The Greek Library Author

Anonymous

De humilitate

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
De humilitate, MPG 31: 525–540.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg036.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

532

μὲν πάντα τὰ σεαυτοῦ, ζητῆσαι δὲ τὴν ἐν Χρι-

στῷ ζωὴν τὴν μέλλουσαν· ἧς ἀπαρχὰς ἔχοντες, ἤδη

ἐν τούτοις ἐσμὲν, τὸ ὅλον ἐν χάριτι ζῶντες καὶ δωρεᾷ

Θεοῦ. Καὶ Θεὸς μέν ἐστιν, Ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ

τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας· Θεὸς

δὲ τὴν ἑαυτοῦ σοφίαν τὴν προωρισμένην εἰς δόξαν

ἡμῶν ἀποκαλύπτει διὰ τοῦ ἰδίου Πνεύματος. Θεὸς δὲ

τὴν ἐν πόνοις δίδωσι δύναμιν. Περισσότερον πάν-

των ἐκοπίασα, φησὶ Παῦλος· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ

χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Θεὸς δὲ ἐξαιρεῖται κιν-

δύνων παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα. Αὐτοὶ, φη-

σὶν, ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκα-

μεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ'

ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τη-

λικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται.

Τί οὖν ἐπαίρεις, εἰπέ μοι, σαυτὸν ὡς ἐπὶ καλοῖς

ἰδίοις, ἀντὶ τοῦ χάριν ἐπὶ τοῖς δώροις ὁμολογεῖν τῷ

δεδωκότι; Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ

ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Οὐ σὺ Θεὸν

ἔγνως διὰ δικαιοσύνης, ἀλλὰ Θεός σε διὰ χρηστότητα

ἔγνω. Γνόντες, φησὶ, Θεὸν, μᾶλλον δὲ γνωσθέν-

τες ὑπὸ Θεοῦ. Οὐ σὺ Χριστὸν κατείληφας διὰ τῆς

ἀρετῆς, ἀλλὰ Χριστός σε διὰ τῆς παρουσίας κατεί-

ληφε. Διώκω, φησὶν, εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ

κατελήφθην ὑπὸ Χριστοῦ. Οὐχ ὑμεῖς με ἐξελέ-

ξασθε, φησὶν ὁ Κύριος, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς.

Ἀλλ' ὅτι τετίμησαι, μέγα φρονεῖς, καὶ τὸν ἔλεον

πρόφασιν ὑπερηφανίας λαμβάνεις; Καὶ τότε γνώσῃ

σεαυτὸν ὅστις εἶ, ὡς Ἀδὰμ ἐκβληθεὶς ἐκ τοῦ

παραδείσου, ὡς Σαοὺλ καταλειφθεὶς ὑπὸ Πνεύματος

Θεοῦ, ὡς Ἰσραὴλ τῆς ἁγίας ῥίζης ἀποτμηθείς. Τῇ

πίστει, φησὶν, ἕστηκας· μὴ ὑψηλοφρόνει, ἀλλὰ

φοβοῦ. Κρίσις ἕπεται χάριτι, καὶ ὅπως ἐχρήσω τοῖς

χαρισθεῖσιν, ὁ κριτὴς ἐξετάσει. Εἰ δὲ μηδὲ τοῦτο αὐτὸ

συνίῃς, ὅτι χάριτος τετύχηκας, ἀλλ' ἴδιον ποιῇ κατόρ-

θωμα τὴν χάριν ὑπερβολῇ τῆς ἀναισθησίας, οὐκ εἶ

τοῦ μακαρίου τιμιώτερος ἀποστόλου Πέτρου. Οὐδὲ

γὰρ ἀγάπῃ τῇ πρὸς τὸν Κύριον ὑπερβαλέσθαι δυνήσῃ

τὸν οὕτω σφοδρῶς ἀγαπῶντα, ὡς καὶ ὑπεραποθνή-

σκειν ἐθέλειν. Ἀλλ' ὅτι μεγαλοφρονέστερον ἐφθέγ-

ξατο, λέγων, Εἰ καὶ πάντες σκανδαλισθήσονται

ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι,

παρεδόθη τῇ ἀνθρωπίνῃ δειλίᾳ, καὶ πέπτωκεν εἰς

ἄρνησιν, σωφρονιζόμενος τῷ σφάλματι πρὸς εὐλά-

βειαν, καὶ διδασκόμενος φείδεσθαι τῶν ἀσθενούν-

533

των, τῷ καὶ τὴν ἑαυτοῦ καταμαθεῖν ἀσθένειαν, καὶ

γνῶναι σαφῶς, ὅτι καθάπερ ἐν τῷ πελάγει καταπον-

τιζόμενος, ἐκουφίσθη τῇ τοῦ Χριστοῦ δεξιᾷ, οὕτως

ἐν τῷ κλύδωνι τοῦ σκανδαλισμοῦ κινδυνεύσας ἀπολέ-

σθαι δι' ἀπιστίας, ἐφυλάχθη δυνάμει Χριστοῦ, ὃς καὶ

προεῖπεν αὐτῷ τὸ συμβησόμενον, λέγων· Σίμων, Σί-

μων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο τοῦ σινιάσαι

ὑμᾶς ὡς τὸν σῖτον. Κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ

ἐκλείπῃ ἡ πίστις σου, καὶ σύ ποτε ἐπιστρέ-

ψας στήριξον τοὺς ἀδελφούς σου. Καὶ Πέτρος μὲν

οὕτως ἐλεγχθεὶς, δικαίως ἐβοηθεῖτο, πρὸς ἀπόθεσιν

ἀλαζονείας καὶ φειδὼ τῶν ἀσθενούντων ἐκπαιδευόμε-

νος· ὁ δὲ Φαρισαῖος ἐκεῖνος, ὁ βαρὺς καὶ καθ' ὑπερβο-

λὴν ὑπερήφανος, ὁ μὴ μόνον ἐφ' ἑαυτῷ θρασυνόμε-

νος, ἀλλὰ καὶ τὸν τελώνην ἐπὶ Θεοῦ διασύρων, ἀπ-

ώλεσε τῆς δικαιοσύνης τὸ καύχημα διὰ τὸ τῆς ὑπερη-

φανῖας ἔγκλημα. Καὶ κατῆλθεν ὁ τελώνης δεδικαιωμέ-

νος ὑπὲρ αὐτὸν, ὅτι τὸν ἅγιον ἐδόξαζε Θεὸν, καὶ οὐδὲ

ἀναβλέπειν ἐτόλμα, ἀλλ' ἱλασμὸν ἐζήτει μόνον, κατ-

ήγορος ὢν ἑαυτοῦ καὶ τῷ σχήματι καὶ τῇ κατὰ στήθους

πληγῇ, καὶ τῷ ζητεῖν οὐδὲν ἄλλο πλὴν ἱλασμόν. Ὅρα

δὴ οὖν καὶ φυλάττου τὸ παράδειγμα τῆς χαλεπῆς δι'

ὑπερηφανίαν ζημίας. Ἐζημιώθη τὴν δικαιοσύνην

ὑπερηφανευσάμενος, ἀπώλεσε τὸν μισθὸν θρασυνόμε-

νος· ἠλαττώθη τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ, μεγαλύ-

νας ἑαυτὸν ὑπὲρ ἐκεῖνον, καὶ οὐκ ἀναμείνας τὴν παρὰ

Θεοῦ κρίσιν, ἀλλὰ τὴν παρὰ αὑτοῦ ἐξενεγκών. Σὺ δὲ

κατ' οὐδενὸς ἐπαρθήσῃ ποτὲ, οὐδὲ κατὰ τῶν ἄγαν

ἁμαρτωλῶν. Ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν

ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δι-

καιώσῃς ὑπὲρ ἕτερον, μήποτε, δικαιωθεὶς τῇ σεαυ-

τοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οὐκ ἀνακρίνω,

φησὶν, ἐμαυτὸν, ὁ Παῦλος. Οὐδὲν γὰρ ἐμαυτῷ

σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ δὲ

ἀνακρίνων με, Κύριός ἐστιν.

Οἴει κατορθοῦν ἀγαθόν; Εὐχαρίστει τῷ Θεῷ,

μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τὸ ἔργον ἑαυτοῦ,

φησὶ, δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν

μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.

Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας,

ἢ φυγὴν ὑπέμεινας διὰ ὄνομα Χριστοῦ, ἢ τοῖς νη-

στείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος,

ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ διαβόλου. πτώσεως τὴν

ὀμοίωσιν· ὃς, ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτω-

κεν ὑπ' ἀνθρώπου, καὶ παραδέδοται πάτημα τῷ

πεπατημένῳ. Τοιαύτη καὶ τῶν Ἰσραηλιτῶν ἡ πτῶ-

σις. Ἐπαιρόμενοι γὰρ κατὰ τῶν ἐθνῶν, ὡς ἀκα-

θάρτων, ἀκάθαρτοι γεγόνασιν ἀληθῶς· τὰ δὲ ἔθνη

536

κεκάθαρται. Καὶ τῶν μὲν ἡ δικαιοσύνη γέγονεν ὡς

ῥάκος ἀποκαθημένης, τῶν δὲ ἐθνῶν ἡ ἀνομία καὶ

ἡ ἀσέβεια διὰ πίστεως ἐξήλειπται. Καθόλου μέμνη-

σο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀν-

τιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ

Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ταπεινῶν ἑαυ-

τὸν, ὑψωθήσεται· καὶ ὁ ὑψῶν ἑαυτὸν, ταπει-

νωθήσεται. Μὴ γίνου κριτὴς ἄνισος σεαυτοῦ, μηδὲ

πρὸς χάριν ἐξέταζε· εἰ μέν τι δοκεῖς ἔχειν καλὸν,

τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν

ἐπιλανθανόμενος, μηδὲ ἐφ' οἷς μὲν σήμερον κατορ-

θοῖς μεγαλυνόμενος, ἐφ' οἷς δὲ πρώην καὶ πάλαι

κακῶς εἰργάσω, συγχώρησιν σεαυτῷ διδούς· ἀλλ'

ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν

ἀγέτω, καὶ παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Καὶ

εἰ τὸν πέλας ἁμαρτάνοντα θεωρήσεις, μὴ τοῦτο

μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέ-

πραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις

αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων, καὶ

μὴ μερικὰ ψηφιζόμενος. Οὐδὲ γὰρ Θεὸς μερικῶς

ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα

καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν.

Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας ποτὲ διὰ τὴν παρα-

πόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων

αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν

ἐν σοί.

Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τὴν ὑπερηφανίαν

ἐπᾴδωμεν ἑαυτοῖς ἑκάστοτε, καθαιροῦντες ἑαυτοὺς

ἵν' ὑψωθῶμεν, μιμούμενοι τὸν ἐξ οὐρανοῦ καταβάν-

τα Κύριον πρὸς τὴν ἐσχάτην ταπεινότητα, καὶ τοὐ-

ναντίον ἐκ ταπεινότητος εἰς ὕψος αἴσιον ἐξογκούμε-

νοι. Πάντα γὰρ δὴ πρὸς ταπεινοφροσύνην παι-

δεύοντα τὰ τοῦ Κυρίου εὑρίσκομεν. Βρέφος ὢν,

εὐθὺς ἐν σπηλαίῳ, καὶ οὐδὲ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ

φάτνης· ἐν οἴκῳ τέκτονος καὶ μητρὸς πενιχρᾶς, ὑπο-

τασσόμενος τῇ μητρὶ καὶ τῷ ταύτης μνηστῆρι·

διδασκόμενος, ἀκούων ὧν οὐκ ἐδεῖτο, ἐπερωτῶν δὲ

ὅμως, καὶ διὰ τῆς ἐρωτήσεως ἐπὶ τῇ σοφίᾳ θαυμα-

ζόμενος· ὑποτασσόμενος Ἰωάννῃ, καὶ βάπτισμα

παρὰ τοῦ δούλου δεχόμενος ὁ Δεσπότης· οὐδενὶ τῶν

ἐπανισταμένων ἀνθιστάμενος, οὐδὲ τὴν ἄφατον ἐξου-

σίαν, ἣν εἶχεν, ἐπανατεινόμενος· ἀλλ' ὡς δυνατωτέ-

ροις ὑποχωρῶν, καὶ τῇ προσκαίρῳ ἐξουσίᾳ τὸ κατ'

αὐτὴν ἰσχυρὸν ἐπιτρέπων· ἐπὶ τῶν ἀρχιερέων ἱστά-

μενος ἐν σχήματι δικαζομένου, ἡγεμόνι προσαγόμε-

νος καὶ κρίσιν ὑποφέρων, καὶ παρὸν ἐλέγχειν τοὺς

συκοφαντοῦντας, σιωπῇ φέρων τὰς συκοφαντίας·

ἐμπτυόμενος ὑπὸ δούλων καὶ παιδαρίων εὐτελεστά-

των, θανάτῳ παραδιδόμενος, καὶ θανάτῳ τῷ παρὰ

537

ἀνθρώποις αἰσχίστῳ. Οὕτω τὸν ἄνθρωπον διεξῆλθε

πάντα τὰ ἀπὸ γενέσεως εἰς τέλος· καὶ μετὰ

τοσαύτην ταπεινοφροσύνην ὕστερον τὴν δόξαν ἐκφαί-

νει, συνδοξάζων ἑαυτῷ τοὺς συναδοξήσαντας. Ὧν οἱ

μακάριοι μαθηταὶ πρῶτοι, πένητες καὶ γυμνοὶ τὴν

οἰκουμένην διαδραμόντες, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν

ἀκολούθων πλήθει, μόνοι, καὶ ἀλῆται, καὶ ἔρημοι,

γῆν τε καὶ θάλατταν ἐξαμείβοντες, μαστιζόμενοι,

λιθοβολούμενοι, διωκόμενοι, τέλος ἀναιρούμενοι.

Ταῦτα ἡμῖν πατρῷα καὶ θεῖα παιδεύματα. Πρὸς τὴν

τούτων ἔλθωμεν μίμησιν, ἵν' ἡμῖν ἐκ τῆς ταπεινό-

τητος ἀνατείλῃ δόξα αἰώνιος, ἡ τελεία καὶ ἀληθὴς

Χριστοῦ δωρεά.

Πῶς οὖν εἰς τὴν σωτήριον ταπεινοφροσύνην κα-

ταβησόμεθα, τὸν ὀλέθριον ὄγκον τῆς ὑπερηφανίας

καταλιπόντες; Ἐὰν διὰ πάντων ἀσκῶμεν τὸ τοιοῦτο,

καὶ μηδὲν παρορῶμεν ὡς οὐ παρὰ τοῦτο βλαβησό-

μενοι. Τοῖς γὰρ ἐπιτηδεύμασιν ὁμοιοῦται ψυχὴ, καὶ

πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς ταῦτα σχηματί-

ζεται. Ἔστω σοι καὶ σχῆμα, καὶ ἱμάτιον, καὶ βά-

δισμα, καὶ καθέδρα, καὶ τροφῆς κατάστασις, καὶ

στρωμνῆς παρασκευὴ, καὶ οἶκος, καὶ τὰ ἐν οἴκῳ

σκεύη πάντα πρὸς εὐτέλειαν ἠσκημένα· καὶ λόγος,

καὶ ᾠδὴ, καὶ ἡ τοῦ πλησίον ἔντευξις, καὶ ταῦτα πρὸς

μετριότητα μᾶλλον ἢ πρὸς ὄγκον ὁράτω. Μή μοι

κόμπους ἐν λόγῳ σοφιστικοὺς, μηδὲ ἐν ᾠδαῖς ἡδυ-

φωνίας ὑπερβαλλούσας, μηδὲ διαλέξεις ὑπερηφάνους

καὶ βαρείας· ἀλλ' ἐν ἅπασιν ὑφαίρει τοῦ μεγέθους·

χρηστὸς πρὸς τὸν φίλον, ἤπιος πρὸς τὸν οἰκέτην,

ἀνεξίκακος πρὸς τοὺς θρασεῖς, φιλάνθρωπος πρὸς

τοὺς ταπεινοὺς, παρηγορῶν κακουμένους, ἐπισκεπτό-

μενος τοὺς ἐν ὀδύναις, μηδένα καθάπαξ ὑπερορῶν,

γλυκὺς ἐν προσηγορίᾳ, φαιδρὸς ἐν ἀποκρίσει, δεξιὸς,

εὐπρόσιτος ἅπασι, μήτε σεαυτοῦ διεξιὼν ἐγκώμια,

μηδὲ ἑτέρους λέγειν παρασκευάζων, μηδὲ λόγον

ἄσεμνον ἀποδεχόμενος, ἐπικαλύπτων ὅσα δυνατὸν

τῶν σεαυτοῦ πλεονεκτημάτων· ἐπὶ δὲ τοῖς ἁμαρτή-

μασι κατηγορῶν σεαυτοῦ, καὶ μὴ τοὺς ἑτέρων

ἐλέγχους ἀναμένων, ἵνα γένῃ κατὰ τὸν δίκαιον τὸν

ἑαυτοῦ κατήγορον ἐν πρωτολογίᾳ, ἵνα ᾖς κατὰ τὸν

Ἰὼβ, ὃς οὐ διετράπη πολυοχλίαν πόλεως, ἐπ' αὐτῶν

ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα. Μὴ βαρὺς ἐν ἐπιτιμή-

σεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων

(αὔθαδες γὰρ τὸ τοιοῦτον), μηδὲ ἐπὶ μικροῖς κατα-

δικάζων, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων·

τοὺς ἐν παραπτώματι προσλαμβανόμενος, καὶ πνευ-

ματικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος πα-

ραινεῖ· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς·

τοσαύτην ποιούμενος σπουδὴν μὴ δοξάζεσθαι παρὰ

ἀνθρώποις, ὅσην ἕτεροι περὶ τοῦ δοξάζεσθαι, εἴ γε

540

μέμνησαι τοῦ Χριστοῦ, ζημίαν λέγοντος εἶναι τοῦ

παρὰ Θεῷ μισθοῦ, τὴν ἑκούσιον παρὰ ἀνθρώποις

ἐπιφάνειαν, καὶ τὸ ποιεῖν ἀγαθὸν πρὸς τὸ θεαθῆναι

τοῖς ἀνθρώποις· Ἀπέχουσι γὰρ, φησὶν, τὸν μισθὸν

αὐτῶν. Μὴ τοίνυν ζημίου σεαυτὸν, ἐπὶ ἀνθρώπων

φαίνεσθαι βουλόμενος. Ἐπειδὴ Θεὸς μέγας θεατὴς,

φιλοδόξησον ἐπὶ Θεοῦ· λαμπρὸν γὰρ ἀποδίδωσι τὸν

μισθόν. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε

ἄνθρωποι καὶ δοξάζουσι; Γίνου τοῖς ὑπηκόοις ἴσος, Μὴ

ὡς κατεξουσιάζων τῶν κλήρων, φησὶ, μηδὲ κατὰ

τοὺς κοσμικοὺς ἄρχοντας. Τὸν γὰρ θέλοντα πρῶτον εἶ-

ναι, δοῦλον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Καθ-

όλου δὲ εἰπεῖν, οὕτω δίωξον τὴν ταπεινοφροσύνην, ὡς

ἐραστὴς αὐτῆς. Ἐράσθητι αὐτῆς, καὶ δοξάσει σε. Οὕτω

καλῶς ἐπὶ δόξαν ὁδεύσεις τὴν ἀληθῆ, τὴν ἐν ἀγγέ-

λοις, τὴν παρὰ Θεῷ. Ὁμολογήσει δέ σε Χριστὸς ὡς

ἴδιον μαθητὴν ἐπὶ τῶν ἀγγέλων, καὶ δοξάσει σε, ἂν

γένῃ τῆς ταπεινοφροσύνης αὐτοῦ μιμητὴς, τοῦ λέγον-

τος· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραός εἰμι, καὶ ταπει-

νὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς

ψυχαῖς ὑμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς

αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΟΜΙΛΙΑ ΚΑʹ.}{Περὶ τοῦ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς, καὶ περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἔξωθεντῆς Ἐκκλησίας.} Ἐγὼ μὲν ᾤμην, ἀγαπητοὶ, σφοδρότερον ἑκάστο-τε τοῦ λόγου τὸ κέντρον προσάγων, λυπηρός τις εἶναιδόξειν ὑμῖν, ὡς περιττήν τινα παῤῥησίαν ἐπιδεικνύ-μενος, καὶ οὔτε ξένῳ πρέπουσαν, οὔτε ἀνδρὶ κατειλημ-μένῳ παραπλησίοις ἐγκλήμασιν· ὑμεῖς δὲ ἐκ τῶνἐλέγχων εἰς εὔνοιαν ἠρεθίσθητε, καὶ τὰς ἀπὸτῆς γλώττης πληγὰς ὑπέκκαυμα πόθου πεποίησθεπλείονος. Καὶ οὐδὲν ξένον. Ἐστὲ γὰρ σοφοὶ τὰ τοῦπνεύματος. Ἔλεγχε δὲ σοφὸν, καὶ ἀγαπήσει σε,φησί που τῶν αὑτοῦ λόγων ὁ Σολομών. Διὰ τοῦτο,ἀδελφοὶ, καὶ νῦν ἐπὶ τὴν αὐτὴν ἥκω παραίνεσιν,ὅπηπερ ἂν οἷός τε ὦ, τῶν τοῦ διαβόλου δικτύων ὑμᾶςἀπάγειν βουλόμενος. Πολὺν γὰρ, ἀγαπητοὶ, καὶποικίλον ἐφ' ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸςπροσάγει τὸν πόλεμον. Προσάγει δὲ, ὡς ἴστε, τὰςἡμετέρας ἐπιθυμίας καθ' ἡμῶν βέλη ποιούμενος, καὶπαρ' ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν.Ἐπειδὴ γὰρ τὸ πολὺ τῆς ἐκείνου δυνάμεως ὁ Δε-σπότης νόμοις ἀλύτοις κατέδησε, καὶ οὐκ εἴασεν εἰςἅπαξ ὁρμήσαντα τὸ γένος ἐκτρῖψαι τῆς γῆς, κλέπτειτὴν καθ' ἡμῶν νίκην λοιπὸν ἐκ τῆς ἡμετέρας ἀνοίαςὁ βάσκανος. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονε-κτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαί-ρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρ-εστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς ὁδοῖςἐφεδρεύειν εἰώθασι· καὶ εἰ ἴδωσί τι χωρίον περὶ αὐ-τὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυ-κνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκπολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑποτε-μνόμενοι προκαλύμμασιν, ἀθρόον ἐπιπηδῶσιν αὐτοῖς,ὥστε μὴ πρότερον δυνηθῆναί τινα τοὺς τοῦ κινδύνουβρόχους ἰδεῖν πρὶν εἰς τούτους πεσεῖν· οὕτως ὁ δυσ-μενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος τὰς τῶν κοσμι-κῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦβίου τούτου πεφύκασι δειναὶ κρῦψαι λῃστὴν, καὶ τὸνἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτωςτὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν. Δεῖτοίνυν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑπο-κειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παραστῆσαιΧριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶντραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃστεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ παντα-χόσε τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ πάντα ὑπο-πιεύειν ὅσα τερπνὰ, καὶ παρατρέχειν εὐθὺς, καὶμηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸςφαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶνβουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰνῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆβλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δει-κνύουσα σκηνὰς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐ-ρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)·μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλού-μεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶν, ματαιοτή-των, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλληπροτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα(Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσ-ώπου ὄφεως φεῦγε, φησὶν ὁ Σοφός)· μηδὲ εἰδυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκωνἐσμοί· μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύ-