De jejunio
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- De jejunio (homilia 2), MPG 31: 185–197.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg021.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
188
Κακοπάθησον ὡς καλὸς στρατιώτης, καὶ ἄθλησον
νομίμως, ἵνα στεφανωθῇς, ἐκεῖνο εἰδὼς, ὅτι πᾶς ὁ
ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ὃ δέ με ὑπῆλ-
θεν ἀρτίως λέγοντα, ἄξιον μὴ παριδεῖν· ὅτι τοῖς
μὲν τοῦ κόσμου στρατιώταις κατὰ τὴν τῶν καμάτων
ἀναλογίαν τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματι-
κοῖς ὁπλίταις ὁ τὸ ἔλαττον ἔχων τῆς τροφῆς τὸ μεῖ-
ζον ἔχει τοῦ ἀξιώματος. Ὡς γὰρ ἡ περικεφαλαία
ἡμῶν παρήλλακται τὴν φύσιν πρὸς τὴν φθαρτήν·
τῆς μὲν γὰρ ὕλη ἐστὶν ὁ χαλκὸς, ἡ δὲ ἐκ τῆς ἐλπί-
δος τοῦ σωτηρίου συνέστηκε· καὶ ὁ θυρεὸς ἐκείνοις
μὲν ἐκ ξύλου καὶ βύρσης πεποίηται, ἡμῖν δὲ τὸ
τῆς πίστεώς ἐστι προβόλαιον· καὶ θώρακι ἡμεῖς
189
μὲν τῷ τῆς δικαιοσύνης περιπεφράγμεθα, ἐκεῖνοι δὲ
χιτῶνά τινα ἁλυσιδωτὸν περιφέρουσι· καὶ μά-
χαιρα ἡμῖν μὲν ἡ τοῦ πνεύματός ἐστι πρὸς ἄμυναν,
οἱ δὲ τὴν ἐκ σιδήρου προβάλλονται· οὕτω δῆλον, ὅτι
τροφαὶ οὐχ αἱ αὐταὶ ἀμφοτέροις τὴν ἰσχὺν ἐμποιοῦ-
σιν· ἀλλ' ἡμᾶς μὲν τὰ δόγματα τῆς εὐσεβείας ῥών-
νυσιν, ἐκείνοις δὲ ἡ πλησμονὴ τῆς γαστρὸς ἀναγκαία,
Ἐπεὶ οὖν ἤγαγεν ἡμῖν περιτρέχων ὁ χρόνος τὰς
πολυποθήτους ταύτας ἡμέρας, ὡς παλαιὰς τροφοὺς,
ἄσμενοι πάντες ὑποδεξώμεθα, δι' ὧν ἐτιθηνήσατο
ἡμᾶς ἡ Ἐκκλησία πρὸς τὴν εὐσέβειαν. Μέλλων τοί-
νυν νηστεύειν μὴ σκυθρωπάσῃς Ἰουδαϊκῶς· ἀλλ'
εὐαγγελικῶς σεαυτὸν καταφαίδρυνον, μὴ πενθῶν τῆς
γαστρὸς τὴν ἔνδειαν, ἀλλὰ συνηδόμενος τῇ ψυχῇ τῶν
πνευματικῶν ἀπολαύσεων. Οἶδας γὰρ, ὅτι Ἡ σὰρξ
ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα
κατὰ τῆς σαρκός. Ἐπεὶ οὖν ταῦτα ἀλλήλοις ἀντί-
κειται, ὑφέλωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξή-
σωμεν δὲ τῶν ψυχῶν τὴν ἰσχὺν, ἵνα, διὰ τῆς
νηστείας κατὰ τῶν παθῶν λαβόντες τὰ νικητήρια,
τοὺς τῆς ἐγκρατείας στεφάνους ἀναδησώμεθα.
Ἤδη οὖν σεαυτὸν ἄξιον παρασκεύασον τῆς σεμνο-
τάτης νηστείας· μὴ τῇ σημερινῇ μέθῃ τὴν αὔριον
διαφθείρῃς ἐγκράτειαν. Κακὸς ὁ λογισμὸς, πονηρὰ ἡ
ἐπίνοια· Ἐπειδὴ πέντε ἡμερῶν νηστεία ἡμῖν προκε-
κήρυκται, σήμερον ἑαυτοὺς τῇ μέθῃ καταβαπτίσωμεν.
Οὐδεὶς, γυναῖκα νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων,
παλλακίδας καὶ ἑταίρας προλαβὼν εἰσοικίζεται.
Οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμέ-
νων συνοίκησιν. Μὴ τοίνυν καὶ σὺ, προσδοκωμένης
νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον
πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν φιλόγελων,
τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης εὔ-
κολον. Οὐ γὰρ μὴ εἰσέλθῃ νηστεία καὶ δέησις εἰς
ψυχὴν ῥυπωθεῖσαν ὑπὸ τῆς μέθης. Τὸν νηστεύοντα
εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος τὸν
κραιπαλῶντα ὡς βέβηλον καὶ ἀνίερον οὐ προσίε-
ται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου
σεσηπότος, πῶς εἰς νηστείαν σοι τὴν κραιπάλην λο-
γίσομαι; Μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν
ἄκρατον, ἀλλ' ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου.
Ποῦ σε τάξω; Ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευ-
ταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπι-
σπᾶται· ἡ παροῦσα ἔνδεια νηστείαν προσμαρτυρεῖ.
Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ
οὐκ ἀφέξεταί σου δικαίως, ἐναργεῖς τὰς ἀποδείξεις
τῆς δουλείας παρεχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ
ἀγγείῳ ἐναπομείνασαν. Εὐθὺς ἡ πρώτη τῶν νηστειῶν
ἀδόκιμός σοι γενήσεται, διὰ τὸ ἐναποκεῖσθαί σοι
192
τῆς μέθης τὰ λείψανα. Ὧν δὲ ἡ ἀπαρχὴ ἀδόκιμος,
καὶ τὸ πᾶν ἀπόβλητον δηλονότι. Μέθυσοι Θεοῦ βασι-
λείαν οὐ κληρονομήσουσιν. Εἰ μεθύων ἔρχῃ ἐπὶ τὴν
νηστείαν, τί σοι τὸ ὄφελος; Εἰ γὰρ ἀποκλείει σε τῆς
βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νη-
στεύειν; Οὐχ ὁρᾷς, ὅτι καὶ τῶν ἵππων τοὺς ἀγωνι-
στὰς οἱ ἐμπειρότατοι πωλοδάμναι, τῆς ἀγωνίας προσ-
δοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; Σὺ
δὲ ἐξεπίτηδες σεαυτὸν καταπιέζεις τῷ κόρῳ· τοσοῦ-
τον τῇ γαστριμαργίᾳ καὶ τὰ ἄλογα παρελαύνεις. Βα-
ρουμένη γαστὴρ οὐχ ὅπως πρὸς δρόμον, ἀλλ' οὐδὲ
πρὸς ὕπνον ἐπιτηδεία· διότι, καταθλιβομένη τῷ πλή-
θει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλ' ἀναγκάζεται
πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα.
Νηστεία φυλάσσει νήπια, σωφρονίζει τὸν νέον,
σεμνὸν ποιεῖ τὸν πρεσβύτην· αἰδεσιμωτέρα γὰρ πο-
λιὰ νηστείᾳ κεκοσμημένη. Γυναιξὶ κόσμος ἁρμοδιώ-
τατος, ἀκμαζόντων χαλινὸς, συζυγίας φυλακτήριον,
παρθενίας τροφός. Τοιαῦται μὲν αἱ καθ' ἕκαστον οἶ-
κον αὐτῆς ἐπιμέλειαι. Δημοσίᾳ δὲ πῶς τῷ βίῳ ἡμῶν
ἐμπολιτεύεται; Πᾶσαν ἀθρόως τὴν πόλιν, καὶ πάντα
τὸν δῆμον μεθαρμόζει πρὸς εὐταξίαν, κοιμίζει κραυ-
γὴν, ἐξορίζει μάχην, λοιδορίαν κατασιγάζει. Τί-
νος διδασκάλου παρουσία παίδων θόρυβον οὕτως
ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα τα-
ραχὴν πόλεως καταστέλλει; Ποῖος κωμαστὴς ἐν νη-
στείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας
συνέστη; Ἀπαλοὶ γέλωτες, καὶ ᾄσματα πορνικὰ, καὶ
ὀρχήσεις ἐκμανεῖς ἐξαπίνης τῆς πόλεως ὑπεξέρχον-
ται, ὥσπερ ὑπὸ δικαστοῦ τινος αὐστηροῦ τῆς
νηστείας φυγαδευθεῖσαι. Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν
ὑπὲρ τῶν πρακτέων σύμβουλον παρελάμβανον, οὐδὲν
ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκου-
μένην· μήτε ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε
στρατοπέδων συῤῥηγνυμένων. Οὐκ ἂν ἐχαλκεύετο
ὅπλα, νηστείας κρατούσης, οὐδ' ἂν δικαστήρια συν-
εκροτεῖτο, οὐδ' ἂν ᾤκουν τινὲς τὰ δεσμωτήρια, οὐδ'
ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακουργοῦντας, ἢ αἱ
πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ
θάλασσα. Εἰ πάντες ἦσαν μαθηταὶ τῆς νηστείας, οὐδ'
ἂν ἠκούσθη ὅλως, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, φωνὴ
φορολόγου, οὐδ' ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυ-
στένακτος καὶ κατηφείας πλήρης, εἰ νηστεία τὸν
βίον ἡμῶν ἐπρυτάνευε. Δῆλον γὰρ, ὅτι ἐδίδαξεν ἂν
πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ
φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παν-
τελῆ φυγὴν καὶ ἀλλοτρίωσιν. Ὧν ἐξαιρεθέντων, οὐδὲν
193
ἐκώλυεν ἐν εἰρήνῃ βαθείᾳ καὶ ἀταραξίᾳ ψυχῶν
τὴν ζωὴν ἡμᾶς παραπέμπειν.
Νῦν δὲ οἱ μὲν τὴν νηστείαν ἀποπεμπόμενοι, τὴν
τρυφὴν δὲ ὡς μακαριότητα βίου μεταδιώκοντες, τόν
τε πολὺν ἐκεῖνον τῶν κακῶν ἐσμὸν ἐπεισήγαγον, καὶ
τὰ ἑαυτῶν προσδιαφθείρουσι σώματα. Παρατήρησόν
μοι τῶν προσώπων τὴν διαφορὰν, τῶν τε σήμερόν
σοι κατὰ τὴν ἑσπέραν φανησομένων καὶ τῶν αὔριον.
Σήμερον οἰδοῦντα, ὑπέρυθρα, ἱδρῶτι λεπτῷ νοτιζό-
μενα, ὀφθαλμοὶ δίυγροι, προπετεῖς, τὸ ἀκριβὲς τῆς
αἰσθήσεως ἐκ τῆς ἔνδοθεν ἀχλύος ἀφῃρημένοι· αὔριον
δὲ κατεσταλμένα, σεμνὰ, τὴν ἐκ τῆς φύσεως χρόαν
ἀπολαβόντα, συννοίας γέμοντα καὶ πάσης αἰ-
σθήσεως ἀκριβοῦς, οὐδεμιᾶς ἔνδοθεν αἰτίας ταῖς φυ-
σικαῖς ἐνεργείαις ἐπισκοτούσης. Νηστεία ἡ τῶν ἀγ-
γέλων ὁμοίωσις, ἡ τῶν δικαίων ὁμόσκηνος, ὁ τοῦ
βίου σωφρονισμός. Αὕτη νομοθέτην ἐποίησε τὸν
Μωϋσῆν· νηστείας ἐστὶ καρπὸς Σαμουήλ. Νηστεύουσα
προσηύξατο τῷ Θεῷ Ἄννα· Ἀδωναῒ Κύριε, Ἐλωῒ
Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν δού-
λην σου, καὶ δῷς μοι σπέρμα ἀνδρὸς, δώσω αὐ-
τὸν ἐνώπιόν σου δοτόν. Οἶνον καὶ σίκερα οὐ μὴ
πίοι, ἕως ἡμέρας θανάτου αὐτοῦ. Αὕτη τὸν
μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν
τῷ ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύ-
λαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τῶν χειρῶν
τὴν ἰσχὺν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτὸν, καὶ
πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ
τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς
παιδαρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἠλίας
ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἐπειδὴ
γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν,
ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν
ἐπήγαγε· δι' ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν
τὴν ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ
νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας.
Δέξασθε αὐτὴν, οἱ πένητες, τὴν σύνοικον ὑμῶν καὶ
ὁμοτράπεζον. Οἱ δοῦλοι, τὴν ἀνάπαυσιν τῶν συνεχῶν
τῆς ὑπηρεσίας καμάτων. Οἱ πλούσιοι, τὴν ἰατρεύου-
σαν ὑμᾶς τῆς ἐκ τοῦ κόρου βλάβης, καὶ τῇ μεταβολῇ
τερπνότερα ποιοῦσαν τὰ ὑπὸ τῆς συνηθείας κατα-
φρονούμενα. Οἱ ἄῤῥωστοι, τὴν τῆς ὑγείας μητέρα.
Οἱ εὐεκτοῦντες, τὸ τῆς εὐεξίας ὑμῶν φυλακτήριον.
Ἐρώτησον τοὺς ἰατροὺς, καὶ ἀναγγελοῦσί σοι, ὅτι
σφαλερώτατόν ἐστι πάντων ἡ ἐπ' ἄκρον εὐεξία. Διό-
περ διὰ νηστείας ὑφαιροῦσι τὸ πλεονάζον οἱ ἐμπειρό-
τατοι, ὡς μὴ τῷ βάρει τῆς πολυσαρκίας ὑποκλασθῆ-
ναι τὴν δύναμιν. Ἐξεπίτηδες γὰρ διὰ τῆς ἐνδείας
196
καθελόντες τὴν ἀμετρίαν, εὐρυχωρίαν τινὰ, καὶ ἀνα-
τροφὴν, καὶ ἀρχὴν δευτέρας αὐξήσεως τῇ θρεπτικῇ
δυνάμει παρασκευάζουσιν. Οὕτω παντὶ ἐπιτηδεύματι
καὶ πάσῃ σώματος ἕξει τὸ παρ' αὐτῆς ὠφέλιμον
ἀπαντᾷ, καὶ πᾶσιν ὁμοίως ἐπιπρέπει, τοῖς οἴκοις,
ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι,
ταῖς ἐρημίαις. Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ'
ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα,
κατὰ τὸν τοῦ Κυρίου λόγον, μὴ κατασκυθρωπάζοντες
ὡς οἱ ὑποκριταὶ, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτη-
δεύτως διαδεικνύντες. Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶ-
νος ἡγοῦμαι τὴν περὶ νηστείας παράκλησιν, ὅσου
τὸ μὴ σήμερόν τινα τοῖς κακοῖς τῆς μέθης περι-
πεσεῖν. Τὴν μὲν γὰρ νηστείαν καὶ διὰ τὴν συνήθειαν
καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδὼ οἱ πολλοὶ καταδέ-
χονται· φοβοῦμαι δὲ τὴν μέθην, ἣν, ὥσπερ τινὰ κλῆ-
ρον πατρῷον, οἱ φίλοινοι διασώζουσιν. Ὡς γὰρ οἱ
πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς
τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν
ἡμέρας οἰνίζονται. Τίς οὕτως ἀνόητος, ὥστε, πρὶν
ἄρξασθαι πίνειν, τὰ τῶν μεθυόντων παραφρονεῖν;
Οὐκ οἶδας, ὅτι γαστὴρ παρακαταθήκην οὐ διασώζει;
Γαστὴρ συναλλακτής ἐστιν ἀπιστότατος· ταμιεῖον
ἀφύλακτον, πολλῶν ἐναποτεθέντων, τὴν μὲν βλάβην
παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ δια-
σώζουσα. Ὅρα καὶ μή σοι αὔριον ἀπὸ μέθης ἐλθόντι
τὰ νῦν ἀναγνωσθέντα λεχθῇ· Οὐ ταύτην τὴν νη-
στείαν ἐξελεξάμην, λέγει Κύριος. Τί μιγνύεις τὰ
ἄμικτα; Τίς μετοχὴ νηστείας πρὸς μέθην; τίς κοι-
νωνία τῇ οἰνοφλυγίᾳ πρὸς τὴν ἐγκράτειαν; Τίς
συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ναὸς μὲν
γὰρ Θεοῦ εἰσιν ἐν οἷς τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ, ναὸς
δὲ εἰδώλων οἱ διὰ τῆς μέθης τὸν συρφετὸν τῆς ἀκολα-
σίας ὑποδεχόμενοι. Ἡ σήμερον ἡμέρα προπύλαιόν
ἐστι τῶν νηστειῶν. Οὐ δήπου δὲ ὁ ἐν τοῖς προθύροις
βεβηλωθεὶς ἄξιός ἐστιν εἰσελθεῖν εἰς τὰ ἅγια. Οὐδεὶς
οἰκέτης, ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην,
τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται.
Μέθη ἔχθρα ἐστὶν εἰς Θεόν· νηστεία δὲ ἀρχὴ μετανοίας.
Εἰ οὖν βούλει διὰ τῆς ἐξομολογήσεως ἐπανελθεῖν πρὸς
τὸν Θεὸν, φεῦγε τὴν μέθην, μή σοι χαλεπωτέραν κατα-
σκευάσῃ τὴν ἀλλοτρίωσιν. Οὐ μέντοι ἐξαρκεῖ καθ'
ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν
νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρε-
στον τῷ Θεῷ. Ἀληθὴς νηστεία ἡ τοῦ κακοῦ ἀλλο-
τρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἐποχὴ, ἐπι-
θυμιῶν χωρισμὸς, καταλαλιᾶς, ψεύδους, ἐπιορκίας.
Ἡ τούτων ἔνδεια νηστεία ἐστὶν ἀληθής. Ἐν τούτοις
μὲν οὖν ἡ νηστεία καλόν.
Κατατρυφήσωμεν δὲ τοῦ Κυρίου, ἐν τῇ μελέτῃ
197
τῶν λογίων τοῦ Πνεύματος, καὶ ἐν τῇ ἀναλήψει τῶν
σωτηρίων νομίμων, καὶ ἐν πᾶσι τοῖς διορθωτικοῖς
τῶν ψυχῶν ἡμῶν δόγμασιν. Ἀπὸ μέντοι τῆς ἐν τῷ
κρυπτῷ νηστείας φυλαξώμεθα, περὶ ἧς καὶ ὁ
προφήτης ἀπεύχεται λέγων· Οὐ λιμοκτονήσει Κύ-
ριος ψυχὰς δικαίων· καὶ τό· Οὐκ εἶδον δίκαιον
ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν
ἄρτους. Οὐ γὰρ ἂν περὶ αἰσθητῶν ἄρτων εἶπεν ὁ
εἰδὼς τοὺς παῖδας τοῦ πατριάρχου ἡμῶν Ἰακὼβ
ἄρτων ἕνεκεν καταβάντας εἰς Αἴγυπτον, ἀλλὰ περὶ
τῆς πνευματικῆς λέγει τροφῆς, καθ' ἣν ὁ ἔσω ἡμῶν
ἄνθρωπος τελειοῦται. Μὴ ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ
τοῖς Ἰουδαίοις ἀπειληθεῖσα νηστεία· Ἰδοὺ γὰρ ἡμέ-
ραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν
γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν
ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου·
ὃν διὰ τοῦτο ἐπήγαγεν ὁ δίκαιος κριτὴς, ἐπειδὴ ἑώρα
αὐτῶν τὸν μὲν νοῦν ἐν τῇ ἀτροφίᾳ τῶν τῆς ἀληθείας
δογμάτων λιμαγχονούμενον, ὑπερπιαινόμενον δὲ
αὐτῶν καὶ κατασαρκούμενον τὸν ἔξω ἄνθρωπον. Πά-
σας τοίνυν τὰς ἐφεξῆς ἡμέρας ἑστιάσει ὑμᾶς τὸ
Πνεῦμα τὸ ἅγιον ἑωθιναῖς τε καὶ ἑσπεριναῖς εὐφρο-
σύναις. Μηδεὶς ἑκουσίως ἀπολιμπανέσθω τῆς πνευ-
ματικῆς εὐωχίας. Πάντες μετάσχωμεν τοῦ νηφαλίου
κρατῆρος, ὃν ἡ σοφία, κεράσασα, προέθηκεν ἡμῖν
ἐξίσου, καθ' ὅσον ἐστὶ χωρητικὸς ἕκαστος ἀπαρύε-
σθαι. Ἐκέρασε γὰρ τὸν ἑαυτῆς κρατῆρα, καὶ
ἔσφαξε τὰ ἑαυτῆς θύματα· τουτέστι, τὴν τῶν τελείων
τροφὴν, Τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γε-
γυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε
καὶ κακοῦ. Ὧν δαψιλῶς ἐμφορηθέντες, εὑρεθείημεν
ἄξιοι καὶ τῆς ἐν τῷ νυμφῶνι εὐφροσύνης ἐν Χριστῷ
Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος
εἰς τοὺς αἰῶνας. Ἀμήν.
{ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ,}{Λόγος.} Ἠκούσατε τῶν ῥημάτων τοῦ Ἀποστόλου, δι' ὧνΘεσσαλονικεῦσι διαλέγεται, παντὶ νομοθετοῦντος τῷβίῳ. Ἡ μὲν γὰρ διδασκαλία πρὸς τοὺς ἑκάστοτεαὐτῷ παρατυγχάνοντας ἦν· τὸ δὲ ἀπ' αὐτῆς ὠφέ-λιμον ἐπὶ πᾶσαν διαβαίνει τὴν τῶν ἀνθρώπων ζωήν.Πάντοτε χαίρετε, φησίν· ἀδιαλείπτως προσεύχε-σθε, ἐν παντὶ εὐχαριστεῖτε. Τί μὲν οὖν τὸ χαίρειναὐτὸ, καὶ τί τὸ ἐξ αὐτοῦ ὠφέλιμον, καὶ πῶς δυνατὸντὴν ἀδιάλειπτον προσευχὴν κατορθοῦν, καὶ τὴνἐπὶ πᾶσιν εὐχαριστίαν ἀποδιδόναι τῷ Θεῷ, ὡς δυνα-τὸν μικρὸν ὕστερον διηγησόμεθα. Ἅ γε μὴν παρὰτῶν ἐναντίων ἡμῖν ἀπαντᾷ, διαβαλλόντων τὸ τῆςνομοθεσίας ἀδύνατον, ταῦτα προδιαλαβεῖν ἀναγ-καῖον. Τίς γάρ ἐστιν ἀρετὴ, φησὶ, νυκτὸς καὶἡμέρας ἐν διαχύσει ψυχῆς φαιδρὸν καὶ γεγανωμένονδιάγειν; Πῶς δὲ καὶ δυνατὸν κατορθωθῆναι τοῦτο,μυρίων περιισταμένων ἡμᾶς ἀβουλήτων κακῶν,ἀναγκαίαν τῇ ψυχῇ τὴν κατήφειαν ἐμποιούντων, ἐξὧν χαίρειν καὶ διευθυμεῖσθαι πλέον ἀδύνατον, ἢ τὸνἀποτηγανιζόμενον μὴ ἀλγεῖν, καὶ τὸν κατακεντούμενονμὴ ὀδυνᾶσθαι; Ἤ πού τις καὶ τῶν περιεστώτωνἡμᾶς ἐνταῦθα, τὴν ἀσθένειαν ταύτην τῶν λογισμῶνἀῤῥωστῶν, προφασίζεται προφάσεις ἐν ἁμαρ-τίαις, ὃς διὰ τὸ περὶ τὴν τήρησιν τῶν ἐντολῶνὀκνηρὸν τῷ νομοθέτῃ περιτρέπειν τὰς μέμψεις ἐπι-χειρεῖ, ὡς ἀδύνατα διορίζοντι. Καί φησι· Πῶς δυνα-τόν μοι πάντοτε χαίρειν, τῶν αἰτιῶν τῆς χαρᾶς οὐκἐπ' ἐμοὶ κειμένων; Ἔξωθεν γάρ ἐστι τὰ ποιη-τικὰ τοῦ χαίρειν, καὶ οὐκ ἐν ἡμῖν ἀποκείμενα· φίλουπαρουσία, γονέων χρονία συντυχία, χρημάτων εὑρέ-σεις, τιμαὶ παρὰ τῶν ἀνθρώπων, πρὸς ὑγείαν ἐκχαλεπῆς ἀῤῥωστίας ἀποκατάστασις, ἡ λοιπὴ τοῦ βίουεὐημερία· οἶκος εὐθηνῶν διὰ πάντων, τράπεζαπλήθουσα, κοινωνοὶ τῆς εὐφροσύνης οἱ ἐπιτήδειοι,ἀκούσματα καὶ θεάματα ἡδονὴν φέροντα, ὑγεία τῶν