The Greek Library Author

Anonymous

In quadraginta martyres Sebastenses

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
In quadraginta martyres Sebastenses, MPG 31: 508–525.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg035.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

512

τοῦ κοινοῦ Σωτῆρος ἕκαστος ἑαυτὸν ἀνηγόρευον. Καὶ

τοῦτο ἐποίουν ἅπαντες, τῷ προλαβόντι ἑαυτὸν συν-

άπτων ὁ ἐφεξῆς. Ὥστε ἐγένετο πάντων προσηγορία

μία· οὐκέτι γὰρ ὁ δεῖνα, ἢ ὁ δεῖνα, ἀλλὰ Χριστιανοὶ

πάντες ἀνεκηρύττοντο. Τί οὖν ὁ κρατῶν τότε;

Δεινὸς γὰρ ἦν καὶ ποικίλος, τὰ μὲν θωπείαις ὑπελ-

θεῖν, τὰ δὲ ἀπειλαῖς παρατρέψαι. Πρῶτον μὲν αὐτοὺς

κατεγοήτευε ταῖς θωπείαις, τὸν τόνον τῆς εὐσεβείας

παραλύειν πειρώμενος. Μὴ προδῶτε ὑμῶν τὴν

νεότητα· μηδὲ θάνατον ἄωρον τῆς ἡδείας ταύτης

ζωῆς διαμείψητε. Ἄτοπον γὰρ τοὺς ἐν τοῖς πολέμοις

ἀριστεύειν συνειθισμένους τὸν τῶν κακούργων θάνα-

τον ἀποθνήσκειν. Πρὸς τούτοις χρήματα ὑπισχνεῖτο.

Τὰ δὲ ἐδίδου, τιμὰς ἐκ βασιλέως, καὶ ἀξιωμάτων

513

διανομὰς, καὶ μυρίαις αὐτοὺς ἐπινοίαις κατεστρα-

τήγει, Ὡς δὲ οὐκ ἐνεδίδοσαν πρὸς τὴν πεῖραν ταύ-

την, ἐπὶ τὸ ἕτερον εἶδος τῆς μηχανῆς μετῄει. Πληγὰς

αὐτοῖς, καὶ θανάτους, καὶ κολάσεων ἀνηκέστων πεῖ-

ραν ἐπανετείνετο. Καὶ ὁ μὲν τοιαῦτα, τὰ δὲ τῶν

μαρτύρων ὁποῖα; Τί, φησὶ, δελεάζεις ἡμᾶς, ὦ θεο-

μάχε, ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ δουλεύειν

δαίμοσιν ὀλεθρίοις, προτεινόμενος ἡμῖν τὰ σὰ ἀγαθά;

Τί τοσοῦτον δίδως, ὅσον ἀφελέσθαι σπουδάζεις; Μισῶ

δωρεὰν ζημίας πρόξενον· οὐ δέχομαι τιμὴν ἀτιμίας

μητέρα. Χρήματα δίδως τὰ ἀπομένοντα, δόξαν τὴν

ἀπανθοῦσαν. Γνώριμον ποιεῖς βασιλεῖ, ἀλλὰ τοῦ

ὄντος βασιλέως ἀλλοτριοῖς. Τί μικρολόγως ὀλίγα

τῶν ἐκ τοῦ κόσμου προτείνεις; Ὅλος ἡμῖν ὁ κόσμος

καταπεφρόνηται. Οὐκ ἔστιν ἡμῖν τῆς ἐπιθυμουμένης

ἐλπίδος ἀντάξια τὰ ὁρώμενα. Ὁρᾷς τὸν οὐρανὸν τοῦ-

τον, ὡς καλὸς ἰδεῖν, ὡς δὲ μέγας; καὶ τὴν γῆν,

ἡλίκη; καὶ τὰ ἐν αὐτῇ θαύματα; Οὐδὲν τούτων

ἐξισοῦται τῇ μακαριότητι τῶν δικαίων. Ταῦτα μὲν

γὰρ παρέρχεται· τὰ δὲ ἡμέτερα μένει. Μιᾶς ἐπι-

θυμῶ δωρεᾶς, τοῦ στεφάνου τῆς δικαιοσύνης· περὶ

μίαν δόξαν ἐπτόημαι, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρα-

νῶν. Φιλότιμός εἰμι πρὸς τὴν ἄνω τιμήν· κόλασιν

δέδοικα τὴν ἐν τῇ γεέννῃ. Πῦρ ἐκεῖνό μοι φοβερόν·

τὸ δὲ παρ' ὑμῶν ἀπειλούμενον ὁμόδουλόν ἐστιν. Οἶδεν

αἰδεῖσθαι τοὺς εἰδώλων καταφρονοῦντας. Βέλη νη-

πίων λογίζομαι τὰς πληγὰς ὑμῶν. Σῶμα γὰρ τύπτεις·

ὅπερ, ἐὰν μὲν ἐπὶ πλεῖον ἀντίσχῃ, λαμπρότερον

στεφανοῦται, ἐὰν δὲ θᾶττον ἀπαγορεύση, οἴχεται

ἀπαλλαγὲν δικαστῶν οὕτω βιαίων, οἳ, σωμάτων

ὑπηρεσίαν παραλαβόντες, ἔτι καὶ τῶν ψυχῶν κατ-

άρχειν φιλονεικεῖτε· οἵ γε, εἰ μὴ καὶ τοῦ Θεοῦ ἡμῶν

προτιμηθείητε, ὡς τὰ ἔσχατα ὑβρισμένοι παρ' ἡμῶν,

χαλεπαίνετε, καὶ τὰς φοβερὰς ταύτας κολάσεις ἐπ-

ανατείνεσθε, ἔγκλημα ἡμῖν ἐπάγοντες τὴν εὐσέβειαν.

Ἀλλὰ γὰρ οὐ δειλοῖς, οὐδὲ φιλοζώοις, οὐδ' εὐκατα-

πλήκτοις ἐντεύξεσθε, ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης.

Οἵδε ἡμεῖς καὶ τροχίζεσθαι, καὶ στρεβλοῦσθαι,

καὶ καταπίμπρασθαι, καὶ πᾶν εἶδος βασανιστηρίων

ἕτοιμοι καταδέχεσθαι.

Ἐπεὶ δὲ τούτων ἤκουσεν ὁ ἀλαζὼν ἐκεῖνος καὶ

βάρβαρος, οὐκ ἐνεγκὼν τῶν ἀνδρῶν τὴν παῤῥησίαν,

ὑπερζέσας τῷ θυμῷ, ἐσκόπει τίνα ἂν ἐξεύροι μηχα-

νὴν, ὥστε μακρόν τε αὐτοῖς καὶ πικρὸν ὁμοῦ κατα-

σκευάσαι τὸν θάνατον. Εὗρε δὴ οὖν ἐπίνοιαν, καὶ

σκοπεῖτε ὡς χαλεπήν. Περισκεψάμενος γὰρ τὴν φύσιν

τῆς χώρας, ὅτι κρυμώδης, καὶ τὴν ὥραν τοῦ ἔτους,

ὅτι χειμέριος, νύκτα ἐπιτηρήσας ἐν ᾗ μάλιστα τὸ

516

δεινὸν ἐπιτείνεται, ἄλλως δὲ καὶ τότε βορέου

αὐτὴν ἐπιπνέοντος, ἐκέλευσε πάντας γυμνωθέντας

ὑπὸ τὸ αἴθριον ἐν μέσῃ τῇ πόλει πηγνυμένους ἀπο-

θανεῖν. Πάντως δὲ ἴστε, οἱ πεπειραμένοι χει-

μῶνος, ὡς ἀφόρητόν ἐστι τῆς βασάνου τὸ εἶδος. Οὐδὲ

γὰρ δυνατὸν ἄλλοις ἐνδείξασθαι ἢ τοῖς προαποκεί-

μενα ἔχουσιν ἐκ τῆς πείρας αὐτῆς τῶν λεγομένων

τὰ ὑποδείγματα. Σῶμα γὰρ κρύει παραπεσὸν πρῶτον

μὲν ὅλον ἐστὶ πελιδνὸν, πηγνυμένου τοῦ αἵματος·

ἔπειτα κλονεῖται καὶ ἀναβράσσεται, ὀδόντων ἀρασ-

σομένων, σπωμένων δὲ τῶν ἰνῶν, καὶ παντὸς τοῦ

ὄγκου ἀπροαιρέτως συνελκομένου. Ὀδύνη δέ τις δρι-

μεῖα, καὶ πόνος ἄῤῥητος αὐτῶν καθικνούμενος τῶν

μυελῶν, δυσφορωτάτην ποιεῖται τοῖς πηγνυμένοις

τὴν αἴσθησιν. Ἔπειτα ἀκρωτηριάζεται, ὥσπερ

ἀπὸ πυρὸς, καιομένων τῶν ἄκρων. Ἀποδιωκόμενον

γὰρ τὸ θερμὸν ἀπὸ τῶν περάτων τοῦ σώματος, καὶ

συμφεῦγον ἐπὶ τὸ βάθος, τὰ μὲν, ὅθεν ἀπέστη, νεκρὰ

καταλείπει, τὰ δὲ, ἐφ' ἃ συνωθεῖται, ὀδύναις δί-

δωσι, κατὰ μικρὸν τοῦ θανάτου διὰ τῆς πήξεως

προσιόντος. Τότε τοίνυν αἴθριοι διανυκτερεύειν

κατεδικάσθησαν, ὅτε λίμνη μὲν, περὶ ἣν ἡ πόλις

κατῴκισται, ἐν ᾗ ταῦτα διήθλουν οἱ ἅγιοι, οἷόν τι

πεδίον ἱππήλατον ἦν, μεταποιήσαντος αὐτὴν τοῦ

κρυστάλλου· καὶ ἠπειρωθεῖσα τῷ κρύει, ἀσφαλῶς

ὑπὲρ νῶτον πεζεύειν παρείχετο τοῖς περιοίκοις·

ποταμοὶ δὲ ἀένναα ῥέοντες, τῷ κρυστάλλῳ δεθέντες,

τῶν ῥείθρων ἔστησαν· ἥ τε ἁπαλὴ τοῦ ὕδατος

φύσις πρὸς τὴν τῶν λίθων ἀντιτυπίαν μετεποιήθη·

βορέου δὲ δριμεῖαι πνοαὶ τὸ ἔμψυχον ἅπαν ἐπὶ τὸν

θάνατον ἤπειγον.

Τότε τοίνυν ἀκούσαντες τοῦ προστάγματος (καὶ

σκόπει μοι ἐνταῦθα τῶν ἀνδρῶν τὸ ἀήττητον), με-

τὰ χαρᾶς ἀποῤῥίψαντες ἕκαστος καὶ τὸν τελευταῖον

χιτῶνα, πρὸς τὸν διὰ τοῦ κρύους ἐχώρουν θάνατον,

ὥσπερ ἐν σκύλων διαρπαγῇ ἀλλήλοις ἐγκελευόμενοι.

517

Μὴ γὰρ ἱμάτιον, φησὶν, ἀποδυόμεθα, ἀλλὰ τὸν πα-

λαιὸν ἄνθρωπον ἀποτιθέμεθα, τὸν φθειρόμενον κατὰ

τὰς ἐπιθυμίας τῆς ἀπάτης. Εὐχαριστοῦμέν σοι,

Κύριε, τῷ ἱματίῳ τούτῳ τὴν ἁμαρτίαν συναποβάλ-

λοντες. Ἐπειδὴ διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ τὸν

Χριστὸν ἐκδυσώμεθα. Μὴ ἀντισχώμεθα ἱματίων διὰ

τὸν παράδεισον ὃν ἀπωλέσαμεν. Τί ἀνταποδῶμεν τῷ

Κυρίῳ; Ἐξεδύθη ἡμῶν καὶ ὁ Κύριος. Τί μέγα δούλῳ

τὰ τοῦ Δεσπότου παθεῖν; Μᾶλλον δὲ καὶ αὐτὸν τὸν

Κύριον ἡμεῖς ἐσμεν οἱ ἐκδύσαντες. Στρατιωτῶν γὰρ

ἐκεῖνο τὸ τόλμημα, ἐκεῖνοι ἐξέδυσαν καὶ διεμερίσαντο

τὰ ἱμάτια. Ἀνάγραπτον οὖν ἡμῶν κατηγορίαν δι'

ἑαυτῶν ἀπαλείψωμεν. Δριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς

ὁ παράδεισος· ἀλγεινὴ ἡ πῆξις, ἀλλ' ἡδεῖα ἡ ἀνά-

παυσις. Μικρὸν ἀναμείνωμεν, καὶ ὁ κόλπος ἡμᾶς

θάλψει τοῦ πατριάρχου. Μιᾶς νυκτὸς ὅλον αἰῶνα

ἀνταλλαξώμεθα. Καυθήτω ὁ ποῦς, ἵνα διηνεκῶς

μετ' ἀγγέλων χορεύῃ· ἀποῤῥυήτω ἡ χεὶρ, ἵνα ἔχῃ

παῤῥησίαν πρὸς τὸν Δεσπότην ἐπαίρεσθαι. Πόσοι τῶν

στρατιωτῶν τῶν ἡμετέρων ἐπὶ παρατάξεως ἔπε-

σον, βασιλεῖ φθαρτῷ τὴν πίστιν φυλάττοντες;

ἡμεῖς δὲ ὑπὲρ τῆς εἰς τὸν ἀληθινὸν βασιλέα πίστεως

τὴν ζωὴν ταύτην οὐ προησόμεθα; Πόσοι τὸν τῶν

κακούργων ὑπέστησαν θάνατον, ἁλόντες ἐπ' ἀδική-

μασιν; ἡμεῖς δὲ ὑπὲρ δικαιοσύνης τὸν θάνατον οὐχ

ὑποίσομεν; Μὴ ἐκκλίνωμεν, ὦ συστρατιῶται, μὴ

δῶμεν νῶτα τῷ διαβόλῳ. Σάρκες εἰσὶ, μὴ φει-

σώμεθα· ἐπειδὴ δεῖ πάντως ἀποθανεῖν, ἀποθάνωμεν

ἵνα ζήσωμεν. Γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν

σου, Κύριε· καὶ προσδεχθείημεν, ὡς θυσία

ζῶσα, εὐάρεστός σοι, τῷ κρύει τούτῳ ὁλοκαυτού-

μενοι, καλὴ ἡ προσφορὰ, καινὸν τὸ ὁλοκαύτωμα, οὐ

διὰ πυρὸς, ἀλλὰ διὰ κρύους ὁλοκαρπούμενον. Τούτους

τοὺς παρακλητικοὺς ἐνδιδόντες ἀλλήλοις, καὶ ἄλλος

ἄλλῳ ἐγκελευόμενοι, ὥσπερ τινὰ προφυλακὴν ἐν πο-

λέμῳ πληροῦντες, τὴν νύκτα παρέπεμπον, φέ-

ροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπι-

ζομένοις, καταγελῶντες τοῦ ἀντιπάλου. Μία δὲ ἦν

520

πάντων εὐχή. Τεσσαράκοντα εἰσήλθομεν εἰς τὸ στά-

διον, οἱ τεσσαράκοντα στεφανωθείημεν, Δέσποτα. Μὴ

λείψῃ τῷ ἀριθμῷ μηδὲ εἷς. Τίμιός ἐστιν, ὃν ἐτίμησας

τῇ νηστείᾳ τῶν τεσσαράκοντα ἡμερῶν, δι' οὗ νομο-

θεσία εἰσῆλθεν εἰς τὸν κόσμον. Τεσσαράκοντα ἡμέ-

ραις ἐν νηστείᾳ Ἠλίας ἐκζητήσας τὸν Κύριον,

τῆς θέας ἔτυχεν. Καὶ ἡ μὲν ἐκείνων εὐχὴ τοιαύτη·

εἷς δὲ τοῦ ἀριθμοῦ, ὀκλάσας πρὸς τὰ δεινὰ, λειπο-

τακτήσας ᾤχετο, πένθος ἀμύθητον τοῖς ἁγίοις κατα-

λιπών. Ἀλλ' οὐ γὰρ ἀφῆκεν αὐτῶν ἀτελεῖς γενέσθαι

τὰς δεήσεις ὁ Κύριος. Ὁ γὰρ τὴν φυλακὴν τῶν

μαρτύρων πεπιστευμένος, ἐγγύθεν ἀπό τινος γυ-

μνασίου διαθαλπόμενος, ἀπεσκόπει τὸ μέλλον,

ἕτοιμος προσδέχεσθαι τῶν στρατιωτῶν τοὺς προσ-

φεύγοντας. Καὶ γὰρ αὖ καὶ τοῦτο, ἐγγύθεν εἶναι

λουτρὸν, ἐπενοήθη, ὀξεῖαν τὴν βοήθειαν τοῖς μετα-

βαλλομένοις ἐπαγγελλόμενον. Ὅπερ μέντοι τοῖς

ἐναντίοις κακούργως ἐπενοήθη, τοιοῦτον ἐξευρεῖν

τῆς ἀθλήσεως τόπον, ἐν ᾧ τὸ ἕτοιμον τῆς παραμυ-

θίας ἐκλύειν ἔμελλε τῶν ἀγωνιζομένων τὴν ἔνστασιν·

τοῦτο λαμπροτέραν ἐδείκνυε τὴν ὑπομονὴν τῶν

μαρτύρων. Οὐ γὰρ ὁ ἀπορῶν τῶν ἀναγκαίων καρτε-

ρικὸς, ἀλλ' ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν

τοῖς δεινοῖς.

Ὡς δὲ οἱ μὲν ἠγωνίζοντο, ὁ δὲ ἐπετήρει τὸ

ἐκβησόμενον, εἶδε θέαμα ξένον, δυνάμεις τινὰς ἐξ

οὐρανῶν κατιούσας, καὶ οἷον παρὰ βασιλέως δωρεὰς

μεγάλας διανεμούσας τοῖς στρατιώταις· αἳ τοῖς μὲν

ἄλλοις πᾶσι διῄρουν τὰ δῶρα, ἕνα δὲ μόνον ἀφῆκαν

ἀγέραστον, ἀνάξιον κρίνασαι τῶν οὐρανίων τιμῶν·

ὃς εὐθὺς, πρὸς τοὺς πόνους ἀπαγορεύσας, πρὸς τοὺς

ἐναντίους ἀπηυτομόλησεν. Ἐλεεινὸν θέαμα τοῖς δι-

καίοις ὁ στρατιώτης φυγὰς, ὁ ἀριστεὺς αἰχμάλωτος,

τὸ Χριστοῦ πρόβατον θηριάλωτον· καὶ τό γε ἐλεεινό-

τερον, ὅτι καὶ τῆς αἰωνίου ζωῆς διήμαρτε, καὶ οὐδὲ

ταύτης ἀπήλαυσεν, εὐθὺς αὐτῷ τῆς σαρκὸς ἐν τῇ

προσβολῇ τῆς θέρμης διαλυθείσης. Καὶ ὁ μὲν φιλό-

ζωος ἔπεσεν ἀνομήσας διακενῆς· ὁ δὲ δήμιος, ὡς

εἶδεν αὐτὸν ἐκκλίναντα, καὶ πρὸς τὸ βαλανεῖον

ἀποδραμόντα, ἑαυτὸν εἰς τὴν τοῦ λειποτακτήσαντος

χώραν ἀντικατέστησε, καὶ ῥίψας τὰ περιβόλαια, τοῖς

γυμνοῖς ἑαυτὸν ἐγκατέμιξε, κράζων τὴν αὐτὴν βοὴν

τοῖς ἁγίοις· Χριστιανός εἰμι. Καὶ τῷ ἀθρόῳ τῆς

μεταβολῆς ἐκπλήξας τοὺς συμπαρόντας, τόν τε

ἀριθμὸν ἀνεπλήρωσε, καὶ τὴν ἐπὶ τῷ καταμαλακι-

σθέντι λύπην τῇ παρ' ἑαυτοῦ προσθήκῃ παρεμυθή-

σατο, μιμησάμενος τοὺς ἐπὶ παρατάξεως, οἳ, τοῦ

κατὰ τὴν πρώτην ἀσπίδα πεσόντος, εὐθὺς ἀναπλη-

ροῦσι τὴν φάλαγγα, ὡς μὴ τὸν συνασπισμὸν αὐτοῖς

διακοπῆναι τῷ λείποντι. Τοιοῦτον δή τι καὶ αὐτὸς

ἐποίησεν. Εἶδε τὰ οὐράνια θαύματα, ἐπέγνω τὴν

521

ἀλήθειαν, προσέφυγε τῷ Δεσπότῃ, συνηριθμήθη τοῖς

μάρτυσι. Τὰ τῶν μαθητῶν ἀνενεώσατο. Ἀπῆλθεν

Ἰούδας, καὶ ἀντεισήχθη Ματθίας. Μιμητὴς ἐγένετο

Παύλου, ὁ χθὲς διώκτης, σήμερον εὐαγγελιζόμενος.

Ἄνωθεν ἔσχε καὶ αὐτὸς τὴν κλῆσιν, Οὐκ ἀπ' ἀν-

θρώπων, οὐδὲ δι' ἀνθρώπου. Ἐπίστευσεν εἰς τὸ

ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐβαπτίσθη

εἰς αὐτὸν, οὐχ ὑπὸ ἄλλου, ἀλλ' ὑπὸ τῆς οἰκείας πί-

στεως· οὐκ ἐν ὕδατι, ἀλλ' ἐν τῷ ἰδίῳ αἵματι.

Καὶ οὕτως, ἡμέρας ἀρχομένης, ἔτι ἐμπνέοντες

τῷ πυρὶ παρεδόθησαν, καὶ τὰ τοῦ πυρὸς λεί-

ψανα ἐπὶ τὸν ποταμὸν ἀπεῤῥίφη· ὥστε διὰ πάσης

τῆς κτίσεως διεξελθεῖν τῶν μακαρίων τὴν ἄθλησιν.

Ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν,

τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο.

Ἐκείνων ἐστὶν ἡ φωνή· Διήλθομεν διὰ πυρὸς καὶ

ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὗτοί

εἰσιν οἱ τὴν καθ' ἡμᾶς χώραν διαλαβόντες, οἱονεὶ

πύργοι τινὲς συνεχεῖς, ἀσφάλειαν ἐκ τῆς τῶν ἐναν-

τίων καταδρομῆς παρεχόμενοι, οὐχ ἑνὶ τόπῳ ἑαυ-

τοὺς κατακλείσαντες, ἀλλὰ πολλοῖς ἤδη ἐπιξε-

νωθέντες χωρίοις, καὶ πολλὰς πατρίδας κατακοσμή-

σαντες. Καὶ τὸ παράδοξον, οὐ καθ' ἕνα διαμερισθέν-

τες τοῖς δεχομένοις ἐπιφοιτῶσιν· ἀλλ' ἀναμι-

χθέντες ἀλλήλοις, ἡνωμένως χορεύουσιν. Ὢ τοῦ θαύ-

ματος! Οὔτε ἐλλείπουσι τῷ ἀριθμῷ, οὔτε πλεονα-

σμὸν ἐπιδέχονται. Ἐὰν εἰς ἑκατὸν αὐτοὺς διέλῃς,

τὸν οἰκεῖον ἀριθμὸν οὐκ ἐκβαίνουσιν· ἐὰν εἰς ἓν συν-

αγάγῃς, τεσσαράκοντα καὶ οὕτω μένουσι, κατὰ τὴν

τοῦ πυρὸς φύσιν. Καὶ γὰρ ἐκεῖνο καὶ πρὸς τὸν ἐξ-

άπτοντα μεταβαίνει, καὶ ὅλον ἐστὶ παρὰ τῷ ἔχοντι·

καὶ οἱ τεσσαράκοντα καὶ πάντες εἰσὶν ὁμοῦ, καὶ

πάντες εἰσὶ παρ' ἑκάστῳ. Ἡ ἄφθονος εὐεργεσία, ἡ

μὴ δαπανωμένη χάρις· ἑτοίμη βοήθεια Χριστιανοῖς,

ἐκκλησία μαρτύρων, στρατὸς τροπαιοφόρων, χορὸς

δοξολογούντων. Πόσα ἂν ἔκαμες, ἵνα ἕνα που εὕ-

524

ρῃς ὑπὲρ σοῦ δυσωποῦντα τὸν Κύριον; Τεσσαράκοντά

εἰσι, σύμφωνον ἀναπέμποντες προσευχήν. Ὅπου δύο

ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου,

ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Ὅπου δὲ τεσσαράκοντα,

τίς ἀμφιβάλλει Θεοῦ παρουσίαν; Ὁ θλιβόμενος ἐπὶ

τοὺς τεσσαράκοντα καταφεύγει, ὁ εὐφραινόμενος ἐπ'

αὐτοὺς ἀποτρέχει· ὁ μὲν, ἵνα λύσιν εὕρῃ τῶν

δυσχερῶν· ὁ δὲ, ἵνα φυλαχθῇ αὐτῷ τὰ χρηστότερα.

Ἐνταῦθα γυνὴ εὐσεβὴς ὑπὲρ τέκνων εὐχομένη κα-

ταλαμβάνεται, ἀποδημοῦντι ἀνδρὶ τὴν ἐπάνοδον αἰ-

τουμένη, ἀῤῥωστοῦντι τὴν σωτηρίαν. Μετὰ μαρτύ-

ρων γενέσθω τὰ αἰτήματα ὑμῶν. Οἱ νεανίσκοι τοὺς

ἡλικιώτας μιμείσθωσαν· οἱ πατέρες, τοιούτων εἶναι

παίδων πατέρες εὐχέσθωσαν· αἱ μητέρες, καλῆς

μητρὸς διήγημα διδαχθήτωσαν. Μήτηρ ἑνὸς

τῶν μακαρίων ἐκείνων, θεασαμένη τοὺς ἄλλους ἤδη

τῷ κρύει τελειωθέντας, τὸν δὲ ἑαυτῆς υἱὸν ἔτι

ἐμπνέοντα ὑπό τε ῥώμης καὶ τῆς πρὸς τὰ δεινὰ καρ-

τερίας, καταλιμπανόντων αὐτὸν τῶν δημίων ὡς δυ-

νάμενόν γε μεταβουλεύσασθαι, αὐτὴ ταῖς οἰκείαις

χερσὶν ἀραμένη, ἐπέθηκε τῇ ἁμάξῃ, ἐφ' ἧς οἱ λοιποὶ

συγκείμενοι πρὸς τὴν πυρὰν ἤγοντο, μάρτυρος ὄντως

μήτηρ. Οὐ γὰρ δάκρυον ἀφῆκεν ἀγεννές· οὐδ'

ἐφθέγξατο ταπεινόν τι καὶ ἀνάξιον τοῦ καιροῦ· ἀλλ',

Ἄπιθι, φησὶν, ὦ παῖ, τὴν ἀγαθὴν πορείαν μετὰ τῶν

ἡλικιωτῶν, μετὰ τῶν συσκήνων· μὴ ἀπολειφθῇς τῆς

χορείας· μὴ δεύτερος τῶν ἄλλων ἐμφανισθῇς τῷ Δεσπό-

τῃ. Ὄντως ἀγαθῆς ῥίζης ἀγαθὸν βλάστημα. Ἔδειξεν ἡ

γενναία μήτηρ, ὅτι δόγμασιν εὐσεβείας ἐξέθρεψεν αὐτὸν

μᾶλλον ἢ γάλακτι. Καὶ ὁ μὲν οὕτω τραφεὶς οὕτω προεπ-

έμφθη παρὰ μητρὸς εὐσεβοῦς· ὁ δὲ διάβολος ἀπῆλθε κατ-

ῃσχυμμένος. Ἅπασαν γὰρ ἐπ' αὐτοὺς κινήσας τὴν

κτίσιν, πάντα εὗρεν ἡττώμενα τῆς τῶν ἀνδρῶν ἀρε-

τῆς, νύκτα δυσήνεμον, πατρίδα χειμέριον, τὴν ὥραν

τοῦ ἔτους, τῶν σωμάτων τὴν γύμνωσιν. Ὢ χορὸς

ἅγιος! ὢ σύνταγμα ἱερόν! ὢ συνασπισμὸς ἀῤ-

ῥαγής! ὢ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώ-

πων! ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεως συνερ-

γοὶ, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμέ-

νης, ἄνθη τῶν Ἐκκλησιῶν. Ὑμᾶς οὐχ ἡ γῆ κατ-

έκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο· ἠνοίγησαν ὑμῖν

παραδείσου πύλαι. Ἄξιον θέαμα τῇ στρατιᾷ τῶν

ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δι-

καίοις, ἄνδρες ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος, τοῦ

βίου καταφρονήσαντες, ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα τὸν

Κύριον ἀγαπήσαντες. Αὐτὸ τῆς ἡλικίας ἄγοντες τὸ

525

βιώσιμον, ὑπερεῖδον τῆς προσκαίρου ζωῆς, ἵνα δοξά-

σωσι τὸν Θεὸν ἐν τοῖς μέλεσιν ἑαυτῶν· θέατρον γε-

νόμενοι τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις,

τοὺς πεπτωκότας ἤγειραν, τοὺς ἀμφιβόλους ἐβεβαιώ-

σαντο, τοῖς εὐσεβέσι τὴν ἐπιθυμίαν ἐδιπλασίασαν.

Ἒν ὑπὲρ τῆς εὐσεβείας ἅπαντες ἀναστήσαντες τρόπαιον. ἑνὶ καὶ τῷ στεφάνῳ τῆς δικαιοσύνης κατεκο-

σμήθησαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

{ΟΜΙΛΙΑ Κʹ.}{Περὶ ταπεινοφροσύνης.} Ὤφειλεν ἄνθρωπος ἐν τῇ παρὰ Θεῷ δόξῃ μεμε-νηκέναι, καὶ εἶχεν ἂν ὕψος οὐκ ἐπίπλαστον, ἀλλ' ἀλη-θινὸν, δυνάμει Θεοῦ μεγαλυνόμενος, σοφίᾳ θείᾳ φαι-δρυνόμενος, αἰωνίᾳ ζωῇ καὶ τοῖς ἀγαθοῖς εὐφραινό-μενος. Ἐπειδὴ δὲ τὴν τῆς θείας δόξης ἐπιθυμίανμετέθηκε, καὶ μείζονα προσδοκήσας, καὶ σπεύσαςὅπερ οὐκ ἐδύνατο λαβεῖν, ἀπώλεσεν ὅπερ ἔχειν ἐδύ-νατο· μεγίστη σωτηρία αὐτῷ, καὶ τῆς νόσου θερα-πεία, καὶ πρὸς τὸ ἐξ ἀρχῆς ἐπάνοδος, ἀτυφία, καὶ τὸμὴ φαντάζεσθαι δόξης τινὸς περιβολὴν δι' ἑαυτοῦ,ἀλλὰ ζητεῖν παρὰ Θεοῦ. Οὕτω γὰρ διορθώσει τὸπταῖσμα, οὕτως ἰάσεται τὸ νόσημα· οὕτως ἀναδρα-μεῖται πρὸς τὴν ἱερὰν, ἣν κατέλιπεν, ἐντολήν. Ἀλλ'ὁ καταβαλὼν ἐλπίδι δόξης ψευδοῦς τὸν ἄνθρωπονδιάβολος οὐ παύεται τοῖς αὐτοῖς ἐρεθίσμασιν ἐκκα-λούμενος, καὶ μυρία μηχανήματα πρὸς τοῦτο ἐξευ-ρίσκων· μέγα μὲν ἐπιδεικνὺς αὐτῷ, χρημάτων περι-βολὴν, ἵνα ἐπὶ τούτῳ μεγαλύνηται καὶ περὶ τοῦτοσπουδάζῃ· ὅπερ ἐστὶν οὐδὲν μὲν εἰς δόξαν, μέγα δὲεἰς κίνδυνον. Χρημάτων γὰρ πορισμὸς πλεονεξίαςμὲν ὑπόθεσις· κτῆσις δὲ οὐδὲν εἰς εὐδοξίαν· ἀλλὰμάτην τυφλοῖ, διακενῆς ἐπαίρει, φλεγμονῇ τινι πα-ραπλήσιον πάθος ἐργάζεται περὶ τὴν ψυχήν. Οὐ γὰρὑγιὴς ὄγκος οὐδὲ ὠφέλιμος ὁ τῶν φλεγμαινόντωνσωμάτων, ἀλλὰ νοσώδης, ἐπιβλαβὴς, ἀρχὴ κινδύνου,καὶ πρόφασις ἀπωλείας. Τοιοῦτο καὶ περὶ ψυχὴνὑπερηφανία. Καὶ γὰρ οὐ μόνον ἐπὶ χρήμασιν ἔπαρ-σις γίνεται, οὐδὲ μόνον ταῖς ἀπὸ τῶν χρημάτωνκομπώδεσι διαίταις τε καὶ περιβολαῖς ἐπαίρονται ἄν-θρωποι, πολυτελεῖς ὑπὲρ τὴν χρείαν παρατιθέμενοιτραπέζας τρυφηλὰς, οὐκ ἀναγκαίας περιβαλλόμενοιτὰς ἐσθῆτας, οἴκων μεγέθη κατασκευάζοντες καὶκάλλει ποικίλλοντες, οἰκετῶν ἀκολούθων πλήθη καὶκολάκων ἀναριθμήτων ἐξηρτημένοι συστήματα· ἀλλὰκαὶ χειροτονητοῖς ἀξιώμασιν ὑπὲρ φύσιν ὑψοῦνται. Εἰδῆμος ἀξίωμα δῷ· εἴ τινος προεδρίας ἀξιώσειε, καὶτὸ τῆς ὑπεροχῆς ἀξίωμα ψηφίσαιτο αὐτῷ· καὶ ἐν-ταῦθα δὴ, καθάπερ ὑπερβάλλοντες τὴν ἀνθρώπειονφύσιν, μόνον τὴν οὐκ ἐπὶ νεφελῶν ἱδρῦσθαι νο-μίζουσι, πάτημα τοὺς ὑποκειμένους ἀνθρώπους ἡγού-μενοι, καὶ κατὰ τῶν τὴν ἀξίαν δεδωκότων αὐτοῖς ἐπαι-ρόμενοι, καὶ δι' ὧν εἶναι δοκοῦσί τινες, κατὰ τούτωνἀλαζονευόμενοι· πρᾶγμα πλῆρες ἀνοίας ὑπομένοντες,ὀνείρου σαθροτέραν ἔχοντες δόξαν, καὶ ματαιοτέραν φα-σμάτων νυκτερινῶν περιβεβλημένοι λαμπρότητα, νεύ-ματι δήμου συνισταμένην, καὶ νεύματι διαλυομένην.Οἷος ἦν ὁ παράφρων ἐκεῖνος, ὁ τοῦ Σολομῶντος υἱὸς,ὁ νέος τὴν ἡλικίαν, καὶ τὰς φρένας νεώτερος, ὁ τῷδήμῳ ζητοῦντι πραοτέραν ἡγεμονίαν ἀπειλήσας χα-λεπωτέραν, καὶ διὰ τῆς ἀπειλῆς ἀπολέσας τὴν βασι-λείαν, δι' ἧς προσεδόκησε βασιλικώτερος ὀφθήσεσθαι,διὰ ταύτης καθαιρεθεὶς ἧς εἶχεν ἀξίας. Θρασύνει δὲἄνθρωπον καὶ χειρῶν δύναμις, καὶ τάχος ποδῶν, καὶσώματος εὐμορφία· νόσων παραναλώματα, καὶ χρό-νου δαπανήματα· καὶ οὐκ αἰσθάνεται, ὅτι Πᾶσασὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄν-θος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθοςἐξέπεσε. Τοιαῦται γιγάντων ἐπὶ δυνάμει ἀλαζο-νεῖαι, καὶ Γολιὰθ ἀνοήτου φρόνημα θεομάχον, καὶὁ κάλλει μέγα φρονῶν Ἀδωνίας, καὶ μεγέθει κόμηςἐπαιρόμενος Ἀβεσσαλώμ. Ὃ δὲ δοκεῖ τῶν ἄλλων τῶν ὑπαρχόντων ἀνθρώ-ποις καλῶν μέγιστον εἶναι καὶ βεβαιότερον, ἡ σοφίακαὶ ἡ φρόνησις, καὶ τοῦτο ματαῖον ἔχει τὴνἔπαρσιν, καὶ ὕψος οὐκ ἀληθὲς παρασκευάζει· τῆςπαρὰ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν τούτων λογιζο-μένων. Διαπίπτει μὲν γὰρ αὐτῷ τῷ διαβόλῳ τὸ κατὰτοῦ ἀνθρώπου σόφισμα, καὶ καθ' ἑαυτοῦ τεχνάσαςἔλαθεν ὃ κατὰ τοῦ ἀνθρώπου μεμηχάνηται, οὐδὲντοσοῦτον ἐκεῖνον ζημιώσας, ὂν ἤλπισεν ἀπαλλοτριώ-σειν Θεοῦ καὶ ζωῆς αἰωνίου, ὅσον ἑαυτὸν προδοὺς,ἀποστάτης Θεοῦ γεγονὼς, καὶ θανάτῳ καταδικασθεὶςαἰωνίῳ. Καὶ τὴν κατὰ τοῦ Κυρίου στήσας παγίδα,διὰ ταύτης ἑάλω, σταυρωθεὶς ἐν ᾧ σταυρώσειν προσ-εδόκησε, καὶ ἀποθανὼν ἐν ᾧ τὸν Κύριον ἤλπισενἀναιρήσειν θανάτῳ. Εἰ δὲ ὁ τοῦ κόσμου ἄρχων, ὁπρῶτος καὶ μέγιστος καὶ ἀόρατος τῆς κοσμικῆς σο-φίας σοφιστὴς, ἁλίσκεται τοῖς ἑαυτοῦ σοφίσμασιν, εἰςτὴν ἐσχάτην περιιστάμενος ἀφροσύνην, πολλῷ μᾶλ-λον οἱ ἐκείνου μαθηταὶ καὶ ζηλωταὶ, κἂν μυρία σο-φίσωνται, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.Κατασοφίζεται Φαραὼ ἐπ' ὀλέθρῳ Ἰσραήλ· ἀλλ'ἔλαθεν ὁ κατασοφισμὸς αὐτῷ διαλυθεὶς, ὅθεν οὐ προσ-εδόκησε. Καὶ βρέφος ἐκτεθὲν διὰ τὸ πρόσταγμα αὐτοῦεἰς θάνατον λανθάνει τρεφόμενον ἐπὶ τῆς οἰκίας τῆςβασιλικῆς, καὶ καθαιροῦν τὴν ἐκείνου δύναμιν καὶτὴν τοῦ παντὸς ἔθνους, καὶ τὸν Ἰσραὴλ ἐξάγον εἰςσωτηρίαν. Ὁ δὲ ἀνδροφόνος Ἀβιμέλεχ, ὁ τοῦ Γε-δεὼν νόθος υἱὸς, ὁ τοὺς ἑβδομήκοντα παῖδας τοὺςγνησίους ἀποκτείνας, καὶ σοφὸν τοῦτο νομίσας ἐξευ-ρηκέναι πρὸς τὸ βεβαίως τὴν βασιλείαν κατασχεῖν,συντρίβει μὲν τοὺς συνεργοὺς αὐτῷ τοῦ φόνου γενο-μένους, συντρίβεται δὲ ὑπ' αὐτῶν· καὶ τέλος ἀπόλ-λυται χειρὶ γυναικὸς καὶ λίθου βολῇ. Καὶ ἐσοφίσαντοπάντες Ἰουδαῖοι κατὰ τοῦ Κυρίου βούλευμα ὀλέθριον,ἑαυτοῖς λέγοντες· Ἐὰν ἀφῶμεν οὕτως, πάντεςπιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥω-μαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος.Ἐκ τούτου τοῦ βουλεύματος ἐπὶ τὴν Χριστοκτονίανἐλθόντες, ὡς τὸ ἔθνος αὐτοὶ καὶ τὴν χώραν διασώσον-τες, ἀπολώλασι δι' ὧν ἐβουλεύσαντο, καὶ ἐκ τῆς χώ-ρας ἀνάστατοι, καὶ τῶν νόμων ἀλλότριοι καὶ τῆς λα-τρείας γεγενημένοι. Καὶ ὅλως ἐν μυρίοις ἄν τις κα-ταμάθοι παραδείγμασι σαθρὸν τὸ τῆς ἀνθρωπί-νης σοφίας πλεονέκτημα, μικρόν τε καὶ ταπεινὸνμᾶλλον ἢ μέγα καὶ ὑψηλόν. Ὥστε οὐδεὶς εὖ φρονῶν, οὔτε ἐπὶ τῇ σοφίᾳ τῇἑαυτοῦ μέγα φρονήσει, οὔτε ἐπὶ τοῖς ἄλλοις τοῖςπροειρημένοις, ἀλλὰ πεισθήσεται τῇ καλλίστῃ παραι-νέσει τῆς μακαρίας Ἄννης καὶ τοῦ προφήτου Ἱερε-μίου· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ,καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ,καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐ-τοῦ. Ἀλλὰ τί τὸ καύχημα τὸ ἀληθές; καὶ ἐν τίνιμέγας ὁ ἄνθρωπος; Ἐν τούτῳ, φησὶ, καυχάσθω ὁκαυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν, ὅτιἐγὼ Κύριος. Τοῦτο ὕψος ἀνθρώπου, τοῦτο δόξα καὶμεγαλειότης, ἀληθῶς γνῶναι τὸ μέγα, καὶ τούτῳπροσφύεσθαι, καὶ δόξαν τὴν παρὰ τοῦ Κυρίου τῆςδόξης ἐπιζητεῖν. Λέγει δὲ ὁ Ἀπόστολος· Ὁ καυχώ-μενος, ἐν Κυρίῳ καυχάσθω, λέγων ὅτι Χριστὸςἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶἁγιασμὸς καὶ ἀπολύτρωσις· ἵνα καθὼς γέγραπται,Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Αὕτη γὰρ δὴἡ τελεία καὶ ὁλόκληρος καύχησις ἐν Θεῷ, ὅτε μήτεἐπὶ δικαιοσύνῃ τις ἐπαίρεται τῇ ἑαυτοῦ, ἀλλ' ἔγνωμὲν ἐνδεῆ ὄντα ἑαυτὸν δικαιοσύνης ἀληθοῦς, πίστειδὲ μόνῃ τῇ εἰς Χριστὸν δεδικαιωμένον. Καὶ καυ-χᾶται Παῦλος ἐπὶ τῷ καταφρονῆσαι τῆς ἑαυτοῦ δι-καιοσύνης, ζητεῖν δὲ τὴν διὰ Χριστοῦ, τὴν ἐκ Θεοῦδικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴνδύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαντῶν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳαὐτοῦ, εἴ πως καταντήσει εἰς τὴν ἐξανάστασιντὴν ἐκ νεκρῶν. Ἐνταῦθα πέπτωκε πᾶν ὕψος ὑπερη-φανίας. Οὐδὲν ὑπολέλειπταί σοι πρὸς ἀλαζονείαν, ὦἄνθρωπε, ᾧ τὸ καύχημα καὶ ἡ ἐλπὶς ἐν τῷ νεκρῶσαι