φέροντα τοὺς καρποὺς τοὺς

ἐπιβάλλοντας ἡμῖν, Θεὸν ἔχομεν γεωργόν· ἐὰν δὲ ἀποστῶ-

μεν τῆς ζωοποιοῦ ῥίζης, τῆς εἰς Χριστὸν πίστεως, ξηραινό-

μενοι βαλλόμεθα ἔξω, καὶ καιόμεθα. Καὶ ἡ ἐκ τῆς διδασκαλίας

οἰκοδομὴ ἡμῶν, παρὰ τὸ καθῆκον βιούντων, καταστρέφεται.

Ἐὰν γὰρ μὴ ἐπιμένωμεν τῷ θεμελίῳ τῶν Ἀποστόλων, ἐποι-

κοδομοῦντες τὰ τίμια, ὡς μὴ ἔχοντες θεμέλιον καταῤῥηγνύ-

μεθα, καὶ γίνεται τὸ πτῶμα ἡμῶν μέγα· οἱονεὶ γὰρ κατεσθίει

σωφροσύνην μὲν ἡ ἀκολασία· καὶ τὸ ἁπλοῦν ἐν μεταδόσει ἡ

φιλαργυρία καὶ τὸ ἀγαπητικὸν ἡ φιλεχθρία. Ἐλεεινὸν οὖν

τὴν εὐθηνοῦσαν τῇ ἀγαθῶν καρποφορίᾳ ψυχὴν κατάβρωμα

γίνεσθαι τοῖς ὑπεναντίοις, οἳ οὐκ ἀρκοῦνται ἡμῶν τῇ ἐρη-

μώσει, ἐὰν μὴ καὶ τὴν καταστροφὴν ἐπαγάγωσιν. Ἡ μὲν

γὰρ καταστροφὴ ἐν τῶν πονηρῶν διδαγμάτων γίνεται, οἷον

ἐδαφιζομένης τῆς ψυχῆς τῶν ἀποσφαλλομένων· ἡ δὲ ἐρή-

μωσις στέρησίς ἐστι τῶν προπεπολιτευμένων.

Τοῦτο δὲ ῥᾳδίως γίνεται περὶ τὴν ἀνθρωπίνην ψυχήν. Ὅρα

γάρ μοι νέον τινὰ ἐκ παιδὸς τεθραμμένον ἐν βίῳ σεμνῷ, εἰς

οἴκους ἀπαντῶντα τῶν προσευχῶν φιλοπόνως, τῆς κατὰ δύ-

ναμιν εὐποιίας μὴ ἀμελοῦντα, μεμνημένον κρίματος αἰωνίου,

ἀντεχόμενον λόγου διδασκαλίας. Εἶτα ὀλισθήσαντα εἰς τὴν

πορνείαν, πῶς μετὰ τὸν ἀφανισμὸν τῆς σωφροσύνης καὶ

τὴν ἐρήμωσιν τῶν καρπῶν, λοιπὸν καὶ ἡ παντελὴς αὐτῷ

καταστροφὴ ἀκολουθεῖ. Οὐκ ἄγει δὲ αὐτὸν ἡ πονηρὰ συν-

είδησις εἰς τὸν τόπον τῆς προσευχῆς, διότι ἐν τῇ τάξει τῶν

πιστῶν οὐχ ἕστηκεν· ἐξέπεσε γάρ· ἐν δὲ τῇ τῶν ὑπο-

κλαιόντων χώρᾳ οὐχ ἵσταται, αἰσχύνεται γάρ. Ἐντεῦθεν

ὄκνος εἰς προσευχὴν, προφάσεις πεπλασμένας ἐπινοῶν πρὸς

τοὺς ἐπιζητοῦντας. Ὁ δεῖνά με (φησὶν) ἐπείγει καὶ οὐκ

ἀναμένω τὴν σύναξιν. Καὶ διὰ τόδε πάλιν πρὸ τῆς τῶν

πιστῶν εὐχῆς ὑπεξῆλθεν, ὅ τι ἂν τύχῃ πλασάμενος. Εἶτα

ἐκ τῆς κατὰ μικρὸν συνηθείας μελέτη αὐτῷ πρὸς ἀποστασίαν

ἐγγίνεται, καὶ εἰς παντελῆ ἀπώλειαν περιάγεται. —Καθόλου

δὲ ἴδιον τῶν πονηρῶν δυνάμεων, μετὰ τὸ ἐρήμους ἀποδεῖξαι

τῶν καρπῶν τῆς δικαιοσύνης, μὴ ἀφίστασθαι, πρὶν ἂν καὶ

τοῖς κατὰ τὴν γνῶσιν σφάλμασι περιβάλωσιν.

20

Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν

ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ.

Ἀπόδειξιν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἔχει ἡ τῶν ὁμοίων

ἀντίδοσις. Ἐγκατέλιπε Κύριον, διὰ τοῦτο ἐγκαταλειφθήσεται

ἡ θυγάτηρ Σιών. Ἔτι δὲ ἔχεται τῆς φιλανθρωπίας, θυγατέρα

ὀνομάζει, ἐκ τοῦ προτέρου αὐτὴν ὀνόματος ἀνακαλῶν, ὃ εἶχε

πρὶν ἀλλοτριωθῆναι. —Ἐγκαταλειφθήσεται ὡς σκηνὴ ἐν ἀμ-

πελῶνι. Εἰς φρουρὰν τῶν ἐν ταῖς ἀμπέλοις καρπῶν αἱ σκηναὶ

πήγνυνται. Ὅταν μὲν οὖν εὐθηνῇ τοῖς οἰκείοις καρποῖς ἡ

ἄμπελος, σπουδάζεται ἡ σκηνὴ καὶ πάσης ἀξιοῦται ἐπι-

μελείας, ὥστε ἀπ' αὐτῆς κατοπτεύειν τὸν φύλακα, μήποτε

τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν· ὅταν δὲ ἄκαρ-

πος ᾖ, ἀμελεῖται ἀναγκαίως τῆς ἀμπέλου τὰ φυλακτήρια. —

Διὰ τοῦτο τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὴν ἐγκατάλειψιν ἀπειλεῖ,

ὡς μὴ καρποφοροῦντος τὰ ἐπιβάλλοντα. Φοβηθῶμεν οὖν

εἶναι ἄκαρποι, μὴ ἐγκαταλειφθῶμεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ

Θεοῦ. Τὸ φυλάσσον ἡμᾶς, τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι. Ὅταν μὲν

οὖν καρποφορῇ ἡ ψυχὴ ἄξια τῶν αἰωνίων ἀποθηκῶν, παρα-

μένει καὶ φυλάσσει καὶ πόῤῥωθεν ἀπείργει τὰς τοῦ μονιοῦ

τοῦ ἀγρίου ἐπιβουλάς. Ὅταν δὲ σταφυλὴν χολῆς γεωργῇ καὶ

βότρυν πικρίας ἐκφέρῃ, ἐγκαταλιμπάνει τὴν ἄκαρπον ψυχὴν,

καὶ τότε ὑπὸ παντὸς λογισμοῦ θηριώδους, καὶ πάσης ἀλό-

γου ἐπιθυμίας καταπατεῖται.

Πολλαχοῦ δὲ τροπικῶς ἀμπελῶνα τὸν Ἰσραὴλ ὁ λόγος προσ-

αγορεύει, ὡς τὸ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· καὶ Ἀμπε-

λὼν ἐγενήθη τῷ ἠγαπημένῳ· καὶ Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπε-

λον καρποφόρον, πᾶσαν ἀληθινήν. —Εἰ δὲ ὁ Ἰσραὴλ ἀμπελὼν,

σκηνὴ δὲ τῆς ἀμπέλου ταύτης ὁ οἶκος τάχα ὁ τοῦ ναοῦ. Σκή-

νωμα γὰρ δόξης ἐλέγετο, καὶ Σκήνωμα, οὗ κατεσκήνωσεν ἐν

ἀνθρώποις. Ἕως μὲν οὖν ὅτε ἐποίει καρπὸν πολὺν, καὶ ἡ

σκηνὴ διὰ τὴν τῶν καρπῶν φυλακὴν συνειστήκει. Ἐπεὶ δὲ

ὁ φυτεύσας αὐτὴν ἔμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ

ἀκάνθας (αἷς τὸν Κύριον ἐστεφάνωσαν) καὶ ἐστράφη πᾶσα

εἰς πικρίαν, ἐποίει γὰρ σταφυλὴν χολῆς καὶ βότρυν πικρίας,

(διὸ καὶ εἰς τὸ βρῶμα ἔδωκαν τῷ Κυρίῳ χολήν)—διὰ τοῦτο

ἐγκατελείφθη ἡ σκηνὴ τοῦ ἀμπελῶνος. Ἰδοὺ γὰρ (φησὶν)

ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τότε ἐπληρώθη ἡ ἀπειλὴ

αὕτη· ἐγκατελείφθη γὰρ Ὡς σκηνὴ ἐν ἀμπελῶνι· ἐξ

ἐκείνου λοιπὸν καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι

ἐπὶ τὸν ἀμπελῶνα. Διὰ τοῦτο οὐκέτι προφῆται παρ' αὐτοῖς,

οὐκέτι οὐρανία…

The complete text is available when the reading interface loads.