The Greek Library Author

Anonymous

Contra Sabellianos et Arium et Anomoeos

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Contra Sabellianos et Arium et Anomoeos, MPG 31: 600–617.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg039.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

600

πων, ἀπαρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ

Πατρός μου τοῦ ἐν οὐρανοῖς. Φεύγωμεν δὴ οὖν,

ὡς τὸ εἰκὸς, καὶ τοὺς τὰ συγγενῆ τούτοις κατὰ τοῦ

λόγου τῆς ἀληθείας ἐπεξευρίσκοντας. Ἐπειδὴ γὰρ

εἶδεν ὁ σοφὸς τοῦ κακοποιῆσαι διάβολος τὴν πρὸς

Ἕλληνας καὶ Ἰουδαίους τῶν Χριστιανῶν ἀλλοτρίω-

σιν, καὶ ὅτι εὐθὺς ἐκ τῶν ὀνομάτων ἔχομεν πρὸς

αὐτοὺς πολεμίως, τὸ ἡμέτερον ἐπιθεὶς ἑκατέροις

ὄνομα, οὕτως ἐπεισάγειν ἐπιχειρεῖ πάλιν τὴν Ἰου-

δαϊκὴν ἄρνησιν, καὶ τὴν Ἑλληνικὴν πολυθεΐαν. Οἱ

μὲν γὰρ ἔργον Θεοῦ εἶναι λέγοντες τὸν Μονογενῆ,

καὶ ποίημα, εἶτα προσκυνοῦντες καὶ θεολογοῦν-

601

τες, ἐκ τοῦ λατρεύειν τῇ κτίσει, καὶ μὴ τῷ κτί-

σαντι, τὰ τῶν Ἑλλήνων ἄντικρυς ἐπεισάγουσιν· οἱ

δὲ τὸν ἐκ Θεοῦ Θεὸν ἀρνούμενοι, καὶ ὀνόματι

μὲν ὁμολογοῦντες Υἱὸν, ἔργῳ δὲ καὶ ἀληθείᾳ τὴν

ὕπαρξιν ἀθετοῦντες, τὸν Ἰουδαϊσμὸν πάλιν ἀνα-

νεοῦνται. Καὶ γὰρ ὅταν ὁμολογῶσι Λόγον, τῷ ἐνδια-

θέτῳ αὐτὸν παρεικάζουσι· καὶ σοφίαν λέγοντες,

ὁμοίαν εἶναι λέγουσι τῇ ἕξει τῇ ἐν ψυχῇ τῶν πεπαι-

δευμένων συνισταμένῃ· καὶ διὰ τοῦτο πρόσωπον ἓν

Πατρὸς καὶ Υἱοῦ, ἐπειδὴ καὶ ἄνθρωπος εἷς λέγεται,

οὐ διαιρούμενος ἀπὸ τοῦ ἐνυπάρχοντος αὐτῷ λόγου

καὶ τῆς σοφίας. Καίτοι ὁ εὐαγγελιστὴς εὐθὺς

ἐκ προοιμίων βοᾷ· Καὶ Θεὸς ἦν ὁ Λόγος, ἰδίαν

ὕπαρξιν διδοὺς τῷ Υἱῷ. Εἰ γὰρ ἐν καρδίᾳ ἦν

ὁ Λόγος, πῶς ἂν ἐνοήθη Θεός; πῶς δ' ἂν ἦν

πρὸς τὸν Θεόν; Ἐπειδὴ οὔτε ὁ ἐν ἀνθρώπῳ λόγος

ἄνθρωπος, οὔτε πρὸς αὐτὸν εἶναι λέγεται, ἀλλ' ἐν

αὐτῷ. Οὔτε γὰρ ζῶν ἐστιν, οὔτε ὑφεστώς· ὁ δὲ τοῦ

Θεοῦ Λόγος ζωή ἐστι καὶ ἀλήθεια. Καὶ ὁ μὲν λόγος

ὁ ἡμέτερος ὁμοῦ τε ἐλέχθη καὶ οὐκ ἔστι· περὶ δὲ

τοῦ Θεοῦ Λόγου τί φησιν ὁ ψαλμός; Εἰς τὸν αἰῶνα,

Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.

Καὶ ἐντεῦθεν μὲν οὗτος ὁ πόλεμος· ἑτέρωθεν δὲ

τίς καὶ ποῖός ἐστιν ὁ κατὰ τῆς ἀληθείας ἀγών; Τὴν

μὲν ὕπαρξιν συγχωροῦσι, καὶ ἴδιον εἶναι πρόσωπον

Υἱοῦ, καὶ ἴδιον Πατρὸς συντίθενται· ἀνομοιότητα δὲ

τῆς φύσεως παρεισάγουσι. Καὶ τὸ τοῦ Υἱοῦ ὄνομα

μέχρι φωνῆς συγχωροῦσι, τῇ δὲ ἀληθείᾳ πρὸς τὴν

κτίσιν αὐτὸ κατάγουσιν· οὐ δυσωπούμενοι τὴν φω-

νὴν τοῦ Κυρίου, ἑαυτὸν προδεικνύντος τῷ πρὸς τὴν

τοῦ Πατρὸς θεωρίαν ἐπειγομένῳ. Ὁ ἑωρακὼς γὰρ

ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Αὕτη δὲ ἡ φωνὴ

ὀρθῶς λογιζομένοις ἀμφοτέρων ἐμφράττει τὰς βλασ-

φημίας. Οὔτε γὰρ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκει,

ὅς γε διαιρεῖ τὰ πρόσωπα φανερῶς ἐν τῷ λέγειν· Ὁ

ἑωρακὼς ἐμέ. Δείκνυσι γὰρ ἐκ τούτου τὸ ἴδιον αὐτοῦ

πρόσωπον· Ἑώρακε τὸν Πατέρα, ἀναφέρων

ἐπὶ τὸ πατρικὸν πρόσωπον, καὶ διαιρῶν ἀφ' ἑαυτοῦ

προδήλως, καὶ ἐν τῷ λέγειν· Εἰ ἐγνώκειτέ με, καὶ

τὸν Πατέρα μου ἂν ᾔδειτε. Οὐ γὰρ σύγχυσιν τῶν

προσώπων ἐμφαίνει ταῦτα, ἀλλὰ τὸ ἀπαράλλακτον

τῆς θεότητος παρίστησιν. Ἀκουέτωσαν δὲ τὸν αὐτὸν

λόγον καὶ οἱ ἐναντίοι· ὅτι ὁ τῆς τοῦ Υἱοῦ κατ-

ηξιωμένος κοινωνίας οὐκ ἀπεστέρηται τοῦ Πατρός.

Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον

οἷος αὐτός ἐστιν. Ἄκουε, ὁ Ἀνόμοιος· Ἐγὼ καὶ ὁ

Πατὴρ ἕν ἐσμεν. Ἄκουε καὶ σὺ, ὁ Σαβέλλιος· Ἐγὼ

604

ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς αὐτὸν ὑπάγω.

Καὶ ἑκάτερος ὑμῶν τὸ ἴδιον τραῦμα ἐκ τοῦ εὐαγγε-

λικοῦ διδασκαλίου θεραπευέσθω. Καὶ σὺ μὲν τὴν

ἑνότητα λάμβανε ἐπὶ τὸ τῆς φύσεως ἀπαράλλακτον·

σὺ δὲ τὸ, Ἀπ' αὐτοῦ ἐξῆλθον, καὶ πρὸς αὐτὸν

πορεύομαι, ἐπὶ τὸ τῶν προσώπων διάφορον.

Συμβῶμεν οὖν ἐπὶ τούτοις, καὶ εἰρηνεύσωμεν, καὶ

καταθώμεθα τὸν μακρὸν κατὰ τῆς εὐσεβείας πόλε-

μον· ῥίψαντες μὲν τὰ ἠκονημένα ταῦτα τῆς ἀσεβείας

ὅπλα, καὶ μεταχαλκεύσαντες τὰς ζιβύνας εἰς ἄρο-

τρα, καὶ τὰς μαχαίρας εἰς δρέπανα. Μήτε σὺ λέγε

μόνον, ἀλλ' ἀκολούθει τῷ λέγοντι· Οὐκ εἰμὶ

μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ' ἐμοῦ ἐστιν.

Ἄλλος οὖν ὁ πέμψας Πατὴρ, καὶ ἄλλος ὁ πεμφθεὶς

Υἱός. Καὶ πάλιν, Ἐγὼ, φησὶ, μαρτυρῶ περὶ ἐμαυ-

τοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.

Καὶ, Ἐν τῷ νόμῳ δὲ, φησὶ, τῷ ὑμετέρῳ γέγρα-

πται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής

ἐστιν. Ἀρίθμησον, εἰ βούλει, τὰ πρόσωπα. Ἐγὼ,

φησὶν, εἰμὶ ὁ μαρτυρῶν. Εἷς. Καὶ μαρτυρεῖ περὶ

ἐμοῦ ὁ πέμψας με. Δύο. Καὶ οὐκ ἐγὼ οὕτω τολμη-

ρῶς ἀριθμῶ, ἀλλ' αὐτὸς ὁ Κύριος ἐδίδαξεν, εἰπών·

Ἐν τῷ νόμῳ τῷ ὑμετέρῳ γέγραπται, ὅτι ἀνθρώ-

πων δύο ἡ μαρτυρία ἀληθής ἐστι. Καὶ σὺ δὲ, ὁ

κατ' ἄλλο εἶδος τῆς ἀσεβείας θεομαχῶν, ὁ ἀνόμοιον

εἶναι λέγων τῇ φύσει τὸν Υἱὸν τῷ Θεῷ, ὁ τὴν ἰσό-

τητα μὴ διδοὺς, ὁ διάστασιν ζωῆς ἐμποιῶν

δυσωπήθητι Παῦλον λέγοντα· Ὅς ἐστιν εἰκὼν τοῦ

Θεοῦ τοῦ ἀοράτου· καὶ δὸς τῇ ζώσῃ εἰκόνι ἀπαρ-

αλλάκτως ἔχειν πρὸς τὴν ζωὴν τὴν ἀρχέτυπον.

Ὁμολόγει Πατέρα Υἱοῦ, μὴ κτίσματος, δημιουργόν.

Καὶ ἐν τῇ ἀληθινῇ τοῦ Πατρὸς ὁμολογίᾳ δὸς τὴν τοῦ

γεννηθέντος πρὸς αὐτὸν ὁμοτιμίαν, μνησθεὶς τῆς

τοῦ εὐαγγελιστοῦ μαρτυρίας, ὅτι Πατέρα ἔλε-

γεν ἑαυτοῦ τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ

Θεῷ. Τὸ δὲ ἰσάζειν τῷ γεγεννηκότι κατὰ τὴν φύσιν

νοεῖται, οὐ κατὰ μεγέθους σωματικοῦ παραμέτρη-

σιν. Πῶς δὲ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα

Θεῷ, εἰ, ὡς σὺ βλασφημεῖς, οὐδέποτε ἴσος; Πῶς δὲ

καὶ ἐν μορφῇ Θεοῦ ὑπῆρχεν ὁ, κατὰ τὸν σὸν λόγον,

μηδέποτε ὅμοιος;

Ἀλλ' ὁ μὲν πόλεμος ἑκατέρωθεν ἡμῖν τοιοῦτος·

ἡ δὲ ἀλήθεια τίς; Μήτε σὺ φοβοῦ τὴν τῶν προσώπων

ὁμολογίαν, ἀλλὰ λέγε Πατέρα, λέγε καὶ Υἱὸν, μὴ

ἑνὶ πράγματι δύο ὀνόματα ἐπιφθεγγόμενος, ἀλλ' ἐξ

ἑκατέρας τῆς προσηγορίας ἰδίαν ἔννοιαν διδασκόμε-

νος. Δεινὴ γὰρ ἀγνωμοσύνη μὴ καταδέχεσθαι τὰ

διδάγματα τοῦ Κυρίου, εὐκρινῶς διιστῶντος

605

ἡμῖν τῶν προσώπων τὴν ἑτερότητα. Ἐὰν γὰρ

ἀπέλθω, φησὶ, παρακαλέσω τὸν Πατέρα, καὶ ἄλ-

λον πέμψει Παράκλητον ὑμῖν. Οὐκοῦν Υἱὸς μὲν ὁ

παρακαλῶν, Πατὴρ δὲ ὁ παρακαλούμενος, Παράκλη-

τος δὲ ὁ ἀποστελλόμενος. Ἆρ' οὖν οὐ φανερῶς ἀναι-

σχυντεῖς ἀκούων, Ἐγὼ περὶ τοῦ Υἱοῦ, Ἐκεῖνος δὲ

περὶ τοῦ Πατρὸς, Ἄλλος περὶ τοῦ Πνεύματος τοῦ

ἁγίου, καὶ πάντα φύρων, καὶ πάντα συγχέων, καὶ

ἑνὶ πράγματι τὰς πάσας προσηγορίας περιτιθείς;

Μὴ μέντοι μηδὲ σὺ ἅρπαγμα πρὸς τὴν ἀσέβειαν λά-

βῃς τὴν τῶν προσώπων διαίρεσιν. Εἰ γὰρ καὶ δύο

τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει οὐ διέζευκται· οὐδὲ ὁ τὰ

δύο λέγων ἀλλοτρίωσιν ἐπεισάγει. Εἷς Θεὸς, ὅτι

καὶ Πατήρ· εἷς Θεὸς δὲ καὶ ὁ Υἱὸς, καὶ οὐ δύο θεοὶ,

ἐπειδὴ ταυτότητα ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα. Οὐ

γὰρ ἄλλην ἐν Πατρὶ καθορῶ θεότητα, καὶ ἄλλην ἐν

Υἱῷ· οὐδ' ἑτέραν φύσιν ἐκείνην, καὶ ἑτέραν ταύτην.

Ἵνα μὲν οὖν τρανωθῇ σοι τῶν προσώπων ἡ ἰδιότης,

ἀρίθμει ἰδίᾳ Πατέρα, καὶ ἰδίᾳ Υἱόν· ἵνα δὲ μὴ εἰς

πολυθεΐαν ἀποσχισθῇς, μίαν ὁμολόγει ἐπ' ἀμφοῖν τὴν

οὐσίαν. Οὕτω καὶ Σαβέλλιος πίπτει, καὶ ὁ Ἀνόμοιος

συντριβήσεται.

Ὅταν δὲ εἴπω μίαν οὐσίαν, μὴ δύο ἐξ ἑνὸς με-

ρισθέντα νόει, ἀλλ' ἐκ τῆς ἀρχῆς τοῦ Πατρὸς τὸν

Υἱὸν ὑποστάντα, οὐ Πατέρα καὶ Υἱὸν ἐκ μιᾶς οὐ-

σίας ὑπερκειμένης. Οὐ γὰρ ἀδελφὰ λέγομεν, ἀλλὰ

Πατέρα καὶ Υἱὸν ὁμολογοῦμεν. Τὸ δὲ τῆς οὐσίας

ταυτὸν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐ προστάγ-

ματι ποιηθεὶς, ἀλλ' ἐκ τῆς φύσεως γεννηθείς· οὐκ

ἀπομερισθεὶς τοῦ Πατρὸς, ἀλλὰ μένοντος τελείου

τέλειος ἀπολάμψας. Καὶ μή μοι περιδραμόντες,

ὅσοι ἢ μὴ τελείως τοῖς λεγομένοις ἠκολουθήσατε,

ἢ πρὸς ἐπήρειαν ἡμᾶς περιεστήκατε, οὐ λαβεῖν τι

παρ' ἡμῶν ὠφέλιμον ἐπιζητοῦντες, ἀλλὰ λαβέσθαι

τινὸς τῶν λεγομένων ἐπιτηροῦντες, εἴπητε· Δύο

θεοὺς κηρύσσει, πολυθεΐαν καταγγέλλει. Οὐ δύο

θεοί· οὐδὲ γὰρ δύο πατέρες. Ὁ μὲν ἀρχὰς εἰσάγων

δύο, δύο κηρύττει θεούς. Τοιοῦτος δέ ἐστι Μαρ-

κίων, καὶ εἴ τις ἐκείνῳ τὴν ἀσέβειαν παραπλήσιος.

Καὶ πάλιν ὁ ἑτερούσιον λέγων τὸν γεγεννημένον

πρὸς τὸν γεννήσαντα, δύο καὶ οὗτος λέγει θεοὺς,

διὰ τὴν τῆς οὐσίας ἀνομοιότητα τὸ πολύθεον παρ-

εισάγων. Εἰ γὰρ μία μὲν θεότης ἀγέννητος, μία δὲ

γεννητὴ, σὺ εἶ ὁ τὴν πολυθεΐαν κηρύσσων, ἐναντίον

μὲν λέγων εἶναι τὸ ἀγέννητον τῷ γεννητῷ, ἐναντίας

δὲ δηλονότι καὶ τὰς οὐσίας τιθέμενος· εἴπερ οὐσία

μὲν τοῦ Πατρὸς ἡ ἀγεννησία· οὐσία δὲ τοῦ Υἱοῦ ἡ

γέννησις. Ὥστε οὐ δύο μόνον θεοὺς, ἀλλὰ καὶ

μαχομένους ἀλλήλοις λέγεις· καὶ τὸ δεινότατον, οὐ

προαιρέσει διδοὺς τὴν μάχην, ἀλλὰ φυσικῇ δια-

στάσει, μηδέποτε ἐλθεῖν εἰς εἰρηνικὴν σύμβασιν

δυναμένῃ. Ἀλλ' ὁ τῆς ἀληθείας λόγος ἑκατέρωθεν

τὰ ἐναντιώματα διαπέφευγεν. Ὅπου γὰρ μία μὲν

ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς, καὶ ἓν μὲν τὸ ἀρχέτυ-

608

πον, μία δὲ ἡ εἰκὼν, ὁ τῆς ἑνότητος λόγος οὐ δια-

φθείρεται. Διότι γεννητῶς ὑπάρχων ἐκ τοῦ Πα-

τρὸς ὁ Υἱὸς, καὶ φυσικῶς ἐκτυπῶν ἐν ἑαυτῷ τὸν

Πατέρα, ὡς μὲν εἰκὼν, τὸ ἀπαράλλακτον ἔχει, ὡς

δὲ γέννημα, τὸ ὁμοούσιον διασώζει. Οὐδὲ γὰρ ὁ

κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων,

καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας

ὁμολογεῖ, τήν τε εἰκόνα, καὶ τὸν οὗ ἐστιν ἡ εἰκών·

οὔτε, ἐὰν, δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον,

εἴπῃ· Οὗτός ἐστιν ὁ βασιλεὺς, ἀπεστέρησε τὸ πρω-

τότυπον τῆς τοῦ βασιλέως προσηγορίας. Μᾶλλον

μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τού-

του ὁμολογίας. Εἰ γὰρ ἡ εἰκὼν βασιλεὺς, πολλῷ

δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρασχό-

μενον τὴν αἰτίαν. Ἀλλ' ἐνταῦθα μὲν ξύλα, καὶ

κηρὸς, καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ φθαρ-

τὴν, φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιη-

θέντος· ἐκεῖ δὲ, ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα

νόει τῆς δόξης. Τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα;

Αὐτὸς εὐθὺς ἡρμήνευσεν ὁ Ἀπόστολος ἐπάγων·

Καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Ταυτὸν οὖν ἐστι

τῇ δόξῃ μὲν ἡ ὑπόστασις, τῷ ἀπαυγάσματι δὲ ὁ χαρα-

κτήρ. Ὥστε, τελείας μενούσης καὶ μηδὲν μειουμέ-

νης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα. Καὶ

οὕτως ὁ τῆς εἰκόνος λόγος, θεοπρεπῶς παραδεχθεὶς,

τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. Οὗτος

γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ. Ὅτι καὶ οὗτος

τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος· κἀκεῖνος, οἷος οὗτος.

Οὕτως ἑνοῦται τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ

καθ' ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν

Υἱόν. Πάλιν οὖν λέγω· Εἷς καὶ εἷς, ἀλλ' ἡ φύσις

ἀμέριστος, καὶ ἡ τελειότης ἀνελλιπής. Εἷς οὖν

Θεὸς, ἐπειδὴ δι' ἀμφοτέρων ἓν εἶδος θεωρεῖται ὁλο-

κλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Ἀλλὰ γὰρ πά-

λαι ὁρῶ δυσανασχετοῦντας ὑμᾶς πρὸς τὸν λόγον,

καὶ μονονουχὶ ἀκούειν δοκῶ, ὅτι τοῖς ὁμολογου-

μένοις ἐνδιατρίβων, τῶν πολυθρυλλήτων ζητημάτων

οὐχ ἅπτομαι. Πᾶσα γὰρ ἀκοὴ νῦν πρὸς τὴν ἀκρόα-

σιν τῶν λόγων τῶν περὶ τοῦ ἁγίου Πνεύματος

ἀνηρέθισται. Ἐγὼ δὲ μάλιστα ἠβουλόμην, ὡς παρ-

έλαβον ἁπλοϊκῶς, ὡς συνεθέμην ἀνεπιτηδεύτως,

οὕτω παραδιδόναι τοῖς ἀκούουσι· μὴ ἀεὶ περὶ τῶν

αὐτῶν ἀπαιτούμενος τὰς εὐθύνας, ἀλλ' ἐκ μιᾶς

ὁμολογίας πεπεισμένους ἔχων τοὺς διδαχθέντας.

Ἐπειδὴ δὲ περιεστήκατε ἡμᾶς, δικασταὶ μᾶλλον

609

ἢ μαθηταὶ, ἡμᾶς δοκιμάσαι βουλόμενοι, οὐκ αὐτοί

τι λαβεῖν ἐπιζητοῦντες· ἀνάγκη ἡμᾶς ὥσπερ ἐν

δικαστηρίῳ τὴν ἀντιλογίαν προτείνεσθαι, καὶ ἀεὶ

μὲν ἀνακρίνεσθαι, ἀεὶ δὲ λέγειν ἃ παρειλήφαμεν.

Ὑμᾶς δὲ παρακαλοῦμεν μὴ ἐκ παντὸς τρόπου ζη-

τεῖν τὸ ὑμῖν ἀρέσκον παρ' ἡμῶν ἀκοῦσαι, ἀλλ' ὃ

τῷ Κυρίῳ εὐάρεστόν ἐστι, καὶ σύμφωνον ταῖς Γρα-

φαῖς, καὶ μὴ μαχόμενον τοῖς Πατράσιν. Ἃ τοίνυν

ἐλέγομεν περὶ τοῦ Υἱοῦ, ὅτι δεῖ ὁμολογεῖν ἴδιον

αὐτοῦ πρόσωπον, ταῦτ' ἔχομεν λέγειν καὶ περὶ τοῦ

Πνεύματος τοῦ ἁγίου. Οὐ γὰρ ταυτόν ἐστι τῷ Πατρὶ

τὸ Πνεῦμα, διὰ τὸ γεγράφθαι, ὅτι Πνεῦμα ὁ Θεός.

Οὐδὲ πάλιν Υἱοῦ καὶ Πνεύματος ἓν πρόσωπόν

ἐστιν, ἐπειδὴ εἴρηται· Εἰ δέ τις Πνεῦμα Χριστοῦ

οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· ὁ δὲ Χριστὸς

ἐν ὑμῖν. Ἐντεῦθεν γὰρ ἠπατήθησάν τινες Πνεῦμα

καὶ Χριστὸν τὸν αὐτὸν εἶναι. Ἀλλὰ τί φαμεν; Ὅτι

τὸ τῆς φύσεως οἰκεῖον ἐντεῦθεν ἐμφαίνεται, οὐχὶ

προσώπων σύγχυσις. Ἔστι μὲν γὰρ ὁ Πατὴρ, τέ-

λειον ἔχων τὸ εἶναι καὶ ἀνενδεὲς, ῥίζα καὶ πηγὴ τοῦ

Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἔστι δὲ ὁ Υἱὸς ἐν

πλήρει θεότητι ζῶν Λόγος, καὶ γέννημα τοῦ Πα-

τρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα, οὐ μέρος

ἑτέρου, ἀλλὰ τέλειον καὶ ὁλόκληρον ἐφ' ἑαυτοῦ

θεωρούμενον. Καὶ συνῆπται μὲν ὁ Υἱὸς τῷ Πατρὶ

ἀδιαστάτως· συνῆπται δὲ τῷ Υἱῷ τὸ Πνεῦμα.

Τὸ γὰρ διορίζον οὐκ ἔστιν, οὐδὲ τὸ διατέμνον τὴν ἐξ

ἀϊδίου συνάφειαν. Αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμπί-

πτει· οὐδὲ μὴν δέχεται ἡ ψυχὴ ἡμῶν ἐπίνοιαν χωρι-

σμοῦ, ὡς ἢ τοῦ Μονογενοῦς μὴ συνόντος ἀεὶ τῷ Πατρὶ,

ἢ τοῦ ἁγίου Πνεύματος μὴ συνυπάρχοντος τῷ Υἱῷ.

Ὅταν οὖν ποτε συνάψωμεν τὴν Τριάδα, μὴ ὡς

ἑνὸς πράγματος ἀδιαιρέτου μέρη φαντάζου τὰ τρία

(δυσσεβὴς γὰρ ὁ λογισμός), ἀλλὰ τριῶν ἀσωμάτων

τελείων ἀχώριστον δέχου τὴν συνουσίαν. Ὅπου

γὰρ ἁγίου Πνεύματος παρουσία, ἐκεῖ καὶ Χριστοῦ

ἐπιδημία· ὅπου δὲ Χριστὸς, ἐκεῖ καὶ ὁ Πατὴρ πάρ-

εστι δηλονότι. Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν

ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι; Καὶ,

Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ

τοῦτον ὁ Θεός. Ἁγιαζόμενοι οὖν διὰ τοῦ Πνεύμα-

τος, δεχόμεθα τὸν Χριστὸν κατοικοῦντα ἡμῶν εἰς τὸν

ἔσω ἄνθρωπον, καὶ μετὰ τοῦ Χριστοῦ τὸν Πατέρα,

κοινὴν ποιούμενον τὴν μονὴν παρὰ τοῖς ἀξίοις. Ταύ-

την δὲ τὴν συνάφειαν δηλοῖ καὶ ἡ παράδοσις τοῦ

βαπτίσματος, καὶ ἡ ὁμολογία τῆς πίστεως. Εἰ γὰρ

ἀλλότριον ἦν τῇ φύσει, πῶς συνηριθμεῖτο τὸ Πνεῦμα;

Καὶ εἰ χρόνοις ὕστερον προσγενόμενον Πατρὶ καὶ

Υἱῷ, πῶς τῇ ἀϊδίῳ συνετάσσετο φύσει; Οἱ δὲ χωρί-

ζοντες Πατρὸς καὶ Υἱοῦ καὶ τῇ κτίσει συναριθμοῦν-

τες τὸ Πνεῦμα ἀτελὲς μὲν ποιοῦσι τὸ βάπτισμα,

ἐλλιπῆ δὲ τὴν ὁμολογίαν τῆς πίστεως. Οὔτε γὰρ ἡ

612

Τριὰς μένει Τριὰς, ὑφαιρουμένου τοῦ Πνεύματος.

Καὶ εἰ ἕν τι πάλιν ἀπὸ τῆς κτίσεως προσαφθείη,

πᾶσα ἡ κτίσις συνεισελεύσεται εἰς τὴν τοῦ Πατρὸς

καὶ Υἱοῦ συναρίθμησιν. Τί γὰρ κωλύει λέγειν·

Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ εἰς πᾶσαν τὴν

κτίσιν; Εἰ γὰρ εὐσεβὲς τὸ πιστεύειν εἰς μέρος τῆς

κτίσεως, πολλῷ δήπου σεμνότερον τὸ πᾶσαν τὴν κτί-

σιν εἰς τὴν ὁμολογίαν παραλαμβάνειν. Πιστεύων δὲ

εἰς πᾶσαν τὴν κτίσιν, οὐκ εἰς ἀγγέλους πιστεύεις μό-

νον καὶ τὰ λειτουργικὰ πνεύματα, ἀλλὰ καὶ εἴ τινες

ἀντικείμεναι δυνάμεις εἰσὶν, ἐπειδὴ καὶ αὐταὶ μέ-

ρος εἰσὶ τῆς κτίσεως, καὶ ταύταις συνθήσῃ κατὰ

τὴν πίστιν. Οὕτως ἡ κατὰ τοῦ Πνεύματος βλασφη-

μία εἰς δυσσεβεῖς καὶ ἀθεμίτους περιάγει σε λόγους.

Ὁμοῦ τε γὰρ εἶπας ἃ μὴ δεῖ περὶ τοῦ Πνεύμα-

τος, καὶ ἐπεσήμηνέ σοι ἡ τοῦ Πνεύματος ἐγκατά-

λειψις. Ὡς γὰρ ὁ ἐπιμύσας τοὺς ὀφθαλμοὺς οἰκεῖον

ἔχει τὸ σκότος, οὕτως ὁ ἀναχωρήσας τοῦ Πνεύματος,

ἔξω γενόμενος τοῦ φωτίζοντος, ὑπὸ τῆς κατὰ ψυχὴν

ἀορασίας συγκέχυται.

Ἀλλὰ μὴ χωρίσῃς Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα

τὸ ἅγιον, δυσωπείτω σε ἡ παράδοσις. Ὁ Κύριος

οὕτως ἐδίδαξεν, ἀπόστολοι ἐκήρυξαν, Πατέρες δι-

ετήρησαν, μάρτυρες ἐβεβαίωσαν. Ἀρκέσθητι λέγειν

ὡς ἐδιδάχθης, καὶ μή μοι τὰ σοφὰ ταῦτα· Ἀγέννη-

τόν ἐστιν, ἢ γεννητόν. Εἰ μὲν γὰρ ἀγέννητον, Πα-

τήρ· εἰ δὲ γεννητὸν, Υἱός· εἰ δὲ μηδ' ἕτερον τούτων,

κτίσμα. Ἐγὼ δὲ μετὰ Πατρὸς μὲν οἶδα, οὐχὶ δὲ

Πατέρα τὸ Πνεῦμα· καὶ μετὰ Υἱοῦ παρέλαβον,

οὐχὶ δὲ Υἱὸν ὠνομασμένον. Ἀλλὰ τὴν μὲν πρὸς

Πατέρα οἰκειότητα νοῶ, ἐπειδὴ ἐκ Πατρὸς ἐκπο-

ρεύεται· τὴν πρὸς Υἱὸν δὲ, ἐπειδὴ ἀκούω· Εἴ τις

Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐ-

τοῦ. Εἰ γὰρ μὴ οἰκεῖον Χριστοῦ, πῶς οἰκειοῖ τῷ Χρι-

στῷ; Ἀλλὰ καὶ Πνεῦμα ἀκούω τῆς ἀληθείας.

Ἀλήθεια δὲ ὁ Κύριος. Ὅταν δὲ ἀκούω Πνεῦμα υἱοθε-

σίας, εἰς ἔννοιαν ἔρχομαι τῆς πρὸς Υἱὸν καὶ Πατέρα

κατὰ τὴν φύσιν ἑνότητος. Πῶς γὰρ υἱοθετεῖ τὸ

ξένον, πῶς δὲ οἰκειοῖ τὸ ἀλλότριον; Οὕτω μὲν οὖν

οὔτε καινοτομῶ ῥήματα, οὔτε ἀθετῶ τὴν ἀξίαν·

τοὺς δὲ τολμῶντας κτίσμα προσαγορεύειν στενάζω

καὶ ὀδύρομαι, ὅτι διὰ μικροῦ σοφίσματος καὶ κι-

βδήλου παραλογισμοῦ ἑαυτοὺς ὠθοῦσιν ἐπὶ τὸ βά-

ραθρον. Ἐπειδὴ γὰρ, φησὶ, τρία ταῦτα ὁ νοῦς

ἡμῶν κατείληφε, καὶ οὐδέν ἐστιν ἐν τοῖς οὖσιν ὃ

μὴ ὑπὸ τὴν διαίρεσιν ταύτην ἔρχεται τῶν ὄντων.

Ἢ γὰρ ἀγέννητον, φησὶν, ἐστὶν, ἢ γεννητὸν, ἢ

κτιστόν· ἀλλὰ μὴν οὔτε τὸ πρῶτον, οὔτε τὸ δεύ-

τερον, τὸ τρίτον ἄρα. Τοῦτο ὑμῶν τὸ ἄρα τῇ αἰω-

613

νίῳ ἀρᾷ ὑποδίκους ὑμᾶς καταστήσει. Πάντα ἐξηρεύ-

νησας; πάντα τοῖς σεαυτοῦ λογισμοῖς ὑπὸ διαίρε-

σιν ἤγαγες; οὐδὲν ἀνεξέταστον κατέλιπες; πάντα τῷ

νῷ περιέλαβες; πάντα τῇ σεαυτοῦ καταλήψει

συνέκλεισας; οἶδας τὰ ὑπὸ γῆν; οἶδας τὰ ἐν τῷ

βυθῷ; Δαιμόνων ἀλαζονεῖαι·

Οἶδα ἐγὼ ψάμμου τ' ἀριθμὸν καὶ μέτρα θα-[λάσσης.

Εἰ δὲ πολλὰ ἀγνοεῖς, καὶ μυριοπλάσια τῶν ἐγνω-

σμένων ἐστὶ τὰ ἀγνοούμενα, τί οὐχὶ μετὰ πάντων

καὶ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως τοῦ ἁγίου Πνεύ-

ματος τὴν ἀκίνδυνον ἄγνοιαν ἀνεπαισχύντως ὁμολο-

γεῖς; Ἐγὼ δὲ σχολὴν μὲν οὐκ ἄγω ἐλέγχειν τῶν

λογισμῶν σου τὴν ματαιότητα, οὐδὲ δεικνύναι πόσα

ἐν τοῖς οὖσι τὴν κατάληψίν σου τῶν λογισμῶν διαπέ-

φευγεν· ἐκεῖνο δ' ἂν ἡδέως τοὺς ἐφ' ὑμῶν ἐρω-

τήσαιμι, καὶ διορίζομαι πεποιθότως, ὅτι μεταμελή-

σει σοί ποτε τῆς ἀθέου ταύτης σοφίας, κτίσμα λέγοντι

τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ φοβῇ τὴν ἀσυγχώρητον

ἁμαρτίαν; Ἢ τί ποτε οἴει δυσσεβέστερον τούτου

δύνασθαι βλασφημεῖν; Ἐκ γὰρ μιᾶς ταύτης φωνῆς

πάντα ἐνέστη τὰ δεινότατα· ἀλλοτρίωσις ἀπὸ Θεοῦ

κατ' αὐτὴν τὴν φύσιν, δουλείας ταπείνωσις, διακο-

νίαι λειτουργικαὶ, ἁγιασμοῦ στέρησις, τοῦ κατὰ φύ-

σιν οὐ προσόντος, καὶ περιστήσεται τῷ Πνεύματι,

οὕτω μετέχειν ἁγιασμοῦ ἐκ τῆς κατὰ χάριν διανο-

μῆς, ὡς καὶ τὰ λοιπὰ ἔχει ὅσα ἡγίασται. Καὶ ὥσπερ

δίδοται ἡμῖν ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ

συμφέρον, καὶ ὡς ἐπιμετρεῖται ἑκάστῳ κατὰ τὴν

ἀναλογίαν τῆς πίστεως, οὕτως ἔσται καὶ τὸ Πνεῦμα

τοῦ ἁγιασμοῦ μετέχον, εἴπερ ὄντως κτιστὸν

κατὰ τὴν Πνευματομάχων ὑπόληψιν.

Ἀλλὰ γὰρ μὴ συγχωρήσωμεν τὴν ἄνοιαν αὐτῶν

ἀνέλεγκτον, τῶν οἰομένων πάντα τῇ ἑαυτῶν διανοίᾳ

κατειληφέναι. Ἀποκρινάσθωσαν τοίνυν ἡμῖν. Τί

ποτε ἄρα ἡ τοῦ αἰσθητοῦ ἡλίου οὐσία; Πότερον

ἕν τι τῶν τεσσάρων ἐστὶν, ἢ σύνθετός ἐστιν ἐκ τῶν

τεσσάρων; Ἀλλὰ μὴν οὔτε γῆ ἐστιν, οὔτε ἀὴρ, οὔτε

ὕδωρ ἐστὶν, οὔτε πῦρ. Ταῦτα γὰρ ἐπ' εὐθείας κι-

νεῖται· τὰ μὲν ἄνω φερόμενα, τὰ δὲ κάτω. Γῆ μὲν

γὰρ καὶ ὕδωρ κατωφερῆ ἐστι διὰ τὸ βάρος· ἀὴρ δὲ

καὶ πῦρ τὴν ἄνω φορὰν κινεῖται διὰ κουφότητα·

τοῦ δὲ ἡλίου κυκλοφορική ἐστιν ἡ κίνησις. Οὐ τοίνυν

ἐστὶν ἓν τῶν τεσσάρων. Ἀλλὰ μὴν οὐδὲ σύνθετός

ἐστιν ἐκ τούτων· διότι τὰ σύνθετα καμάτῳ συνέχεται,

ἐκ μὲν τῶν ἐναντίων τὴν σύστασιν ἔχοντα, ἀντι-

σπώντων δὲ ἀλλήλοις τῶν ἐναντίων κατὰ τὴν κίνη-

σιν. Ἀκάματος δὲ τοῦ ἡλίου ἡ κίνησις, διὰ τοῦτο

616

καὶ ἄπαυστος. Ὥστε οὐ σύνθετος. Ἀλλὰ μὴν ἐν τοῖς

σώμασιν ἢ ἁπλοῦν τί ἐστιν, ἢ σύνθετον. Οὔτε δὲ

ἁπλοῦν σῶμα ὁ ἥλιος· οὐ γὰρ ἐπ' εὐθείας κινεῖται·

οὔτε σύνθετον· οὐ γὰρ κάμνει κινούμενος. Οὐκ ἄρα

ἐστὶν ὁ ἥλιος. Τοιαῦται ὑμῶν αἱ σοφαὶ διαιρέσεις,

ὑπὸ τῶν ὀφθαλμοὺς ἐχόντων καταγελώμεναι. Πάλιν

πῶς ὁρῶμεν οἱ ἄνθρωποι; Πότερον εἰσδεχόμενοι τοὺς

τύπους τῶν ὁρατῶν, ἢ ἀφιέντες δύναμιν ἐξ αὐτῶν;

Ἀλλὰ μὴν οὔτε δεχόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας

(πῶς γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ τῷ μικρῷ

πόρῳ τῆς κόρης ἐμφαίνεται;), οὔτε μὴν ἀφίεμέν τι

παρ' ἑαυτῶν· (πῶς γὰρ πάλιν τὸ ἐκπεμπόμενον

ἐξαρκεῖ τῷ οὐρανῷ ἐφαπλοῦσθαι;) Εἰ δὲ μήτε δε-

χόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας, μήτε τινὰ δύναμιν

ἐξ ἑαυτῶν ἀποπέμπομεν, οὐκ ἄρα ὁρῶμεν. Τί οὖν;

ἐλέγξω ὑμῶν τοὺς συλλογισμοὺς, ἢ ἐπεύξομαι ὑμῖν

ἀληθῆ εἶναι τὰ συμπεράσματα; Τί διαφέρει τῶν

τοιούτων λόγων καὶ ἡ περὶ τοῦ Πνεύματος ὑμῶν

τεχνολογία, ἣν γυναικαρίοις ἀθλίοις, ἢ τοῖς γείτοσι

τῶν γυναικῶν εὐνούχοις ἐνεπιδείκνυσθε; Μὴ δὴ ἐπη-

ρεαστικῶς ἄκουε. Εἰ ἐκ τοῦ Θεοῦ τὸ Πνεῦμα, πῶς

ὑπὸ τὴν κτίσιν ἄγεις; Οὐ γὰρ δὴ ἐκεῖνο ἐρεῖς, ὅτι

καὶ τὰ πάντα ἐκ τοῦ Θεοῦ. Ὥσπερ γὰρ ὁ Χριστὸς

Θεοῦ λέγεται, οὐχὶ δὲ κτίσμα ὡς καὶ ἡμεῖς (Ἡμεῖς

γὰρ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ), ἀλλ' ἄλλως μὲν

ἡμεῖς Χριστοῦ λεγόμεθα, ὡς δοῦλοι Δεσπότου· ἄλλως

δὲ Χριστὸς Θεοῦ λέγεται, ὡς Υἱὸς τοῦ Πατρός· οὕτω

καὶ τὸ Πνεῦμα, οὐκ ἐπειδὴ τὰ πάντα ἐκ τοῦ Θεοῦ,

καὶ αὐτὸ ὡς τὰ πάντα. Οὐ γὰρ ἐπειδὴ καὶ τὰ λειτουρ-

γικὰ πνεύματα, ἤδη καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅμοιον

αὐτοῖς διὰ τὴν προσηγορίαν. Ἓν γάρ ἐστι τὸ ἀλη-

θινῶς Πνεῦμα. Ὡς γὰρ πολλοὶ μὲν υἱοὶ, εἷς δὲ ὁ

ἀληθινὸς Υἱός· οὕτω κἂν πάντα λέγηται ἐκ τοῦ Θεοῦ,

ἀλλὰ κυρίως ὁ Υἱὸς ἐκ τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ

τοῦ Θεοῦ. Ἐπειδὴ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς

ἐξῆλθε, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται.

Ἀλλ' ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς, τὸ δὲ

Πνεῦμα ἀῤῥήτως ἐκ τοῦ Θεοῦ. Ὅρα οὖν ἡλίκος

ὁ κίνδυνος κατασμικρύνειν τὴν δόξαν τοῦ Παρακλή-

του. Οὐ δέχεται τὴν εἰς αὐτὸν τιμὴν ὁ Υἱὸς, ἀθετου-

μένου τοῦ Πνεύματος. Ἐκεῖνος γὰρ, φησὶν, ἐμὲ

δοξάσει, οὐχ ὡς δοῦλος μετὰ τῆς κτίσεως. Εἰ γὰρ

μετὰ πάντων ἐδόξαζεν, οὐκ ἂν ἐῤῥήθη, Ἐκεῖνος.

Νῦν δὲ ἡ ἐπὶ τὸ ἓν ἀναφορὰ τὴν καθ' ὑπεροχὴν τῶν

ἄλλων προσαγομένην δόξαν παρίστησιν. Οὐ γὰρ ὡς

οἱ λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ· ἀλλ' ὡς ὁ

εἰπών· Πάτερ, ἐδόξασά σε, τὸ ἔργον ὃ ἔδωκας

ἐτελείωσα. Καὶ ὡς ὁ Πατὴρ δοξάζει τὸν Υἱὸν, λέ-

γων· Καὶ ἐδόξασά σε, καὶ πάλιν δοξάσω· οὕτω

καὶ ὁ Υἱὸς τὸ Πνεῦμα εἰς τὴν ἑαυτοῦ καὶ Πατρὸς

κοινωνίαν παραλαμβάνει. Ἢ δειξάτω μοί τις μείζονα

ταύτης δόξαν, καὶ πάντα δίδωμι ἀληθεύειν τοὺς ἀν-

τιλέγοντας. Ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ. Διὰ τί;

Διὰ τὸ Πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτοῖς δηλονότι. Ὥστε

617

ὁ μὴ τιμῶν τὸ Πνεῦμα οὐ τιμᾷ τὸν Υἱόν· Ὁ δὲ μὴ

τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα. Οὕτως ἄρα ἡ

περὶ ἕν τι τῶν πιστευομένων ἀγνωμοσύνη ὅλης ἐστὶ

τῆς θεότητος ἄρνησις. Εἰ κτιστόν ἐστι τὸ Πνεῦμα, οὐ

θεῖον. Ἀλλὰ μὴν Πνεῦμα, φησὶ, θεῖον τὸ ποιῆσάν

με. Καὶ, Ἐνέπλησε, φησὶν, ὁ Θεὸς τὸν Βεσελεὴλ

Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως. Ποῦ τοίνυν

εὑρίσκεις προσεγγίζον τὸ θεῖον; τῇ κτίσει, ἢ τῇ

θεότητι; Εἰ μὲν γὰρ τῇ κτίσει, καὶ τὸν Πατέρα τοῦ

Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κτίσμα ἐρεῖς· γέγρα-

πται γὰρ περὶ αὐτοῦ· Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις

καὶ θειότης· εἰ δὲ τῇ θεότητι, παυσάμενος τῆς

βλασφημίας, ἐπίγνωθι τοῦ Πνεύματος τὴν ἀξίαν.

Οὕτως ἀσύνετος εἶ, ὡς μηδ' ὑπ' αὐτῆς προσάγεσθαι

τῆς φωνῆς εἰς τὰς ἀξίας ἐννοίας τοῦ Πνεύμα-

τος.

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΒΑΣΙΛΕΙΟΥΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣΑΣΚΗΤΙΚΑ}{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΒΑΣΙΛΕΙΟΥ,Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας,ΑΣΚΗΤΙΚΗ ΠΡΟΔΙΑΤΥΠΩΣΙΣ.} Καλὰ μὲν τοῦ βασιλέως τὰ πρὸς τοὺς ὑπηκόουςνομοθετήματα· μείζονα δὲ καὶ βασιλικώτερα τὰ πρὸςστρατιώτας παραγγέλματα. Ἅτε οὖν στρατιωτικῶνπαραγγελμάτων κηρυσσομένων, προσεχέτω ὁ τῆςἄνω καὶ μεγάλης ἀξίας ἐπιθυμῶν, ὁ Χριστοῦ διὰπαντὸς παραστάτης εἶναι βουλόμενος, ὁ τῆς μεγάληςἐκείνης ἀκούων φωνῆς· Ἐάν τις ἐμοὶ διακονῇ, ἐμοὶἀκολουθείτω. Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ διάκονοςὁ ἐμὸς ἔστω. Ποῦ Χριστὸς ὁ βασιλεύς; Ἐν οὐρανῷδηλαδή. Ἐνταῦθά σε ποεῖσθαι τὸν δρόμον, στρατιῶτα,προσήκει. Ἐπιλάθου τῆς κατὰ γῆν ἀναπαύσεως πά-σης. Οὐδεὶς στρατιώτης οἰκίαν κατασκευάζει, οὐδὲκτήσεις ἀγρῶν περιβάλλεται, οὐδὲ ἐμπορίαις ποικί-λαις χρημάτων ποριστικαῖς ἐγκαταμίγνυται. Οὐδεὶςστρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγμα-τείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Τροφὰςστρατιώτης ἔχει βασιλικάς· οὐ δεῖ πορίζειν ἑαυτῷτροφὰς, οὐδὲ περὶ τοῦτο ἀσχολεῖσθαι. Οἶκος ἀνέῳγεναὐτῷ πανταχῆ παρὰ τοῖς ὑπηκόοις ἐκ βασιλέως προσ-τάγματος. Οὐ δεῖ περὶ οἰκίας αὐτῷ διαπονεῖσθαι· ἐπὶπλατείαις ἡ σκηνὴ, καὶ πρὸς ἀνάγκην ἡ τροφὴ, καὶποτὸν ὕδωρ, καὶ ὑπνοῦν τοσοῦτον, ὅσον ἡ φύσιςδέδωκεν. Ὁδοιπορίαι δὲ καὶ ἀγρυπνίαι πολλαί· καρ-τερίαι πρὸς καύματα, πρὸς ψῦχος· ἀγῶνες πρὸςἐναντίους· κίνδυνοι μέχρι τῶν ἐσχάτων· θάνατος, ἂντύχῃ, πολλάκις· ἀλλὰ θάνατος ἔνδοξος, τιμαί τε, καὶδῶρα βασιλικά. Ἐπίπονος ἐν πολέμοις ὁ βίος, λαμ-πρὸς ἐν εἰρήνῃ. Γέρας ἀριστείας, καὶ στέφανος καλῶςβεβιωκότι ἐν κατορθώμασιν, ἀρχὴν ἐγχειρισθῆναι,φίλον βασιλέως κληθῆναι, παραστῆναι πλησίον, δε-ξιώσεως τυχεῖν, ἐκ χειρὸς βασιλέως τετιμῆσθαι, παρὰτοῖς ὑπηκόοις προΐστασθαι, καὶ πρεσβεύειν ὑπὲρ τῶνἔξωθεν φίλων, ὧν ἂν βούλωνται. Ἄγε δὴ, στρατιῶτα Χριστοῦ, μικρὰ ἐξ ἀνθρω-πίνων πραγμάτων λαβὼν παραδείγματα, ἐνθύμησινλάβε τῶν αἰωνίων ἀγαθῶν. Ἄοικός σοι καὶ ἄπολιςκαὶ ἀκτήμων προκείσθω βίος. Ἄνετος ἔσο, λελυ-μένος ἀπὸ πασῶν κοσμικῶν φροντίδων· μή σε δε-σμεύσῃ γυναικὸς ἐπιθυμία, μή σε φροντὶς παιδός.Ἀδύνατον γὰρ ἐν τῇ θείᾳ στρατείᾳ τοῦτο. Τὰ γὰρὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰδυνατὰ τῷ Θεῷ. Οὐ νικᾷ σε σώματος φύσις, οὐδὲἄγχει σε μὴ βουλόμενον· οὐ δεσμώτην ἀντ' ἐλευθέ-ρου ποιεῖ. Οὐ ζήτει ἐν γῇ καταλιπεῖν παῖδας,ἀλλ' ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ σωματικοῖς προσ-κολλᾶσθαι γάμοις, ἀλλὰ πνευματικῶν ὀρέγεσθαι,ἄρχειν ψυχῶν, καὶ παιδογονεῖν πνευματικῶς. Τὸννυμφίον μιμοῦ τὸν οὐράνιον· καθαίρει πολεμίων ἀο-ράτων ἐπαναστάσεις· ἀρχαῖς καὶ ἐξουσίαις πολέμει,ἐξελαύνων αὐτὰς πρῶτον μὲν τῆς ἑαυτοῦ ψυχῆς, ἵναμηδένα κλῆρον ἔχωσιν ἐν σοὶ, ἔπειτα τῶν σοι προσ-φευγόντων καί σε προβαλλομένων ἡγεμόνα καὶ πρό-μαχον τῶν διὰ τοῦ σοῦ λόγου φυλαττομένων. Καθαί-ρει λογισμοὺς ἐπανισταμένους τῇ πίστει τοῦΧριστοῦ· πολέμει διὰ τοῦ λόγου τῆς εὐσεβείας πρὸςτὸν ἀσεβῆ καὶ πονηρὸν λογισμόν. Λογισμοὺς γὰρ,φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενονκατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ μάλιστα μὲν θάρ-σει τῇ τοῦ μεγάλου βασιλέως χειρὶ, φοβούσῃ καὶτροπουμένῃ τοὺς ὑπεναντίους, ἐπειδὰν μόνονφανῇ· ἐπὰν δὲ καὶ διὰ κινδύνων ἀγαθὸν θέλῃ σεγενέσθαι, καὶ τὸ στράτευμα τὸ ἑαυτοῦ θελήσῃ συμ-βαλεῖν τῷ στρατεύματι τῷ ὑπεναντίῳ, ἐνταῦθα σὺπρὸς πάντα πόνον ἀήττητος ἔσο τῇ παρασκευῇ, καὶπρὸς κίνδυνον ἄτρεπτος τῇ ψυχῇ, καὶ γῆν ἐκ γῆςμετανίστασο προθύμως, καὶ θάλατταν ἐκ θαλάττης.Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶ, φεύγετε ἀπὸ πόλεωςεἰς πόλιν. Καὶ εἰς δικαστήριον ὅταν δέῃ καλεῖ-σθαι, καὶ πρὸς ἄρχοντας παραστῆναι, καὶ δήμωνἐπαναστάσεις ὑπενεγκεῖν, καὶ δημίου βλέμμα φοβε-ρὸν ἰδεῖν, καὶ σκληρὰν ἀκοῦσαι φωνὴν, καὶ κολαστη-ρίων ὄψιν ὑπομεῖναι χαλεπὴν, καὶ πειραθῆναι βασά-νων, καὶ μέχρι θανάτου διαγωνίσασθαι, μὴ ἀπειθήσῃςπρὸς ἅπαντα ταῦτα, πρὸ ὀφθαλμῶν ἔχων τὸν ὑπὲρσοῦ ἐν τούτοις γενόμενον Χριστὸν, εἰδὼς, ὅτι διὰ τὸνΧριστὸν ἐν τούτοις γενέσθαι σε δεῖ, καὶ νικήσεις ἐντούτοις. Νικητῇ γὰρ ἀκολουθεῖς βασιλεῖ, τῆς νίκηςαὐτοῦ βουλομένῳ σε γενέσθαι κοινωνόν. Οὐδὲ γὰρἀποθανὼν ἡττήθης, ἀλλὰ τότε δὴ καὶ τελεώτατα ἐνί-κησας, ἄχρι τέλους ἄτρεπτον φυλάξας τὴν ἀλήθειανσεαυτῷ, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίανἀμετακίνητον σχών. Καὶ ἀπὸ τοῦ θανάτου μὲν πρὸς αἰώνιον ὁδεύσειςζωὴν, ἀπὸ δὲ τῆς παρὰ ἀνθρώποις ἀτιμίας ἐπὶ τὴνδόξαν τὴν παρὰ Θεοῦ, καὶ ἀπὸ τῶν ἐν κόσμῳ θλίψεωνκαὶ κολάσεων ἐπὶ τὰς αἰωνίους ἀναπαύσεις τὰς σὺνἀγγέλοις. Γῆ σε πολίτην οὐκ ἀπεδέξατο, ἀλλ' οὐρανὸςὑποδέξεται, κόσμος ἐδίωξεν, ἀλλὰ βαστάσουσιν ἄγγε-λοι παραστῆσαί σε Χριστῷ· καὶ φίλος κληθήσῃ,καὶ τὸν ποθεινότατον ἔπαινον ἀκούσεις· Εὖ, δοῦλεἀγαθὲ καὶ πιστὲ, στρατιῶτα γενναῖε, καὶ μιμητὰτοῦ Δεσπότου, βασιλέως ἀκόλουθε, ἐγώ σε τοῖς ἐμοῖςἀμείψομαι δώροις· ἐγὼ τῶν σῶν ἀκούσομαι λόγων,ἐπεὶ καὶ σὺ τῶν ἐμῶν. Αἰτήσεις ἀδελφῶν σωτηρίανκαταπονουμένων, καὶ τοῖς κοινωνοῖς τῆς πίστεωςκαὶ τοῖς μύσταις τῆς ἱερᾶς ἀγάπης λήψῃ παρὰ τοῦβασιλέως τὴν τῶν ἀγαθῶν μετουσίαν· χορεύσεις δὲτὰς αἰωνίους χορείας, καὶ μεταξὺ τῶν ἀγγέλων στε-φανηφορήσεις, βασιλεύων κτίσεως ὑπὸ τῷ βασιλεῖ,καὶ συνδιαιωνίζων μακαρίως τῷ τῆς μακαριότητοςχορῷ. Εἰ δὲ καὶ ἐπὶ κόσμου σε καταλεῖψαι ἔτι μετὰτοὺς ἀγῶνας θέλοι, ἵνα καὶ πλείονας ἀγῶνας καὶ ποι-κίλους διαγωνίσῃ, καὶ σώσῃς ἐκ τῶν ἀοράτων καὶὁρατῶν πολέμων πολλοὺς, μεγάλη σου καὶ κατὰ γῆνἡ δόξα, καὶ παρὰ τοῖς φίλοις ἔσῃ τίμιος, προστάτην σεκαὶ βοηθὸν καὶ πρεσβευτὴν ἀγαθὸν εὑρηκόσιν. Οὗτοιθρέψουσιν ὡς στρατιώτην ἀγαθόν· οὗτοι τιμήσουσιν ὡςἀριστέα γενναῖον· οὗτοι δεξιώσονται καὶ μετὰ χαρᾶςὑποδέξονται ὡς ἄγγελον Θεοῦ δεχόμενοι, καθὰ Παῦλόςφησιν, ὡς Χριστὸν Ἰησοῦν. Ταῦτα καὶ τὰ τοιαῦτατῆς θείας στρατείας τὰ παραδείγματα. Διαλέγεται δὲοὐκ ἀνδράσι μόνοις ὁ λόγος. Στρατεύεται γὰρκαὶ τὸ θῆλυ παρὰ Χριστῷ, τῇ ψυχικῇ ἀνδρείᾳ κατα-λεγόμενον εἰς τὴν στρατείαν, καὶ οὐ διὰ τὴν τοῦ σώ-ματος ἀσθένειαν ἀποδοκιμαζόμενον, καὶ πολλαὶ γυ-ναῖκες ἠρίστευσαν ἀνδρῶν οὐκ ἔλαττον. Εἰσὶ δὲ αἳκαὶ μειζόνως εὐδοκίμησαν. Ἐκ τούτων εἰσὶν αἱ τῆςπαρθενίας πληροῦσαι τὸν χορόν. Ἐκ τούτων αἳ τοῖς