The Greek Library Author

Anonymous

Homiliae super Psalmos

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Homiliae super Psalmos, MPG 29: 209– 494.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

29

212

ρον κατὰ τὴν ἐπιμέλειαν ἐξευρίσκουσα. Τά τε γὰρ

παλαιὰ τραύματα τῶν ψυχῶν ἐξιᾶται, καὶ τῷ νεο-

τρώτῳ ταχεῖαν ἐπάγει τὴν ἐπανόρθωσιν, καὶ τὸ

νενοσηκὸς περιποιεῖται, καὶ τὸ ἀκέραιον διασώζει·

καὶ ὅλως ἐξαιρεῖ τὰ πάθη, καθ' ὅσον οἷόν τε, τὰ ποι-

κίλως ταῖς ψυχαῖς ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυνα-

στεύοντα· καὶ τοῦτο μετά τινος ψυχαγωγίας ἐμμε-

λοῦς καὶ ἡδονῆς σώφρονα λογισμὸν ἐμποιούσης.

Ἐπειδὴ γὰρ εἶδε τὸ Πνεῦμα τὸ ἅγιον δυσάγωγον

πρὸς ἀρετὴν τὸ γένος τῶν ἀνθρώπων, καὶ διὰ τὸ πρὸς

ἡδονὴν ἐπιῤῥεπὲς τοῦ ὀρθοῦ βίου καταμελοῦντας

ἡμᾶς· τί ποιεῖ; Τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς

δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς

ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑπο-

δεξώμεθα· κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ, τῶν φαρ-

μάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσί-

τοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσι. Διὰ

τοῦτο τὰ ἐναρμόνια ταῦτα μέλη τῶν ψαλμῶν ἡμῖν

ἐπινενόηται, ἵνα οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ

ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ

δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Οὔτε γὰρ ἀπο-

στολικόν τις οὔτε προφητικὸν παράγγελμα τῶν πολ-

λῶν καὶ ῥᾳθύμων ῥᾳδίως ποτὲ τῇ μνήμῃ κατα-

σχὼν ἀπῆλθε· τὰ δὲ τῶν ψαλμῶν λόγια καὶ

κατ' οἶκον μελῳδοῦσι, καὶ ἐπὶ τῆς ἀγορᾶς περιφέ-

ρουσι· καί πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπὸ

θυμοῦ, ἐπειδὰν ἄρξηται τῷ ψαλμῷ κατεπᾴδεσθαι,

ἀπῆλθεν εὐθὺς, τὸ ἀγριαῖον τῆς ψυχῆς τῇ μελῳδίᾳ

κατακοιμίσας.

Ψαλμὸς γαλήνη ψυχῶν, βραβευτὴς εἰρήνης, τὸ

θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων.

Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον, τὸ δὲ

ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς,

ἕνωσις διεστώτων, ἐχθραινόντων διαλλακτήριον. Τίς

γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ' οὗ μίαν ἀφῆκε

πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν

ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται, οἱονεὶ

σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπι-

νοήσασα, καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν

συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον,

τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις

νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις

ἀσφάλεια, ἀκμάζουσιν ἐγκαλλώπισμα, πρεσβυτέροις

παρηγορία, γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρη-

213

μίας οἰκίζει, τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομέ-

νοις στοιχείωσις, προκοπτόντων αὔξησις, τελειου-

μένων στήριγμα, Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς

φαιδρύνει, οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ.

Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκ-

καλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον, τὸ οὐρά-

νιον πολίτευμα, τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς

σοφῆς ἐπινοίας τοῦ διδασκάλου, ὁμοῦ τε ᾄδειν ἡμᾶς

καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! ὅθεν καὶ

μᾶλλόν πως ἐντυποῦται ταῖς ψυχαῖς τὰ διδάγματα.

Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν,

τὰ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενα μο-

νιμώτερόν πως ταῖς ψυχαῖς ἡμῶν ἐνιζάνει. Τί γὰρ

οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρίας τὸ με-

γαλοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ

σωφροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέ-

λειον; οὐ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα;

οὐχ ὅ τι ἂν εἴποις τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι

θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδη-

μίας Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς,

φόβος κολάσεως, ἐπαγγελίαι δόξης, μυστηρίων ἀπο-

καλύψεις· πάντα, ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ

ταμιείῳ, τῇ βίβλῳ τῶν Ψαλμῶν τεθησαύρισται, ἣν,

πολλῶν ὄντων ὀργάνων μουσικῶν, πρὸς τὸ λεγόμε-

νον ψαλτήριον ἥρμοσεν ὁ προφήτης, τὴν ἄνωθεν,

ἐμοὶ δοκεῖν, ἐνηχοῦσαν αὐτῷ χάριν παρὰ τοῦ

Πνεύματος ἐνδεικνύμενος, διότι τοῦτο μόνον τῶν

μουσικῶν ὀργάνων τὴν αἰτίαν τῶν φθόγγων ἐκ τῶν

ἄνωθεν ἔχει. Τῇ κιθάρᾳ μὲν γὰρ καὶ τῇ λύρᾳ κάτω-

θεν ὁ χαλκὸς ὑπηχεῖ πρὸς τὸ πλῆκτρον· τὸ ψαλτή-

ριον δὲ τοῦτο τῶν ἁρμονικῶν ῥυθμῶν ἄνωθεν ἔχει

τὰς ἀφορμάς· ἵνα καὶ ἡμεῖς τὰ ἄνω ζητεῖν μελετῶ-

μεν, καὶ μὴ τῇ ἡδονῇ τοῦ μέλους ἐπὶ τὰ τῆς σαρκὸς

πάθη καταφερώμεθα. Κἀκεῖνο δὲ οἶμαι τὸν προφη-

τικὸν λόγον βαθέως ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργά-

νου κατασκευῆς ἐνδεδεῖχθαι, ὅτι οἱ ἐμμελεῖς καὶ εὐ-

άρμοστοι τὰς ψυχὰς ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω

πορείαν. Ἴδωμεν δὲ λοιπὸν καὶ τὴν ἀρχὴν τῶν Ψαλμῶν.

Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ

ἀσεβῶν. Οἰκοδόμοι μὲν οὖν μεγέθη κατασκευασμά-

των εἰς ὕψος αἴροντες, ἀναλογοῦντας τῷ ὕψει τοὺς

θεμελίους ὑποβάλλονται· καὶ ναυπηγοὶ, μυριοφόρον

συμπηγνύντες ὁλκάδα, συμβαίνουσαν τῷ βάρει τῶν

ἀγωγίμων τὴν τρόπιν πήγνυνται. Καὶ ἐν τῇ γενέσει

τῶν ζώων ἡ καρδία πρώτη καταβληθεῖσα παρὰ τῆς

φύσεως, ἀναλογοῦσαν τῷ μέλλοντι συνίστασθαι ζώῳ

τὴν παρὰ τῆς φύσεως λαμβάνει καταβολήν· διότι

συμμέτρως ταῖς οἰκείαις ἀρχαῖς περιυφαινομένου τοῦ

σώματος, αἱ κατὰ τὰ μεγέθη διαφοραὶ τῶν ζώων

ἀποτελοῦνται. Ὅπερ οὖν θεμέλιος ἐν οἴκῳ, καὶ

216

ἐν πλοίῳ τρόπις, καὶ ἐν σώματι ζώου καρδία, ταύ-

την μοι δοκεῖ τὴν δύναμιν ἔχειν πρὸς τὴν ὅλην τῶν

Ψαλμῶν κατασκευὴν [καὶ] τὸ βραχὺ τοῦτο προοί-

μιον. Ἐπειδὴ γὰρ πολλὰ καὶ ἐπίπονα καὶ μυρίων

ἱδρώτων καὶ πόνων γέμοντα παραινεῖν μέλλει, προϊόν-

τος τοῦ λόγου, τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς προ-

λαβὼν ὑπέδειξε τὸ μακάριον τέλος, ἵνα τῇ ἐλπίδι τῶν

ἀποκειμένων ἀγαθῶν ἀλύπως τοῦ βίου τὰ ἀλγεινὰ

διαφέρωμεν. Οὕτως καὶ ὁδοιπόροις τραχεῖαν ὁδὸν

πορευομένοις καὶ δύσβατον κουφίζει τὸν μόχθον ἐπι-

τήδειον αὐτοῖς προσδοκηθὲν καταγώγιον· καὶ ἐμπό-

ρους ποιεῖ τῆς θαλάσσης κατατολμᾷν ἡ ἐπιθυμία τῶν

ἀγωγίμων· καὶ γεωργῶν ὑποκλέπτει τοὺς πό-

νους ἡ τῆς ἐπικαρπίας ἐλπίς. Διὸ καὶ ὁ κοινὸς τοῦ

βίου διορθωτὴς, ὁ μέγας διδάσκαλος, τὸ πνεῦμα τῆς

ἀληθείας, σοφῶς καὶ ἐντέχνως τοὺς μισθοὺς προεβά-

λετο, ἵνα, ὑπερκύπτοντες τοὺς ἐν χερσὶ πόνους,

τῇ διανοίᾳ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγα-

θῶν ἐπειγώμεθα. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπο-

ρεύθη ἐν βουλῇ ἀσεβῶν. Ἔστι μὲν οὖν τὸ κυρίως

καὶ πρώτως μακαριστὸν, τὸ ἀληθινῶς ἀγαθόν. Τοῦτο

δέ ἐστιν ὁ Θεός. Ὅθεν καὶ Παῦλος, ὑπόμνησιν

μέλλων ποιεῖσθαι Χριστοῦ, Κατὰ τὴν ἐπιφάνειαν,

φησὶ, τοῦ μακαρίου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰη-

σοῦ Χριστοῦ. Μακάριον γὰρ τῷ ὄντι τὸ αὐτόκαλον,

πρὸς ὃ πάντα ἀποβλέπει, οὗ πάντα ἐφίεται, ἡ ἄτρε-

πτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ ἀόχλητος ζωὴ,

ἡ ἄλυπος διεξαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις,

ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθο-

νος χάρις, ὁ ἀδαπάνητος θησαυρός. Ἀμαθεῖς δὲ

ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγα-

θοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς

ἄξια, πλοῦτον, ὑγίειαν, περιφάνειαν βίου· ὧν οὐδέν

ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει· οὐ μόνον καθότι ῥᾳ-

δίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ' ὅτι

μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν.

Τίς γὰρ δίκαιος διὰ χρήματα; τίς σώφρων διὰ

ὑγίειαν; Τοὐναντίον μὲν οὖν, καὶ ὑπηρεσία πολλάκις

πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἕκα-

στον γίνεται. Μακάριος οὖν ὁ τὰ πλείστου ἄξια κεκτη-

μένος, ὁ τῶν ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον

δὲ πῶς ἐπιγνωσόμεθα; Ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ

ἀσεβῶν. Καὶ πρίν γε εἰπεῖν, τί τὸ μὴ πορευθῆναι

ἐν βουλῇ ἀσεβῶν, βούλομαι ὑμῖν τὸ ἐν τῷ τόπῳ ζη-

τούμενον διαλῦσαι. Διὰ τί, φησὶν, ὁ προφήτης τὸν

ἄνδρα μόνον ἐκλεξάμενος μακαρίζει; ἆρα μὴ τοῦ

μακαρισμοῦ τὰς γυναῖκας ἀπέκλεισε; Μὴ γένοιτο!

Μία γὰρ ἀρετὴ ἀνδρὸς καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ

κτίσις ἀμφοτέροις ὁμότιμος, ὥστε καὶ ὁ μισθὸς ὁ αὐ-

τὸς ἀμφοτέροις. Ἄκουε τῆς Γενέσεως· Ἐποίησε,

217

φησὶ, ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ

ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ-

τούς. Ὧν δὲ ἡ φύσις μία, τούτων καὶ ἐνέργειαι αἱ

αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ ὁ μισθὸς ὁ

αὐτός. Διὰ τί οὖν, ἀνδρὸς μνησθεὶς, τὴν γυναῖκα

ἀπεσιώπησεν; Ὅτι ἀρκεῖν ἡγήσατο, μιᾶς οὔσης τῆς

φύσεως, ἐκ τοῦ ἡγεμονικωτέρου τὸ ὅλον ἐνδείξασθαι.

Μακάριος οὖν ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσε-

βῶν. Σκόπει τῶν ῥημάτων τὸ ἀκριβὲς, πῶς ἑκάστη

λέξις δογμάτων πεπλήρωται. Οὐκ εἶπεν, Ὃς οὐ πο-

ρεύεται ἐν βουλῇ ἀσεβῶν, ἀλλ', Ὃς οὐκ ἐπορεύθη.

Ὁ μὲν γὰρ ἐν τῷ βίῳ τυγχάνων οὔπω μακαριστὸς,

διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ

ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατα-

κλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Διὰ τί οὖν

μακάριοι οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου; οὐ γὰρ

τοὺς πορευθέντας ἐκεῖ, ἀλλὰ τοὺς ἔτι πορευομένους

μακαριστοὺς ὁ λόγος τίθεται· ὅτι οἱ τὸ ἀγαθὸν ἐρ-

γαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἀπόδεκτον ἔχουσιν·

οἱ δὲ τὸ κακὸν φεύγοντες οὐκ, ἐὰν ἅπαξ που ἢ δεύτε-

ρον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ' ἐὰν

δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς δια-

δρᾶναι. Ἐκ δὲ τῆς τοῦ λόγου ἀκολουθίας καὶ ἕτερον

ἡμῖν ἄπορον ἀνεφάνη. Διὰ τί οὐχὶ τὸν κατορθοῦντα

τὴν ἀρετὴν μακαρίζει, ἀλλὰ τὸν μὴ πεποιηκότα τὴν

ἁμαρτίαν; Οὕτως γὰρ καὶ ἵππος, καὶ βοῦς, καὶ λίθος

μακαρισθήσεται. Ποῖον γὰρ ἄψυχον ἔστη ἐν ὁδῷ ἁμαρ-

τωλῶν, ἢ ποῖον ἄλογον ἐπὶ καθέδρᾳ λοιμῶν ἐκάθισε;

Μικρὸν μὲν οὖν ἀναμείνας, εὑρήσεις τὸ ἴαμα. Ἐπ-

άγει γάρ· Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα

αὐτοῦ. Θείου δὲ νόμου μελέτη ἐπὶ τὸν λογικὸν μόνον

πίπτει. Ἡμεῖς δὲ κἀκεῖνο λέγομεν, ὅτι ἀρχὴ πρὸς

τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν.

Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον

ἀγαθόν.

Σοφῶς οὖν καὶ ἐντέχνως προσάγων ἡμᾶς εἰς

ἀρετὴν, τὴν ἀναχώρησιν τῆς κακίας ἀρχὴν ἐποιήσατο

τῶν καλῶν. Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια,

ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐ-

ληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν

ἐφεξῆς. Κλίμακι γὰρ προσεοικέναι φαίην ἂν ἔγωγε

τῆς εὐσεβείας τὴν ἄσκησιν· κλίμακι ἐκείνῃ, ἢν εἶδέ

ποτε ὁ μακάριος Ἰακὼβ, ἧς τὰ μὲν ἦν πρόσγειά τε

καὶ χαμαίζηλα, τὰ δὲ ὑπὲρ αὐτὸν ἤδη τὸν οὐρα-

νὸν ἀνετείνετο. Ὥστε δεῖ τοὺς εἰσαγομένους πρὸς τὸν

κατ' ἀρετὴν βίον τοῖς πρώτοις βαθμοῖς ἐπιβάλλειν τὸ

ἴχνος, κἀκεῖθεν ἀεὶ τῶν ἐφεξῆς ἐπιβαίνειν, ἕως ἂν

πρὸς τὸ ἐφικτὸν ὕψος τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς

κατ' ὀλίγον προκοπῆς ἀναβῶσιν. Ὥσπερ οὖν ἐπὶ τῆς

220

κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις,

οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκο-

πῆς ὁ χωρισμὸς τοῦ κακοῦ. Ὅλως δὲ πᾶσα ἀργία καὶ

τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα· οἷον, Οὐ

φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις. Ἀργίας

τούτων ἕκαστον καὶ ἀκινησίας δεῖται. Ἀγαπήσεις

τὸν πλησίον σου ὡς σεαυτόν· καὶ, Πώλησόν σου

τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ, Ἐάν τίς

σε ἀγγαριεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο,

ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, καὶ ψυχῆς ἤδη

νεανικῆς δεόμενα πρὸς κατόρθωσιν. Ὥστε θαύμασον

τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτο-

τέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. Τρία δὲ προ-

έβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ

ἀσεβῶν, μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν, μὴ καθεσθῆ-

ναι ἐπὶ καθέδρας λοιμῶν. Τῇ φύσει τῶν πρα-

γμάτων ἑπόμενος, τὴν τάξιν ταύτην τοῖς εἰρημένοις

ἐπέθηκεν. Βουλευόμεθα γὰρ πρότερον, εἶτα ἱστῶμεν

τὸ βούλευμα, εἶτα τοῖς βουλευθεῖσιν ἐναπομένομεν.

Πρώτως οὖν μακαριστὸν τὸ ἐν τῇ διανοίᾳ ἡμῶν κα-

θαρὸν, ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν

τὸ ἐν καρδίᾳ βούλευμα. Ἡ γὰρ μοιχεία, ἐν τῇ ψυχῇ

τοῦ φιληδόνου πρῶτον ἀναφλεχθεῖσα, οὕτω τὴν

διὰ τοῦ σώματος φθορὰν ἀπεργάζεται. Ὅθεν καὶ ὁ

Κύριός φησιν ἔνδοθεν εἶναι τὰ κοινοῦντα τὸν ἄνθρωπον.

Ἐπειδὴ δὲ ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία,

μὴ γένοιτο δέξασθαι ἡμᾶς ἐξ ἀπιστίας ποτὲ ἀμφιβολίαν

περὶ Θεοῦ! Τοῦτο γάρ ἐστι τὸ πορευθῆναι ἐν βουλῇ

ἀσεβῶν, ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ἆρα ἔστι

Θεὸς κυβερνῶν τὰ σύμπαντα; ἆρα ἔστι Θεὸς ἐν οὐ-

ρανῷ, οἰκονομῶν τὰ καθ' ἕκαστον; ἆρα κρίσις; ἆρα

ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ; Διὰ τί οὖν

δίκαιοι πένονται, καὶ ἁμαρτωλοὶ πλουτοῦσιν; οὗτοι

ἀσθενοῦσι, κἀκεῖνοι ἔῤῥωνται; οὗτοι ἄτιμοι, κἀκεῖνοι

ἔνδοξοι; Μήποτε αὐτομάτως ὁ κόσμος φέρεται, καὶ

συντυχίαι τινὲς ἄλογοι ἀτάκτως ἑκάστῳ ἀποκλη-

ροῦσι τοὺς βίους; Ἐὰν ταῦτα διανοηθῇς, ἐπο-

ρεύθης ἐν βουλῇ ἀσεβῶν. Μακάριος οὖν ὃς οὐκ ἔλαβε

περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας περὶ τὰ

παρόντα, ἀλλ' ἀναμένων τὰ προσδοκώμενα· ὃς οὐκ

ἔσχε περὶ τοῦ κτίσαντος ἡμᾶς ὑπόληψιν ἄπιστον.

Μακάριος δὲ κἀκεῖνος, ὃς ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ

ἔστη. Ὁδὸς μὲν οὖν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ

τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ

οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ

πνεύματος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθά-

νωνται, ἀλλ' ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπείγει·

οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤ-

ῥέοντος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς

τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς

ζωῆς ἡμῶν κατεπειγόμεθα. Οἷον, καθεύδεις, καὶ ὁ

χρόνος σε παρατρέχει· ἐγρήγορας, καὶ ἄσχολος εἶ

221

τὴν διάνοιαν· ἀλλ' ὅμως ἡ ζωὴ δαπανᾶται, κἂν τὴν

αἴσθησιν ἡμῶν διαφεύγῃ. Δρόμον οὖν τινα τρέχομεν

πάντες ἄνθρωποι, πρὸς τὸ οἰκεῖον τέλος ἕκαστος

ἐπειγόμενοι· διὰ τοῦτο πάντες ἐσμὲν ἐν ὁδῷ.

Καὶ οὕτω δ' ἂν λάβοις τῆς ὁδοῦ τὴν ἔννοιαν. Ὁδοιπόρος

ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατ-

όπιν σου γίνεται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν, ἢ πόαν ἢ

ὕδωρ, ἢ ὅτι ἂν τύχῃ τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρ-

φθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις, καὶ

φάραγξι, καὶ κρημνοῖς, καὶ σκοπέλοις, καὶ σκόλοψιν,

ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί

τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἠνιάθης, εἶτα κατέλι-

πες. Τοιοῦτος ὁ βίος, οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε

τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Ἡ ὁδὸς οὐκ ἔστι

σὴ, ἀλλ' οὐδὲ τὰ παρόντα σά. Ἐπὶ τῶν ὁδευόντων,

ὁμοῦ τε ὁ πρῶτος τὸ ἴχνος ἐκίνησε, καὶ εὐθὺς ὁ μετ'

αὐτὸν τὴν βάσιν ἤνεγκε, καὶ μετ' ἐκεῖνον ὁ ἐφεπό-

μενος.

Σκόπει δὲ καὶ τὰ τοῦ βίου εἰ μὴ παραπλήσια.

Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος,

καὶ μετ' ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους

καὶ τὰς πολυτελεῖς οἰκίας; Πόσα ἤδη ὀνόματα ἀφ'

οὗ γέγονε τούτων ἕκαστον ἤμειψε! Τοῦ δεῖνος

ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον· πρὸς τὸν

δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ' οὖν

οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μεταλαμβάνων,

καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Μακάριος

οὖν ὃς ἐπὶ τῆς ὁδοῦ τῶν ἁμαρτωλῶν οὐκ ἔστη.

Τὸ δὲ, Οὐκ ἔστη, τί ἐστιν; Ἔτι ἐπὶ τῆς πρώτης

ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε

ἐν ἀρετῇ (ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκα-

τέρας)· ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε

γίνεται τὸ γεγραμμένον· Ἐλθούσης δὲ τῆς ἐντο-

λῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.

Ἐπανατέλλουσι γὰρ λογισμοὶ πονηροὶ, ἐκ τῶν παθῶν

τῆς σαρκὸς ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. Τῷ ὄντι

γὰρ ἐλθοῦσα ἡ ἐντολὴ, τουτέστιν ἡ διάγνωσις τῶν

καλῶν, ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ,

ἀλλὰ συγχωρήσῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι

τὸν λογισμόν· ἀνέζησε μὲν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ

νοῦς, νεκρὸς γενόμενος τοῖς παραπτώμασι. Μακάριος

οὖν ὁ μὴ ἐγχρονίσας τῇ ὁδῷ τῶν ἁμαρτανόντων,

ἀλλὰ λογισμῷ βελτίονι πρὸς τὴν εὐσεβῆ πολιτείαν

μεταπηδήσας. Δύο γάρ εἰσιν ὁδοὶ ἐναντίαι ἀλλήλαις·

ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμ-

μένη. Καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπι-

στρέφειν ἐπιχειρῶν. Ἔχει οὖν ἡ μὲν λεία ὁδὸς

καὶ πρανὴς ὁδηγὸν ἀπατηλὸν, δαίμονα πονηρὸν,

δι' ἡδονῆς πρὸς τὴν ἀπώλειαν τοὺς ἑπομένους ἐπι-

συρόμενον· ἡ δὲ τραχεῖα καὶ ἀνάντης ἄγγελον ἀγα-

θὸν, διὰ τῶν ἐπιπόνων τῆς ἀρετῆς πρὸς τὸ μακάριον

224

τέλος τοὺς ἑπομένους ἄγοντα. Ἕως μὲν οὖν νήπιός

ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων,

οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ

δὲ ἤδη γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν,

οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρε-

τὴν καὶ κακίαν, καὶ πυκνὰ πρὸς ἑκάτερον τὸ

ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ

ἑκατέρῳ προσόντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος

πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ

τῶν δικαίων, μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά.

Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς ὅσον καλὰ ὑπισχνεῖ-

ται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ

παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδο-

κωμένην εἰς ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνε-

ται τὴν ἀπόλαυσιν. Ἰλιγγιᾷ οὖν πᾶσα ψυχὴ, καὶ

μετοκλάζει τοῖς λογισμοῖς, ὅταν μὲν ἐνθυμηθῇ τὰ

αἰώνια, τὴν ἀρετὴν αἱρουμένη, ὅταν δὲ ἀποβλέψῃ

πρὸς τὰ παρόντα, τὴν ἡδονὴν προτιμῶσα. Ὧδε βλέ-

πει σαρκὸς εὐπάθειαν, ἐκεῖ δουλαγωγίαν σαρκός·

ὧδε μέθην, ἐκεῖ νηστείαν· ὧδε γέλωτας ἀκρατεῖς,

ἐκεῖ δάκρυον δαψιλές· ἐνταῦθα ὄρχησιν, κἀκεῖ προσ-

ευχήν· αὐλοὺς ὧδε, κἀκεῖ στεναγμούς· ὧδε πορ-

νείαν, κἀκεῖ παρθενίαν. Ἐπεὶ οὖν τὸ μὲν ἀληθινῶς

ἀγαθὸν λογισμῷ ληπτόν ἐστι διὰ πίστεως (μακρὰν

γὰρ ἀπῴκισται, καὶ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ

ἤκουσε), τὸ δὲ τῆς ἁμαρτίας ἡδὺ πρόχειρον ἔχει καὶ

διὰ πάσης αἰσθήσεως ῥέουσαν τὴν ἀπόλαυσιν· μακά-

ριος ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δε-

λεασμάτων πρὸς τὴν ἀπώλειαν, ἀλλὰ δι' ὑπομονῆς

τὴν ἐλπίδα τῆς σωτηρίας ἀπεκδεχόμενος, καὶ ἐν τῇ

ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ ἀγού-

σης ἐπὶ τὰ χείρονα.

Καὶ ἐπὶ καθέδρας λοιμῶν οὐκ ἐκάθισεν. Ἆρα

ταύτας λέγει τὰς καθέδρας, ἐφ' ὧν ἀναπαύομεν

ἡμῶν τὰ σώματα; Καὶ τίς ἡ ἀπὸ τοῦ ξύλου πρὸς

ἁμαρτίαν μετάδοσις, ὥστε με τὴν ὑπὸ τοῦ ἁμαρτω-

λοῦ προκαταληφθεῖσαν καθέδραν ὡς βλαβερὰν ἀπο-

φεύγειν; Ἢ νομίζειν ἡμᾶς χρὴ καθέδραν λέγεσθαι

τὴν ἑδραίαν καὶ μόνιμον ἐν τῇ κρίσει τῆς κακίας

διατριβήν; Ὃ φυλακτέον ἡμῖν, διότι τὸ φιλοπόνως

προσδιατρίβειν ταῖς ἁμαρτίαις ἕξιν τινὰ δυσκίνητον

ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ πάθος ψυχῆς,

καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν,

ἢ καὶ ἀνίατος παντελῶς, εἰς φύσιν, ὡς τὰ πολλὰ, τοῦ

ἔθους μεθισταμένου. Εὐχῆς μὲν οὖν ἄξιον μὴ προσ-

άψασθαι τοῦ κακοῦ. Δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ

τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν, κατὰ

τὸ γεγραμμένον παρὰ τοῦ Σολομῶντος περὶ τῆς γυ-

ναικὸς τῆς φαύλης, ὅτι Μὴ ἐπιστήσῃς σὸν ὄμμα

πρὸς αὐτὴν, ἀλλ' ἀποπήδησον· μὴ ἐγχρονίσῃς.

Νῦν δὲ οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς

225

πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς

διὰ συνήθειαν τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένον-

τας. Ὡς γὰρ οἱ ἐν βορβόρῳ καλινδούμενοι

χοῖροι ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλόν· οὕτως

οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν

προσαναμάσσονται. Μακάριον μὲν οὖν τὸ μὴ δια-

νοηθῆναι τὸ πονηρόν· εἰ δὲ κατὰ συναρπαγὴν τοῦ

ἐχθροῦ ἐδέξω τῇ ψυχῇ βουλεύματα ἀσεβείας, μὴ στῇς

ἐπὶ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ τοῦτο πέπονθας, μὴ

ἐνιδρυνθῇς τῷ κακῷ. Μὴ τοίνυν καθεσθῇς ἐπὶ καθ-

έδρας τῆς τῶν λοιμῶν. Εἰ ἐνόησας καθέδραν τίνα

φησὶν ὁ λόγος, ὅτι τὴν διαρκῆ λέγει τοῦ κακοῦ προσ-

εδρίαν, ἐξέτασον λοιπὸν τίνας ὠνόμασε τοὺς λοιμούς.

Φασὶ δὴ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν

ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ

πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι· φύσιν γὰρ

εἶναι τῆς νόσου τοιαύτην, τὸ ἐξ ἀλλήλων πάντας ἀνα-

πιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δέ τινές εἰσι καὶ

οἱ ἐργάται τῆς ἀνομίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου

μεταδιδόντες συννοσοῦσιν ἀλλήλοις, καὶ συναπόλλυν-

ται. Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους τοὺς ἐπὶ τῆς ἀγορᾶς

καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων,

καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ

τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας

ἀπαριθμουμένους ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδρα-

γαθίας; Οὗτοί εἰσιν οἱ λοιμοὶ οἱ τὸ ἴδιον κακὸν ἐπὶ

πάντας ἄγειν φιλονεικοῦντες, καὶ πολλοὺς ἑαυτοῖς

παραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ

κοινωνίᾳ τῶν κακῶν διαφύγωσι τὰ ὀνείδη. Οὔτε γὰρ

πῦρ εὐκαταπρήστου ὕλης ἁψάμενον δυνατὸν μὴ οὐχὶ

ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ

πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε

τὴν ἁμαρτίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ ἐπὶ πάντας

τοὺς ἐγγίζοντας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν

πνευμάτων τῆς πονηρίας. Τὸ γὰρ τῆς πορνείας

πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτι-

μίαν, ἀλλ' εὐθὺς ἡλικιῶται συμπαρελήφθησαν· κῶμοι,

καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα ἑταίρα συμπί-

νουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα,

καὶ πάντας πρὸς τὴν αὐτὴν ἁμαρτίαν συμφλέγουσα.

Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ

κακοῦ; Τί δὲ, ὁ τὸν πλεονέκτην ζηλῶν, ἢ ὁ τὸν ἐξ

ἄλλης τινὸς πονηρίας περιφανῆ τινα πολιτικὴν δυνα-

στείαν περιβεβλημένον, ἢ ἐθνῶν ἡγεμονίαν ἔχον-

τα, ἢ στρατοπέδων ἄρχοντα, εἶτα τοῖς αἰσχίστοις

πάθεσιν ἐμφυρόμενον, οὐχὶ αὐτῇ τῇ ψυχῇ τὸν

λοιμὸν παρεδέξατο, τὸ τοῦ ζηλουμένου κακὸν

οἰκεῖον ποιούμενος; Αἱ γὰρ κατὰ τὸν βίον λαμ-

πρότητες συναναφαίνουσιν ἑαυταῖς καὶ τοὺς

βίους τῶν περιβλέπτων· καὶ στρατιῶται μὲν ὡς τὰ

πολλὰ τοῖς στρατοπεδάρχαις ἐξομοιοῦνται· οἱ δὲ ἐν

228

ταῖς πόλεσι δῆμοι ζηλοῦσι τοὺς ἐν δυνάμει. Καὶ

ὅλως, ἐπειδὰν τὸ τοῦ ἑνὸς κακὸν μιμήσεως ἄξιον τοῖς

πολλοῖς νομισθῇ, οἰκείως καὶ προσηκόντως λεχθήσε-

ται λοιμός τις ψυχῶν ἐπιπολάζειν τῷ βίῳ. Τὸ γὰρ ἐν

κακίᾳ περίβλεπτον πολλοὺς τῶν εὐολισθήτων εἰς τὸν

ὅμοιον ζῆλον ἐφέλκεται. Ἐπεὶ οὖν ἄλλος ἐξ ἄλ-

λου τῆς φθορᾶς ἀναπίμπλαται, λοιμώσσειν τὰς ψυ-

χὰς οἱ τοιοῦτοι λεγέσθωσαν. Μὴ τοίνυν καθίσῃς ἐπὶ

καθέδρας λοιμῶν, ἢ μὴ μετάσχῃς συνεδρίου ἀνθρώ-

πων φθορέων καὶ λυμεώνων, ἢ μὴ ἐναπομείνῃς

τοῖς κακῶς βουλευθεῖσιν. Ἀλλ' ὁ μὲν λόγος ἔτι

ἐν προοιμίοις, τὸ δὲ πλῆθος ὁρῶ τὴν συμμετρίαν

ἐκβαῖνον· ὡς μήτε ὑμῖν ῥᾳδίαν εἶναι τῶν πλειόνων

τὴν φυλακὴν, μήτε ἐμοὶ τὴν διακονίαν τοῦ λόγου,

διὰ τὴν σύντροφον ἀσθένειαν τῆς φωνῆς ἡμᾶς ἐπι-

λειπούσης. Εἰ δὲ καὶ ἀτελῶς εἴρηται τὰ εἰρημένα,

τοῦ μὲν κακοῦ τῆς φυγῆς ὑποδειχθείσης, τῆς δὲ διὰ

τῶν ἀγαθῶν ἔργων τελειώσεως παρεθείσης,

ὅμως εὐγνώμοσιν ἀκοαῖς παραθέμενοι τὰ παρόντα,

ἐπαγγελλόμεθα, Θεοῦ διδόντος, ἀναπληρώσειν καὶ τὰ

λειπόμενα, ἐάν γε μὴ τὴν παντελῆ λοιπὸν ὑπέλθω-

μεν σιωπήν. Παράσχοι δὲ ὁ Κύριος καὶ ἡμῖν τῶν εἰ-

ρημένων μισθὸν, καὶ ὑμῖν καρπὸν ὧν ἠκούσατε, χά-

ριτι τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ

κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ.}

{Ψαλμὸς τῷ Δαβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν

λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.}

Δοκεῖ πως ἐναντίως ἔχειν πρὸς τὴν ἐν ταῖς Βα-

σιλείαις ἱστορίαν, ἔνθα τὰ περὶ τοῦ Δαβὶδ ἀναγέγρα-

229

πται, ἡ ἐπιγραφὴ τοῦ ἑβδόμου ψαλμοῦ. Ἐκεῖ γὰρ ὁ

Χουσὶ ἀρχιεταῖρος μὲν τοῦ Δαβὶδ, υἱὸς δὲ Ἀραχὶ

ἱστορεῖται, ἐνταῦθα δὲ Χουσὶ υἱὸς Ἰεμενεί. Ἔστι δὲ

οὔτε οὗτος, οὔτε ἄλλος τις τῶν ἐκεῖ φαινομένων

υἱὸς Ἰεμενεί. Μήποτε οὖν, ἐπειδὴ μεγάλην ἀριστείαν

καὶ ἀνδραγάθημα ἐκ τοῦ περὶ τὴν φιλίαν σχηματι-

σμοῦ ἐνεδείξατο, προσχωρήσας μὲν δῆθεν τῷ Ἀβεσ-

σαλὼμ, διαλύων δὲ τὰς βουλὰς τοῦ Ἀχιτόφελ, ἀν-

δρὸς ἐντρεχεστάτου καὶ στρατηγικωτάτου τὰς

γνώμας ὑποτιθεμένου, διὰ τοῦτο υἱὸς Ἰεμενεὶ προσ-

ηγορεύθη; Ἑρμηνεύεται δὲ ὁ υἱὸς Ἰεμενεὶ υἱὸς

τῆς δεξιᾶς. Εἰσηγουμένου γὰρ ἐκείνου μηδένα χρόνον

ἐμποιεῖν τοῖς πράγμασιν, ἀλλ' εὐθὺς ἀπαρασκεύῳ

ὄντι ἐπιτίθεσθαι τῷ πατρὶ, οὐκ εἴασε παραδε-

χθῆναι τὴν βουλὴν τοῦ Ἀχιτόφελ, Ὅπως ἐπαγάγῃ,

φησὶ, Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα·

ἀλλὰ πιθανωτέρας ἔδοξεν ἀναβολὰς αὐτοῖς καὶ

διατριβὰς ἐμποιεῖν, πρὸς τὸ δοῦναι καιρὸν τῷ Δαβὶδ

συλλέξασθαι τὰς δυνάμεις. Ὄθεν καὶ ἀπόδεκτος ἦν

παρὰ τῷ Ἀβεσσαλὼμ λέγοντι· Ἀγαθὴ ἡ βουλὴ

Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ.

Τῷ μέντοι Δαβὶδ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ

ἐδήλου τὰ οἰκονομηθέντα, καὶ προσέταξε μὴ αὐ-

λισθῆναι ἐν τῇ Ἀραβὼθ τῆς ἐρήμου, ἀλλὰ κατέσπευ-

δεν αὐτὸν ἐπὶ τὴν διάβασιν. Ἐπεὶ οὖν ἐκ τῆς ἀγαθῆς

συμβουλῆς ἐγένετο δεξιὸς τοῦ Δαβὶδ, ἀπὸ τοῦ ἀνδραγα-

θήματος τῆς προσηγορίας τετύχηκε. Διά τοι τοῦτο

υἱὸς Ἰεμενεὶ προσηγόρευται, τουτέστιν, υἱὸς

δεξιᾶς. Αὕτη δὲ συνήθεια τῆς Γραφῆς, καὶ τοὺς χεί-

ρονας ἀπὸ τῆς ἁμαρτίας χρηματίζειν μᾶλλον ἢ ἀπὸ

τῶν πατέρων, καὶ τοὺς κρείττονας υἱοὺς ὀνομάζειν

ἐκ τῆς χαρακτηριζούσης αὐτοὺς ἀρετῆς. Τὸν τοίνυν

διάβολον υἱὸν ἀπωλείας ὁ Ἀπόστολος ὀνομάζει· Ἐὰν

γὰρ μὴ ἀποκαλυφθῇ ὁ ἄνομος ὁ υἱὸς τῆς ἀπ-

ωλείας. Καὶ ἐν τῷ Εὐαγγελίῳ τὸν Ἰούδαν υἱὸν

ἀπωλείας ὁ Κύριος εἶπεν· Οὐδεὶς γὰρ, φησὶν, ἀπ-

ώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας· τέκνα δὲ σοφίας

τοὺς ἐν τῇ θεογνωσίᾳ μεμορφωμένους· Ἐδικαιώθη

232

γὰρ, φησὶν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ,

Ἐὰν ᾖ, φησὶν, ἐκεῖ υἱὸς εἰρήνης. Οὐδὲν οὖν θαυμα-

στὸν καὶ νῦν σιωπηθῆναι μὲν αὐτοῦ τὸν σωματικὸν

πατέρα, δεξιᾶς δὲ υἱὸν τὸν ἀρχιεταῖρον τοῦ Δαβὶδ

ὀνομασθῆναι, ἀπὸ τῆς πράξεως πρέποντα ἑαυτῷ τὸν

χρηματισμὸν λαβόντα.

Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν

με. Νομιζόμενον ἁπλοῦν εἶναι καὶ ὑπὸ τοῦ τυχόντος

ὑγιῶς ἀναφέρεσθαι δύνασθαι τὸ, Κύριε ὁ Θεός μου,

ἐπὶ σοὶ ἤλπισα, σῶσόν με, τάχα οὐ τοιοῦτόν ἐστιν.

Ὁ γὰρ ἐπ' ἄνθρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν

κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν,

ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων

εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός

μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ

ἐλπίζειν ἐπ' ἄρχοντας· καὶ, Ἐπικατάρατος ἄνθρω-

πος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Ὥσπερ

οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως

οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τῶν πάν-

των Κύριον. Ἐλπὶς γάρ μου, φησὶ, καὶ ὕμνησίς

μου ὁ Κύριος. Πῶς δὲ πρῶτον σωθῆναι εὔχετοι

ἐκ τῶν διωκόντων, εἶτα ῥυσθῆναι; Ἡ διαστολὴ σαφῆ

ποιήσει τὸν λόγον. Σῶσον γάρ με ἐκ πάντων τῶν

διωκόντων με, καὶ ῥῦσαί με, μή ποτε ἁρπάσῃ ὡς

λέων τὴν ψυχήν μου. Τίς οὖν ἡ διαφορὰ τοῦ σώ-

ζεσθαι καὶ τοῦ ῥύεσθαι; Ὅτι τῆς σωτηρίας

μὲν κυρίως οἱ ἀσθενοῦντες χρῄζουσι, τοῦ ῥυσθῆναι δὲ

οἱ ἐν τῇ αἰχμαλωσίᾳ κατεχόμενοι. Διὰ τοῦτο ὁ μὲν

ἐν ἑαυτῷ ἔχων τὴν ἀσθένειαν, ἐν ἑαυτῷ δὲ λαβὼν

τὴν πίστιν, ὑπὸ τῆς οἰκείας πίστεως οἰκονομεῖται

πρὸς τὸ σωθῆναι. Ἡ πίστις γάρ σου, φησὶ, σέσωκέ

σε· καὶ, Γενηθήτω σοι ὡς ἐπίστευσας. Ὁ δὲ

ὀφείλων ῥυσθῆναι τιμὴν ἔξωθεν ὑπὲρ αὐτοῦ κα-

τατεθῆναι ὀφείλουσαν ἀναμένει. Ὁ τοίνυν ὑπὸ τὸν

θάνατον ὢν, εἰδὼς, ὅτι εἷς ὁ σώζων, εἷς ὁ λυτρούμε-

νος, Ἐπὶ σοὶ, φησὶν, ἤλπισα, σῶσόν με ἀπὸ τῆς

ἀσθενείας, καὶ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας.

Οἶμαι δὲ, ὅτι οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκανῶς

παρὰ πάντα τὸν ἑαυτῶν βίον τοῖς ἀοράτοις ἐχθροῖς

προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι

τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευ-

νῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα, ἂν μὲν

εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων,

ἢ σπίλους τινὰς, καὶ τύπους τῆς ἁμαρτίας, κατασχε-

θῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς

ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χριστοῦ ἀναπαύ-

σωνται. Εὔχεται οὖν περί τε τῆς ἐνταῦθα ζωῆς καὶ

περὶ τῆς μελλούσης. Σῶσον γάρ με, φησὶν, ἐνταῦθα

233

ἀπὸ τῶν διωκόντων· ῥῦσαι δέ με ἐκεῖ ἐν τῷ

καιρῷ τῆς ἐρεύνης, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν

ψυχήν μου. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυ-

ρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ

ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ

ἕξει οὐδέν. Ἀλλ' ὁ μὲν, μὴ ποιήσας ἁμαρτίαν,

ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολ-

μήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τού-

του, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Κίνδυνος δὲ

ταῦτα παθεῖν, ἐὰν μὴ ἔχωμεν τὸν λυτρούμενον ἡμᾶς,

μηδὲ τὸν σώζοντα. Πρὸς τὰ δύο τὰ προκείμενα δύο

ἐστὶ τὰ ἐπαγόμενα· Σῶσόν με ἐκ τοῦ πλήθους τῶν

διωκόντων με, καὶ ῥῦσαι, ἵνα μή ποτε ἁρπα-

σθῶ, ὡς μὴ ὄντος λυτρουμένου.

Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν

ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀντα-

ποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν

ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν

ψυχήν μου, καὶ καταλάβοι. Σύνηθες τῇ Γραφῇ τὸ

τῆς ἀνταποδόσεως ὄνομα οὐκ ἐπὶ τῶν νομιζομένων.

ὡς ὑπάρξαντός τινος ἀγαθοῦ ἢ κακοῦ, μόνον λαμβά-

νειν, ἀλλὰ καὶ ἐπὶ τῶν προκαταρχομένων· ὡς ἐπὶ

τοῦ, Ἀνταπόδος τῷ δούλῳ σου. Ἀντὶ γὰρ τοῦ εἰ-

πεῖν, Δὸς, εἴρηται, Ἀνταπόδος. Δόσις μὲν οὖν ἐστιν

ἡ καταρχὴ τῆς εὐποιίας, ἀπόδοσις δὲ ἡ τοῦ ἴσου ἀν-

τιμέτρησις παρὰ τοῦ εὖ πεπονθότος· ἀνταπόδοσις

δὲ δευτέρα τις ἀρχὴ καὶ περίοδος τῶν καταβαλλομέ-

νων εἴς τινας ἀγαθῶν ἢ κακῶν. Οἶμαι δὲ, ὅταν ἀντὶ

τῆς αἰτήσεως οἱονεὶ ἀπαίτησίν τινα ποιούμενος ὁ λό-

γος τὴν ἀνταπόδοσιν ἐπιζητῇ, τοιοῦτόν τινα νοῦν παρ-

ιστᾷ· ὅτι, Τὸ παρὰ τῆς φύσεως ἀναγκαίως ὀφειλό-

μενον τῆς ἐπιμελείας χρέος τοῖς ἐγγόνοις παρὰ τῶν

γεννησάντων, τοῦτό μοι παράσχου. Χρεωστεῖται γὰρ

τέκνοις παρὰ πατρὸς κατὰ τὴν φυσικὴν στοργὴν ἡ

περὶ τοῦ βίου πρόνοια. Ὀφείλουσι γὰρ, φησὶν, οἱ

γονεῖς τοῖς τέκνοις θησαυρίζειν, ἵνα πρὸς τῷ ζῇν ἔτι

καὶ τὰς κατὰ τὸν βίον αὐτοῖς ἀφορμὰς παράσχωνται.

Τοιοῦτόν ἐστι πολλάκις ἐπὶ τῆς Γραφῆς ἐν ταῖς προ-

καταρκτικαῖς ἐνεργείαις τὸ ἀπόδομα ἢ τὸ ἀνταπόδομα

παραλαμβανόμενον. Νῦν δὲ ἔοικε θαῤῥεῖν ὁ λέγων τῷ

μὴ ἀντιδεδωκέναι τοῖς ἀνταποδιδοῦσι κακὰ, μὴ ἀντ-

αποδεδωκέναι τὰ ὅμοια. Εἰ οὖν ἐποίησα τοῦτο, καὶ εἰ

ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέ-

σοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενὸς ἀπο-

πίπτει ἀπὸ τῶν ἐχθρῶν ὁ τῆς χάριτος τῆς ἐκ τοῦ

πληρώματος τοῦ Χριστοῦ ἐκπεσών. Καταδιώξαι ἄρα

ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ κα-

ταπατήσαι εἰς γῆν τὴν ζωήν μου. Τοῦ μὲν δικαίου

ἡ ψυχὴ, χωριζομένη τῆς πρὸς τὸ σῶμα συμπα-

θείας, τὴν ζωὴν ἔχει κεκρυμμένην σὺν τῷ Χρι-

236

στῷ ἐν τῷ Θεῷ· ὥστε δύνασθαι λέγειν κατὰ τὸν Ἀπό-

στολον, ὅτι Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι-

στός· καὶ, Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ.

Τοῦ δὲ ἁμαρτωλοῦ καὶ κατὰ σάρκα ζῶντος καὶ συμ-

πεφυρμένου ταῖς τοῦ σώματος ἡδοναῖς ἡ ψυχὴ οἷον ἐν

βορβόρῳ τοῖς πάθεσι τῆς σαρκὸς ἐγκεκύλισται· ἣν

καὶ καταπατῶν ὁ ἐχθρὸς ἐπὶ πλέον ἐκμολύνειν καὶ

οἱονεὶ καταχωννύειν φιλονεικεῖ, ἐπιβαίνων τῷ πεπτω-

κότι, καὶ τοῖς ἑαυτοῦ ποσὶ καταπατῶν εἰς γῆν, τουτ-

έστιν, εἰς τὸ σῶμα τὴν ζωὴν τοῦ ὀλισθήσαντος. Καὶ

τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Τῶν μὲν

ἁγίων τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς, καὶ θησαυ-

ριζόντων ἑαυτοῖς ἐν τοῖς αἰωνίοις θησαυροῖς τὰ ἀγα-

θὰ, ἡ δόξα ἐστὶν ἐν τοῖς οὐρανοῖς· τῶν δὲ χοϊκῶν καὶ

κατὰ σάρκα ζώντων, ἡ δόξα αὐτῶν κατασκηνοῦν εἰς

τὸν χοῦν λέγεται. Ὁ γὰρ ἐπὶ τῷ χοϊκῷ πλούτῳ δοξα-

ζόμενος, καὶ ὁ τὴν ὀλιγοχρόνιον τιμὴν τῶν ἀνθρώπων

περιέπων, καὶ ὁ ἐπὶ τοῖς σωματικοῖς πλεονεκτήμασι

πεποιθὼς, δόξαν ἑαυτῷ ἔχει, οὐκ ἀνανεύουσαν εἰς

οὐρανὸν, ἀλλ' εἰς τὸν χοῦν ἐναπομένουσαν.

Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι

ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τὸ μυστήριον τῆς

ἀναστάσεως ἤδη ἐνεργεῖσθαι εὔχεται ὁ Προφήτης εἰς

ἀθέτησιν τῆς ἁμαρτίας αὐτῶν· ἢ τὴν ἐπὶ τοῦ σταυροῦ

ὕψωσιν, ἥτις γενήσεσθαι ἔμελλε μετὰ τὸ εἰς τὸν ἔσχα-

τον ὅρον τὴν κακίαν τῶν ἐχθρῶν ὑψωθῆναι. Ἢ καὶ

τὸ, Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου,

τοιοῦτόν τινα ὑποβάλλει νοῦν· ὅτι ὅσον ἂν κορυφωθῇ ἡ

κακία, καὶ προέλθῃ ἐπὶ τὸ ἄμετρον καὶ ἀπεριόριστον

χυθεῖσα, τῇ περιουσίᾳ τῆς δυνάμεως δύνασαι,

ὥσπερ ἀγαθὸς ἰατρὸς προκαταλαβὼν τῆς νομῆς τὰ

πέρατα, στῆσαι τὴν νόσον νεμομένην καὶ ἕρπουσαν,

καὶ διακόψαι αὐτῆς τὴν συνέχειαν ταῖς παιδευτικαῖς

σου πληγαῖς.

Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ-

τάγματι ᾧ ἐνετείλω. Δύναται μὲν καὶ ἐπὶ τὸ μυστή-

ριον τῆς ἀναστάσεως ὁ λόγος ἀναφέρεσθαι, παρακα-

λοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκ-

δίκησιν παντὸς ἁμαρτήματος, καὶ τὰς προδιατετα-

γμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ

τὴν τότε κατάστασιν τῶν πραγμάτων τοῦ Προφήτου

λαμβάνεσθαι, παρακαλοῦντος ἐξεγερθῆναι τὸν Θεὸν

εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσ-

ταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέ-

ρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς

αὐτοῦ. Διὸ παρακαλεῖ εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρ-

θωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν

τὸν Θεὸν, ἀλλ' ἐγερθῆναι ἐν ὀργῇ, καὶ διαναστάντα

ἐκδικῆσαι τὴν ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκ-

δικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν,

ὃ αὐτὸς ἐνετείλω. Καὶ συναγωγὴ λαῶν κυκλώσει

σε. Δῆλον δὲ ὅτι, ἑνὸς ἀδίκου σωφρονισθέντος, πολλοὶ

237

ἐπιστρέψουσι. Τὴν οὖν τούτου πονηρίαν κόλασον, ἵνα

πολλὴ συναγωγὴ λαῶν κυκλώσῃ σε. Καὶ ὑπὲρ ταύ-

της εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ τῆς κυκλούσης σε

συναγωγῆς, ἣν ἐκτήσω διὰ τῆς κατὰ χάριν συγκατα-

βάσεως καὶ οἰκονομίας, ἐπίστρεψον εἰς τὸ ὕψος τῆς

δόξης, ἣν εἶχες πρὸ τοῦ τὸν κόσμον γενέσθαι. Κύριος

κρινεῖ λαούς. Πολλαχοῦ τῆς Γραφῆς ὁ περὶ τῆς κρί-

σεως ἐγκατέσπαρται λόγος, ὡς ἀναγκαιότατος καὶ

συνεκτικώτατος εἰς διδασκαλίαν εὐσεβείας τοῖς εἰς

Θεὸν διὰ Ἰησοῦ Χριστοῦ πεπιστευκόσιν. Ἐπειδὴ δὲ

πολυτρόπως ὁ περὶ τῆς κρίσεως ἐγγέγραπται λόγος,

δόξει τινὰ καὶ σύγχυσιν ἔχειν τοῖς μὴ ἀκριβῶς τὰ

σημαινόμενα διαστέλλουσιν. Ὁ πιστεύων γὰρ εἰς

ἐμὲ οὐ κρίνεται· ὁ δὲ ἀπιστῶν ἤδη κέκριται. Εἰ

δὲ ὁ μὴ πιστεύων ὅμοιός ἐστι τῷ ἀσεβεῖ, πῶς

εἴρηται τὸ μὴ ἀναστήσεσθαι ἀσεβεῖς ἐν κρίσει; Καὶ

εἰ οἱ πιστεύοντες υἱοὶ Θεοῦ διὰ τῆς πίστεως γεγόνασι,

καὶ διὰ τοῦτο ἄξιοί εἰσι τοῦ καὶ αὐτοὶ θεοὶ χρηματί-

ζειν, πῶς Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ

θεοὺς διακρινεῖ; Ἀλλ' ἔοικε τὸ κρίνεσθαι ποτὲ μὲν

ἐπὶ τοῦ δοκιμάζεσθαι ὑπὸ τῆς Γραφῆς παρα-

λαμβάνεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ κατακρίνεσθαι· ἐπὶ

μὲν τοῦ δοκιμάζεσθαι, ὡς τὸ, Κρῖνόν με, Κύριε, ὅτι

ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ἐπάγει γὰρ ἐκεῖ·

Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· ἐπὶ δὲ τοῦ

κατακρίνεσθαι, ὡς τὸ, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνο-

μεν, οὐκ ἂν ἐκρινόμεθα· εἰ γὰρ ἑαυτοὺς ἐξητάζομεν,

φησὶν, οὐκ ἂν κατακρίσει ὑπεβαλλόμεθα. Πάλιν εἴ-

ρηται κριθήσεσθαι τὸν Κύριον πρὸς πᾶσαν σάρκα·

τουτέστιν, ἐν τῷ ἐξετασμῷ τῶν βεβιωμένων ἑκάστῳ

ἑαυτὸν ὑποβάλλει τῇ κρίσει, καὶ τὰ ἑαυτοῦ προστά-

γματα ἀντιπαρεξάγει τοῖς πεπραγμένοις ὑπὸ τῶν

ἡμαρτηκότων, ἀπολογούμενος μετὰ ἀποδείξεων, ὅτι

πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἐπὶ σωτηρίᾳ τῶν κρινο-

μένων πεποίηκεν, ἵνα πειθόμενοι οἱ ἡμαρτηκότες ὡς

ἔνοχοι τοῖς ἁμαρτήμασιν, ἀποδεχόμενοι τὴν θείαν δί-

κην, ἑκόντες προσῶνται τὸ ἐπιβάλλον αὐτοῖς ἐπι-

τίμιον.

Ἔστι δὲ καὶ ἄλλο σημαινόμενον ὑπὸ τῆς τοῦ

κρίνεσθαι φωνῆς, καθά φησιν ὁ Κύριος· Βασίλισσα

νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ

τὴν γενεὰν ταύτην. Τοὺς γὰρ ἀποστρεφομένους τὴν

θείαν διδασκαλίαν, καὶ ἀφιλοκάλους, καὶ παντελῶς

ἀπεστραμμένους τὰ παιδευτικὰ τῆς σοφίας δόγματα,

συγκρίσει καὶ ἀντιπαραθέσει τῶν κατὰ τὴν ἰδίαν γε-

νεὰν ἐπὶ τῇ περὶ τὰ καλὰ σπουδῇ διενεγκόντων, βα-

ρυτέραν φησὶ λαμβάνειν τὴν ἐπὶ τοῖς παρεθεῖσι κα-

240

τάκρισιν. Οἶμαι δὲ, ὅτι οὐχ ὁμοίως κριθήσονται πάν-

τες οἱ τὸ γήϊνον τοῦτο σῶμα ἀναλαβόντες παρὰ τοῦ

δικαίου κριτοῦ, διότι τὰ ἔξωθεν συμπίπτοντα ἑκάστῳ

ἡμῶν παρὰ πολὺ διαφέροντα παραλλαγῆναι ποιεῖ τὴν

ἑκάστου κρίσιν. Ἢ γὰρ βαρύνει ἡμῖν τὰ ἁμαρ-

τήματα, ἢ καὶ κουφίζει ἡ τῶν οὐκ ἐφ' ἡμῖν, ἀλλ'

ἀκουσίως περιϊσταμένων ἡμᾶς συνδρομή. Ὑποκείσθω

γὰρ πορνείαν εἶναι τὸ κρινόμενον. Ἀλλὰ ταύτην ὁ

μέν τις ἥμαρτε, πονηροῖς ἤθεσι τὸ ἐξ ἀρχῆς ἐντε-

θραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀσελγῶν εἰς τὸν

βίον παρήχθη, καὶ συνανετράφη τῇ περὶ τὰ φαῦλα

συνηθείᾳ, μέθαις καὶ κώμοις καὶ αἰσχροῖς διηγήμα-

σιν. Ἄλλος δέ τις, πολλὰ ἔχων τὰ προκαλούμενα

αὐτὸν ἐπὶ τὰ κάλλιστα, ἀνατροφὴν, διδασκάλους,

ἀκρόασιν λόγων θειοτέρων, ἀναγνώσματα σωτή-

ρια, νουθέτησιν γονέων, διηγήματα πρὸς σεμνότητα

καὶ σωφροσύνην τυποῦντα, δίαιταν κατεσταλμένην,

εἶτα ὑπενεχθεὶς εἰς τὴν ὁμοίαν ἁμαρτίαν τῷ ἑτέρῳ,

καὶ διδοὺς λόγον τῶν βεβιωμένων, πῶς οὐχὶ βαρυτέ-

ρας παρὰ τὸν ἕτερον ὁ τοιοῦτος δικαίως τιμωρίας

ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐγκληθήσεται ἐπὶ μόναις

ταῖς ἐγκατεσπαρμέναις κατὰ τὰς ἐννοίας σωτηρίοις

ἀφορμαῖς, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς

τούτῳ καὶ ὡς πολλῆς τυχὼν εἰς τὸ σωθῆναι συνερ-

γείας, καὶ δι' ἀκρασίαν καὶ τὴν ἐν βραχυτάτῳ καιρῷ

ἀπροσεξίαν προδεδωκὼς ἑαυτόν. Ὁμοίως δὲ καὶ ὁ ἐν-

τρεφόμενος ἀρχῆθεν τῇ εὐσεβείᾳ, καὶ πᾶσαν διαστρο-

φὴν ἐκφυγὼν ἐν τοῖς περὶ Θεοῦ δόγμασιν, ἐντρεφό-

μενος δὲ καὶ νόμῳ Θεοῦ διαβάλλοντι πᾶσαν ἁμαρτίαν

καὶ προκαλουμένῳ ἐπὶ τὰ ἐναντία, οὐχ ὁμοίαν ἕξει

εἰδωλολατρείας ἀπολογίαν τῷ ἀπὸ πατέρων ἀνόμων

ἀνατεθραμμένῳ, καὶ ἐθνῶν ἀρχῆθεν εἰδωλολα-

τρεῖν δεδιδαγμένων. Κύριος κρινεῖ λαούς. Ἄλλως

τὸν Ἰουδαῖον, καὶ ἄλλως τὸν Σκύθην. Ὁ μὲν γὰρ

ἐπαναπαύεται νόμῳ, καὶ καυχᾶται ἐν Θεῷ, καὶ δοκι-

μάζει τὰ διαφέροντα. Κατηχούμενος ὢν ἐκ τοῦ νό-

μου, καὶ πρὸς ταῖς κοιναῖς ἀεὶ ἐννοίαις κατεπᾳδόμε-

νος, καὶ παιδευόμενος τὰ προφητικὰ καὶ νομικὰ

γράμματα, ἐὰν εὑρεθῇ πταίσας παρανόμως, πολλῷ

βαρύτερα ἕξει λελογισμένα τὰ ἁμαρτήματα. Σκύθαι

δὲ Νομάδες, ἀνημέροις καὶ ἀπανθρώποις συντραφέν-

τες ἤθεσιν, ἁρπαγαῖς καὶ βίαις ταῖς κατ' ἀλλήλων

ἐνειθισμένοι, ἀκρατῶς μὲν ἔχοντες θυμοῦ, καὶ

εὐκόλως εἰς τοὺς κατ' ἀλλήλων παροξυσμοὺς ἐρεθιζό-

μενοι, πᾶσαν δὲ φιλονεικίαν σιδήρῳ κρίνειν συνει-

θισμένοι, καὶ αἵματι τὰς μάχας λύειν δεδιδαγμένοι,

ἐάν τι πρὸς ἀλλήλους φιλάνθρωπον καὶ χρηστὸν ἐπι-

δείξωνται, ἡμῖν βαρυτέραν διὰ τῶν ἰδίων κατορθωμά-

των τὴν τιμωρίαν παρασκευάζουσι. Κρῖνόν με, Κύ-

ριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν

ἀκακίαν μου ἐπ' ἐμοί. Δόξει τι ὁ λόγος ἀλαζονικὸν

ἔχειν καὶ παραπλήσιον τῇ εὐχῇ τοῦ ὑψοῦντος ἑαυτὸν

Φαρισαίου· εὐγνωμόνως δὲ σκοποῦντι μακρὰν γενή-

σεται τῆς τοιαύτης διαθέσεως ὁ προφήτης. Κρῖνόν

241

με, Κύριε, φησὶ, κατὰ τὴν δικαιοσύνην μου. Πο-

λὺς, φησὶν, ἐστὶν ὁ περὶ τῆς δικαιοσύνης λόγος, καὶ

δυσέφικτα τῆς τελείας δικαιοσύνης τὰ πέρατα. Ἔστι

γάρ τι καὶ ἀγγέλων δικαιοσύνη ὑπεραναβεβηκυῖα τὴν

τῶν ἀνθρώπων, καὶ εἴ τις ὑπὲρ ἀγγέλους δύναμις,

ἀναλογοῦσαν ἔχει τῷ μεγέθει καὶ τὴν τῆς δικαιοσύνης

ὑπεροχήν· καὶ αὐτοῦ τοῦ Θεοῦ ἡ δικαιοσύνη ἡ ὑπερ-

έχουσα πάντα νοῦν, ἄῤῥητος οὖσα καὶ ἀκατάληπτος

πάσῃ τῇ γενητῇ φύσει.

Ἐμὲ οὖν κρῖνον, Κύριε, κατὰ τὴν ἐμὴν δι-

καιοσύνην·…

καὶ…

κί…

The complete text is available when the reading interface loads.