Sermo 12 (de ascetica disciplina)
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Sermo 12 (de ascetica disciplina) [Dub.], MPG 31: 648–652.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg042.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
649
χεσθαι, ἐν παντὶ εὐχαριστεῖν, πρὸς πάντας ταπεινὸν
εἶναι, μισεῖν τὴν ὑπερηφανίαν, νήφειν καὶ τηρεῖν
τὴν καρδίαν ἀπὸ λογισμῶν πονηρῶν, θησαυρίζειν
ἐν οὐρανῷ δι' ἐντολῶν, ἑαυτὸν ἀνακρίνειν περὶ τῶν
λογισμῶν τῶν καθημερινῶν καὶ πράξεων, μὴ ἐμπλέ-
κεσθαι ταῖς τοῦ βίου πραγματείαις καὶ περιττολ-
ογίαις· μὴ περιεργάζεσθαι τὸν τῶν ῥᾳθύμων
βίον, ἀλλὰ ζηλοῦν τὸν τῶν ἁγίων Πατέρων· συγχαί-
ρειν τοῖς κατορθοῦσιν ἀρετὴν, καὶ μὴ φθονεῖν·
συμπάσχειν τοῖς πάσχουσι, καὶ συνδακρύειν, καὶ
σφόδρα τούτους πενθεῖν, μὴ μέντοι κατακρίνειν·
μὴ ὀνειδίζειν τὸν ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μη-
δέποτε δικαιοῦν ἑαυτόν· πρὸ πάντων ἁμαρτωλὸν ἐν-
ώπιον Θεοῦ καὶ ἀνθρώπων ἑαυτὸν ὁμολογεῖν, νουθε-
τεῖν τοὺς ἀτάκτους· παραμυθεῖσθαι τοὺς ὀλιγοψύ-
χους· ὑπηρετεῖν τοῖς ἀῤῥώστοις, πόδας ἁγίων νίπτειν·
ξενοδοχίας καὶ φιλαδελφίας ἐπιμελεῖσθαι· μετὰ τῶν
οἰκείων τῆς πίστεως εἰρηνεύειν· αἱρετικὸν ἄνθρωπον
ἀποστρέφεσθαι· τὰ ἐνδιάθετα βιβλία ἀναγινώσκειν·
ἀποκρύφοις ὅλως μὴ ἐντυγχάνειν· περὶ Πατρὸς καὶ
Υἱοῦ καὶ ἁγίου Πνεύματος μὴ συζητεῖν, ἀλλὰ ἄκτι-
στον καὶ ὁμοούσιον Τριάδα μετὰ παῤῥησίας λέγειν
καὶ φρονεῖν, καὶ τοῖς ἐπερωτῶσι λέγειν, ὅτι
Βαπτίζεσθαι δεῖ, ὡς παρελάβομεν· πιστεύειν δὲ, ὡς
βεβαπτίσμεθα· δοξάζειν δὲ, ὡς πεπιστεύκαμεν.
Ἐν ἔργοις καὶ λόγοις καλοῖς ἀναστρέφεσθαι, μὴ
ὀμνύειν τὸ σύνολον, μὴ διδόναι τὸ ἀργύριον ἐπὶ
τόκῳ, μὴ σῖτον καὶ οἶνον καὶ ἔλαιον ἐπὶ πλεονα-
σμῷ· ἀπὸ κραιπάλης, καὶ μέθης, καὶ μερι-
μνῶν βιωτικῶν ἀπέχεσθαι· μετὰ δόλου μὴ ὁμιλεῖν,
μηδὲ ὅλως φθέγγεσθαι κατά τινος· μὴ καταλαλεῖν,
μηδὲ ὅλως ἡδέως ἀκούειν καταλαλιᾶς· μὴ ταχέως
πιστεύειν κατά τινος· μὴ τυραννεῖσθαι ὑπὸ θυμοῦ,
μὴ κρατεῖσθαι ὑπὸ ἀθυμίας, μὴ εἰκῆ ὀργίζεσθαι τῷ
πλησίον, μὴ κρατεῖν μῆνιν κατά τινος, μὴ κακὸν
ἀντὶ κακοῦ ἀποδιδόναι· μᾶλλον λοιδορεῖσθαι ἢ λοιδο-
ρεῖν, τύπτεσθαι ἢ τύπτειν, ἀδικεῖσθαι ἢ ἀδικεῖν,
ἀποστερεῖσθαι ἢ ἀποστερεῖν.
652
Καὶ πρό γε πάντων χρὴ μοναχὸν ἐγκρατεύ-
εσθαν ἀπὸ συντυχίας γυναικῶν, καὶ ἀπὸ οἰνοποσίας,
ὅτι οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς·
καὶ κατορθοῦντα κατὰ τὸ δυνατὸν τὰς τοῦ Κυρίου
ἐντολὰς, μὴ ἀκηδιᾷν, ἀλλὰ τὸν μισθὸν καὶ τὸν ἔπαι-
νον παρ' αὐτοῦ ἐκδέχεσθαι, καὶ τῆς αἰωνίου ζωῆς
ποθεῖν τὴν ἀπόλαυσιν, τό τε ῥητὸν τοῦ Δαβὶδ πρὸ
ὀφθαλμῶν ἀεὶ ἔχειν, καὶ λέγειν· Προωρώμην τὸν
Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν
μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ὡς μὲν υἱὸς ἐξ
ὅλης καρδίας, καὶ ἰσχύος, καὶ διανοίας, καὶ τῆς δυ-
νάμεως ἀγαπᾷν τὸν Θεόν· ὡς δὲ δοῦλος, εὐλαβεῖσθαι
καὶ φοβεῖσθαι, καὶ ὑπακούειν αὐτῷ, καὶ μετὰ
φόβου καὶ τρόμου τὴν σωτηρίαν ἑαυτοῦ κατεργάζε-
σθαι· τῷ πνεύματι ζέειν, ἐνδεδυμένον εἶναι τὴν παν-
οπλίαν τοῦ ἁγίου Πνεύματος, καὶ τρέχειν οὐκ ἀδήλως
καὶ πυκτεύειν ὡς οὐκ ἀέρα δέροντα, καὶ καταπα-
λαίειν τοῦ ἐχθροῦ ἐν τῇ ἀσθενείᾳ τῆς σαρκὸς καὶ ἐν
τῇ πτωχείᾳ τῆς ψυχῆς, καὶ πάντα τὰ διατε-
ταγμένα ποιεῖν, καὶ ἀχρεῖον ἑαυτὸν λέγειν· εὐχα-
ριστεῖν τῷ ἁγίῳ καὶ ἐνδόξῳ καὶ φοβερῷ Θεῷ, καὶ
μηδὲν κατ' ἐριθείαν καὶ κενοδοξίαν ποιεῖν, ἀλλὰ διὰ
τὸν Θεὸν, καὶ πρὸς τὴν ἑαυτοῦ ἀρέσκειαν· Ὅτι
ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Μὴ
καυχᾶσθαι τὸ σύνολον, μηδὲ ἐγκώμια ἑαυτοῦ λέγειν,
μηδὲ ἄλλου ἐγκωμιάζοντος ἡδέως ἀκούειν· ἐν κρυπτῷ
δὲ πάντα δουλεύειν, καὶ μὴ πρὸς ἐπίδειξιν ἀνθρώ-
πων ποιεῖν· ἀλλὰ μόνον τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον
ζητεῖν, καὶ τὴν φοβερὰν καὶ ἔνδοξον αὐτοῦ παρου-
σίαν ἐννοεῖν· τὴν μετάβασιν τὴν ἐντεῦθεν, τὰ ἀπο-
κείμενα ἀγαθὰ τοῖς δικαίοις, ὁμοίως τὸ ἡτοιμασμέ-
νον πῦρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπὶ
πᾶσι δὲ τούτοις τοῦ ἀποστολικοῦ ῥητοῦ μνημονεύειν·
Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς
τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
Καὶ σὺν τῷ Δαβὶδ προλέγειν· Τοῖς φυλάσσουσι τὰς
ἐντολὰς αὐτοῦ ἀνταπόδοσις πολλὴ, μισθὸς πολὺς,
καὶ στέφανοι δικαιοσύνης, αἰώνιοι σκηναὶ, ζωὴ ἀτε-
λεύτητος, χαρὰ ἀνεκλάλητος, μονὴ ἀκατάλυτος παρὰ
τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι,
τῷ ἐν οὐρανοῖς ἀληθινῷ Θεῷ· ἐμφανισμὸς προσ-
ώπου πρὸς πρόσωπον· μετὰ ἀγγέλων χορεῖαι,
μετὰ Πατέρων, μετὰ πατριαρχῶν, μετὰ προφητῶν,
μετὰ ἀποστόλων, καὶ μαρτύρων, καὶ ὁμολογητῶν,
καὶ τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, μεθ' ὧν
εὑρεθῆναι σπουδάσωμεν χάριτι τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΟΙΜΙΟΝ.}{Περὶ κρίματος Θεοῦ.} Θεοῦ τοῦ ἀγαθοῦ χρηστότητι καὶ φιλανθρωπίᾳἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατ' ἐνέρ-γειαν τοῦ ἁγίου Πνεύματος, τῆς μὲν κατὰ παράδοσιντῶν ἔξωθεν πλάνης ῥυσθεὶς, ἄνωθεν δὲ καὶ ἐξ ἀρχῆςὑπὸ Χριστιανοῖς γονεῦσιν ἀνατραφεὶς, παρ' αὐτοῖςμὲν ἀπὸ βρέφους καὶ τὰ ἱερὰ γράμματα ἔμαθον,ἄγοντά με πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὡς δὲ γέ-γονα ἀνὴρ, καὶ ἀποδημίαις πολλάκις χρώμενος,πράγμασί τε, ὡς εἰκὸς, ἐντυγχάνων πλείοσιν, ἐνμὲν ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις τοσαύτηνπρὸς ἀλλήλους συμφωνίαν κατεμάνθανον τῶν ἀκρι-βῶς μετερχομένων ἑκάστην· ἐν μόνῃ δὲ τῇ Ἐκ-κλησίᾳ τοῦ Θεοῦ, ὑπὲρ ἧς Χριστὸς ἀπέθανε, καὶ τὸΠνεῦμα τὸ ἅγιον ἐπ' αὐτὴν πλουσίως ἐξέχεε, πολλήντινα καὶ ὑπερβάλλουσαν τήν τε πρὸς ἀλλήλους καὶτὴν πρὸς τὰς θείας Γραφὰς διαφωνίαν τῶν πολλῶνἐθεώρουν· καὶ τὸ φρικωδέστατον, αὐτοὺς τοὺς προ-εστῶτας αὐτῆς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλουςδιαφορᾷ γνώμης τε καὶ δόξης καθεστῶτας, τοσαύτῃδὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν ἸησοῦΧριστοῦ ἐναντιότητι χρωμένους, καὶ διασπῶνταςμὲν ἀνηλεῶς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκταράσσον-τας δὲ ἀφειδῶς τὸ ποίμνιον αὐτοῦ, ὡς καὶ ἐν αὐτοῖςπληροῦσθαι νῦν, εἴπερ ποτὲ, τῶν Ἀνομοίων ἐπι-φυέντων τὸ ὅτι, Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονταιἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷντοὺς μαθητὰς ὀπίσω αὐτῶν. Ταῦτα καὶ τὰ τοιαῦτα ὁρῶν, καὶ πρὸς τούτοιςἐπαπορῶν, τίς καὶ πόθεν ἡ αἰτία τοῦ τοσούτου κα-κοῦ, τὰ μὲν πρῶτα, ὥσπερ ἐν βαθεῖ σκότῳδιῆγον, καὶ καθάπερ ἐπὶ ζυγοῦ, ποτὲ μὲν ὧδε, πο-τὲ δὲ ἐκεῖσε ἔῤῥεπον· ἄλλου ἄλλως ἢ πρὸς ἑαυτόνμε ἕλκοντος, διὰ τὴν πολυχρόνιον τῶν ἀνθρώπωνσυνήθειαν, ἢ πάλιν ἄλλως ἀπωθουμένου διὰ τὴνἐν ταῖς θείαις Γραφαῖς ἐπιγινωσκομένην ἀλήθειαν.Ἐπιπολὺ δὲ τοῦτο πάσχων, καὶ τὴν αἰτίαν ἣν εἶπονπολυπραγμονῶν, εἰς μνήμην ἦλθον τῆς βίβλου τῶνΚριτῶν, ἱστορούσης μὲν, ὅτι ἕκαστος τὸ εὐθὲς ἐνὀφθαλμοῖς αὐτοῦ ἐποίει, δηλούσης δὲ καὶ τὴν αἰτίανἐν τῷ εἰπεῖν ὅτι, Ἐν ταῖς ἡμέραις ἐκείναιςοὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. Τούτων τοίνυν ἐπι-μνησθεὶς, ἐλογισάμην καὶ περὶ τῶν παρόντων ἐκεῖνο,ὅπερ εἰπεῖν μὲν φοβερὸν ἴσως καὶ παράδοξον, κατα-νοῆσαι δὲ ἀληθέστατον· ὅτι μήποτε καὶ νῦν παρὰτὴν τοῦ ἑνὸς καὶ μεγάλου τοῦ ἀληθινοῦ καὶ μόνουτῶν ὅλων βασιλέως καὶ Θεοῦ ἀθέτησιν ἡ τοσαύτηδιαφωνία καὶ μάχη τῶν ἐν τῇ Ἐκκλησίᾳ γίνεται,ἑκάστου τῆς μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦδιδασκαλίας ἀφισταμένου, λογισμοὺς δέ τινας καὶὅρους ἰδίους ἐκδικοῦντος ἐξ αὐθεντίας, καὶ μᾶλλονἄρχειν ἀπ' ἐναντίας τοῦ Κυρίου, ἢ ἄρχεσθαι ὑπὸτοῦ Κυρίου βουλομένου. Τοῦτο δὴ λογισάμενος,καὶ πρὸς τὸ ὑπερβάλλον τῆς ἀσεβείας ἐπτοημένος,