Homilia dicta tempore famis et siccitatis
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia dicta tempore famis et siccitatis, MPG 31: 304–328.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg024.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
309
οὐκ οἰκτείρομεν· πεινῶντες τρεφόμεθα, καὶ τὸν
ἐνδεῆ παρατρέχομεν. Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν
Θεὸν ἔχοντες, φειδωλοὶ ἐγενόμεθα καὶ ἀκοινώνητοι
πρὸς τοὺς πένητας. Πολύτοκα ἡμῶν τὰ πρόβατα, καὶ
οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῷ
πλήθει τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστε-
νωμένον οὐκ ἐλεοῦμεν. Διὰ τοῦτο ἡμῖν ἀπειλεῖ τὸ
δίκαιον κριτήριον. Διὰ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀνοίγει
τὴν χεῖρα, ἐπειδὴ τὴν φιλαδελφίαν ἡμεῖς ἀπεκλεί-
σαμεν. Διὰ τοῦτο ξηραὶ αἱ ἄρουραι, ἐπειδὴ ἡ ἀγάπη
ἐψύγη.
Φωνὴ λιτανευόντων εἰκῆ βοᾷ, καὶ πρὸς τὸν
ἀέρα διασκεδάννυται. Οὐδὲ γὰρ ἡμεῖς τῶν ἀξιούντων
ἠκούσαμεν. Οἵα δὲ ἡμῶν ἡ προσευχὴ καὶ ἡ δέησις;
Οἱ ἄνδρες, πλὴν ὀλίγων, ταῖς ἐμπορίαις σχολάζετε·
αἱ γυναῖκες, ὑπηρετεῖτε τούτοις εἰς τὴν ἐργασίαν
τοῦ μαμμωνᾶ. Ὀλίγοι λοιπὸν μετ' ἐμοῦ καὶ τῆς
προσευχῆς, καὶ οὗτοι ἰλιγγιῶντες, χασμώμενοι, με-
ταστρεφόμενοι συνεχῶς, καὶ ἐπιτηροῦντες πότε τοὺς
στίχους ὁ ψαλμῳδὸς συμπληρώσει, πότε, ὡς δεσμω-
τηρίου, τῆς ἐκκλησίας, καὶ τῆς ἀνάγκης τῆς προσ-
ευχῆς ἀφαιρεθήσονται. Οἱ δὲ δὴ παῖδες οἱ σμι-
κρότατοι οὗτοι, οἱ τὰς δέλτους ἐν τοῖς διδασκαλείοις
ἀποθέμενοι, καὶ συμβοῶντες ἡμῖν, ὡς ἄνεσιν μᾶλλον
καὶ τέρψιν τὸ πρᾶγμα μετέρχονται, ἑορτὴν ποιού-
μενοι τὴν ἡμετέραν λύπην, ἐπειδὴ τῆς ἐπαχθείας τοῦ
παιδευτοῦ, καὶ τῆς φροντίδος τῶν μαθημάτων πρὸς
ὀλίγον ἐλευθεροῦνται. Τὸ δὲ τῶν τελείων ἀνδρῶν
πλῆθος, καὶ ὁ ταῖς ἁμαρτίαις ἐνεχόμενος δῆμος
ἄνετος, καὶ ἐλευθεριάζων, καὶ γεγανωμένος τὴν
πόλιν διατρέχει· ὁ τῶν κακῶν τὴν αἰτίαν ἐν ταῖς
ψυχαῖς περιφέρων· ὁ τὴν συμφορὰν κινήσας καὶ
ἐργασάμενος. Ἀναίσθητα δὲ καὶ ἄμεμπτα βρέφη
πρὸς τὴν ἐξομολόγησιν ἐπείγεται καὶ ἀθροίζεται,
οὔτε τὴν ἀφορμὴν τῶν λυπούντων, οὔτε τοῦ συν-
312
ήθως προσεύξασθαι γνῶσιν ἢ δύναμιν ἔχοντα. Σύ
μοι πάρελθε εἰς μέσον, ὁ ταῖς ἁμαρτίαις πεφυρμέ-
νος· σὺ πρόσπεσον καὶ κλαῦσον καὶ στέναξον· ἄφες
τὸ βρέφος ἐνεργεῖν τὰ ἴδια τῆς ἡλικίας ἀκόλουθα. Ἵνα
τί κρύπτῃ κατηγορούμενος, καὶ τὸ ἀνεύθυνον
εἰς ἀπολογίαν προϊστᾷς; Μὴ γὰρ παίζεται ὁ κριτὴς,
ἵνα ὑποβολιμαῖον ἀντεισαγάγῃς πρόσωπον; Ἔδει δὲ
παρεῖναι κἀκεῖνο μετὰ σοῦ πάντως, οὐ μόνον. Ὁρᾷς,
ὡς καὶ Νινευΐται τῇ μεταμελείᾳ τὸν Θεὸν δυσωποῦν-
τες, καὶ πενθοῦντες ἐπὶ τοῖς ἁμαρτήμασιν, ἃ μετὰ
τὴν θάλασσαν καὶ τὸ κῆτος Ἰωνᾶς ἐξεβόησεν, οὐ τὰ
βρέφη μόνον εἰς τὴν μετάνοιαν προεστήσαντο,
αὐτοὶ δὲ τρυφῶντες, αὐτοὶ εὐωχούμενοι διέζων τὸν
βίον· ἀλλὰ πρώτους μὲν ἐδάμασε τοὺς πατέρας τοὺς
ἡμαρτηκότας ἡ νηστεία, καὶ ἡ τιμωρία τοὺς πατέρας
ἐκάκου, εἰς προσθήκης δὲ λόγον ἠναγκασμένως
ἐθρήνει τὰ βρέφη, ἵνα διὰ πάσης ἡλικίας ἡ σκυθρω-
πότης κρατήσῃ, αἰσθανομένης τε καὶ ἀναισθή-
του· τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ' ἀνάγκην.
Καὶ οὕτως αὐτοὺς ἰδὼν ὁ Θεὸς ταπεινωθέντας, ὡς
ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαιπωρίαν παγγενῆ
κατακρίναντας, καὶ τὸ πάθος ἠλέησε, καὶ τῆς τιμω-
ρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθή-
τως πενθήσασιν. Ὢ τῆς ἐμμελοῦς μετανοίας! ὢ τῆς
σοφῆς καὶ πεπυκνωμένης θλίψεως! Οὐδὲ τὰ ἄλογα
ἀσυντελῆ τῆς τιμωρίας ἀφῆκαν· ἀλλὰ καὶ αὐτὰ βοᾷν
ἐξ ἀνάγκης ἐμηχανήσαντο. Ἐχωρίσθη γὰρ τῆς βοὸς
ὁ μόσχος, ἀπηλάθη τῆς μητρῴας θηλῆς ὁ ἀρ-
νειὸς, παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκούσης
ἀγκάλαις· ἐν ἰδίοις σηκοῖς αἱ μητέρες, ἐν ἰδίοις τὰ
τέκνα· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις
ἀντιβοῶσαι, καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς
πηγὰς ἐζήτει τοῦ γάλακτος· αἱ μητέρες, τῷ φυσικῷ
πάθει διακοπτόμεναι, συμπαθέσι φωναῖς ἀνεκα-
λοῦντο τὰ ἔγγονα. Τὰ βρέφη, κατὰ τὸν ὅμοιον
τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥή-
γνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦσαι ταῖς φυσικαῖς
ἀλγηδόσι κατεκεντοῦντο τὰ σπλάγχνα. Καὶ διὰ τοῦτο
τὴν ἐκείνων μετάνοιαν εἰς κοινὸν τοῦ βίου διδασκάλιον
ὁ θεόπνευστος λόγος ἔγγραφον διέσωσεν. Ὁ πρε-
σβύτης ἐπ' ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν
ἔτιλλε καὶ διεσπάραττεν. Ὁ νεανίσκος, καὶ ἀκμά-
313
ζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναζεν· ὁ
πλούσιος, ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κα-
κοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς αὐτῶν τὴν
λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν.
Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατ-
εχέετο· τὴν ἁλουργίδα ῥίψας, σάκκον μετημφιά-
σατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον,
ἐλεεινὸς τῇ γῇ προσεσύρετο· τὴν ἰδιάζουσαν καὶ
βασιλικὴν καταλιπὼν εὐπάθειαν, συνεθρήνει τῷ δή-
μῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων
Δεσπότην ἔβλεπεν ὀργιζόμενον.
Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν
ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια. Ἡμεῖς δὲ τὴν μὲν
ἁμαρτίαν ἐπιτελοῦμεν συντόνως, ὀλιγώρως δὲ καὶ ῥᾳ-
θύμως ἀναλαμβάνομεν τὴν μετάνοιαν. Τίς εὐξάμενος
ἀποῤῥεῖ δάκρυον, ἵν' ὄμβρον λάβῃ καὶ σταγόνας εὐκαί-
ρους; Τίς ἐξαλείφων ἁμαρτίας, κατὰ μίμησιν τοῦ μακα-
ρίου Δαβὶδ, θρήνοις τὴν κοίτην ἔβρεξε; Τίς πόδας ἀπ-
έπλυνε ξένων, καὶ τὴν κόνιν τῆς ὁδοιπορίας ἀπ-
έκλυσεν, ἵν' ἐν καιρῷ δυσωπήσῃ τὸν Θεὸν, αὐχμοῦ
λύσιν ζητῶν; Τίς ἔθρεψε τὸ πατρὸς ἔρημον παιδίον,
ἵνα νῦν ἡμῖν ὁ Θεὸς θρέψῃ τὰ σιτία, ὡς ὀρφανὸν
τῇ τῶν ἀνέμων ἀκρασίᾳ κονδυλιζόμενον; Τίς ἐθερά-
πευσε χήραν κεκακωμένην ταῖς δυσκολίαις τοῦ βίου,
ἵνα νῦν ἐπιμετρηθῇ τὴν ἀναγκαίαν τροφήν; Διάῤῥηξον
γραμματεῖον ἄδικον, ἵν' οὕτως ἡ ἁμαρτία λυθῇ. Ἐξ-
άλειψον βαρυτάτων τόκων ὁμολογίαν, ἵνα τέκῃ τὰ συν-
ήθη ἡ γῆ. Χαλκοῦ γὰρ καὶ χρυσοῦ καὶ τῶν ἀγόνων
παρὰ φύσιν γεννώντων, ἡ κατὰ φύσιν τίκτουσα
γίνεται στείρα, καὶ πρὸς τιμωρίαν τῶν ἐποικούντων
κατεδικάσθη τὴν ἀκαρπίαν. Δειξάτωσαν τοίνυν οἱ τὴν
πλεονεξίαν τιμῶντες, οἱ τὸν πλοῦτον μεθ' ὑπερβολῆς
συνάγοντες, τίς ἡ δύναμις τῶν θησαυρισθέντων, ἢ τί
τὸ ὄφελος, ἂν ὀργισθεὶς ὁ Θεὸς ἐπὶ πλεῖον παρελκύσῃ
τὴν τιμωρίαν. Ὠχρότεροι τάχα τοῦ χρυσοῦ γενήσον-
ται οἱ τοῦτον σωρεύοντες, ἐὰν μὴ τὸν ἄρτον, μέ-
χρι χθὲς καὶ πρώην καταφρονούμενον διὰ τὴν
πρόχειρον ἐξουσίαν τῆς εὐθηνίας, σχῶσι. Δὸς δὴ μὴ
εἶναι τὸν πιπράσκοντα, μηδὲ ὑπάρχειν σῖτον ἐν ἀπο-
θήκαις· καὶ τίς ἡ χρῆσις τῶν βαρυτάτων βαλαντίων;
εἰπέ μοι. Οὐ μετ' ἐκείνων χωσθήσῃ; Οὐ γῆ ὁ χρυ-
σός; Οὐ πηλὸς ἀχρεῖος πηλῷ τῷ σώματι παρακείσε-
ται; Πάντα ἐκτήσω, καὶ ἓν ἀναγκαῖον οὐκ ἔχεις,
δύναμιν τοῦ τρέφειν σεαυτόν. Τῷ παντί σου πλούτῳ
ἓν νέφος ἀπέργασαι· ὀλίγων ψεκάδων ἐπινόησον πό-
ρον· ἔπειξον εἰς καρποφορίαν τὴν γῆν· λῦσον τῷ ὑπερ-
ηφάνῳ καὶ σοβοῦντι πλούτῳ τὴν συμφοράν. Τάχα
τινὰ τῶν εὐλαβῶν παρακαλέσεις, ἵν' εὐχαῖς ὡς ὁ
Θεσβίτης Ἠλίας ἄνεσίν σοι χαρίσηται τῶν δεινῶν,
ἄνθρωπος ἀκτήμων, ὠχριῶν, ἀνυπόδετος, ἀοίκητος,
ἀνέστιος, ἄπορος, ἑνὶ χιτῶνι σκεπόμενος, ὡς Ἠλίας
316
τῇ μηλωτῇ, τὴν εὐχὴν ἔχων σύντροφον, τὴν ἐγκρά-
τειαν ὁμοδίαιτον. Κἂν ἐπιτύχῃς τῆς παρὰ τοῦ τοιού-
του βοηθείας δεόμενος, οὐ μακρὰ καταγελάσεις
τῶν πολυμερίμνων κτημάτων; οὐ προσπτύσεις τῷ
χρυσῷ; οὐ διαῤῥίψεις ὡς κόπρον τὸν ἄργυρον, ὃν
πρότερον πάντα δυνάμενον καὶ φίλτατον ὀνομάζων,
ἀδρανῆ βοηθὸν ἐπὶ τῆς χρείας ἐγνώρισας; Διὰ σὲ
καὶ τὴν συμφορὰν ταύτην κατεδίκασεν, ἐπειδὴ ἔχων
οὐκ ἐδίδως· ἐπειδὴ παρέτρεχες τοὺς πεινῶντας·
ἐπειδὴ πρὸς τοὺς ὀδυρομένους οὐκ ἐπεστρέφου·
ἐπειδὴ προσκυνούμενος οὐκ ἠλέεις. Ἔρχεται καὶ
δι' ὀλίγους ἐπὶ δῆμον κακὰ, καὶ μοχθηρίας τινὸς
παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε, καὶ ὅλη ἡ
παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς
Μαδιανίτιδας ἐξεπόρνευσε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς
δίκην.
Πάντες τοίνυν καὶ ἰδίᾳ καὶ κοινῇ τοὺς βίους ἑαυ-
τῶν ἐξετάσωμεν, ὡς παιδαγωγῷ πρόσχωμεν τῷ
αὐχμῷ, ἕκαστον τῆς ἰδίας ἁμαρτίας ὑπομιμνήσκοντι.
Εἴπωμεν καὶ ἡμεῖς τοῦ γενναίου Ἰὼβ τὴν φωνὴν
εὐαισθήτως· Χεὶρ Κυρίου ἐστὶν, ἡ ἁψαμένη μου.
Καὶ μάλιστα μὲν πρωτοτύπως τοῖς ἁμαρτήμασι τὴν
συμφορὰν ἑαυτῶν λογισώμεθα. Εἰ δὲ δεῖ καὶ ἄλλο
προσθεῖναι, ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ
τοιαῦται τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσ-
άγονται, ἵν' ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκι-
μοι, εἴτε πένητες εἴτε πλούσιοι· ἑκάτεροι γὰρ ἀκρι-
βῶς διὰ τῆς ὑπομονῆς δοκιμάζονται. Κἀν τούτῳ
μάλιστα τῷ καιρῷ διαδείκνυνται ὁ μὲν, εἰ κοινωνι-
κὸς καὶ φιλάδελφος, ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐ-
ναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως
συμμεταβάλλων τὸ φρόνημα. Οἶδα ἐγὼ πολλοὺς (οὐκ
ἀκοῇ μαθὼν, ἀλλὰ τῇ πείρᾳ τοὺς ἀνθρώπους γνωρί-
σας), ἕως μέχρι μὲν ὁ βίος αὐτοῖς πρὸς εὐπορίαν
διαμετρεῖται, καὶ ἐξ οὐρίας, τὸ λεγόμενον, χωρεῖ,
μέσως γοῦν, εἰ καὶ μὴ τελείως, τῷ εὐεργέτῃ ὁμολο-
γοῦντας τὴν χάριν· εἰ δέ που διὰ τὴν ἐναντίαν κα-
τάστασιν περιτραπείη τὰ πράγματα, καὶ ὁ μὲν πλού-
σιος γένηται πένης, ἡ δὲ ῥώμη τοῦ σώματος νόσος,
ἡ δὲ δόξα καὶ περιφάνεια αἰσχύνη καὶ ἀτιμία, ἀχα-
ριστοῦντας, βλάσφημα φθεγγομένους, ὀκνοῦντας τὴν
προσευχήν· ὡς πρὸς χρεώστην βραδύνοντα τὸν Θεὸν
σχετλιάζοντας, οὐχ ὡς πρὸς Δεσπότην ἀγανακτοῦντα
διακειμένους. Ἀλλ' ἄπαγε τῶν λογισμῶν τὴν τοιαύ-
την ἔννοιαν! Ὅταν δὲ ἴδῃς Θεὸν μὴ χαριζόμενον τὰ
συνήθη, οὕτω λογίζου παρὰ σεαυτῷ· Μὴ ἀδύνατος
ὁ Θεὸς χορηγεῖν τὴν τροφήν; Καὶ πῶς; ὅς γε Κύριός
ἐστιν οὐρανοῦ καὶ πάσης διακοσμήσεως, ὡρῶν
317
καὶ καιρῶν σοφὸς οἰκονόμος, κυβερνήτης τῶν πάντων,
ὥσπερ τινὰ χορὸν εὔτακτον τὰς ὥρας καὶ τὰς τροπὰς
ἀλλήλαις ὑποχωρεῖν ὁρίσας, ἵνα τῇ ἑαυτῶν ποικιλίᾳ
ταῖς διαφόροις ἡμῶν ἐπαρκέσωσι χρείαις· καὶ
νῦν μὲν κατὰ καιρὸν τὸ ὑγρὸν προσγένηται, αὖθις δὲ
λάβῃ τὸ θερμὸν, καὶ τὸ ψυχρὸν ἐγκραθῇ τῷ ἐνιαυ-
τῷ, καὶ τοῦ ξηροῦ τὴν χρείαν μὴ ἀμοιρήσωμεν.
Οὐκοῦν δυνατὸς ὁ Θεός· τοῦ δυνατοῦ δὲ προσόντος
καὶ ὁμολογουμένου, μὴ ἆρα τὸ ἀγαθὸν ἐνέλειψεν;
Οὐδὲ οὗτος ἐφεστὼς ὁ λόγος. Τίς γὰρ ἀνάγκη
τὸν μὴ ἀγαθὸν ἔπεισεν ἐν ἀρχῇ δημιουργῆσαι τὸν
ἄνθρωπον; Τίς δὲ ὁ κατεπείξας τὸν Κτίστην καὶ μὴ
βουλόμενον χοῦν λαβεῖν, καὶ τοιοῦτον ἐκ πηλοῦ κάλ-
λος εἰδοποιῆσαι; Τίς ὁ πρὸς ἀνάγκην πείσας
κατ' εἰκόνα ἰδίαν τὸν λόγον τῷ ἀνθρώπῳ χαρίσασθαι,
ἵν' ἐκεῖθεν ὁρμηθεὶς τεχνῶν μάθησιν δέξηται, καὶ
μάθῃ περὶ τῶν ἀνωτάτω φιλοσοφεῖν, ὧν αἰσθη-
τῶς οὐχ ἅπτεται; Κἂν, οὕτω λογιζόμενος, εὕρῃς τὴν
ἀγαθότητα τῷ Θεῷ συνοῦσαν, καὶ μέχρι καὶ νῦν μὴ
ἀπολιμπανομένην. Ἐπεὶ τί ἐκώλυεν, εἰπέ μοι, μὴ
αὐχμὸν εἶναι τὸ ὁρώμενον, ἀλλὰ τελείαν ἐκπύρωσιν;
καὶ μικρὸν ὑπαλλάξαντα τὸν ἥλιον τῆς συνήθους πο-
ρείας, πλησιάσαντα δὲ τοῖς περιγείοις σώμασιν, ἐν
ἀκαρεῖ καταφλέξαι πᾶν τὸ ὁρώμενον; ἢ βρέξαι πῦρ
ἐκ τοῦ οὐρανοῦ, καθ' ὁμοίωσιν τῶν ἤδη κολάσεων τῶν
ἁμαρτωλῶν; Ἐπὶ σαυτοῦ καὶ τῶν σῶν λογισμῶν
γενοῦ, ἄνθρωπε· μὴ ποίει τὰ τῶν ἀνοήτων παίδων,
οἳ, παρὰ διδασκάλου ἐπιτιμηθέντες, τὰς δέλτους
ἐκείνου καταῤῥηγνύουσι· πατρὸς δὲ, δι' ὠφέλειαν
τὴν τροφὴν ὑπερθεμένου, τὴν ἐσθῆτα κατασπαράτ-
τουσιν, ἢ τὸ τῆς μητρὸς πρόσωπον τοῖς ὄνυξι κα-
ταξαίνουσι. Κυβερνήτην μὲν γὰρ ὁ χειμὼν, καὶ τὸν
ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις,
τὸν μεγαλόψυχον ἡ συμφορὰ, τὸν Χριστιανὸν δὲ πει-
ρασμὸς δοκιμάζει καὶ βασανίζει. Καὶ αἱ λύπαι τὴν
ψυχὴν, ὡς τὸ πῦρ τὸν χρυσὸν, ἀπελέγχουσι. Πένης
εἶ; Μὴ ἀθυμήσῃς. Ἡ γὰρ εἰς ἄγαν κατήφεια γίνεται
τῆς ἁμαρτίας αἰτία· τῆς μὲν λύπης βαπτιζούσης τὸν
νοῦν, καὶ ἀμηχανίας ἐμποιούσης ἴλιγγον, τῆς δὲ
ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης.
Ἀλλ' ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ
ἐπιβλέπει τὴν στένωσιν; Ἔχει τὴν τροφὴν ἐν χερσὶ,
καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον,
ἵνα καταμάθῃ τὴν γνώμην, εἰ μὴ τῇ τῶν ἀκο-
λάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι,
μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφη-
μοῦσι, κολακεύουσιν, ὑπερθαυμάζουσιν· ὀλίγον δὲ
τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς
βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως ἴσα Θεῷ διὰ
τὴν ἡδονὴν προσεκύνουν. Ἔπελθε τὴν Παλαιὰν Διαθή-
κην, τὴν Νέαν, καὶ πολλοὺς εὑρήσεις ἐν ἑκάστῃ τοὺς
διαφόρως τραφέντας. Ἠλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος
ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρημον· ψυχὴ δὲ ἦν τῷ
320
δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς ἐφόδιον ἡ πρὸς Θεὸν
ἐλπίς. Ζῶν δὲ οὕτω, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν·
ἀλλ' οἱ ἁρπακτικώτατοι καὶ μάλιστα γαστρίμαργοι
τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς
ἐγίνοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας
τροφὰς ἐκ συνηθείας ἁρπάζοντες· καὶ τῷ δεσποτικῷ
προστάγματι τὴν φύσιν διήμειψαν, πιστοὶ φύλακες
γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Ταῦτα δὲ τῷ
ἀνδρὶ φέρειν τοὺς κόρακας παρὰ τῆς πνευματικῆς
ἱστορίας ἐμάθομεν. Εἶχε δὲ καὶ ὁ Βαβυλώνιος λάκκος
τὸν Ἰσραηλίτην νεανίσκον· αἰχμάλωτον μὲν τὴν συμ-
φορὰν, ἐλεύθερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ
τί τὰ παρ' ἐκείνων; Οἱ μὲν λέοντες παρὰ φύσιν
ἐνήστευον· ὁ δὲ τούτου τροφεὺς Ἀμβακοὺμ
ἐφέρετο δι' ἀέρος, κομίζοντος τοῦ ἀγγέλου μετὰ τῶν
ὄψων τὸν ἄνθρωπον· καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος,
τοσαύτης ὑπερηνέχθη γῆς καὶ θαλάσσης ὁ προφήτης
ἐν μικρῷ μορίῳ καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι
Βαβυλῶνος ἡπλῶσθαι.
Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωϋσῆς ἐπ-
ετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσα-
ράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς ἕλκων
ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον· καὶ τὴν
τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον, καὶ τὰς πη-
γὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ' ἐκρα-
γείσας ἐπὶ τῆς χρείας, Ἀφίημι τὰ καθ' ἕκαστον ἀπ-
αριθμεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας, ἃ πολλάκις ἐπὶ
τῶν ἀνθρώπων πατρικῶς ἐνεδείξατο. Σὺ δὲ καρτέρη-
σον ὀλίγον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ,
καὶ μὴ περιτραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβά-
λῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον
ἐνθήκην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς,
καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τῆς
τρυφῆς. Μνημόνευε τῆς ἀποστολικῆς ῥήσεως·
Ἐν παντὶ εὐχαριστεῖτε. Πένης εἶ; Ἄλλον ἔχεις
πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία,
ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων τὸ σὸν περιτ-
τὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ
ὀλίγου δοῦναι· μὴ προτιμήσῃς τὸ σὸν συμφέρον ἐκ
τοῦ κοινοῦ κινδύνου. Κἂν εἰς ἕνα ἄρτον περιστῇ
ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμι-
σον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ
πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ
εὐγνώμονα· Εἷς ἄρτος, ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυ-
νος προφανὴς, ἀλλ' ἐγὼ τὴν σὴν ἐντολὴν ἐμοῦ προ-
τίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι
ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά
σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ
ὑπερτίθεσαι εἰς χρόνον τὰς χάριτας, ἀλλὰ σκεδαν-
νύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς. Κἂν οὕτως εἴπῃς καὶ
πράξῃς, ὃν δίδως ἐκ τῆς στενώσεως ἄρτον, σπέρμα
γίνεται γεωργίας, πολύχουν ἀπογεννᾷ τὸν καρπὸν,
ἀῤῥαβὼν τῆς τροφῆς, ἐλέου πρόξενος. Εἰπὲ καὶ
321
σὺ τῆς χήρας τῆς Σιδωνίας ῥῆμα ἐν τοῖς ὁμοίοις,
εὐκαίρως τῆς ἱστορίας μνημόνευσον· Ζῇ Κύριος, ὅτι
τοῦτον ἔχω ἐν τῇ οἰκίᾳ μου μόνον εἰς διατροφὴν
ἐμοὶ καὶ τοῖς παιδίοις. Κἂν δῷς ἐκ τοῦ λείπον-
τος, ἕξεις καὶ σὺ τὸν καμψάκην τοῦ ἐλαίου τῇ χάριτι
βρύοντα· τὴν ὑδρίαν τῶν ἀλεύρων ἀκένωτον. Ἐπὶ
γὰρ τῶν πιστῶν φιλότιμος ἡ τοῦ Θεοῦ χάρις μιμεῖ-
ται τὰ φρέατα, τὰ ἀεὶ κενούμενα, καὶ μὴ ἐξαντλού-
μενα, τὸ διπλοῦν ἀντεισάγουσα. Δάνεισον, ὁ ἄπορος,
τῷ πλουσίῳ Θεῷ. Πίστευσον τῷ ἀεὶ εἰς πρόσωπον
ἴδιον ὑπὲρ τοῦ θλιβομένου λαμβάνοντι, καὶ οἴκοθεν
ἀποδιδόντι τὴν χάριν. Ἀξιόπιστος ἐγγυητὴς, παν-
ταχοῦ γῆς καὶ θαλάττης ἡπλωμένους ἔχων τοὺς θη-
σαυρούς. Καὶ πλέων ἐὰν ἀπαιτήσῃς τὸ δάνεισμα, λήψῃ
ἐπὶ μέσου πελάγους σὺν τόκοις τὸ κεφάλαιον. Φιλοτι-
μεῖται γὰρ ἐν ταῖς προσθήκαις.
Τὸ τοῦ λιμώττοντος νόσημα, λιμὸς, οἰκτρὸν πά-
θος ἐστί. Λιμὸς ἀνθρωπίνων συμφορῶν ὑπάρχει τὸ
κεφάλαιον, πάντων θανάτων μοχθηρότερον τέλος οὗ-
τος. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων κινδύνων, ἢ ξίφους
ἀκμὴ τὴν τελευτὴν ὀξέως ἐφίστησιν, ἢ πυρὸς ὁρμὴ
συντόμως τὸ ζῇν ἀποσβέννυσιν, ἢ θηρία, τοῖς ὀδοῦσι
διασπαράξαντα ὅσα καίρια τῶν μελῶν, οὐ συγχωρεῖ
τῇ παρολκῇ τῆς ὀδύνης τιμωρηθῆναι. Λιμὸς δὲ ἀργὸν
ἔχει τὸ κακὸν, παρέλκουσαν τὴν ἀλγηδόνα, ἐγκαθη-
μένην τὴν νόσον καὶ ἐμφωλεύουσαν, θάνατον ἀεὶ
παρόντα, καὶ ἀεὶ βραδύνοντα. Τὸ γὰρ κατὰ φύσιν
ὑγρὸν ἐκδαπανᾷ· τὸ θερμὸν καταψύχει· τὸν ὄγκον
συστέλλει· τὴν δύναμιν κατ' ὀλίγον ἀπομαραίνει.
Ἡ σὰρξ ὡς ἀράχνιον τοῖς ὀστέοις περίκειται. Ὁ
χροῦς ἄνθος οὐκ ἔχει. Τὸ μὲν γὰρ ἐρυθρὸν φεύγει,
ἐκτηκομένου τοῦ αἵματος· τὸ λευκὸν οὐκ ἔστι, τῇ
ἰσχνότητι τῆς ἐπιφανείας μελαινομένης· πελιδνὸν δὲ
τὸ σῶμα, ὠχρότητι καὶ τῷ μέλανι ἐλεεινῶς ἐκ τοῦ
πάθους κιρνώμενον· γόνατα οὐ βαστάζοντα, ἀλλὰ
πρὸς βίαν ἑλκόμενα. Φωνὴ λεπτὴ καὶ ἀδρανής·
ὀφθαλμοὶ ἐνασθενοῦντες ταῖς κοιλότησιν, εἰκῆ ταῖς
θήκαις ἐναποκείμενοι, ὡς τὰ τοῖς ἐλύτροις ἐμψυγέντα
τῶν ἀκροδρύων. Γαστὴρ κενὴ καὶ συμπεπτωκυῖα,
καὶ ἄμορφος, οὐκ ὄγκον, οὐ φυσικὴν τῶν σπλάγχνων
ἐπίτασιν ἔχουσα, τοῖς ὀστέοις δὲ τοῦ νώτου προσπε-
πλασμένη. Ὁ οὖν τοιοῦτον σῶμα παρατρέχων πόσων
κολάσεων ἄξιος; τίνα δὲ ὠμότητος ὑπερβολὴν κατα-
λείψει; πῶς δὲ οὐκ ἄξιος τοῖς ἀνημέροις τῶν θηρίων
συναριθμεῖσθαι, ὁρᾶσθαι δὲ ἐναγὴς καὶ ἀνδροφόνος;
Ὁ γὰρ ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θεραπείαν,
ἑκὼν δὲ καὶ πρὸς πλεονεξίαν ὑπερτιθέμενος, εἰκότως
ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Τὸ τοῦ
λιμοῦ πάθος κατηνάγκασε πολλοὺς πολλάκις καὶ τοὺς
324
ὅρους κινῆσαι τῆς φύσεως· ἅψασθαι μὲν ἄνθρωπον
τῶν ὁμοφύλων σωμάτων, μητέρα δὲ παῖδα, ὃν ἐκ τῆς
γαστρὸς προήγαγε, πάλιν τῇ γαστρὶ κακῶς ὑποδέξα-
σθαι. Καὶ τοῦτο τὸ δρᾶμα Ἰουδαϊκὴ ἐτραγῴδησεν
ἱστορία, ἣν Ἰώσηπος ἡμῖν ὁ σπουδαῖος συνεγράψατο,
ὅτε τὰ δεινὰ πάθη τοὺς Ἱεροσολυμίτας κατέλαβε, τῆς
εἰς τὸν Κύριον δυσσεβείας ἐνδίκους τιμωρίας τιννύν-
τας. Ὁρᾷς καὶ αὐτὸν τὸν ἡμέτερον Θεὸν τὰ μὲν
ἄλλα τῶν παθῶν πολλάκις παρατρέχοντα, ἐπὶ δὲ τοῖς
πεινῶσι συμπαθῶς σπλαγχνιζόμενον· Σπλαγχνίζο-
μαι γὰρ, φησὶν, ἐπὶ τὸν ὄχλον. Διὸ καὶ ἐν τῇ τε-
λευταίᾳ κρίσει, ἔνθα προσκαλεῖται τοὺς δικαίους ὁ
Κύριος, τὴν πρώτην τάξιν ὁ μεταδοτικὸς ἐπέχει· ὁ
τροφεὺς πρωτοστάτης τῶν τιμωμένων· ὁ τὸν
ἄρτον χορηγήσας πρὸ πάντων καλεῖται· ὁ χρηστὸς
καὶ εὐμετάδοτος πρὸ τῶν ἄλλων δικαίων τῇ ζωῇ πα-
ραπέμπεται. Ὁ ἀκοινώνητος καὶ φειδωλὸς πρὸ
πάντων ἁμαρτωλῶν τῷ πυρὶ παραδίδοται. Ἐπὶ τὴν
μητέρα σε τῶν ἐντολῶν ὁ καιρὸς καλεῖ· καὶ σφόδρα
μερίμνησον, ἵνα σε μὴ παρέλθῃ ὁ τῆς πανηγύρεως
καὶ τῶν συναλλαγμάτων καιρός. Ῥεῖ γὰρ ὁ χρόνος,
καὶ οὐκ ἐκδέχεται τὸν βραδύνοντα· ἐπείγονται αἱ ἡμέ-
ραι, τὸν ὀκνηρὸν παρατρέχουσιν. Καὶ ὡς οὐκ
ἔστι ῥεῦμα ποταμοῦ στῆσαι, εἰ μή τις, κατὰ τὴν
πρώτην ἔντευξιν καὶ προσβολὴν ἀνελόμενος, εἰς δέον
τῷ ὕδατι χρήσαιτο· οὕτως οὐδὲ τὸν χρόνον ταῖς ἀναγ-
καστικαῖς περιόδοις ἐλαυνόμενον ἐπισχεῖν, οὐδὲ παρ-
ελθόντα ἀναλῦσαι εἰς τὸ κατόπιν, εἰ μή τις
προσάγοντος λάβοιτο. Καὶ διὰ τοῦτο τὴν ἐντολὴν ὡς
φεύγουσαν κάτασχε καὶ ἐπιτέλεσον, καὶ λαβόμενος
πανταχόθεν ἐν ταῖς ἀγκάλαις περίδραξαι. Δὸς ὀλίγα,
καὶ πολλὰ κτῆσαι· λῦσον τὴν πρωτότυπον ἁμαρ-
τίαν τῇ τῆς τροφῆς μεταδόσει. Ὡς γὰρ Ἀδὰμ,
κακῶς φαγὼν, τὴν ἁμαρτίαν παρέπεμψεν, οὕτως
ἐξαλείφομεν ἡμεῖς τὴν ἐπίβουλον βρῶσιν, ἐὰν χρείαν
ἀδελφοῦ καὶ λιμὸν θεραπεύσωμεν.
Λαοὶ, ἀκούσατε· Χριστιανοὶ, ἐνωτίσασθε· ὅτι
τάδε λέγει Κύριος, οὐ δημηγορῶν αὐτοφώνως.
325
τοῖς δὲ τῶν δούλων στόμασιν ἐνηχῶν ὡς ὀργάνοις.
Μὴ φανῶμεν οἱ λογικοὶ τῶν ἀλόγων ὠμότεροι. Ἐκεῖνα
γὰρ τοῖς ἐκ τῆς γῆς φυομένοις παρὰ τῆς φύσεως
ὡς κοινῇ κέχρηνται. Καὶ προβάτων ἀγέλαι ἓν
καὶ τὸ αὐτὸ καταβόσκονται ὄρος· ἵπποι δὲ παμπλη-
θεῖς μίαν καὶ τὴν αὐτὴν κατανέμονται πεδιάδα· καὶ
πάντα τὰ καθ' ἕκαστον οὕτως ἀλλήλοις ἀντιπαρα-
χωρεῖ τῆς ἀναγκαίας τῶν χρειῶν ἀπολαύσεως·
ἡμεῖς δὲ, ἐγκολπιζόμεθα τὰ κοινὰ, τὰ τῶν πολλῶν
μόνοι ἔχομεν. Αἰδεσθῶμεν Ἑλλήνων φιλάνθρωπα
διηγήματα. Παρά τισιν ἐκείνων νόμος φιλάνθρωπος
μίαν τράπεζαν, καὶ κοινὰ τὰ σιτία, μίαν ἑστίαν
σχεδὸν τὸν πολυάνθρωπον δῆμον ἀπεργάζεται. Κα-
ταλείψωμεν τοὺς ἔξωθεν, καὶ ἐπέλθωμεν τὸ τῶν τρισ-
χιλίων ὑπόδειγμα· τὸ πρῶτον τῶν Χριστιανῶν ζη-
λώσωμεν σύνταγμα· ὅπως ἦν αὐτοῖς ἅπαντα κοινὰ,
ὁ βίος, ἡ ψυχὴ, ἡ συμφωνία, ἡ τράπεζα κοινὴ,
ἀδιαίρετος ἀδελφότης, ἀγάπη ἀνυπόκριτος, τὰ πολ-
λὰ σώματα ἓν ἐργαζομένη· τὰς διαφόρους ψυχὰς εἰς
μίαν ὁμόνοιαν ἁρμόζουσα. Πολλὰ τῆς φιλαδελ-
φίας ἔχεις ἐκ Παλαιᾶς Διαθήκης καὶ ἐκ τῆς Νέας τὰ
ὑποδείγματα. Πρεσβύτην ἐὰν ἴδῃς λιμώττοντα, μετά-
στειλαι καὶ θρέψον, ὡς Ἰωσὴφ τὸν Ἰακώβ. Ἐχθρὸν
ἐὰν εὕρῃς στενούμενον, μὴ ἐπιβάλῃς τῇ ὀργῇ τῇ κατ-
εχούσῃ τὴν ἄμυναν· ἀλλὰ θρέψον ὡς ἐκεῖνος τοὺς
ἀδελφοὺς τοὺς πωλήσαντας. Ἐὰν ἐντύχῃς νεωτέρῳ
καταπονουμένῳ, οὕτω δάκρυσον, ὡς ἐκεῖνος τὸν Βεν-
ιαμὶν τὸν τοῦ γήρως υἱόν. Πειράζει καὶ σὲ
τυχὸν ἡ πλεονεξία, ὡς τὸν Ἰωσὴφ ἡ δέσποινα· ἕλκει
σε τῶν ἱματίων, ἵνα τῆς ἐντολῆς καταφρονήσῃς, καὶ
φιλήσῃς μᾶλλον ἐκείνην τὴν φιλόχρυσον καὶ φιλόκο-
σμον παρὰ τὸ τοῦ Δεσπότου πρόσταγμα. Ὅταν δὴ
ἔλθῃ λογισμὸς τῇ ἐντολῇ ἐκείνῃ πολεμῶν, καὶ τὸν
σώφρονα νοῦν εἰς τὴν φιλαργυρίαν ἐπισπώμενος,
τῆς φιλαδελφίας καταναγκάζων ἀμελεῖν, καὶ κατ-
έχων πρὸς αὐτὴν, πρόσριψον καὶ σὺ τὰ ἱμάτια, ὀργι-
σθεὶς ἀναχώρησον· φύλαξον τῷ Κυρίῳ τὴν πίστιν,
ὡς ἐκεῖνος τῷ Πεντεφρῇ· ἐν ἑνὶ ἐνιαυτῷ τὴν ἔνδειαν
οἰκονόμησον, ὡς ἐκεῖνος ἐν τοῖς ἑπτά. Μὴ τὰ πάντα
τῇ ἡδονῇ, δός τι καὶ τῇ ψυχῇ. Καὶ δύο σοι νόμισον
εἶναι θυγατέρας· τὴν εὐπάθειαν τὴν ἐνθάδε, καὶ τὴν
ζωὴν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ μὴ θελήσῃς τὰ πάντα
δοῦναι τῇ κρείττονι, μέρισον γοῦν ἐξ ἴσης τῇ τε ἀκο-
λάστῳ παιδὶ καὶ τῇ σώφρονι. Μὴ τὴν ἐνταῦθα διαγω-
γὴν ὑπέρπλουτον δείξῃς, γυμνὴν δὲ τὴν ἄλλην καὶ
ῥακίοις ἠμφιεσμένην, ἡνίκα ἂν δέῃ σε τῷ Χρι-
στῷ παραστῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τοῦ κριτοῦ,
νύμφης ἔχουσαν σχῆμα, καὶ κλῆσιν τὴν κατ' ἀρετὴν
ζωήν. Μὴ τοίνυν ἄμορφον καὶ ἄκοσμον παρα-
328
στήσῃς τῷ νυμφίῳ τὴν νύμφην, ἵνα μὴ θεασάμενος
ἀποκλίνῃ τὸ πρόσωπον, καὶ ἰδὼν μισήσῃ, καὶ τὴν
συνάφειαν ἀπαρνήσηται. Ἀλλὰ στείλας αὐτὴν τῷ
προσήκοντι κόσμῳ, τήρησον εὔμορφον τῇ προθεσμίᾳ
τῶν γάμων· ἵνα καὶ αὐτὴ μετὰ τῶν φρονίμων παρ-
θένων ἀνάψῃ τὴν λαμπάδα, ἔχουσα τὸ πῦρ τῆς
γνώσεως ἄσβεστον, καὶ μὴ λείπουσα τῶν κατορθω-
μάτων τὸ ἔλαιον· ἵν' ἔργοις ἡ θεοφορουμένη προφη-
τεία βεβαιωθῇ, ἐφαρμόσῃ δὲ καὶ τῇ σῇ ψυχῇ τὸ
λεχθέν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν
ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλ-
μένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ
οὖς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλ-
λους σου. Ταῦτα γὰρ γενικῶς προανεφώνησεν ὁ
Ψαλμῳδὸς, τοῦ γενικοῦ σώματος προκηρύσσων τὴν
ὥραν· ἐφαρμόσει δὲ κυρίως καὶ τῇ ἑκάστου ψυχῇ,
εἴπερ ἐκ τῶν καθ' ἕκαστον ἔχει ἡ Ἐκκλησία τὸ
σύστημα.
Προνόησόν μοι λογικῶς τὸ παρὸν καὶ τὸ μέλλον,
ὃ μὴ διὰ κέρδος αἰσχρὸν προδῷς. Καταλείψει σε
σῶμα, τὸ σὸν γνώρισμα τῷ βίῳ. Εἰς δὴ τὴν
ἐπιφάνειαν τοῦ προσδοκωμένου κριτοῦ, καὶ ἀναμφι-
βόλως ἥξοντος, ἀποκλείσεις μὲν σεαυτῷ τὴν τῶν τι-
μῶν δόσιν καὶ τὴν ἐπουράνιον δόξαν, ἀνοίξεις
δὲ πῦρ ἄσβεστον, καὶ γέενναν, καὶ κολαστήρια, καὶ
πικροὺς ἐν ὀδύναις αἰῶνας, ἀντὶ μακρᾶς καὶ μα-
καρίας ζωῆς. Μή με νομίσῃς, ὥσπερ μητέρα τινὰ ἢ
τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ
ἐκεῖναι ποιεῖν περὶ τοὺς νηπίους τῶν παίδων εἰώθα-
σιν· ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, δι' ἐπι-
πλάστων διηγημάτων κατασιγάζουσιν. Ταῦτα
δὲ οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδεῖ προκεκηρυγμένος
φωνῇ. Καὶ ἴσθι γε ἀκριβῶς κατὰ τὴν εὐαγγελικὴν
πρόῤῥησιν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ.
Ἀλλὰ καὶ σῶμα τὸ ἐν θήκαις ἀφανισθὲν ἀναστήσε-
ται, καὶ ψυχὴ ἡ αὐτὴ ἡ τῷ θανάτῳ ἀποκλει-
σθεῖσα, πάλιν ἐνοικήσει τῷ σώματι. Καὶ τῶν βεβιω-
μένων ἔλεγχος ἀκριβὴς παραστήσεται, οὐκ ἄλλων
μαρτυρούντων, ἀλλ' αὐτῆς μαρτυρούσης τῆς συνει-
δήσεως. Ἑκάστῳ δὲ τὰ πρὸς ἀξίαν παρὰ τοῦ δι-
καίου κριτοῦ ἀντιμετρηθήσεται. Αὐτῷ πρέπει
δόξα, κράτος καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
{ΟΜΙΛΙΑ ΟΤΙ ΟΥΚ ΕΣΤΙΝ ΑΙΤΙΟΣ ΤΩΝΚΑΚΩΝ Ο ΘΕΟΣ.} Πολλοὶ τῆς διδασκαλίας οἱ τρόποι, οἱ διὰ ἱεροψάλ-του Δαβὶδ παρὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Πνεύματοςὑποδειχθέντες ἡμῖν. Ποτὲ μὲν γὰρ, τὰ οἰκεῖα πάθηδιηγούμενος ἡμῖν ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰσυμπίπτοντα γενναίως, διὰ τοῦ καθ' ἑαυτὸν ὑπο-δείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆςὑπομονῆς καταλιμπάνει, ὡς ὅταν λέγῃ· Κύριε, τίἐπληθύνθησαν οἱ θλίβοντές με; ποτὲ δὲ τὴν ἀγα-θότητα συνίστησι τοῦ Θεοῦ, καὶ τὸ τάχος αὐτοῦ τῆςἀντιλήψεως, ἣν παρέχεται τοῖς ἀληθινῶς ἐκζητοῦσιναὐτὸν, λέγων· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέμου ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἰσοδυναμοῦντατῷ προφήτῃ φθεγγόμενος τῷ εἰπόντι· Ἔτι λα-λοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Τουτέστιν· Οὐκἔφθην ἐπικαλεσάμενος, καὶ προέλαβε τὸ τέλος τῆςἐπικλήσεως ἡ ἀκοὴ τοῦ Θεοῦ. Πάλιν ἱκετηρίας προσ-φέρων τῷ Θεῷ καὶ δεήσεις, ἐκδιδάσκει ἡμᾶς τίνατρόπον προσῆκε τοὺς ἐν ἁμαρτίαις ὄντας ἐξιλεοῦσθαιτὸν Θεόν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐν δὲ τῷ δω-δεκάτῳ ψαλμῷ παράτασίν τινα πειρασμοῦ ἐνδειξά-μενος ἐν τῷ λέγειν· Ἕως πότε, Κύριε, ἐπιλήσῃμου εἰς τέλος; καὶ δι' ὅλου τοῦ ψαλμοῦ διδάξαςἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἀναμένειντὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι οἰκονομίᾳτινὶ παραδίδωσιν ἡμᾶς ταῖς θλίψεσι, κατὰ τὴν ἀνα-λογίαν τῆς ἐνυπαρχούσης ἑκάστῳ πίστεως τὸ μέτρονἐπάγων τῶν βασανιστηρίων. Ἐπεὶ οὖν εἴρηται τὸ,Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ,Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ'ἐμοῦ; εὐθὺς μεταβαίνει ἐπὶ τὸ τῶν ἀθέων κακόν·οἳ, ὅταν μικρὸν αὐτοῖς τι τῶν κατὰ τὸν βίον προσ-κρούσῃ, μὴ φέροντες τὰς δυσκολωτέρας τῶν πραγμά-των περιστάσεις, εὐθὺς ἀμφίβολοι γίνονται ταῖςδιανοίαις, εἰ ἔστι Θεὸς ἐπιμελούμενος τῶν τῇδε, εἰἐφορᾷ τὰ καθ' ἕκαστον, εἰ διανέμει ἑκάστῳ τὰ πρὸςἀξίαν. Εἶτα, ὅταν ἐπὶ πλεῖον ἴδωσιν ἑαυτοὺς παρα-τεινομένους ἐν τοῖς ἀβουλήτοις, βεβαιοῦσιν ἐν ἑαυ-τοῖς τὸ πονηρὸν δόγμα, καὶ ἀποφαίνονται ἐν ταῖςκαρδίαις αὐτῶν, ὅτι Οὐκ ἔστι Θεός. Εἶπεν ἄφρωνἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τοῦτοἐμβαλλόμενος εἰς τὸν ἑαυτοῦ νοῦν, ἀφειδῶς λοιπὸνδιὰ πάσης ἁμαρτίας χωρεῖ. Εἰ γὰρ οὐκ ἔστιν ὁἐπισκοπῶν, εἰ οὐκ ἔστιν ὁ ἀντιδιδοὺς ἑκάστῳ κατὰτὴν ἀξίαν τῶν βεβιωμένων, τί κωλύει καταδυνα-στεύειν τὸν πένητα, ὀρφανοὺς φονεύειν, χήρανκαὶ προσήλυτον ἀποκτείνειν, πάσης ἀνοσίας πράξεωςκατατολμᾷν, ἀκαθάρτοις καὶ βδελυκτοῖς πάθεσι καὶπάσαις κτηνώδεσιν ἐπιθυμίαις μολύνεσθαι; Διὰ τοῦτοὡς ἑπόμενον τῷ μὴ εἶναι Θεὸν, ἐπήγαγε τό·Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ἀμήχανον γὰρ ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴλήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Πόθεν τὰ ἔθνη παραδέδοται εἰς ἀδόκιμον νοῦν, καὶποιεῖ τὰ μὴ καθήκοντα; Οὐκ ἐπειδὴ εἶπον· Οὐκἔστι Θεός; Πόθεν ἐμπεπτώκασιν εἰς τὰ πάθητῆς ἀτιμίας, καὶ αἱ μὲν θήλειαι παρ' αὐτοῖς μετήλ-λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄῤ-ῥενες δὲ ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργάζονται;Οὐκ ἐπειδὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦἐν ὁμοιώματι κτηνῶν καὶ τετραπόδων καὶ ἑρπε-τῶν; Ἄφρων οὖν, ὡς ἀληθῶς ἐστερημένος νοῦ καὶφρονήσεως, ὁ λέγων, ὅτι Οὐκ ἔστι Θεός. Παραπλή-σιος δὲ τούτῳ, καὶ οὐδὲν κατὰ τὴν ἀφροσύνην ἀπο-λειπόμενος, καὶ ὁ λέγων τῶν κακῶν αἴτιον εἶναι τὸνΘεόν. Ὁμότιμον γὰρ αὐτῶν εἶναι τίθεμαι τὴν ἁμαρ-τίαν, διότι ἑκάτεροι ὁμοίως ἀρνοῦνται τὸν ἀγα-θόν· ὁ μὲν οὐκ εἶναι τὸ παράπαν λέγων, ὁ δὲοὐκ ἀγαθὸν αὐτὸν εἶναι διοριζόμενος. Εἰ γὰρ κακῶναἴτιος, οὐκ ἀγαθὸς δηλονότι· ὥστε ἀμφοτέρωθένἐστιν ἄρνησις τοῦ Θεοῦ. Πόθεν οὖν, φησὶν, αἱνόσοι; πόθεν αἱ τῶν θανάτων ἀωρίαι; πόθεν αἱπανωλεθρίαι τῶν πόλεων; τὰ ναυάγια, οἱ πόλεμοι,οἱ λοιμοί; Καὶ γὰρ κακὰ, φησὶ, ταῦτα, καὶπάντα Θεοῦ ποιήματα. Ὥστε τίνα ἔχομεν ἄλλον καὶοὐχὶ τὸν Θεὸν τῶν γινομένων ἐπαιτιάσασθαι; Δεῦροδὴ οὖν, ἐπειδὴ εἰς τὸ πολυθρύλλητον ἐμπεπτώκαμενζήτημα, ἐπί τινα ὁμολογουμένην ἀρχὴν τὸν λόγονἀναγαγόντες, φιλοπονώτερον διαλαβόντες τὸ πρό-βλημα, τρανὴν καὶ ἀσύγχυτον τὴν περὶ αὐτοῦ ἐξ-ήγησιν πειραθῶμεν ποιήσασθαι. Ἓν μὲν δὴ τοῦτο ἔχειν δεῖ προειλημμένον ἐν ταῖςδιανοίαις ἡμῶν, ὅτι, ποίημα ὄντες τοῦ ἀγαθοῦ Θεοῦ,καὶ ὑπ' αὐτοῦ συγκροτούμενοι, μικρά τε καὶ μείζωπερὶ ἡμᾶς οἰκονομοῦντος, οὔτε πάθοιμεν ἄν τι, μὴβουλομένου Θεοῦ, οὔτε μὴν ὧν πάσχομεν βλαβερόντί ἐστιν, ἢ τοιοῦτον, ὥστε ἐνεῖναι βέλτιόν τι κἀνἐπινοίᾳ λαβεῖν. Ἐκ Θεοῦ μὲν γὰρ οἱ θάνατοι· οὐμὴν πονηρὸν πάντως ὁ θάνατος, πλὴν εἰ μή τιςλέγοι τὸν τοῦ ἁμαρτωλοῦ· διότι τῶν ἐν ᾅδου κολά-σεων ἀρχὴ τυγχάνει ἡ ἀπαλλαγὴ τῶν ἐντεῦθεν. Πά-λιν δὲ τὰ ἐν ᾅδου κακὰ οὐ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ'