The Greek Library Author

Anonymous

In illud: In principio erat verbum

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
In illud: In principio erat verbum, MPG 31: 472–481.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg032.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

476

θίαν βδελύξομαι; Ἀλλὰ πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν.

Οἶδας γὰρ πότε ἐγεννήθη, ἵνα τὸ πρὶν δυνηθῇς ἐπ-

ενεγκεῖν τῷ χρόνῳ; Τὸ γὰρ, Πρὸ τοῦ, χρονική

ἐστι φωνὴ, ἕτερον ἑτέρου προτιθεῖσα εἰς παλαιότητα.

Τὸν δὲ τοῦ χρόνου ποιητὴν πῶς εὔλογον ταῖς

χρονικαῖς προσηγορίαις ὑποκειμένην ἔχειν τὴν γέν-

νησιν; Ἐν ἀρχῇ τοίνυν ἦν. Ἐὰν μὴ ἀποστῇς τοῦ

Ἦν, οὐδεμίαν παρείσδυσιν δώσεις τῇ πονηρᾷ βλασφη-

μίᾳ. Ὥσπερ γὰρ οἱ θαλαττεύοντες, ὅταν ἐπὶ δύο

σαλεύωσιν ἀγκυρῶν, καταφρονοῦσι τοῦ κλύδωνος·

οὕτω καὶ σὺ τῆς πονηρᾶς ταύτης ταραχῆς, τῆς ἐκ

τῶν πνευμάτων τῆς πονηρίας ἐγγινομένης τῷ βίῳ,

καὶ διασαλευούσης τῶν πολλῶν τὴν πίστιν, καταγε-

λάσῃ, ἐὰν τῇ ἀσφαλείᾳ τῶν ῥημάτων τούτων τὴν

ψυχὴν ἔχῃς ἐνορμισθεῖσαν.

Ἐπιζητεῖ δὲ ἡμῶν ἡ διάνοια, τίς ἦν ἐν ἀρχῇ; Ὁ

Λόγος, φησί. Ποῖος λόγος; ὁ ἀνθρώπινος λόγος;

ἀλλ' ὁ τῶν ἀγγέλων λόγος; Καὶ γὰρ ᾐνίξατο ἡμῖν

ὁ Ἀπόστολος, ὡς καὶ τῶν ἀγγέλων ἰδίαν ἐχόντων

477

γλῶσσαν, εἰπών· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώ-

πων λαλῶ καὶ τῶν ἀγγέλων. Ἀλλὰ καὶ τοῦ

λόγου διπλῆ τίς ἐστιν ἔννοια. Ὁ μὲν γάρ τίς ἐστιν

ὁ διὰ τῆς φωνῆς προφερόμενος, οὗτος ὁ μετὰ τὸ

προενεχθῆναι τῷ ἀέρι ἐναπολλύμενος· ὁ δέ τίς ἐστιν

ὁ ἐνδιάθετος, ἐνυπάρχων ἡμῶν ταῖς καρδίαις· ὁ ἐν-

νοηματικός. Καὶ ἄλλος, ὁ τεχνικὸς λόγος. Ὅρα μή-

ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς.

Πῶς γὰρ ἦν ἐν ἀρχῇ ὁ ἀνθρώπινος λόγος, τοῦ ἀνθρώ-

που κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως;

Πρὸ ἀνθρώπου θηρία· πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρ-

πετὰ πάντα· ὅσα χερσαῖα, καὶ ὅσα ἔνυδρα, πετεινὰ

τοῦ οὐρανοῦ, ἀστέρες, ἥλιος, σελήνη, βοτάναι, σπέρ-

ματα, γῆ, θάλαττα, οὐρανός. Οὐ τοίνυν ἐν ἀρχῇ ἦν ὁ

ἀνθρώπινος λόγος, ἀλλ' οὐδὲ ὁ τῶν ἀγγέλων. Πᾶσα

γὰρ ἡ κτίσις κατωτέρα τῶν αἰώνων ἐστὶ, τὴν ἀρχὴν

τοῦ εἶναι λαβοῦσα παρὰ τοῦ κτίσαντος. Ὁ δὲ ἐν καρ-

δίᾳ λόγος, καὶ αὐτὸς ἑκάστου τῶν νοηθέντων ἐστὶ

νεώτερος. Ἀλλ' ἄκουε τοῦ λόγου θεοπρεπῶς. Περὶ

γὰρ τοῦ Μονογενοῦς διαλεγόμενός σοι, Λόγον εἶπεν

αὐτόν. Ὥσπερ οὖν καὶ φῶς μετ' ὀλίγον ἐρεῖ, καὶ

ζωὴν, καὶ ἀνάστασιν, καὶ οὔτε φῶς ἀκούσας, ἐπὶ τὸ

αἰσθητὸν τοῦτο καὶ ὀφθαλμοῖς ὁρατὸν καταφέρῃ, οὔτε

ζωὴν ἀκούσας, τὴν κοινὴν ταύτην νοεῖς, ἣν καὶ τὰ

ἄλογα ζῇ· οὕτω καὶ Λόγον ἀκούων, φύλαξαι μήποτε

τῇ σῇ ἀσθενείᾳ τῆς διανοίας πρὸς χαμαιζήλους καὶ

ταπεινὰς διανοίας ὑπενεχθῇς. Ἀλλ' ἐρεύνα τὴν διά-

νοιαν τοῦ ῥήματος. Διὰ τί Λόγος; Ἵνα δειχθῇ, ὅτι

ἐκ τοῦ νοῦ προῆλθε. Διὰ τί Λόγος; Ὅτι ἀπαθῶς

ἐγεννήθη. Διὰ τί Λόγος; Ὅτι εἰκὼν τοῦ γεννήσαντος,

ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν γεννήσαντα, οὐδὲν

ἐκεῖθεν ἀπομερίσας, καὶ τέλειος ὑπάρχων καθ' ἑαυ-

τόν· ὡς καὶ ὁ ἡμέτερος λόγος ὅλην ἡμῶν ἀπεικονίζει

τὴν ἔννοιαν. Ἃ γὰρ κατὰ καρδίαν ἐνενοήσαμεν, ταῦτα

τῷ ῥήματι προηνέγκαμεν, καὶ ἔστι τοῦ ἐν τῇ καρδίᾳ

νοήματος ἀπεικόνισμα τὸ λαλούμενον. Ἐκ γὰρ τοῦ

περισσεύματος τῆς καρδίας ὁ λόγος προφέρεται.

Καὶ ἔστιν ἡ μὲν καρδία ἡμῶν οἷον πηγή τις, ὁ δὲ

προφερόμενος λόγος οἷον ὁλκός τις ἐκ τῆς πηγῆς

ταύτης ῥέων. Τοσοῦτον οὖν τὸ ἀποῤῥέον, ὅσον τὸ

πρώτως ἀναφερόμενον· καὶ οἷον τὸ κεκρυμμένον,

τοσοῦτον καὶ τὸ φαινόμενον. Λόγον οὖν εἶπεν, ἵνα τὴν

ἀπαθῆ σοι γέννησιν τοῦ Πατρὸς παραστήσῃ, καὶ τὴν

τελείαν ὕπαρξίν σοι τοῦ Υἱοῦ θεολογήσῃ, καὶ

τὴν ἄχρονον συνάφειαν τοῦ Υἱοῦ πρὸς Πατέρα διὰ

τούτων ἐνδείξηται. Καὶ γὰρ ὁ ἡμέτερος λόγος τοῦ

νοῦ γέννημα, ἀπαθῶς γεννώμενος· οὔτε γὰρ τέμνε-

480

ται, οὔτε μερίζεται, οὔτε ῥέει· ἀλλὰ μένων ὅλος ὁ

νοῦς ἐν τῇ ἰδίᾳ συστάσει, ὅλον τὸν λόγον καὶ ἀπηρ-

τισμένον ὑφίστησι· καὶ προελθὼν ὁ λόγος, πᾶσαν

τοῦ γεννήσαντος νοῦ τὴν δύναμιν ἐν ἑαυτῷ περιέχει.

Ὅσον οὖν εὐσεβὲς, τοσοῦτον λαβὼν πρὸς τὴν τοῦ

Μονογενοῦς θεολογίαν ἐκ τῆς τοῦ λόγου φωνῆς·

ὅπερ ἂν εὕρῃς ἀπεμφαῖνον καὶ ἀνάρμοστον φαινό-

μενον, τοῦτο παραίτησαι, καὶ ὑπέρβηθι μηχανῇ

πάσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ δὲ εἶπεν· Ἐν ἀρχῇ

ἦν ὁ Υἱὸς, τῇ προσηγορίᾳ τοῦ Υἱοῦ συνεισῆλθεν ἄν

σοι ἡ περὶ τοῦ πάθους ἔννοια. Ἐπειδὴ γὰρ παρ'

ἡμῖν τὰ γεννῶντα χρόνῳ γεννᾷ, καὶ ἐμπαθῶς γεννᾷ,

διὰ τοῦτο προλαβὼν, Λόγον εἶπε, προδιορθούμενος

τὰς ἀπρεπεῖς ὑπολήψεις, ἵνα σου τὴν ψυχὴν ἄτρωτον

διασώσηται.

Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Πάλιν τὸ, Ἦν,

διὰ τοὺς βλασφημοῦντας, ὅτι οὐκ ἦν. Ποῦ ἦν ὁ Λόγος;

Οὐκ ἐν τόπῳ· οὐ γὰρ περιέχεται τόπῳ τὰ ἀπερί-

γραπτα. Ἀλλὰ ποῦ ἦν; Πρὸς τὸν Θεόν. Οὔτε ὁ

Πατὴρ ἐν τόπῳ, οὔτε ὁ Υἱὸς ἐν περιοχῇ τινι καὶ

περιγραφῇ ὁμολογουμένῃ κατειλημμένος· ἀλλ' ἄπει-

ρος μὲν ὁ Πατὴρ, ἄπειρος δὲ ὁ Υἱός. Πᾶν ὅπερ ἂν

νοήσῃς, καὶ ὅπουπερ ἂν πορευθῇς τῷ πνεύματί σου,

τοῦ Θεοῦ εὑρήσεις πεπληρωμένον· πανταχοῦ συμ-

παρεκτεινομένην εὑρήσεις τοῦ Υἱοῦ τὴν ὑπόστασιν.

Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Θαύμασον τὴν

ἀκρίβειαν ἑκάστης φωνῆς· οὐκ εἶπεν, Ἐν τῷ Θεῷ

ἦν ὁ Λόγος· ἀλλὰ, Πρὸς τὸν Θεόν· ἵνα τὸ ἰδιάζον

τῆς ὑποστάσεως παραστήσῃ. Οὐκ εἶπεν, Ἐν τῷ

Θεῷ, ἵνα μὴ πρόφασιν δῷ τῇ συγχύσει τῆς ὑποστά-

σεως. Πονηρὰ γὰρ κἀκείνη ἡ βλασφημία τῶν φύρειν

τὰ πάντα ἐπιχειρούντων, καὶ ἓν τὸ ὑποκείμενον

λεγόντων, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, προσ-

ηγορίας δὲ διαφερούσας τῷ ἑνὶ πράγματι ἐπιφημί-

ζεσθαι. Πονηρὰ ἡ ἀσέβεια, καὶ φευκτὴ οὐχ ἧττον τῶν

ἀνόμοιον εἶναι κατ' οὐσίαν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ Θεῷ

καὶ Πατρὶ βλασφημούντων. Καὶ ὁ Λόγος ἦν πρὸς

τὸν Θεόν. Εἶτα συγχρησάμενος τῇ τοῦ Λόγου φωνῇ

πρὸς τὴν παράστασιν τῆς κατὰ τὴν γέννησιν

ἀπαθείας, ταχὺ καὶ τὸ ἐκ τοῦ Λόγου βλάβος ἐγγι-

νόμενον ἡμῖν παρεμυθήσατο. Καὶ οἷον ἀφαρπάζων

αὐτὸν τῆς συκοφαντίας τῶν βλασφημούντων, Τί,

φησὶν, ἐστὶν ὁ Λόγος; Θεὸς ἦν ὁ Λόγος. Μή μοι

τεχνολόγει διαφοράς τινας λόγων, μηδὲ ἐκ τῆς

σῆς κακοτεχνίας προστρίψῃς τινὰ βλασφημίαν τῇ

481

διδασκαλίᾳ τοῦ Πνεύματος. Ἔχεις τὴν ἀπόφασιν·

ὑποτάγηθι τῷ Κυρίῳ. Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν

ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάλιν ἀνακεφαλαιοῦται ἐν

ὀλίγοις ῥήμασι πᾶσαν ἑαυτοῦ τὴν θεολογίαν, ἣν περὶ

τοῦ Μονογενοῦς ἡμῖν ὁ εὐαγγελιστὴς παρέδωκεν.

Οὗτος τίς; Οὗτος, ὁ Λόγος ὁ Θεός. Ἐπειδὴ γάρ

σοι διήρθρωσε τὴν περὶ αὐτοῦ ἔννοιαν, οἷον ἐντυπώ-

σας σου τῇ ψυχῇ διὰ τῆς διδασκαλίας τὰ ἀγνοούμενα,

καὶ ἐνοικίσας τὸν Λόγον Χριστὸν ἐν τῇ καρδίᾳ σου,

Οὗτός φησι. Ποῖος οὗτος; Μὴ ἔξω διαβλέψῃ, διὰ τῆς

δεικτικῆς φωνῆς τὸν ὑποδεικνύμενόν σοι περισκοπῶν,

ἀλλ' εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς, καὶ

ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα, τὸν ὡς Λόγον

προελθόντα, τὸν πρὸς τὸν Θεὸν ὄντα, τοῦτον γνωρίσας

καὶ καταπλαγεὶς, καὶ προσκυνήσας τὸν σεαυτοῦ

Δεσπότην, τόν σοι διὰ τῆς διδασκαλίας ἐνιδρυθέντα,

γνώριζε, ὅτι οὗτος ἦν ἐν ἀρχῇ· τουτέστιν, ἀεὶ πρὸς

τὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα. Ταύτας μοι τὰς ὀλίγας

φωνὰς διασώσατε, ὥσπερ σφραγῖδα ταῖς μνήμαις

ὑμῶν ἐνσημηνάμενοι. Αὗται ἀῤῥαγέστατον ἔσονται

τειχίον πρὸς τὰς τῶν ἐπιβουλευόντων καταδρομάς·

αὗται φυλακτήριόν εἰσι τῶν ψυχῶν σωτήριον τοῖς

προβαλλομένοις αὐτάς. Ἄν τίς σοι προσελθὼν λέ-

γοι· Οὐκ ὢν, ἐγεννήθη· εἰ γὰρ ἦν, πῶς ἐγεν-

νήθη; ὡς δαιμόνων φωνὴν ἀποτρέπου τὴν κατὰ τῆς

δόξης τοῦ Μονογενοῦς βλασφημίαν. Αὐτὸς δὲ ἐπ-

ανελθὼν ἧκε πρὸς τὰς τῶν Εὐαγγελίων φωνάς· Ἐν

ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,

καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν

Θεόν. Τέταρτον εἰπὲ τὸ, Ἦν, καὶ καταργήσεις

αὐτῶν τὸ, Οὐκ ἦν. Οὗτοι ἄσειστοι μενέτωσαν οἱ θεμέ-

λιοι τῆς πίστεως. Τούτοις ἐποικοδομήσομεν, Θεοῦ

διδόντος, καὶ τὰ λειπόμενα. Οὐ γάρ ἐστι δυνατὸν

περὶ πάντων ὑμῖν εἰς ἅπαξ διαλεχθῆναι, μήποτε τῇ

ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα ποιήσωμεν ὑμῖν τὰ

φιλοπόνως συνειλεγμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια

πάντων ὁμοῦ περιδράξασθαι, ὅμοιον πάσχει γαστρὶ

τῇ διὰ τὴν ὑπερβολὴν τοῦ κόρου εἰς πέψιν ἀγαγεῖν

τὰ παραπεμφθέντα μὴ δυναμένῃ. Εὔχομαι οὖν ὑμᾶς

γλυκανθῆναι μὲν τῇ γεύσει, ὠφεληθῆναι δὲ τῇ ἀνα-

δόσει. Αὐτὸς δὲ ἕστηκα ὑμῖν ἕτοιμος πρὸς τὴν δια-

κονίαν τῶν λειπομένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ

ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν

αἰώνων. Ἀμήν.

{ΟΜΙΛΙΑ ΙΖʹ.}{Εἰς Βαρλαὰμ μάρτυρα.} Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι κοπετοῖςἐκοσμοῦντο καὶ δάκρυσιν· ἔκλαυσε σφοδρῶς Ἰωσὴφτὸν Ἰακὼβ τεθνεῶτα, ἐκόψαντο καὶ τὴν Μωϋ-σέως τελευτὴν οὐ μικρῶς Ἰουδαῖοι· πολλοῖς καὶ τὸνΣαμουὴλ τετιμήκασι δάκρυσι· νῦν δὲ ταῖς τῶν ὁσίωντελευταῖς ἐνσκιρτῶμεν. Ἡ γὰρ τῶν λυπηρῶν μετὰτὸν σταυρὸν μεταβέβληται φύσις. Οὐκέτι θρήνοιςτοὺς τῶν ἁγίων δορυφοροῦμεν θανάτους, ἀλλ'ἐνθέοις χορείαις τοῖς ἐκείνων ἐπορχούμεθα τάφοις.Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος. Μᾶλλον δὲ πρὸςκρείττονα ζωὴν ἐκδημία. Ἐντεῦθεν σκιρτῶσι σφατ-τόμενοι μάρτυρες. Ὁ γὰρ τῆς μακαριωτέρας ζωῆςπόθος τὴν τῆς σφαγῆς ὀδύνην νεκρὰν ἀπεργάζεται.Οὐ βλέπει τοὺς κινδύνους, ἀλλὰ τοὺς στεφάνους ὁμάρτυς· οὐ φρίττει τὰς πληγὰς, ἀλλ' ἀριθμεῖ τὰβραβεῖα· οὐχ ὁρᾷ τοὺς κάτω μαστιγοῦντας δημίους,ἀλλὰ τοὺς ἄνωθεν εὐφημοῦντας ἀγγέλους φαντάζεται·οὐ σκοπεῖ τῶν κινδύνων τὸ πρόσκαιρον, ἀλλὰ τὸτῶν ἐπάθλων αἰώνιον. Λαμπρὸν καὶ παρ' ἡμῖν ἤδητὸν ἀῤῥαβῶνα καρποῦνται, ταῖς παρὰ πάντων ἐνθέοιςεὐφημίαις κροτούμενοι, καὶ μυρίους ἐκ τάφων σαγη-νεύοντες δήμους. Τοῦτο δὴ τὸ τῷ γενναίῳ τήμερον Βαρλαὰμ πε-πραγμένον. Ἤχησε γὰρ ἡ πολεμικὴ τοῦ μάρτυροςσάλπιγξ, καὶ τοὺς τῆς εὐσεβείας ὁπλίτας, ὡς ὁρᾶτε,συνήγαγεν. Ὁ τοῦ Χριστοῦ κείμενος ἀθλητὴς ἐκη-ρύχθη, καὶ τὸ τῆς Ἐκκλησίας ἀνεπτέρωσε θέατρον.Καὶ ὡς ἔλεγε τῶν πιστῶν ὁ Δεσπότης· Ὁπιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· τέθνη-κεν ὁ γενναῖος Βαρλαὰμ, καὶ συγκροτεῖ πανηγύρεις·κατανάλωται τάφῳ, καὶ συγκαλεῖ πρὸς ἑστίασιν.Νῦν ἡμῖν ἀναβοῆσαι καιρός· Ποῦ σοφός; ποῦγραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;Ἄγροικος ἡμῖν σήμερον ὁ ἀήττητος τῆς εὐσεβείαςδιδάσκαλος, ὂν εἷλκε μὲν τύραννος ὡς εὐάλω-τον θήραμα, ἔγνω δὲ μετὰ τὴν πεῖραν ὁπλίτηνἀχείρωτον· ὃν ἐγέλα μὲν παρακεκομμένα φθεγγό-μενον, ἔφριξε δὲ ἀγγελικὰ νεανιευόμενον. Οὐ γὰρσυνεβαρβάριζεν ὁ τρόπος τῷ τῆς γλώττης ὀργάνῳ,οὐδὲ ταῖς συλλαβαῖς συγχωλεύων ὁ λογισμὸς ἑω-ρᾶτο· ἀλλ' ἦν δεύτερος Παῦλος, μετὰ τοῦ Παύ-λου φθεγγόμενος· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ,ἀλλ' οὐ τῇ γνώσει. Ἐνάρκησαν μαστίζοντες δή-μιοι, ἀλλ' ἀκμαιότερος ὁ μάρτυς εὑρίσκετο· αἱ τῶνξεόντων ἐξενευρίζοντο χεῖρες, ἀλλ' ὁ τοῦ ξεομένουλογισμὸς οὐκ ἐκάμπτετο. Τὰς τῶν νεύρων αἱ μάστι-γες ἁρμονίας παρέλυσαν, ἀλλ' ὁ τῆς πίστεως ἀκρι-βέστερον ἐπεσφίγγετο τόνος. Διασκαπτόμεναι πλευ-ραὶ δεδαπάνηντο, ἀλλ' ἡ τοῦ φρονήματος ἤνθειφιλοσοφία. Τῆς σαρκὸς αὐτοῦ τὸ πλέον νενέκρωτο,ἀλλ' ὡς μήπω τῶν ἀγώνων ἀρξάμενος ἤκμαζεν.Ὅταν γὰρ ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προ-κατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶπάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξέοντεςτέρπουσι μᾶλλον ἢ πλήττουσι. Μαρτυρεῖ μοι τῶνἀποστόλων ὁ πόθος, τερπνὰς αὐτοῖς ποτε τὰς παρὰἸουδαίων ἐργαζόμενος μάστιγας. Ἐπορεύοντο γὰρ,φησὶ, χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου,ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησανἀτιμασθῆναι. Τοιοῦτος καὶ ὁ σήμερον ἡμῖν ὁπλίτηςὑμνούμενος· εὐφροσύνην τὰς κολάσεις ἡγούμενος,ῥόδοις τισὶ βάλλεσθαι νομίζων ταῖς μάστιξι· τὰςτῆς ἀσεβείας αἰκίας δραπετεύων ὡς βέλη, κα-πνοῦ σκιὰν τὸν δικαστικὸν θυμὸν λογιζόμενος·τάγματα δορυφόρων ἀπηγριωμένα γελῶν· ὡς ἐπὶστεφάνοις τοῖς κινδύνοις χορεύων· ταῖς πληγαῖς ὡςτιμαῖς εὐφραινόμενος· ταῖς σφοδροτέραις τιμωρίαιςὡς βραβείοις ἐνσκιρτῶν λαμπροτέροις· ξίφη δια-πτύων γυμνούμενα· χεῖρας δημίων ὡς κηροῦ μαλα-κωτέρας δεχόμενος· κολαστήριον ξύλον ὡς σωτήριονἀσπαζόμενος· κλείσμασι δεσμωτηρίων ὡς λει-μῶσι τερπόμενος· βασάνων ἐπινοίαις ὡς ἀνθέωνποικιλίαις ἡδόμενος· πυρὸς εὐτονωτέραν δεξιὰνκεκτημένος· ὃ δὴ τελευταῖον αὐτῷ παρὰ τῶν πολε-μούντων προσῆκτο μηχάνημα. Βωμὸν γὰρ πρὸς τὴντῶν δαιμόνων σπονδὴν ἀνακαύσαντες, ἱστᾶσι παρ'αὐτῷ ἀγαγόντες τὸν μάρτυρα, καὶ τῷ βωμῷτὴν δεξιὰν ὑπτίαν ἐπαιωρῆσαι κελεύσαντες, ὡςχαλκῷ θυσιαστηρίῳ τῇ χειρὶ κατεχρήσαντο, λιβα-νωτὸν αὐτῇ κακούργως ἐνθέντες φλεγόμενον. Ἤλπι-ζον γὰρ τῇ τοῦ πυρὸς βίᾳ τὴν χεῖρα καταπαλαισθεῖ-σαν, ἀνάγκῃ τῷ βωμῷ ταχέως λιβανωτὸν ἐπαφή-σειν. Φεῦ τῆς πολυπλόκου τῶν ἀσεβῶν μαγγανείας!Ἐπειδὴ μυρίοις, φησὶ, τὴν γνώμην οὐκ ἐκάμψα-μεν τραύμασι, κάμψωμεν ἐν φλογὶ τοῦ φιλονείκουπαλαιστοῦ κἂν τὴν χεῖρα. Ἐπειδὴ ποικίλαις μηχα-ναῖς τὴν ψυχὴν οὐκ ἐσείσαμεν, τὴν δεξιὰν γοῦν πυρὶπροσαγαγόντες σαλεύσωμεν. Ἀλλ' οὐδὲ ταύτης οἱδείλαιοι τῆς ἐλπίδος ἀπώναντο. Ἡ μὲν γὰρ φλὸξτὴν χεῖρα διέτρωγεν· ἔμενε δὲ ἡ χεὶρ, ὡς τέ-φραν τὴν φλόγα βαστάζουσα. Οὐκ ἔδωκε τῷ πολε-μοῦντι πυρὶ κατὰ τοὺς φυγάδας τὰ νῶτα, ἀλλὰἄτρεπτος εἱστήκει κατὰ φλογὸς ἀριστεύουσα, καὶτὰς τοῦ Προφήτου λέγειν τῷ μάρτυρι διδοῦσα φω-νάς· Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκωντὰς χεῖράς μου εἰς παράταξιν, καὶ τοὺς δακτύ-λους μου εἰς πόλεμον. Πῦρ γὰρ χειρὶ συνεπλέ-κετο, καὶ τοῦ πυρὸς τὰ τῆς ἥττης εὑρίσκετο. Φλογὶκαὶ μάρτυρος δεξιᾷ συνεκροτεῖτο πάλη, ἀλλ' ἦντῆς δεξιᾶς καινή τις τῶν παλαισμάτων ἡ νίκη,τῆς μὲν φλογὸς διὰ μέσου τῆς χειρὸς ἐκπιπτούσης,τῆς χειρὸς δὲ ἔτι τεταμένης πρὸς πάλην. Ὢχειρὸς φιλονεικοτέρας πυρός! ὢ χειρὸς, κάμπτεσθαιπυρὶ μὴ μαθούσης! ὢ πυρὸς, ἡττᾶσθαι χειρὶ διδα-χθέντος! Σίδηρος τῇ τοῦ πυρὸς εἴκει τυραννίδιχαυνούμενος· χαλκὸς τῇ τοῦ πυρὸς παραχωρεῖ δυναστείᾳ· οἶδε τούτῳ καὶ λίθων ἀντιτυπία νικᾶσθαι.Ἀλλ' ὁ πάντα τοῦ πυρὸς βιαζόμενος τόνος μάρτυρος τὴν δεξιὰν τεταμένην οὐκ ἔκαμψε κατακαίων. Εἰκότως ἂν ὁ μάρτυς ἐπὶ τούτῳ πρὸς τὸνΔεσπότην βοήσειεν· Ἐκράτησας τῆς χειρὸς τῆςδεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με,καὶ μετὰ δόξης προσελάβου με. Τί σε, ὦ γενναῖετοῦ Χριστοῦ στρατιῶτα, προσείπω; Ἀνδριάντα κα-λέσω; Πολύ σε τῆς καρτερίας ἠλάττωσα. Τὸν μὲνγὰρ πῦρ μαλάττει δεξάμενον· σοῦ δὲ τὴν δεξιὰνὀφθῆναι μόνον κινουμένην οὐκ ἔπεισεν. Ἂν σιδηροῦνὀνομάσω, καὶ τὴν τοιαύτην τῆς σῆς ἀνδρίας εὑρίσκωλειπομένην εἰκόνα. Σὺ γὰρ μόνος ἔπεισας φλόγα μὴβιάζεσθαι χεῖρα· σὺ μόνος ἐκτήσω θυσιαστήριονδεξιάν· σὺ μόνος δεξιᾷ φλεγομένῃ τὰ τῶν δαιμόνωνἐῤῥάπισας πρόσωπα, καὶ τότε μὲν ἀπηνθρακωμένῃ