Adversus Eunomium
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Adversus Eunomium (libri 5), MPG 29: 497–669, 672–768.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg019.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
29
504
γίας ὑπεισέρχεται δρᾶμα· οὐ διὰ μακροθυμίαν
ὀνομαστὶ μνησθῆναι τῶν λελυπηκότων ἀπεχόμενος
(πῶς γὰρ, ὅς γε τοσαύταις λοιδορίαις πλύνει τοὺς
ἀντιλέγοντας), ἀλλὰ τοῦ ψεύδους τὸ περιφανὲς ὑφ-
ορώμενος, ἐπιφημίζειν ἑαυτῷ ὡρισμένα πρόσωπα
κατηγόρων αἰσχύνεται. Εἰ γὰρ εἶχεν ὀνομάσαι τι-
νὰς, εἶπεν ἂν πάντως καὶ διεβόησεν· εἰ καὶ μὴ τὴν
ἑαυτοῦ ὀργὴν ἐκπληρῶν, ἀλλὰ τήν γε τῶν πολλῶν
ἀσφάλειαν διοικούμενος· ὧν δὴ καὶ μάλιστα προ-
νοεῖν ἐπαγγέλλεται. Λανθάνουσα γὰρ πονηρία τῆς
προκεκηρυγμένης βλαβερωτέρα. Ὥστε, εἴπερ ἔγνω-
μεν τοὺς συκοφάντας, ῥᾷον ἂν διεφύγομεν τὰς ἀκο-
λάστους γλώσσας αὐτῶν καὶ τὰς ἀγνώμονας γνώ-
μας· αὐτοῖς γὰρ χρήσομαι τοῦ σοφωτάτου τοῖς ῥή-
μασιν. Ἀλλ' ἐπειδὴ τότε, δι' ἢν δήποτε αἰτίαν,
ἀπεσιώπησε, νῦν ἐρωτάσθω, νῦν ἀποκρινέσθω·
τίνες οἱ κατήγοροι οἱ, τῷ προλαβεῖν ταῖς διαβολαῖς,
ἀναγκαίαν αὐτῷ τὴν ἀπολογίαν κατασκευάζοντες;
ἐκ ποίας οἰκουμένης ἐλθόντες; τίνες οἱ δικασταὶ,
ἐφ' ὧν διατίθεται τὸν ἀγῶνα; ἐν ποίῳ δικαστηρίῳ
τὴν γραφὴν ταύτην ὑπεισῆλθε; ποῦ γῆς ἢ θα-
λάττης συγκροτηθέντι; Τί γὰρ ἂν καὶ εἴποιεν; Ἐν
Σελευκείᾳ; Ἀλλὰ σιωπήσαντες ἑάλωσαν, οἵ γε,
προκαλουμένων πολλάκις τῶν συνελθόντων εἰς τὰς
ὑπὲρ τῶν ἐπιφερομένων εὐθύνας, οὐκ ἀπήντησαν·
ἐφ' οἷς δὴ καὶ κατεκρίθησαν τηνικαῦτα. Κοινὸς γάρ
μοι ὁ λόγος πρὸς ἅπαν ὁμοῦ τὸ σύνταγμα, τὸ διὰ
τὴν κοινωνίαν τῆς ἀσεβείας, ὥσπερ τι μέλος νενο-
505
σηκὸς τοῦ ὑγιαίνοντος σώματος τῆς Ἐκκλησίας
ἀποῤῥαγέν. Ἀλλ' ἐν Κωνσταντινουπόλει; Ἀλλ'
οὐδὲν ἐκεῖ ἀπολογίας ἔδει καὶ λόγων. Τοὺς γὰρ ἐκ
τῆς βασιλικῆς αὐλῆς, καὶ τῶν λοιπῶν τοὺς τὰ μέ-
γιστα δυναμένους ἑαυτῶν ποιησάμενοι, ἐκ πολλοῦ
τοῦ περιόντος τοῖς πράγμασι προσεφέροντο· αὐτοὶ
καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα
ὄντες ὅσα ἐβούλοντο, ὅτε, τῶν ἐπισκόπων τοὺς μὲν
ἐκβάλλοντες, τοὺς δὲ ἐγκαθιστῶντες, τοῖς δὲ τὸν περὶ
τοῦ ζῇν ἐπικρεμῶντες κίνδυνον, αὐτοὶ τὰς πό-
λεις ἐν ἀλλήλοις κατ' ἐξουσίαν πολλὴν διελάγχανον·
καὶ ὁ μέν τις τῶν ἐν Συρίᾳ πόλεων ἐκπεσὼν,
τὴν Κωνσταντινούπολιν, ὡς ἐπὶ τυραννίδα, κατ-
έλαβεν· αὐτὸς δὲ οὗτος ὁ ἄμαχος καὶ δεινὸς λογο-
γράφος ἆθλον τῆς ἀσεβείας τὴν Κύζικον ἀπ-
ηνέγκατο· Θεοσεβίῳ δὲ μετὰ τοὺς ἐπὶ ταῖς ἀῤῥήτοις
βλασφημίαις ἐλέγχους ἡ Ἐκκλησία Σάρδεων προ-
επόθη. Καὶ σιωπῶ Βιθυνοὺς, καὶ Παφλαγόνας, καὶ
Κίλικας, καὶ πάντας ὅσους ἐν κύκλῳ φερό-
μενον τὸ κακὸν ἐπενείματο. Ποίας οὖν ἀπολογίας ἔτι
καιρὸς ἦν τότε; Ἀλλ', οἶμαι, οὐδὲ βουλομένῳ δυ-
νατὸν ψεύσασθαι. Ὥστε παντὸς ἀληθέστερον, ὅτι τὸ
σχῆμα τοῦ λόγου μηχάνημα αὐτῷ πρὸς τὴν ἀπά-
την ἐστίν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ὁ δὲ,
μικρὸν προελθὼν, σκέψασθε οἷα γράφει. Οὐδὲ γὰρ
ἄχρηστον ἴσως πρὸ τῶν ἐλέγχων τῆς ἀσεβείας ὀλίγα
τοῦ περὶ αὐτὸν τύφου παραδηλῶσαι.
{ΕΥΝ.} Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε
νῦν ἀκουσομένους καὶ τοὺς εἰς ὕστερον ἐντευξομέ-
νους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας
τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάπτον-
508
τας· μήτε μὴν ἀξιώμασι προσέχοντας ἀμαυ-
ροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόν-
των τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς
ὑστέροις.
{ΒΑΣ.} Τί λέγεις; Μὴ νείμωμεν τὸ πλέον τοῖς προ-
λαβοῦσι; μὴ αἰδεσθῶμεν τὸ πλῆθος τῶν τε νῦν
ὄντων Χριστιανῶν, καὶ τῶν ὅσοι γεγόνασιν ἀφ' οὗ
κατηγγέλη τὸ Εὐαγγέλιον; μὴ λογισώμεθα τὸ ἀξί-
ωμα τῶν ἐν παντοίοις χαρίσμασι διαφανέντων πνευ-
ματικοῖς, οἷς ἅπασιν ἐχθρὰν καὶ πολεμίαν τὴν πο-
νηρὰν ὁδὸν ταύτην τῆς ἀσεβείας ἐκαινοτόμησας;
ἀλλὰ μύσαντες ἁπαξαπλῶς τοὺς τῆς ψυχῆς ὀφθαλ-
μοὺς, καὶ παντὸς ἁγίου μνήμην τῆς διανοίας ὑπερ-
ορίσαντες, σχολάζουσαν καὶ σεσαρωμένην τὴν ἑαυ-
τοῦ καρδίαν ἕκαστος ταῖς παραγωγαῖς σου καὶ τοῖς
σοφίσμασι φέροντες ὑποθῶμεν; Μεγάλης μέντ' ἂν
εἴης τῆς δυναστείας ἐπειλημμένος, εἴπερ ὧν ταῖς
ποικίλαις ἑαυτοῦ μεθοδείαις ὁ διάβολος οὐκ ἐπ-
έτυχε, τούτων σοι τυχεῖν ἐξ ἐπιτάγματος περιέσται·
ἐάν περ, πεισθέντες σοι, τὴν ἐν παντὶ τῷ παρελ-
θόντι χρόνῳ ὑπὸ τοσούτων ἁγίων κεκρατηκυῖαν
παράδοσιν ἀτιμοτέραν κρίνωμεν τῆς δυσσεβοῦς
ὑμῶν ἐπινοίας. Τῷ δὲ οὐκ ἐξαρκεῖ μόνον τῶν νῦν
ἀκουόντων τοὺς λογισμοὺς ὑφελέσθαι, ἀλλ' ἀξιοῖ καὶ
τοὺς ὕστερόν ποτε συνεσομένους τῷ λόγῳ τὴν αὐτὴν
ἔχειν γνώμην. Ὢ τῆς ἀλαζονείας! τὸ καὶ εἰς ὕστε-
ρον οἴεσθαι αὐτῷ διαρκέσειν τὸν λόγον, καὶ ἀθά-
νατον εἰς τὸν ἐπιόντα χρόνον τὴν μνήμην αὐτοῦ φυ-
λαχθήσεσθαι. Καὶ ταῦτα νῦν ἀπαυθαδιάζεται ὁ μετ'
ὀλίγα πρὸς τοὺς ἀκροωμένους διαθρυπτόμενος ὡς
τύφου παντὸς ἀμελῶν, οὑτωσὶ λέγων τοῖς ἐν τῷ δρά-
ματι δικασταῖς.
{ΕΥΝ.} Πρὸς δὲ τούτοις μηδὲ ἡμῖν χαλεπαίνειν, εἰ,
τύφου μὲν ἀμελήσαντες καὶ φόβου, τῆς δὲ παραυ-
τίκα χάριτος καὶ ἀσφαλείας τὴν ὑπὲρ τῶν μελλόν-
των ἄδειαν προτιμήσαντες, καὶ πάσης ἐπιγείου κα-
κοπαθείας θανάτου τε προσκαίρου φοβερωτέραν τὴν
κατὰ τῶν ἀσεβῶν ὡρισμένην ἀπειλὴν εἶναι κρίναν-
τες, παντὸς ἐπικαλύμματος γυμνὴν ἐκτιθέμεθα τὴν
ἀλήθειαν.
{ΒΑΣ.} Ποίας ἀλαζονείας ὑπερβολὴν ὁ κόμπος οὗ-
τος τῶν λόγων οὐχ ὑπεραίρει; Καὶ πρόσεστι τῇ
εἰρωνείᾳ καὶ ὕβρις κατὰ τῶν δικαζόντων· εἴπερ τῷ
πρὸς τὰ καλὰ δυσχερῶς ἔχειν μόλις κατέχονται χα-
λεπαίνοντες ἀμελοῦντι μὲν αὐθαδείας καὶ τύφου,
τῆς δὲ ἐν τῷ παρόντι ἀσφαλείας τὴν ὑπὲρ τῶν μελ-
λόντων ἄδειαν προτιμῶντι, καὶ τοῦ προσκαίρου θα-
νάτου φοβερωτέραν κρίνοντι τὴν εἰς ὕστερον
κόλασιν. Τοῦτο δέ ἐστι τί; Μὴ χαλεπαίνετέ μοι, ὦ
509
ἄνδρες, πρὸς αὐτὸ τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελ-
θόντι, καὶ ὑπερβάντι μὲν τὰ γήϊνα, πᾶσαν δὲ τὴν
πολιτείαν εἰς οὐρανὸν μεταθέντι. Καινὸς οὗτος ἀλα-
ζονείας τρόπος. Δι' ὧν γὰρ ἀμελεῖν προσποιεῖται τοῦ
τύφου, πρὸς τὴν ἐσχάτην φυσίωσιν ἑαυτὸν ὑπεραί-
ρει. Εἰ γὰρ ἐφ' οἷς ἐνδείκνυται συγγνώμης ἀξίως
πράσσειν, τῆς εὐαγγελικῆς πολιτείας ἐστὶ τὰ κεφά-
λαια, εἰκάζειν ἀφίησιν ὁποῖόν τινα αὐτὸν ἐν τοῖς
κατωρθωμένοις ἡγεῖσθαι προσῆκε. Ταῦτα μὲν οὖν
ὡσανεὶ χαρακτῆρα τῆς ὅλης αὐτῆς προαιρέσεως
ἔχοντα, πολλῶν ἀποσιωπηθέντων, ἱκανῶς εἴρηται,
ἵνα δι' ὧν μὲν ἐψεύσατο, τὸν πατέρα τοῦ ψεύδους
ἐν αὐτῷ λαλοῦντα γνωρίσωμεν· ἐκ δὲ τῶν ἀλαζο-
νευμάτων τίνι συγκατακέκριται διδαχθῶμεν, σαφῶς
τοῦ Ἀποστόλου λέγοντος τὸν τυφωθέντα εἰς κρῖμα
ἐμπίπτειν τοῦ διαβόλου· ἐπ' αὐτοὺς δὲ λοιπὸν τοὺς ἐλέγχους τῆς ἀσεβείας ἔλθωμεν.
Πίστιν ἐκτίθεται πρῶτον ἐξ ἁπλῶν καὶ ἀδι-
ορίστων λέξεων συγκειμένην, ᾗ ἐχρήσαντο καί τι-
νες τῶν Πατέρων, οὐχὶ πρὸς ζητήσεις ὑποκει-
μένας ἀποτεινόμενοι, ἀλλ' ἁπλῶς οὕτως ἐφ' ἑαυ-
τῶν ἐν ἁπλότητι καρδίας διαλεγόμενοι. Εἴ τε
καὶ Ἄρειος, ὥς φασι, σοφιζόμενος τὸν Ἀλέ-
ξανδρον, ταύτην αὐτῷ προετείνατο (καὶ γὰρ τοῦτο
λέγουσιν), ἀλλ' ὁμοῦ μὲν ταύτην ὡς ὁμολογοῦσαν τῇ
ἑαυτοῦ γνώμῃ προΐσχεται διὰ δύο προφάσεις· μίαν
μὲν, ὥστε τὴν τῆς καινοτομίας ὑπόνοιαν ἐκφυγεῖν,
ἐν τῷ τὴν τῶν Πατέρων πίστιν ὡς ὀρθῶς ἔχουσαν
ἀποδέχεσθαι· ἑτέραν δὲ, τοῦ πάντας ἀπροοράτως
ταῖς πάγαις αὐτοῦ τῶν σοφισμάτων περιπεσεῖν τῇ
ἁπλότητι τῶν ῥημάτων τούτων καταπιστεύσαντας.
Ὁμοῦ δὲ κἀκεῖνο συνεῖδεν, ὅτι καὶ τὴν ἑαυτοῦ
γνώμην εὐπροσώπως αὐτῷ παρεισαγαγεῖν ὑπάρξει,
ἐξηγουμένῳ δῆθεν τὰ τῶν Πατέρων, καὶ μάλιστα
μὲν λήσασθαι ἀσεβῶν· εἰ δ' ἄρα καὶ φωραθείη,
ἀναίτιος εἶναι δόξειν, ὡς οὐδὲν οἴκοθεν οὐδὲ παρ'
ἑαυτοῦ τι λέγων, ἀλλ' ἀλλοτρίας γενόμενος διανοίας
ἐξηγητής. Ἐν ᾧ δὴ καὶ γελοιότατόν τι παθὼν οὐκ
ἐπῄσθετο. Ἐπαινέσας γὰρ αὐτὴν πολλὰ καὶ
μεγάλα, μικρὸν ὑποβὰς, τοῖς αἰσχίστοις πάλιν ὀνεί-
δεσι περιβάλλει. Ἀλλ' ἵνα σαφέστερον ὃ λέγω γέ-
νηται, κατὰ μέρη τὸν λόγον διελόμενος ἐξετάσω. Καὶ
πρῶτόν γε τὴν πίστιν ἢν προτείνεται καταμά-
θωμεν, αὐτὰς τὰς ἐκείνου φωνὰς παραθέμενοι.
{ΕΥΝ.} Τὴν δὲ κρατοῦσαν, φησὶν, ἄνωθεν παρὰ
τῶν Πατέρων εὐσεβῆ παράδοσιν, ὥσπερ τινὰ γνώ-
μονα καὶ κανόνα προεκθέμενοι, ἀκριβεῖ τούτῳ χρη-
σώμεθα κριτηρίῳ πρὸς τὴν τῶν λεγομένων ἐπί-
κρισιν.
512
{ΒΑΣ.} Τούτοις ἐπάγει τὴν πίστιν ἔχουσαν οὕ-
τως.
{ΕΥΝ.} Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκρά-
τορα, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ
Θεοῦ, Θεὸν Λόγον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν,
δι' οὗ τὰ πάντα· καὶ εἰς ἓν Πνεῦμα ἅγιον, τὸ
παράκλητον.
{ΒΑΣ.} Εἶτα εὐθὺς ἐπισυνάπτει.
{ΕΥΝ.} Ἡ μὲν οὖν ἁπλουστέρα πίστις καὶ κοι-
νὴ πάντων, ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς
ἐπιμελὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν,
αὕτη.
{ΒΑΣ.} Περὶ μὲν οὖν τῆς ἐν οἷς εἶπεν ἐναντιότητος
καὶ τῆς ἀναισχύντου μάχης τῶν εἰρημένων πρὸς ἄλ-
ληλα μικρὸν ὕστερον ἐροῦμεν. Ἐκεῖνο δὲ πρό-
τερον ἑαυτοὺς ὑπομνήσωμεν, ὅτι οὗτός ἐστιν ὁ ἐν τοῖς
ἄνω λόγοις πάνυ σοβαρῶς ἡμῖν ἐπαγγελλόμενος γυ-
μνὴν παντὸς προκαλύμματος ἐκθήσεσθαι τὴν ἀλή-
θειαν. Ἐνταῦθα τοίνυν που γέγραπται· Πιστεύο-
μεν τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων,
ἢ, πιστεύομεν ἀνόμοιον κατὰ τὴν οὐσίαν εἶναι τὸν
Μονογενῆ τῷ Πατρί. Ταῦτα γὰρ ἔγραψεν ἂν, εἴπερ,
ὡς ὑπέσχετο, μηδενὶ παραπετάσματι δολερῷ τὸ ἑαυ-
τοῦ φρόνημα συνεσκίαζεν. Ἀλλ', οἶμαι, πᾶσιν ἐπι-
βούλως τοῖς λόγοις χρώμενος, τὰ μὲν παρ' ἑαυτοῦ
σιωπᾷ, ἵνα μὴ ἀγυμνάστοις ταῖς ἀκοαῖς προσβάλλων
ἀπίθανον ἑαυτὸν καὶ δυσπαράδεκτον καταστήσῃ·
τὴν δὲ τῶν Πατέρων πίστιν προβάλλεται, ἣ διὰ τὴν
μεσότητα τῶν ἐν αὐτῇ ῥημάτων οὔτε τι ἐναντίω-
μα πρὸς τὴν ὅλην τοῦ λόγου αὐτῷ κατα-
σκευὴν παρέξειν ἔμελλε, καὶ ἀκολουθήσειν ῥᾳδίως ἐν
ἐξηγήσεως εἴδει μετάγοντι τὸν λόγον ἐφ' ἃ προῄρη-
ται. Ὡς δὲ ἀληθῆ ταῦτα, δῆλον αὐτόθεν. Ἐκθέ-
μενος γὰρ αὐτὴν, εὐθὺς ἐπιπηδᾷ τῇ ἐξηγήσει, προ-
φάσει χρώμενος ἄλλῃ τέ τινι, καὶ ὅτι οὐκ ἐξαρκεῖ
πρὸς τὴν διάλυσιν τοῦ ἐγκλήματος. Τίνος οὖν ἕνεκεν
αὐτὴν προεβάλου, ἀλλ' οὐκ εὐθὺς ἐπ' ἐκείνους ἦλθες
τοὺς λόγους, οἳ καὶ τὸ ἀκριβὲς εἶχον, καὶ ἐξαιρεῖσθαί
σε τῶν ἐγκλημάτων ἔμελλον; Νῦν δὲ προτείνεται μὲν
ὡς ἀσφαλὲς κριτήριον, διορθοῦται δὲ πάλιν, ὡς οὐδὲν
ὑγιὲς ἔχουσαν. Τοῦτο δὲ παντὶ γνώριμον, ὅτι, ὥσπερ
ἀγκίστρῳ πρὸς θάνατον ἕλκοντι, τῷ ἑαυτοῦ φρονή-
513
ματι τὸ ἁπλοῦν τῆς πίστεως, οἷόν τι δέλεαρ, πε-
ριβάλλει, ἵνα τῷ φαινομένῳ ἐπιδραμόντες οἱ ἀπειρό-
τεροι, ἀφυλάκτως τῷ κακῷ τῆς ἀσεβείας περιπαρῶ-
σιν. Ὡς ἂν δὲ μὴ δόξειεν ἄνευ ἀνάγκης τῇ ἐπιδιορ-
θώσει τῆς πίστεως ἐγχειρεῖν, ἢν αὐτὸς ἀπεσέμνυνε
ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων, ταύτην, ὥσπερ ἐπιλα-
θόμενος τῶν ἑαυτοῦ λόγων, σκέψασθε πῶς δια-
σύρει.
{ΕΥΝ.} Ἡ μὲν οὖν ἁπλουστέρα καὶ κοινὴ πάντων
πίστις ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμε-
λὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν, αὕτη.
{ΒΑΣ.} Εἰπέ μοι, ἡ εὐσεβὴς τῶν Πατέρων παράδοσις,
καὶ ὁ κανὼν, ὡς αὐτὸς ὠνόμασας, καὶ ὁ γνώμων, καὶ
τὸ ἀσφαλὲς κριτήριον, νῦν ὄργανον ἀπάτης, καὶ
τέχνη σχηματισμοῦ, καὶ τὰ τοιαῦτα πάλιν προσαγο-
ρεύεται; Εἰ γὰρ οὐχὶ τοῖς ὄντως οὖσι Χριστιανοῖς
ἐφαρμόζει, ἀλλὰ τοῖς τὸ δοκεῖν πρὸ τοῦ εἶναι τετιμη-
κόσι, τί ἄλλο περὶ αὐτῆς ὑπολαμβάνειν ἢ ταῦτα προσ-
ῆκε; Τίς ἂν οὖν, μὴ παντελῶς παραπαίων, τὸν κα-
νόνα τοῦ εὐθέως τοῖς τὴν ψυχὴν ἐνδιαστρόφοις ἁρμό-
ζειν εἴποι, καὶ τὸν γνώμονα τῆς ἀληθείας τοῖς ἐχθροῖς
τῆς ἀληθείας; Οἱ γὰρ τὸ ὀνομάζεσθαι Χριστιανοὶ
πρὸ τοῦ ἀληθῶς εἶναι τετιμηκότες, ἐπὶ τῇ τῶν πολ-
λῶν ἀπάτῃ τὸν σχηματισμὸν τοῦτον ὑποδυόμενοι,
πόῤῥω πάσης εὐθύτητος καὶ ἀληθείας εἰσίν. Οὔτε
οὖν διεστραμμένον κατευθυνθήσεται, ὡς τοῦ Ἐκκλη-
σιαστικοῦ λόγος, οὔτε τὰ τῆς ἀληθείας κριτήρια τοῖς
τὸ ψεῦδος κατὰ τὸν βίον ᾑρημένοις ἁρμόσει, ὅπερ
τούτῳ δοκεῖ.
Ἀλλὰ δι' ἃς εἶπον αἰτίας εἰς οὕτω προδήλους
ἐναντιότητας ὑπενέχθη, ἵνα οἷς μὲν ἐπαινεῖ τὴν πί-
στιν κοινωνεῖν τοῖς Πατράσι τῆς εὐσεβείας δόξῃ, οἷς δὲ
λαμβάνεται πάλιν αὐτῆς, τὴν ὁδὸν ἑαυτῷ πρὸς τὴν
ἐξήγησιν ὑπανοίξῃ. Διὰ τοῦτο τὴν αὐτὴν καὶ κανόνα
λέγει, καὶ προσθήκης φησὶν ἀκριβεστέρας δεῖσθαι.
Τοῦτο δὲ αὐτὸ καὶ τῆς ἐσχάτης ἀμαθείας σημεῖον
ἔστω, εἴ τῳ καὶ τοῦτο φίλον παρεξετάζειν. Ὁ γάρ τοι
κανὼν, ὦ σοφώτατε, καὶ ὁ γνώμων, ἕως ἂν μηδὲν
ἐνδέῃ τοῦ κανὼν εἶναι καὶ γνώμων, οὐδεμίαν προσ-
θήκην εἰς ἀκρίβειαν ἐπιδέχεται. Κατὰ γὰρ τὸ ἐλλεῖ-
πον ἡ πρόσθεσις. Ἀτελεῖς δὲ ὑπάρχοντες, οὐδὲ τῶν
προσηγοριῶν τούτων ὑγιῶς ἂν ἔτι τυγχάνοιεν. Καὶ
ταῦτα μὲν εἰς τοσοῦτον. Ἤδη δὲ καὶ οὓς ἐκτίθεται
περὶ Θεοῦ λόγους ἐπισκεψώμεθα.
{ΕΥΝ.} Εἷς τοίνυν, φησὶ, κατά τε φυσικὴν ἔννοιαν
καὶ κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν ἡμῖν ὡμολό-
γηται Θεὸς, μήτε παρ' ἑαυτοῦ μήτε παρ' ἑτέρου γε-
νόμενος. Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον,
516
ἐπειδή γε δεῖ κατὰ ἀλήθειαν τὸ ποιοῦν τοῦ γινομένου
προϋπάρχειν, καὶ τὸ ποιούμενον τοῦ ποιοῦντος εἶναι
δεύτερον. Μήτε δὲ αὐτὸ ἑαυτοῦ πρότερον ἢ ὕστερον
εἶναι δύνασθαι, μήτε ἕτερόν τι πρὸ τοῦ Θεοῦ. Ἦ γὰρ
ἂν ἐκεῖνο πρὸ τοῦ δευτέρου τὸ τῆς θεότητος ἔσχεν
ἀξίωμα.
{ΒΑΣ.} Τίνος οὖν ἕνεκεν πᾶσαν αὐτοῦ ταύτην
παρεθέμην τὴν λέξιν; Ἵνα καταφανὴς ἡ ἀδολεσχία
τοῦ ἀνδρὸς, ᾗ χρῆται παρὰ πάντα τὸν λόγον, γένηται.
Εἰπὼν γὰρ αὐτὸς ἐναργὲς ὑπάρχειν ταῖς κοιναῖς
πάντων ἐννοίαις τὸ εἶναι τὸν Θεὸν ἀγέννητον, ἀπο-
δείξεις τούτου κομίζειν ἡμῖν ἐπιχειρεῖ, παραπλήσιον
ποιῶν, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ τοὺς
ἐῤῥωμένους τὰς ὄψεις λόγῳ διδάσκειν βούλοιτο φανό-
τατον εἶναι τῶν κατ' οὐρανὸν ἀστέρων τὸν ἥλιον. Εἰ
δὲ ὁ τὰ τῇ αἰσθήσει γνώριμα λόγῳ δεικνὺς καταγέλα-
στος, ὁ τὰ ταῖς κοιναῖς προλήψεσιν ὡμολογημένα δι-
δάσκων πῶς οὐχὶ τῆς ἴσης παρανοίας ὑπεύθυνος;
Πολλῷ γὰρ δήπου ταῦτα τῶν διὰ τῆς ὄψεως φαινομέ-
νων τοῖς σωφρονοῦσι πιστότερα. Εἰ μὲν οὖν ἦν τις ὁ
κατὰ τῆς ἀληθείας ταύτης ἀναισχυντῶν, καὶ τὸν ἀγέν-
νητον ἢ παρ' ἑαυτοῦ ἢ παρ' ἑτέρου γεγεννῆσθαι
διατεινόμενος, εἶχεν ἄν τινα τυχὸν συγγνώμην ἡ μα-
ταιότης τῶν λεγομένων· εἰ δὲ οὐδεὶς μέχρι σήμερον
οὔτε τῶν ἔξω τοῦ λόγου τοῦ καθ' ἡμᾶς, οὔτε τῶν ἐξ
αὐτῆς τῆς Ἐκκλησίας ἐπαναστάντων τῇ ἀληθείᾳ, εἰς
τοσοῦτον ἦλθεν ἀποπληξίας, ὥστε διαμφισβητεῖν
περὶ τῆς ἀγεννησίας τοῦ ἀγεννήτου· τί κέρδος ἐκ
τῶν λόγων τούτων, οὐ συνορῶ. Ἢ τῶν Ἀριστοτέλους
ὄντως ἡμῖν καὶ Χρυσίππου συλλογισμῶν ἔδει πρὸς
τὸ μαθεῖν, ὅτι ὁ ἀγέννητος οὐ γεγέννηται, οὔτε
αὐτὸς ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου; καὶ οὔτε πρεσβύ-
τερος, οὔτε νεώτερος αὐτός ἐστιν ἑαυτοῦ; Τί οὖν αὐτῷ
ταῦτα βούλεται; Δοκεῖ μοι ὁμοῦ μὲν τοῖς ἀκολούθοις
ἐγκαλλωπίζεσθαι, ὡς δὴ πυκνός τις καὶ περιττὸς τὴν
διάνοιαν, καὶ ὀξὺς μὲν ὑπιδέσθαι τὸ ἄτοπον, ὀξύτερος
δὲ διαλῦσαι τὸ φωραθὲν, καὶ διὰ τοῦτο ἐναβρύνεσθαι
τῇ τῶν λόγων στροφῇ, καὶ περὶ τὴν ἀπόδειξιν λε-
πτουργεῖν τοῦ μήτε ὑφ' ἑαυτοῦ μήτε ὑφ' ἑτέρου τὸν
ἀγέννητον γεγεννῆσθαι. Ἔπειτα μέντοι οὐδὲ ἐνταῦθα
τῆς ἑαυτοῦ τέχνης ἐπιλανθάνεται· ἀλλ' ἐν τῇ τῶν
ὁμολογουμένων διατριβῇ, ὥσπερ στοιχεῖά τινα πρὸς
τοὺς ἑξῆς λόγους ἑαυτῷ παρεμβάλλει. Οὐ γὰρ ἀργῶς
αὐτῷ ἐκεῖνο ἔχει, ὅτι δεῖ, κατὰ ἀλήθειαν, τὸ ποιοῦν
τοῦ γινομένου προϋπάρχειν. Ἀλλ' ἵνα ἐν τοῖς περὶ
Υἱοῦ λόγοις προδιωμολογημένον ἔχῃ, τὸ ὕστερον
προσγεγενῆσθαι τῷ Πατρὶ τὸν Υἱὸν, εἴπερ τὸ ποιοῦν
ἐστι τοῦ γινομένου πρεσβύτερον· τούτῳ δὲ ὡς ἑπό-
μενον λάβῃ, τὸ ἐκ μὴ ὄντων τὸν Υἱὸν γεγεννῆ-
σθαι. Ἀλλ' ὁ μὲν τῆς εἰς τὸν Υἱὸν ἀσεβείας
ἔλεγχος ἐν τοῖς οἰκείοις τόποις ἀναμεινάτω. Ἐγὼ δὲ
καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα
517
δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐ-
δαμοῦ τῆς Γραφῆς κειμένην, καὶ πρῶτον στοιχεῖον
οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δικαίως
ἀξίαν εἶναι φήσαιμι, τῆς Πατρὸς φωνῆς ἴσον δυνα-
μένης τῷ ἀγεννήτῳ, πρὸς τῷ καὶ τὴν περὶ τοῦ Υἱοῦ
ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισ-
άγειν. Ὁ γὰρ ὄντως Πατὴρ καὶ μόνος ἐξ οὐδενός ἐστιν
ἑτέρου· τὸ δὲ, ἐξ οὐδενὸς, ταυτόν ἐστι τῷ, ἀγέννητος.
Οὐ τοίνυν ἀγέννητον προσαγορευτέον μᾶλλον ἡμῖν ἢ
Πατέρα, εἴ γε μὴ μέλλοιμεν εἶναι σοφώτεροι τῶν δι-
δαγμάτων τοῦ Σωτῆρος, εἰπόντος· Πορευθέντες,
βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, ἀλλ' οὐχὶ τοῦ
ἀγεννήτου. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡμεῖς δὲ τὰ
συνεχῆ τοῦ λόγου διασκεψώμεθα. Ὀλίγον γὰρ
προελθὼν, καὶ οἷον συγκεφαλαιούμενος αὐτὸς
ἑαυτῷ τὰ εἰρημένα, οὕτω γράφει.
{ΕΥΝ.} Ἄρ' οὖν, εἰ μήτε αὐτὸς ἑαυτοῦ, μήτε ἕτε-
ρόν τι αὐτοῦ προϋπάρχειν δέδεικται, πρὸ δὲ πάν-
των αὐτὸς, ἀκολουθεῖ τούτῳ τὸ ἀγέννητον· μᾶλλον
δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος.
{ΒΑΣ.} Ἣν τοίνυν ἐν τούτοις ἐφωράσαμεν κακουρ-
γίαν συνιδεῖν μὲν, οἶμαι, καὶ πάνυ ῥᾴδιον τῷ καὶ
μικρὸν ἐπιστήσαντι, ἐμφανῆ δὲ ποιῆσαι τοῖς πολλοῖς
οὐκ εὐμαρές. Πλὴν ἀλλὰ πειρατέον, τὴν ἐλπίδα θεμέ-
νους ἐπὶ τὸν διδόντα ῥῆμα τοῖς εὐαγγελιζομένοις,
δυνάμει πολλῇ. Εἰπὼν, ὅτι, εἰ μήτε αὐτὸς ἑαυτοῦ,
μήτε ἕτερόν τι αὐτοῦ προϋπάρχει, ἀκολουθεῖ αὐτῷ
τὸ ἀγέννητον· εἶτα συνιδὼν, ὅτι ἐκ τῆς τῶν τεθέν-
των ἀκολουθίας πρὸς τὸ ἐναντίον αὐτῷ περιῆλθεν ὁ
λόγος (εἰ γὰρ ἀκολουθεῖ τῷ Θεῷ τὸ ἀγέννητον, ἔξω-
θεν αὐτῷ παρέπεται δηλονότι. Τὸ δὲ ἔξωθεν τοῦ Θεοῦ
οὐκ οὐσία αὐτοῦ ἐστιν. Ἐκ δὲ τούτων οἰχήσεται
διαῤῥυὲν αὐτῷ τὸ σκαιώρημα), ἵνα δὲ μὴ τοῦτο πάθῃ,
τί ποιεῖ; Βραχὺ φροντίσας τοῦ γέλωτος, ὃν ἐπὶ τῷ
τὰ ἀνακόλουθα λέγειν ὑπέχειν ἔμελλε, τῇ ἐπιδιορθώ-
σει ἀπήγαγε τὸν λόγον πρὸς ἃ ἐβούλετο, εἰπών·
Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος. Τοῦτο δὲ
οὐδεμίαν μὲν ἔχει ὁμολογίαν πρὸς τὰ προάγοντα·
πῶς γὰρ καὶ ἑπόμενον αὐτῷ τὸ ἀγέννητον ὁ Θεὸς
520
ἔχει; καὶ πάλιν οὐχ ἑπόμενον, ἀλλ' ἐν τῷ τῆς οὐσίας
λόγῳ περιεχόμενον; ὅμως γε μὴν οὐκ ἐᾷ παν-
τελῶς αὐτῷ διαφθαρῆναι τὸ σόφισμα. Εἰ γὰρ, εἰπὼν,
ὅτι ἀκολουθεῖ αὐτῷ τὸ ἀγέννητον, ἐνταῦθα τὸν λόγον
ἔστησεν, οὐκ ἂν εἶχεν ὅπως ἢ τὴν ἀγεννησίαν οὐσίαν
λέγῃ τοῦ Θεοῦ τῶν ὅλων, ἢ ἀλλοτρίως ἔχοντα κατ'
αὐτὴν τὴν οὐσίαν τὸν μονογενῆ Υἱὸν ἐπιδείξῃ,
οὐδενὸς δυναμένου τῶν ἔξωθεν ἑπομένων, Πατρὸς καὶ
Υἱοῦ τὴν κατ' αὐτὴν τὴν οὐσίαν οἰκειότητα διιστᾷν.
Νῦν δὲ τῷ ἐπαγαγεῖν, Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία
ἀγέννητος, ἐνεδείξατο, ὅτι αὐτὸ, ὅπερ ἐστὶν ὁ Θεὸς
ἀγεννησία ἐστί· τοῦτο δὲ ὅσον αὐτῷ δρόμον ἀεὶ
πρὸς τὴν ἐγχείρησιν τῆς ἀσεβείας προευτρεπίζει,
μικρὸν τῷ λόγῳ προελθὼν ἐπιδείξω. Ἔστι δ' ἄρα,
ὃ μὲν ἐξ ἀρχῆς εἶπεν, ἐκ τῆς τῶν πραγμάτων ἀλη-
θείας κατὰ τὸ ἀκόλουθον τῶν δεδομένων ἀναφανέν·
ὃ δὲ τελευταῖον ἐπέθηκεν, ἐκ τοῦ φρονήματος τοῦ
αἱρετικοῦ προσεῤῥίφη, ἀναισχυντότατα πάντων τοῦ
λογογράφου πρὸς τὴν ἐπιδιόρθωσιν τοῦ λόγου
μεταπηδήσαντος. Πῶς γὰρ τὸ αὐτὸ καὶ ἀκολουθεῖ
τῷ Θεῷ, καὶ ταυτόν ἐστιν αὐτῷ, πᾶσιν ὄντος προδή-
λου, ὅτι τὸ ἀκολουθοῦν ἕτερόν ἐστι παρὰ τὸν οὗ ἐστιν
ἐπακολούθημα; Ὁ δὲ, ὥσπερ ὁδοῦ τινος λαβόμενος,
ἐκ τοῦ καθ' ὑφαρπαγὴν αὐτῷ προληφθέντος λό-
γου, πρὸς τὴν κατασκευὴν ἐντεῦθεν χωρεῖ τοῦ τὴν
ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων, ἵνα,
τούτου δειχθέντος, ὁμολογούμενον ἔχῃ τὸ ἀνόμοιον
κατὰ τὴν οὐσίαν εἶναι τὸν Μονογενῆ τῷ Πατρί. Σκο-
πεῖτε δὲ ἅ φησιν.
{ΕΥΝ.} Ἀγέννητον δὲ λέγοντες, οὐκ ὀνόματι μόνον,
κατ' ἐπίνοιαν ἀνθρωπίνην, σεμνύνειν οἰόμεθα δεῖν,
ἐκτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα
τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν. Τὰ γάρ τοι
κατ' ἐπίνοιαν λεγόμενα, ἐν ὀνόμασι μόνον καὶ προφορᾷ
τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν.
{ΒΑΣ.} Ἀναιρεῖ τὸ κατ' ἐπίνοιαν θεωρεῖσθαι
521
ἐπὶ τοῦ Θεοῦ τὸ ἀγέννητον, ἡγούμενος ἐντεῦθεν ῥᾳ-
δίαν αὐτῷ τὴν ἐπιχείρησιν ἔσεσθαι τοῦ τὴν ἀγεννη-
σίαν οὐσίαν εἶναι τοῦ Θεοῦ· ἐκ τούτου δὲ ἀναν-
τιῤῥήτως δείξειν, ἀνόμοιον εἶναι κατ' αὐτὴν τὴν οὐ-
σίαν τὸν μονογενῆ Υἱὸν τῷ Πατρί. Διὰ τοῦτο προσ-
πλέκεται τῷ ῥήματι τῆς ἐπινοίας, ὡς οὐδὲν σημαί-
νοντι τὸ παράπαν, ἀλλ' ἐν μόνῃ τῇ προφορᾷ τὴν
ὑπόστασιν κεκτημένῳ· καὶ ἀνάξιον εἶναι Θεοῦ προσ-
ποιεῖται ταῖς ἐπινοίαις αὐτὸν ἀποσεμνύνειν. Ἐγὼ
δὲ εἰ μὲν ἐπινοίᾳ θεωρητὸν ἢ μὴ τὸ ἀγέννητον,
οὔπω διισχυρίζομαι πρὶν ἂν ὑπ' αὐτῆς τοῦ λόγου τῆς
ἐξετάσεως διδαχθῶμεν.
Αὐτὸ δὲ τοῦτο, τί ποτέ ἐστιν ἡ ἐπίνοια, ἡδέως ἂν
αὐτὸν ἐρωτήσαιμι· ἆρ' οὐδὲν παντάπασι σημαίνει
τὸ ὄνομα τοῦτο, καὶ ψόφος ἄλλως ἐστὶ διὰ τῆς γλώτ-
της ἐκπίπτων; Ἀλλὰ τὸ τοιοῦτον οὐχὶ ἐπίνοια, πα-
ράνοια δ' ἂν μᾶλλον καὶ φλυαρία προσαγορεύοιτο.
Εἰ δὲ συγχωροίη σημαίνειν μέν τι τὴν ἐπίνοιαν, ψευ-
δὲς δὲ τοῦτο παντελῶς καὶ ἀνύπαρκτον, ὡς ἐν ταῖς
μυθοποιίαις κενταύρων δή τινων ἀναπλασμοὺς καὶ
χιμαίρας, πῶς τὸ σημαινόμενον ψεῦδος τῷ ψόφῳ
τῆς γλώττης συναφανίζεται, τῆς μὲν φωνῆς πάντως
εἰς ἀέρα προχεομένης, τῶν δὲ ψευδῶν νοημάτων
ἐναπομενόντων τῇ διανοίᾳ; Οὐδὲ γὰρ ἐπειδάν
ποτε ψευδῶν παντελῶς καὶ διακένων ἀναπλασμῶν,
ἢ ἐν ταῖς καθ' ὕπνον φαντασίαις, ἢ ἄλλως ἐν τοῖς
ματαίοις τοῦ νοῦ κινήμασιν ἡ ψυχὴ πληρωθεῖσα,
παρακατάσχῃ τῇ μνήμῃ, εἶτα διὰ τῆς φωνῆς ἐξαγ-
γεῖλαι προέληται, ὁμοῦ τῷ προενεχθέντι λόγῳ συν-
ηφανίσθη καὶ τὰ φαντάσματα. Πολλοῦ γὰρ ἂν ἄξιον
ἦν τὰ ψευδῆ λέγειν, εἴπερ ἡ φύσις τοῦ ψεύδους τοῖς
λαλουμένοις συνδιεφθείρετο· ἀλλ' οὐκ ἔχον ἐστὶ φύσιν
τοῦτό γε. Ὑπόλοιπον δ' ἂν εἴη δεικνύναι, πῶς
μὲν ἡ συνήθεια, καὶ ἐπὶ ποίων πραγμάτων τῇ ἐπι-
νοίᾳ χρῆται· πῶς δὲ τὰ θεῖα λόγια τὴν χρῆσιν αὐτῆς
παρεδέξατο. Ὁρῶμεν τοίνυν, ὅτι ἐν μὲν τῇ κοινῇ
χρήσει τὰ ταῖς ἀθρόαις ἐπιβολαῖς τοῦ νοῦ ἁπλᾶ δο-
κοῦντα εἶναι καὶ μοναχὰ, ταῖς δὲ κατὰ λεπτὸν ἐξ-
ετάσεσι ποικίλα φαινόμενα, καὶ πολλὰ ταῦτα τῷ
νῷ διαιρούμενα, ἐπινοίᾳ μόνῃ διαιρετὰ λέγεται.
524
Οἷον, τὸ σῶμα ἁπλοῦν μὲν εἶναί φησιν ἡ πρώτη ἔν-
τευξις, ποικίλον δὲ ὁ λόγος ἐπιὼν δείκνυσι, τῇ ἐπινοίᾳ
αὐτὸ εἰς τὰ ἐξ ὧν σύγκειται διαλύων, καὶ χρῶμα,
καὶ σχῆμα, καὶ ἀντιτυπίαν, καὶ μέγεθος, καὶ τὰ
λοιπά. Πάλιν τὰ ἀνυπόστατα μὲν παντελῶς, κατὰ δὲ
ἀναζωγράφησίν τινα τῆς ἐννοίας καὶ φαντασίαν μό-
νην ἀνατυπούμενα, ὡς ὅσα οἱ μυθοποιοὶ καὶ ζωγρά-
φοι πρὸς τὴν τῶν ἐντυγχανόντων ἔκπληξιν τερατεύον-
ται κατ' ἐπίνοιαν καὶ ταῦτα θεωρητὰ ὑπὸ τῆς συν-
ηθείας λέγεται. Ὧν οὐδενὸς ἐπιμνησθεὶς οὗτος, ἢ ἀμα-
θῶς ἢ κακούργως, περὶ τῆς τῶν ἀνυπάρκτων ἐπι-
νοίας μόνης ἡμῖν ἐφιλοσόφησε· καὶ οὐδὲ ταύτην ὡς
ἔχει φύσεως ἐξηγούμενος. Οὐ γὰρ σημαίνειν μέν τι
τὴν ἐπίνοιαν, ψευδὲς δὲ τοῦτο, φησίν· ἀλλὰ παντε-
λῶς ἄσημον εἶναι τὸ ὄνομα, καὶ ἐν μόνῃ τῇ ἐκφωνήσει
τὴν ὑπόστασιν ἔχειν. Καίτοι τοσοῦτον ἀπέχει τοῦ κατὰ
τῶν ματαίων μόνων καὶ ἀνυποστάτων φαντασιῶν
τὸ ὄνομα τοῦτο τῆς ἐπινοίας κεῖσθαι, ὥστε μετὰ τὸ
πρῶτον ἡμῖν ἀπὸ τῆς αἰσθήσεως ἐγγινόμενον νόημα
τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐπεν-
θύμησιν ἐπίνοιαν ὀνομάζεσθαι· ὅθεν ἡ συνήθεια
καλεῖ ἐπιλογισμὸν, εἰ καὶ μὴ οἰκείως. Οἷον τοῦ
σίτου νόημα μὲν ἁπλοῦν ἐνυπάρχει πᾶσι, καθὸ φα-
νέντα γνωρίζομεν· ἐν δὲ τῇ ἀκριβεῖ περὶ αὐτοῦ ἐξ-
ετάσει, θεωρία τε πλειόνων προσέρχεται, καὶ
προσηγορίαι διάφοροι τῶν νοηθέντων σημαντικαί.
Τὸν γὰρ αὐτὸν σῖτον νῦν μὲν καρπὸν λέγομεν, νῦν
δὲ σπέρμα, καὶ πάλιν τροφήν· καρπὸν μὲν, ὡς τέλος
τῆς παρελθούσης γεωργίας· σπέρμα δὲ, ὡς ἀρχὴν τῆς
μελλούσης· τροφὴν δὲ, ὡς κατάλληλον εἰς προσθήκην
τῷ τοῦ προσφερομένου σώματι. Τούτων ἓν ἕκαστον
τῶν λεγομένων καὶ κατ' ἐπίνοιαν θεωρεῖται, καὶ τῷ
ψόφῳ τῆς γλώσσης οὐ συναπέρχεται· ἀλλὰ τῇ ψυχῇ
τοῦ νενοηκότος ἐνίδρυται τὰ νοήματα. Καὶ ἁπαξ-
απλῶς, πάντα τὰ τῇ αἰσθήσει γνώριμα, καὶ ἁπλᾶ
μὲν εἶναι τῷ ὑποκειμένῳ δοκοῦντα, ποικίλον δὲ λόγον
κατὰ τὴν θεωρίαν ἐπιδεχόμενα, ἐπινοίᾳ θεωρητὰ
λέγεται.
Ἐγγὺς δὴ τοῦ τοιούτου τρόπου τῆς ἐπινοίας
τὴν χρῆσιν καὶ παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου.
Τὰ μὲν οὖν ἄλλα παρήσω, πολλὰ ἔχων εἰπεῖν, ἑνὸς
δὲ μόνου τοῦ καιριωτάτου μνησθήσομαι. Ὁ Κύριος
ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς περὶ ἑαυτοῦ λό-
γοις, τὴν φιλανθρωπίαν τῆς θεότητος καὶ τὴν ἐξ
οἰκονομίας χάριν τοῖς ἀνθρώποις παραδηλῶν, ἰδιώ-
μασί τισι τοῖς περὶ αὐτὸν θεωρουμένοις ἀπεσήμαινε
ταύτην, θύραν ἑαυτὸν λέγων, καὶ ὁδὸν, καὶ
ἄρτον, καὶ ἄμπελον, καὶ ποιμένα, καὶ φῶς, οὐ πο-
525
λυώνυμός τις ὤν· οὐ γὰρ πάντα τὰ ὀνόματα εἰς ταυ-
τὸν ἀλλήλοις φέρει. Ἄλλο γὰρ τὸ σημαινόμενον φω-
τὸς, καὶ ἄλλο ἀμπέλου, καὶ ἄλλο ὁδοῦ, καὶ ἄλλο ποι-
μένος. Ἀλλ' ἓν ὢν κατὰ τὸ ὑποκείμενον, καὶ μία
οὐσία καὶ ἁπλῆ καὶ ἀσύνθετος, ἄλλοτε ἄλλως ἑαυτὸν ὀνο-
μάζει, ταῖς ἐπινοίαις διαφερούσας ἀλλήλων τὰς προσ-
ηγορίας μεθαρμοζόμενος. Κατὰ γὰρ τὴν τῶν ἐνεργειῶν
διαφορὰν, καὶ τὴν πρὸς τὰ εὐεργετούμενα σχέσιν,
διάφορα ἑαυτῷ καὶ τὰ ὀνόματα τίθεται. Φῶς μὲν γὰρ
ἑαυτὸν τοῦ κόσμου λέγει, τό τε ἀπρόσιτον τῆς ἐν τῇ
θεότητι δόξης τῷ ὀνόματι τούτῳ διασημαίνων, καὶ ὡς
τῇ λαμπρότητι τῆς γνώσεως τοὺς κεκαθαρμένους τὸ
ὄμμα τῆς ψυχῆς καταυγάζων· ἄμπελον δὲ, ὡς τοὺς
ἐν αὐτῷ κατὰ τὴν πίστιν ἐῤῥιζωμένους ἐπ' ἔργων
ἀγαθῶν καρποφορίαις ἐκτρέφων· ἄρτον δὲ, ὡς οἰκειο-
τάτη τροφὴ λογικοῦ τυγχάνων, τῷ διακρατεῖν τὴν
σύστασιν τῆς ψυχῆς, καὶ τὸ ἰδίωμα αὐτῆς διασώζειν,
ἀναπληρῶν ἀεὶ παρ' ἑαυτοῦ τὸ ἐνδέον, καὶ πρὸς
τὴν ἐξ ἀλογίας ἐγγινομένην ἀῤῥωστίαν οὐκ ἐῶν
ὑποφέρεσθαι. Καὶ οὕτως ἄν τις τῶν ὀνομάτων
ἕκαστον ἐφοδεύων ποικίλας εὕροι τὰς ἐπινοίας ἑνὸς
ἑκάστου τοῦ κατὰ τὴν οὐσίαν τοῖς πᾶσιν ὑποκειμέ-
νου. Τίς οὖν οὕτω τὴν γλῶσσαν πρὸς βλασφημίαν
ἠκόνηται, ὥστε τολμῆσαι εἰπεῖν ταῖς φωναῖς τὰς
ἐπινοίας ταύτας συνδιαλύεσθαι; Τί οὖν ἄτοπον οὕτω
καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων λαμβάνεσθαί τινα κατ'
ἐπίνοιαν, καὶ αὐτὸ τοῦτο πρῶτον, περὶ οὗ ὁ
σύμπας ἡμῖν κεκίνηται λόγος; Εὑρήσομεν γὰρ οὐδα-
μῶς ἑτέρως λεγόμενον τὸ ἀγέννητον. Ἄφθαρτον γὰρ
καὶ ἀγέννητον εἶναι τὸν Θεὸν τῶν ὅλων λέγομεν,
κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις προσ-
αγορεύοντες. Ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας
ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης ἀρχῆς εὑρί-
σκοντες τὴν ζωὴν τοῦ Θεοῦ, ἀγέννητον αὐτὸν λέγο-
μεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπεκ-
τείνωμεν, τὸν ἀόριστον καὶ ἅπειρον, καὶ οὐδενὶ
τέλει καταληπτὸν προσαγορεύομεν ἄφθαρτον. Ὡς
οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω
τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ
θεωρούντων ἡμῶν ἑκάτερα. Τίς οὖν ἀντερεῖ λόγος καὶ
ἐπινοεῖσθαι τῶν ὀνομάτων τούτων ἑκάτερον, καὶ ὁμο-
λογίαν εἶναι τοῦ κατ' ἀλήθειαν τῷ Θεῷ προσόντος;
Ὁ δὲ ὡς μαχόμενα ταῦτα καὶ ἀσύμβατα παντελῶς
ἀπ' ἀλλήλων διίστησι· τὸ, τὶ κατ' ἐπίνοιαν τὶ λέγε-
σθαι, καὶ τὸ ἀποπληροῦν τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ
ἐστιν ὁμολογίαν.
528
Καὶ γὰρ αὖ μηδὲ τοῦτο παρέλθωμεν, οἷον αὐτῷ
τῆς εὐλαβείας τὸ σχῆμα ἐπὶ καταστροφῇ τῶν ἀκουόν-
των ἐπινενόηται ἐν τῷ λέγειν,
{ΕΥΝ.} Μὴ κατ' ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν τὸν
Θεὸν τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ, ἐκτιννύναι δὲ
αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα, ἐν τῇ τοῦ
εἶναι ὅ ἐστιν ὁμολογίᾳ.
{ΒΑΣ.} Τίς ἂν λόγος ἀξίως τῆς σκολιότητος ταύτης
τῶν τεχνασμάτων ἐφίκοιτο; Ἐκφοβεῖν τοὺς ἁπλου-
στέρους ἐπιχειρεῖ, ὡς μὴ ἀποδιδόντας τὰ ὀφειλόμενα
τῷ Θεῷ, εἰ μὴ οὐσίαν εἶναι ὁμολογήσειαν τὸ ἀγέννη-
τον, καὶ ὀφλήματος ἔκτισιν τὴν ἰδίαν ἀσέβειαν ὀνο-
μάζει, ἵνα μὴ δόξῃ παρ' ἑαυτοῦ τι λέγειν, ἀλλὰ τὸ
ἀναγκαίως τῷ Θεῷ ὀφειλόμενον ἐκπληροῦν, Καὶ τοῖς
λοιποῖς ἐνδείκνυται, ὅτι ἐν μὲν τῇ οὐσίᾳ τιθέμενοι
τὸ ἀγέννητον, ἀνεύθυνοι ἀφεθήσονται· εἰ δὲ ἑτέρως
κατὰ τὸν εὐσεβῆ τρόπον ὑπολαμβάνοιεν, ὡς ἐλλε-
λοιπότες τὸ πάντων χρεῶν πρεσβύτατον καὶ ἀναγκαιό-
τατον ἔκτισμα, ἀπαραίτητον τὴν ὀργὴν ἐκδέξονται,
Ἡδέως οὖν ἂν αὐτὸν ἐξετάσαιμι, τὴν εὐγνωμο-
σύνην ταύτην ὁμοίως ἐπὶ πάντων τῶν περὶ Θεοῦ λε-
γομένων φυλάσσει, ἢ κατὰ τοῦτο μόνον τὸ ῥῆμα; Εἰ
μὲν γὰρ οὐδὲν ὅλως κατ' ἐπίνοιαν θεωρεῖ, ἵνα μὴ
δόξῃ ἀνθρωπίναις τὸν Θεὸν σεμνύνειν προσηγορίαις,
πάντα ὁμοίως οὐσίαν ὁμολογήσει τὰ ἐπιλεγόμενα τῷ
Θεῷ. Πῶς οὖν οὐ καταγέλαστον, τὸ δημιουργικὸν
οὐσίαν εἶναι λέγειν; ἢ τὸ προνοητικὸν πάλιν οὐσίαν;
ἢ τὸ προγνωστικὸν πάλιν ὡσαύτως; καὶ ἁπαξ-
απλῶς, πᾶσαν ἐνέργειαν, οὐσίαν τίθεσθαι; Καὶ εἰ
πάντα ταῦτα πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη
πᾶσα ταυτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα· ὡς ἐπὶ
τῶν πολυωνύμων· ὅταν Σίμωνα καὶ Πέτρον καὶ Κηφᾶν
τὸν αὐτὸν λέγωμεν. Οὐκοῦν ὁ ἀκούσας τὸ ἀναλλοίωτον
τοῦ Θεοῦ, πρὸς τὸ ἀγέννητον ὑπαχθήσεται· καὶ ὁ
ἀκούσας τὸ ἀμερὲς, πρὸς τὸ δημιουργικὸν ἀπο-
φέρεται. Καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως
ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν σημασίαν ἑκάστου
τῶν ὀνομάτων, ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ
τῇ διδασκαλίᾳ τοῦ Πνεύματος; Καίτοι ὅταν μὲν ἀκού-
σωμεν περὶ τοῦ Θεοῦ, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησε,
τὴν δημιουργικὴν τέχνην αὐτοῦ διδασκόμεθα· ὅταν
δὲ, ὅτι ἀνοίγει τὴν χεῖρα αὐτοῦ, καὶ ἐμπιπλᾷ πᾶν
ζῶον εὐδοκίας, τὴν διὰ πάντων κεχωρηκυῖαν
πρόνοιαν· ὅταν δὲ, ὅτι Ἔθετο σκότος ἀποκρυφὴν
αὐτοῦ, τὸ ἀόρατον τῆς αὐτοῦ φύσεως παιδευόμεθα.
Πάλιν δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον,
529
Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι, τὸ ἀεὶ ταυτὸν καὶ
ἄτρεπτον τῆς θείας οὐσίας μανθάνομεν. Πῶς οὖν
οὐχὶ μανία σαφὴς, μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν
ὀνομάτων ὑποβεβλῆσθαι λέγειν, ἀλλὰ, παρὰ τὴν
ἐνέργειαν, πάντα ταυτὸν δύνασθαι ἀλλήλοις δι-
ορίζεσθαι τὰ ὀνόματα; Ἔπειτα ἐὰν καὶ δῶμεν τοῦτο,
οὐδ' οὕτω πλέον αὐτοῖς οὐδὲ εἰς τὸν σκοπὸν περιέσται.
Εἰ γὰρ πάντα ταῦτα, ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς λαμ-
βανόμενα, τὴν οὐσίαν αὐτοῦ σημαίνει, τὸ ἀναλλοίωτον
λέγω, καὶ τὸ ἀόρατον, καὶ τὸ ἄφθαρτον, παραπλη-
σίως δηλονότι καὶ ἐπὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ
Θεοῦ, οὐσίας ἔσται δηλωτικά. Ἀόρατον γὰρ,
καὶ ἀναλλοίωτον, καὶ ἄφθαρτον, καὶ ἀμερῆ, καὶ τὰ
τοιαῦτα πάντα, καὶ τὸν μονογενῆ Υἱὸν ὀνομάζομεν.
Καὶ οὕτω τὸ σοφὸν αὐτοῖς εἰς τὸ ἐναντίον περιελεύσε-
ται. Οὐ γὰρ μᾶλλον διὰ τὸ ἐν μιᾷ προσηγορίᾳ
διάφορον ἀνόμοιον κατὰ τὴν οὐσίαν ἀποδεικνύειν
ἔξουσιν, ἢ διὰ τὴν ἐν τοῖς πλείοσι κοινωνίαν ὅμοιον
ὁμολογεῖν ὑπ' αὐτῆς τῆς ἀνάγκης τῶν δεδομένων
ἐκβιασθήσονται. Εἰ δὲ λέγοι ἐπὶ μόνης τῆς τοῦ ἀγεν-
νήτου φωνῆς τῇ εὐλαβείᾳ ταύτῃ κεχρῆσθαι, ἐπὶ
δὲ τῶν ἄλλων ἀφυλάκτως ἔχειν· πάλιν αὐτὸν ἐρωτή-
σωμεν, τίς ἡ ἀποκλήρωσις, τοσούτων ὄντων τῶν
περὶ Θεοῦ λεγομένων, ἐν ἑνὶ τούτῳ μόνῳ τὴν ἀκρί-
βειαν ἐπιδείκνυσθαι, καὶ ἐν ἑνὶ τούτῳ ἀποπληροῦν-
τα αὐτῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν, ἐν
ἑτέροις παμπληθέσιν ἀνθρωπίναις ἐπινοίαις σεμνύ-
νειν μὴ παραιτεῖσθαι; Ὁ γὰρ πλειόνων ὀφειλέ-
της οὐ μᾶλλον εὐγνώμων ἐν τῇ τοῦ ἑνὸς ἀποδόσει ἢ
ὑπερβάλλων ἀγνωμοσύνῃ ἐν τῇ τῶν πλειόνων ἀποστε-
ρήσει. Οὕτω μὲν οὖν, ὡς τὰ πανοῦργα τῶν θηρίων,
ταῖς ἑαυτοῦ τέχναις ἁλίσκεται, οἷς λανθάνειν ἐπιχει-
ρεῖ, τούτοις πλέον διελεγχόμενος.
532
Τίνα δέ ἐστι τὰ ἑξῆς τοῦ λόγου σκοπεῖτε.
Δείξας, ὡς οἴεται, ὅτι ἀδύνατόν ἐστιν ἐπινοίᾳ λαβεῖν
τὸ ἀγέννητον, ἐπάγει·
{ΕΥΝ.} Ἀλλὰ μὴν οὐδὲ κατὰ στέρησιν· εἴ γε τῶν
κατὰ φύσιν αἱ στερήσεις εἰσὶ στερήσεις, καὶ τῶν
ἕξεων δεύτεραι.
{ΒΑΣ.} Ταῦτα δὲ, ὅτι ἐκ τῆς τοῦ κόσμου σοφίας
περιλαλεῖ, ὑφ' ἧς ἐκτραχηλισθεὶς, ταῖς τοιαύταις
τῶν λόγων ἐπέθετο καινοτομίαις, οὐ χαλεπὸν ἐπιδεῖ-
ξαι. Ἀριστοτέλους γάρ εἰσιν, ὡς οἱ ἀνεγνωκότες εἴ-
ποιεν ἂν, ἐν ταῖς ἐπιγραφομέναις αὐτοῦ Κατηγορίαις,
οἱ περὶ ἕξεως καὶ στερήσεως λόγοι, δευτέρας εἶναι
λέγοντος τῶν ἕξεων τὰς στερήσεις. Ἡμῖν δὲ ἐξήρκει
δείξασιν αὐτὸν οὐκ ἐκ τῆς διδασκαλίας τοῦ Πνεύμα-
τος, ἀλλ' ἐκ τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος
τούτου λαλοῦντα, τὸ τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἐπι-
φθέγξασθαι, ὅτι Διηγήσαντό μοι παράνομοι ἀδολε-
σχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ μα-
θόντας, ὅτι οὐκ ἐκ τῶν διδαγμάτων τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστι τὰ λεγόμενα, τῆς αὐτοῦ
φωνῆς ὑπομνησθῆναι, ὅτι Ὅταν λαλῇ τὸ ψεῦδος,
ἐκ τῶν ἰδίων λαλεῖ· καὶ τούτῳ τῷ τρόπῳ τοὺς πολ-
λοὺς τῶν λόγων ἑαυτοῖς συντεμεῖν, ἐντεῦθεν πᾶσι
καταφανὲς ποιήσαντας, ὅτι οὐδεμία ἡμῖν πρὸς αὐτοὺς
κοινωνία. Τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βε-
λίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἵνα δὲ μὴ
δόξωμεν δι' ἀπορίαν ἐλέγχων εἰς τὴν σιωπὴν κατα-
φεύγειν, φέρε, καὶ περὶ τούτων βραχέα διαλεχθῶμεν.
Πολλὰ, ὦ Εὐνόμιε, τῶν περὶ Θεοῦ λεγομένων κατὰ
τὸν ὅμοιον ὁρῶμεν ἐκφερόμενα τύπον, οἷον ὁ ἄφθαρ-
τος, ὁ ἀθάνατος, ὁ ἀόρατος. Τοῦ δὲ αὐτοῦ τύπου τι-
θέμεθα εἶναι καὶ τὸ, ἀγέννητος. Εἰ μὲν οὖν στερη-
τικά τινες ὀνομάζουσι τὰ τοιαῦτα, οὐ πρὸς ἡμᾶς ὁ
λόγος. Οὔτε γὰρ ἴσμεν τεχνολογίας λέξεων, οὔτε τοὺς
εἰδότας ζηλοῦμεν. Πλήν γε δὴ ὅτι οὗπερ ἂν τεθῶσιν
αἱ λοιπαὶ φωναὶ ἃς ἀπηριθμησάμεθα, τοῦ αὐτοῦ
εἶναι φήσομεν καὶ τὴν τοῦ, ἀγεννήτου, προσηγορίαν.
Ὡς τοίνυν τὸ ἄφθαρτον τὸ μὴ προσεῖναι τῷ Θεῷ φθο-
ρὰν σημαίνει· καὶ τὸ ἀόρατον τὸ ὑπερβαίνειν αὐτὸν
533
πᾶσαν τὴν διὰ τῶν ὀφθαλμῶν κατάληψιν· καὶ τὸ ἀσώ-
ματον τὸ μὴ ὑπάρχειν αὐτοῦ τριχῆ διαστατὴν τὴν
οὐσίαν· καὶ τὸ ἀθάνατον τὸ μηδέποτε διάλυσιν αὐ-
τῷ προσγενήσεσθαι· οὕτω φαμὲν καὶ τὸ, ἀγέννητον,
δηλοῦν τὸ γέννησιν αὐτῷ μὴ προσεῖναι. Εἰ μὲν
οὖν μηδὲν τούτων στερητικὸν τῶν ὀνομάτων, οὐδὲ
ἐκεῖνο. Εἰ δὲ ἐπ' ἐκείνων δίδως τὸ κατὰ στέρησιν
λέγεσθαι, ἐπὶ τῆς τοῦ ἀγεννήτου προσηγορίας οὐ
συγχωρεῖς, εἰπὲ, τίνος μὲν ἕξεως προλαβούσης στέ-
ρησιν ἐμφαίνει τὸ ἄφθαρτον; πῶς δὲ οὐχὶ τὸ ἴσον
αὐτῷ δύναται τὸ ἀγέννητον; Ἀλλὰ περὶ μόνην
ταύτην τὴν λέξιν κακοτεχνεῖ, διότι ἐντεῦθεν αὐτῷ αἱ
ἀφορμαὶ τῆς ἀσεβείας ἤρτηνται. Ἵνα δὲ σαφὲς αὐ-
τοῦ τὸ τέχνασμα γένηται, οὕτω ποιήσατε· οὓς ἐπὶ
τοῦ ἀγεννήτου γυμνάσει λόγους, ὅτι οὔτε κατ' ἐπί-
νοιαν ἀνθρωπίνην, οὔτε κατὰ στέρησιν εὔλογόν ἐστι
περὶ Θεοῦ λέγεσθαι, τούτους μετενεγκόντες ἐπ' ἄλ-
λου τινὸς τῶν περὶ Θεοῦ λεγομένων, σκοπεῖτε. Εὑ-
ρήσετε γὰρ ἑκάστῳ ἀκριβῶς ἐφαρμόζοντας. Καὶ, εἰ
βούλεσθε, ἐπὶ τοῦ ἀφθάρτου ταῦτα λέγωμεν, αὐτὴν
αὐτοῦ τὴν λέξιν μετακομίσαντες. Ἄφθαρτον δὲ λέ-
γοντες, οὐ κατ' ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν οἰό-
μεθα δεῖν· ἀποτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγ-
καιότατον ὄφλημα, τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν·
ἀλλὰ μὴν οὐδὲ κατὰ στέρησιν· εἴ γε τῶν κατὰ
φύσιν αἱ στερήσεις εἰσὶ στερήσεις, καὶ τῶν ἕξεων
δεύτεραι. Τί μᾶλλον ἐπὶ τοῦ ἀγεννήτου πρέπει ταῦτα
φιλοσοφεῖν ἢ καὶ ἐπὶ τοῦ ἀφθάρτου, καὶ ὅλως ἐφ'
ἑκάστης φωνῆς τῆς κατὰ τὸν αὐτὸν τύπον ἐκφερο-
μένης; Ἀλλ' οὐδὲν τῶν ἄλλων αὐτῷ πρὸς τὴν ἀσέ-
βειαν συνεργεῖ. Διὸ τῶν λοιπῶν οὐδὲ μέμνηται, καί-
τοι μυρίων ὄντων τῶν περὶ Θεοῦ λεγομένων.
Ἔχει δὲ οὕτως. Ἓν μὲν οὐδέν ἐστιν ὄνομα ὃ
πᾶσαν ἐξαρκεῖ τὴν τοῦ Θεοῦ φύσιν περιλαβὸν, ἱκα-
νῶς ἐξαγγεῖλαι· πλείω δὲ καὶ ποικίλα κατ' ἰδίαν
ἕκαστον σημασίαν, ἀμυδρὰν μὲν παντελῶς καὶ μι-
κροτάτην, ὡς πρὸς τὸ ὅλον, ἡμῖν γε μὴν ἐξαρκοῦσαν
τὴν ἔννοιαν συναθροίζει. Ἐν τοίνυν τοῖς περὶ Θεοῦ
λεγομένοις ὀνόμασι, τὰ μὲν τῶν προσόντων τῷ Θεῷ
δηλωτικά ἐστι, τὰ δὲ τὸ ἐναντίον, τῶν μὴ προσόντων.
Ἐκ δύο γὰρ τούτων οἱονεὶ χαρακτήρ τις ἡμῖν ἐγγί-
νεται τοῦ Θεοῦ, ἔκ τε τῆς τῶν ἀπεμφαινόντων ἀρνή-
σεως καὶ ἐκ τῆς τῶν ὑπαρχόντων ὁμολογίας. Οἷον,
ὅταν ἄφθαρτον ὀνομάζωμεν, δυνάμει λέγομεν
ἑαυτοῖς ἢ τοῖς ἀκούουσιν, ὅτι Μὴ οἴου φθορᾷ τὸν
Θεὸν ὑποκεῖσθαι· καὶ ὅταν ἀόρατον, ὅτι Μὴ ὑπολά-
βῃς αὐτὸν τῇ διὰ τῶν ὄψεων αἰσθήσει καταλαμβά-
536
νεσθαι· καὶ ὅταν ἀθάνατον, ὅτι Μήποτε οἰηθῇς θάνα-
τον προσγίνεσθαι τῷ Θεῷ. Οὕτω δὴ καὶ ὅταν ἀγέννη-
τον, ὅτι Μηδεμιᾶς αἰτίας μήτε ἀρχῆς ἐξῆφθαι τὸ
εἶναι τοῦ Θεοῦ νομίσῃς. Καὶ ὅλως, ἐξ ἑκάστου τούτων
διδασκόμεθα μὴ εἰς ἀπρεπεῖς ἐννοίας ἐν ταῖς περὶ
Θεοῦ ὑπολήψεσι καταπίπτειν. Οὐκοῦν ἵνα τὸ ἐξαίρε-
τον ἰδίωμα τοῦ Θεοῦ ἐπιγνῶμεν, ἀπαγορεύομεν ἀλ-
λήλοις ἐν τοῖς περὶ Θεοῦ λόγοις, μὴ καταφέρειν τὰς
διανοίας εἰς ἃ μὴ δεῖ, ἵνα μήποτε οἰηθῶσιν ἓν
τῶν φθαρτῶν, ἢ ἓν τῶν ὁρατῶν, ἢ ἓν τῶν γεννητῶν
τὸν Θεὸν ὑπάρχειν οἱ ἄνθρωποι. Ὥστε διὰ τούτων
γε ἁπάντων τῶν ἀπηγορευμένων ὀνομάτων,
οἱονεὶ ἀπάρνησίς τίς ἐστι τοῦ ἀλλοτρίου, διαρθρου-
μένης ἡμῶν τῆς διανοίας, καὶ τὰς περὶ τῶν μὴ
προσόντων αὐτῷ ὑπολήψεις ἀποτιθεμένης. Πάλιν,
ἀγαθὸν λέγομεν τὸν Θεὸν, καὶ δίκαιον, καὶ δημιουρ-
γὸν, καὶ κριτὴν, καὶ ἄλλα ὅσα τοιαῦτα. Ὡς οὖν
ἐπ' ἐκείνων ἀθέτησίν τινα καὶ ἀπαγόρευσιν τῶν ἀλ-
λοτρίων τοῦ Θεοῦ ἐσήμαινον αἱ φωναὶ, οὕτως ἐν-
ταῦθα θέσιν καὶ ὕπαρξιν τῶν οἰκείων τῷ Θεῷ καὶ
πρεπόντως περὶ αὐτὸν θεωρουμένων ἀποσημαίνουσιν.
Ἐκ τοίνυν ἑκατέρου τοῦ εἴδους τῶν προσηγοριῶν
διδασκόμεθα, ἢ περὶ τῶν προσόντων, ὅτι πρόσεστιν,
ἢ περὶ τῶν μὴ προσόντων, ὅτι μὴ πρόσεστι. Τό γε
μὴν ἀγέννητον τῶν μὴ προσόντων ἐστὶ σημαντικόν·
δηλοῖ γὰρ τὸ μὴ προσεῖναι γέννησιν τῷ Θεῷ. Τοῦτο
δὲ εἴτε ἀφαιρετικὸν, εἴτε ἀπαγορευτικὸν ἢ ἀρνητικόν
τι τοιοῦτον βούλοιτό τις προσαγορεύειν, οὐ διοισό-
μεθα. Ὅτι δὲ οὐ τῶν ὑπαρχόντων τῷ Θεῷ σημαντι-
κόν ἐστι τὸ ἀγέννητον, ἀρκούντως οἶμαι δηλοῦσθαι
τοῖς εἰρημένοις. Ἡ δὲ οὐσία οὐχ ἕν τι τῶν μὴ προσ-
όντων ἐστὶν, ἀλλ' αὐτὸ τὸ εἶναι τοῦ Θεοῦ, ὅπερ ἐν
τοῖς μὴ οὖσι καταριθμεῖν παρανοίας ἐστὶ τῆς ἀνω-
τάτω. Εἰ γὰρ ἡ οὐσία ἐν τοῖς μὴ οὖσι, σχολῇ γε
ἂν ἄλλο τι τῶν λεγομένων εἴη. Δέδεικται δὲ ἄρα
τὸ ἀγέννητον τοῖς μὴ προσοῦσι συντεταγμένον·
ὥστε ψευδὴς ὁ τιθέμενος τῆς οὐσίας αὐτῆς εἶναι τὴν
φωνὴν ταύτην δηλωτικήν.
Ὁ δὲ, ὡς ἐπ' ἀτόπῳ τῷ κατὰ στέρησίν τι λέ-
γεσθαι περὶ Θεοῦ δυσχεραίνων, ἐπὶ τὸ εὐσεβέστε-
ρον δῆθεν καταφεύγει, τὸ εἰς αὐτὴν τὴν οὐσίαν
537
τίθεσθαι τὸ ἀγέννητον, καὶ συνάγων ἑαυτῷ τὸν λόγον
πρὸς τὸ κεφάλαιον, οὕτω γράφει·
{ΕΥΝ.} Οὐκοῦν, εἰ μήτε κατ' ἐπίνοιαν, μήτε κατὰ
στέρησιν, μήτε ἐν μέρει (ἀμερὴς γὰρ), μήτε ἐν αὐ-
τῷ ὡς ἕτερον (ἁπλοῦς γὰρ), μήτε παρ' αὐτὸν ἕτερον
(εἷς γὰρ καὶ μόνος ἀγέννητος), αὐτὸ ἂν εἴη οὐσία
ἀγέννητος.
{ΒΑΣ.} Ἤγαγε τὸν λόγον ἐφ' ἃ ἐβούλετο, καὶ παν-
ταχόθεν τὸ ἀγέννητον ἀποσπάσας, εἰς αὐτὴν
συνήλασεν, ὡς ᾤετο, τὴν οὐσίαν· εἰπὼν περὶ τοῦ
Θεοῦ τῶν ὅλων, ὅτι αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος.
Ἐγὼ δὲ τὴν μὲν οὐσίαν τοῦ Θεοῦ ἀγέννητον εἶναι
καὶ αὐτὸς ἂν φαίην, οὐ μὴν τὸ ἀγέννητον τὴν οὐσίαν.
Ἔπειτα μέντοι κἀκείνῳ προσέχειν ἄξιον, ὅτι τὸ ἀμε-
ρὲς καὶ τὸ ἁπλοῦν, ταυτὸν ὑπάρχον κατὰ τὴν ἔννοιαν
(ἀμερές τε γάρ ἐστι τὸ μὴ ἐκ μερῶν συγκείμε-
νον, καὶ ἁπλοῦν ὡσαύτως τὸ μὴ ἐκ πλειόνων τὴν σύ-
στασιν ἔχον), οὗτος ὡς διαφέροντα τῷ ὑποκειμένῳ
διίστησιν ἀπ' ἀλλήλων. Εἶτα ἀπαγορεύει μὴ δεῖν κα-
ταμερίζειν τὸν Θεὸν, μηδὲ τὸ μέν τι αὐτοῦ ἀγέννη-
τον, τὸ δὲ γεννητὸν ὑποπτεύειν· μηδ' αὖ ἐγκεῖσθαι
ὡς ἕτερον ἐν ἑτέρῳ νομίζειν αὐτῷ τὸ ἀγέννητον. Τού-
The complete text is available when the reading interface loads.