The Greek Library Author

Anonymous

In Mamantem martyrem

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
In Mamantem martyrem, MPG 31: 589– 600.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg038.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

593

ἄλλων μὲν μαρτυρεῖσθαι, αὐτὸν δὲ ἐπαισχύνεσθαι

τῇ προσηγορίᾳ ταύτῃ. Ἀλλὰ κατασιωπήσας τοὺς

596

νόθους ποιμένας, ἐφ' ἑαυτὸν περιίστησι τὴν ἀληθῆ

τῆς ποιμαντικῆς μαρτυρίαν· Ἐγώ εἰμι ὁ ποιμὴν

ὁ καλός. Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Πῶς,

ὅταν τὰ μεγάλα λέγῃ· Ἐγὼ τῇ χειρί μου ἐστερέω-

σα τὴν γῆν· ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος·

ὡς ὅταν τἄλλα λέγῃ τὰ ἀξιοπρεπῆ καὶ ἄξια περὶ

Θεοῦ λέγεσθαι, οὕτως λέγει· Ὁ ποιμὴν ὁ καλός;

Ἀποδιώκει τοὺς νόθους, καὶ τὴν ἀλήθειαν εἰς ἑαυ-

τὸν περιίστησιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.

Μάθε τίς ἐστιν ὁ ποιμὴν, καὶ τίς ἐστιν ὁ καλός. Αὐ-

τὸς ἑρμηνεύει. Ὁ ἀληθινὸς ποιμὴν τὴν ψυχὴν αὐ-

τοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς,

καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια,

οὐ μέλει αὐτῷ, ὅταν ἴδῃ λύκον ἐρχόμενον.

Ἐνταῦθα ζητεῖ ἡ Ἐκκλησία, εἰ ποιμὴν ὁ Κύ-

ριος, τίς μισθωτὸς ποιμήν; Μὴ ὁ διάβολος; Καὶ εἰ

ὁ διάβολος μισθωτὸς ποιμὴν, τίς ὁ λύκος; Ἀλλὰ

λύκος μὲν ὁ διάβολος, τὸ ἀνήμερον θηρίον, τὸ ἁρ-

πακτικὸν, τὸ ἐπίβουλον, ὁ κοινὸς πάντων ἐχθρός.

Ἐχέτω τοίνυν ἰδίαν προσηγορίαν μισθωτὸς ποιμήν.

Μισθωτοὺς ποιμένας τότε μὲν πρὸς τοὺς τότε ἀπο-

στρεφόμενος ὁ Κύριος ἔλεγεν. Εἰσὶ δὲ καὶ οἱ νῦν,

ὡς οὐκ ὄφελον, οἱ τὴν προσηγορίαν τῶν μισθωτῶν

οἰκειούμενοι. Τότε ἀρχιερεῖς ἐνεδείκνυντο καὶ Φαρι-

σαῖοι, καὶ πᾶν ἐκεῖνο τὸ κόμμα τὸ Ἰουδαϊκόν. Ἐκεί-

νους μισθωτοὺς ἔλεγε ποιμένας, τοὺς οὐ διὰ τὸ

ἀληθὲς, ἀλλὰ διὰ τὸ αὐτῶν χρειῶδες τὴν τοῦ ποιμαί-

νειν ἐξουσίαν λαβόντας. Οἱ ἐπὶ προφάσει ματαίᾳ

προσευχόμενοι, ἵνα κατεσθίωσι τὸν ἄρτον τῶν χη-

ρῶν καὶ τῶν ὀρφανῶν, οὗτοι μισθωτοί. Οἱ τὴν

χρείαν θεραπεύοντες, οἱ τὸ παρὸν διώκοντες, οὐ

πρὸς τὸ μέλλον ἀτενίζοντες, μισθωτοὶ, καὶ οὐ ποι-

μένες εἰσί. Καὶ νῦν μισθωτοὶ πολλοὶ δοξαρίου δυ-

στήνου τὴν ἑαυτῶν ζωὴν ἀποδιδόντες, οἱ καὶ νῦν ἐπὶ

τοῖς ὑγιαίνουσι τοῦ Κυρίου ῥήμασι σχίσμα ποιοῦν-

τες. Εἰπόντος γὰρ ταῦτα τοῦ Κυρίου, σχίσμα ἐν αὐ-

τοῖς ἐγένετο. Οἱ μὲν ἔλεγον, Δαιμόνιον ἔχει· ἄλλοι,

Δαίμων ὀφθαλμοὺς τυφλοὺς βλέπειν ποιεῖν οὐ δύνα-

ται. Ὁρᾷς πῶς παλαιὸν τὸ πάθος τοῦ σχίσματος;

Εὐθὺς γὰρ τὸ πτύον διακρίνει μὲν τὸ ἄχυρον ἀπὸ

τοῦ σίτου· καὶ τὸ μὲν κοῦφον καὶ ἄστατον ἀποσχί-

ζεται τοῦ τροφίμου, τὸ δὲ πρὸς τροφὴν πνευματικὴν

ἐπιτήδειον παραμένει τῶν γεωργούντων. Διὰ τοῦτο

σχίσμα ἐγένετο, καὶ οἱ μὲν οὕτω διεφέροντο, οἱ δὲ

οὕτως. Ἰουδαίοις πρέπει τὸ σχίζεσθαι· ἡ δὲ τοῦ

Θεοῦ Ἐκκλησία, τὸν χιτῶνα τὸν ἄῤῥαφον, τὸν ἐκ

τῶν ἄνωθεν ὑφαντὸν, δεξαμένη, τὸν ἄσχιστον ὑπὸ

στρατιωτῶν διαφυλαχθέντα, ἡ Χριστὸν ἐνδυσαμένη,

μὴ σχιζέτω τὸ ἱμάτιον. Καὶ γινώσκω τὰ ἐμὰ, καὶ

γινώσκουσί με τὰ ἐμά. Ἥρπασεν ὁ αἱρετικὸς πρὸς

τὴν ἰδίαν κατασκευὴν τῆς βλασφημίας. Ἰδοὺ, φησὶν,

εἴρηται, ὅτι Γινώσκουσί με τὰ ἐμὰ, καὶ γινώσκω

τὰ ἐμά. Γινώσκειν ἄρα τί λέγει; τὴν οὐσίαν νοεῖν;

597

τὸ μέγεθος ἐκμετρεῖν; Ἐκεῖνα κατανοεῖσθαι τῆς θεό-

τητος, ἃ σὺ τῇ σεαυτοῦ θρασυστομίᾳ κατεπαγγέλλῃ;

Ἢ ἐκ τῶν κατόπιν οὐ νοεῖς τὸ μέτρον τῆς γνώσεως;

Τί γινώσκομεν Θεοῦ; Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς

μου ἀκούει. Ἴδε πῶς νοεῖται Θεός· ἐκ τοῦ

ἀκούειν ἡμᾶς τῶν ἐντολῶν αὐτοῦ· ἐκ τοῦ ἀκούοντας

ποιεῖν. Τοῦτο γνῶσις Θεοῦ, τήρησις ἐντολῶν Θεοῦ.

Πῶς οὐ πολυπραγμοσύνη περὶ οὐσίας Θεοῦ; οὐ ζή-

τησις τῶν ὑπερκοσμίων; οὐκ ἐπίνοια τῶν ἀοράτων;

Γινώσκει με τὰ ἐμὰ, καὶ γινώσκω τὰ ἐμά. Ἀρκεῖ

σοι εἰδέναι, ὅτι ποιμὴν καλός· ὅτι ἔθηκε τὴν ψυχὴν

αὐτοῦ ὑπὲρ τῶν προβάτων. Οὗτος ὅρος τῆς τοῦ Θεοῦ

ἐπιγνώσεως. Πόσος δὲ Θεὸς, καὶ τί τὸ μέτρον αὐτοῦ,

καὶ ποταπὸς τὴν οὐσίαν, τὰ τοιαῦτα ἐπικίνδυνα μὲν

τῷ ἐρωτῶντι, ἄπορα δὲ τῷ ἐρωτωμένῳ· σιωπὴ

δὲ, θεραπεία τῶν τοιούτων ἐστί. Τὰ ἐμὰ πρόβατα

τῆς ἐμῆς φωνῆς ἀκούει, εἶπεν, οὐ συζητεῖ. Τουτ-

έστιν οὐ παρακούει, οὐ φιλονεικεῖ. Ἤκουσας Υἱὸν,

μή μοι τρόπους γεννήσεως μήτε αὐτὸς τεχνολό-

γει, μήτε ὑπὸ αἰτίαν ἀνάγαγε τὰ μὴ αἰτιολογή-

ματα, μὴ διὰ σχίσματος διόριζε τὸ συνημμένον. Διὰ

τοῦτο προλαβὼν ἠσφαλίσατό σε ὁ εὐαγγελιστής.

Ἤκουσας πρώην, καὶ δὴ ἀκούεις· Ἐν ἀρχῇ ἦν ὁ

Λόγος, ἵνα μὴ τὸν Υἱὸν γέννημα ἀνθρώπινον νομί-

σῃς ἐκ τοῦ μὴ ὄντος παρεληλυθέναι. Λόγον σοι εἶπε

διὰ τὸ ἀπαθές. Ἦν σοι εἶπε διὰ τὸ ἄχρονον. Ἀρ-

χήν σοι εἶπεν, ἵνα συνάψῃ τὸν γεννηθέντα τῷ Πα-

τρί. Εἶδες πρόβατον εὐπειθὲς πῶς ἀκούει φωνὴν Δε-

σπότου. Ἐν ἀρχῇ, καὶ ἦν, καὶ Λόγος. Μηδὲ λέγε

τὸ, Πῶς ἦν; καὶ, Εἰ ἦν, οὐκ ἐγεννήθη, καὶ Εἰ

ἐγεννήθη, οὐκ ἦν. Οὐκ ἔστι πρόβατον τὸ τὰ τοιαῦτα

λέγον. Προβάτου δέρμα· ἔσωθεν δὲ λύκος ἐστὶν ὁ

φθεγγόμενος. Ἐπίβουλος γνωριζέσθω. Τὰ ἐμὰ πρό-

βατα τῆς ἐμῆς φωνῆς ἀκούει. Ἤκουσας Υἱόν;

Νόησον τὴν πρὸς Πατέρα ὁμοιότητα. Ὁμοιότητα

λέγω δι' ἀσθένειαν τῶν δυνατωτέρων σωμάτων.

Ἐπεὶ τό γε ἀληθὲς (οὐ φοβοῦμαι γὰρ προσβαίνειν

τὴν ἀλήθειαν), οὐκ εἰμὶ ἕτοιμος συκοφάντης. Ταυ-

τότητα λέγω, φυλάσσων Υἱοῦ καὶ Πατρὸς ἰδιότητα.

Ἐν ὑποστάσει Υἱοῦ, μορφὴν νόησον πατρικὴν, ἵνα

μοι τὸν ἀκριβῆ τῆς εἰκόνος διασώσῃς λόγον, ἵνα μοι

νοήσῃς θεοσεβῶς· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ

ἐν ἐμοί· οὐκ οὐσιῶν σύγχυσιν, ἀλλὰ χαρακτήρων

ταυτότητα. Ἀλλὰ γὰρ ἔοικεν ἐναντιώτατον εἶναι τῶν

πραγμάτων, ἀγαπητοὶ, ὅπου γε καὶ τὴν ἡμετέραν

ἀσθένειαν ἐξεβιάσατο τὸ εὐπειθὲς τῆς ὑμετέρας ἀκοῆς

εἰπεῖν τι ἐν μέσοις καὶ φθέγξασθαι, ἵνα ἡ δύναμις

600

τοῦ Θεοῦ ἐν τῇ τοῦ ὀργάνου ἀσθενείᾳ μάλιστα δια-

φανῇ. Τάχα γὰρ διὰ τοῦτο ὑπερεπερίσσευσεν ἡμῶν

τὸ ἀσθενὲς, ἵνα ἐπὶ πλεῖον δοξασθῇ ὁ τὸ ἀσθενὲς ἐν-

ισχύων. Ὁ δὲ περιαγαγὼν ἡμῶν τὴν πανήγυριν ταύ-

την, καὶ πέρας δοὺς ταῖς περυσιναῖς εὐχαῖς, καὶ κε-

φαλὴν δοὺς τῷ ἐπιόντι χρόνῳ (ἡ γὰρ αὐτὴ ἡμέρα

ὁρίζει ἡμῖν τὸν παρελθόντα κύκλον, καὶ κεφαλὴ γί-

νεται πάλιν τῷ ἐπερχομένῳ), ὁ τοίνυν ἐπισυνάξας

καὶ χαρισάμενος τοῦ μέλλοντος τὴν ἐνέργειαν, δια-

φυλάξειεν ἡμᾶς ἐν αὐτῷ ἀβλαβεῖς, ἀνεπηρεάστους,

ὑπὸ τοῦ λύκου ἀδιαρπάκτους· ἄσειστον τὴν Ἐκκλη-

σίαν ταύτην, φρουρουμένην τοῖς μεγάλοις πύργοις

τῶν μαρτύρων διατηρήσειε. Πᾶσαν ἐπιβουλὴν καὶ

προσβολὴν αἱρετικῶν μηνιαμάτων ἀποστρέψειεν· ἐν

ἡσυχίᾳ δὲ παράσχοι ἡμῖν διδάσκεσθαι τὰ θεῖα

λόγια, καὶ διδάσκειν τὴν ἐπιχορηγουμένην χάριν τοῦ

Πνεύματος· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ

ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν

αἰώνων. Ἀμήν.

{ΟΜΙΛΙΑ ΚΔʹ.}{Κατὰ Σαβελλιανῶν, καὶ Ἀρείου, καὶ τῶν Ἀνο-μοίων.} Μάχεται Ἰουδαϊσμὸς Ἑλληνισμῷ, καὶ ἀμφότε-ροι Χριστιανισμῷ, ὥσπερ Αἰγύπτιοι καὶ Ἀσσύριοικαὶ ἀλλήλοις ἦσαν πολέμιοι καὶ τῷ Ἰσραήλ· ὡς καὶἐπὶ τῆς κακίας εὑρίσκομεν δειλίαν καὶ θράσος καὶἀλλήλοις ἀντικείμενα, καὶ τῇ ἀνδρίᾳ. Τοιαύτη τίς ἐστικαὶ πρὸς τὴν ὀρθότητα τῆς ὁμολογίας ἑκατέρωθενπαρακειμένη μάχη· ἐντεῦθεν μὲν Σαβελλίου, ἑτέ-ρωθεν δὲ τῶν τὸ ἀνόμοιον κηρυσσόντων. Ἡμεῖς δὲ,ὥσπερ ἀπεφύγομεν Ἕλληνας, καὶ τὴν πονηρὰν εἰ-δωλολατρείαν ἐξετράπημεν, καὶ τὸ πολύθεον αὐ-τῶν ἄθεον εἶναι κατέγνωμεν· οὕτως ἀπεφύγομενκαὶ τὴν τῶν Ἰουδαίων βλασφημίαν τῶν τὸν Υἱὸν τοῦΘεοῦ ἀρνουμένων, φοβηθέντες ἐκείνην τὴν ἀπειλήν·Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώ-