The Greek Library Author

Anonymous

Prologus 5 (sermo asceticus)

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Prologus 5 (sermo asceticus) [Dub.], MPG 31: 881–888.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg046.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

884

ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ

τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχο-

μεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτω τὴν μὲν συμ-

παθῆ διάθεσιν καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ

885

πάντων· τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ'

ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον, ἐπὶ

τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπειδὴ δὲ ὀφει-

λέται πάντως εἰσὶ τοῦ ἀλλήλους ἀγαπᾷν τῷ ἴσῳ

μέτρῳ τῆς διαθέσεως, ἀδίκημά ἐστιν ἐν συνοδίᾳ εὑ-

ρεθῆναι ἰδιαζούσας τινὰς φατρίας καὶ συσκηνίας. Ὁ

γὰρ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν κατηγορεῖ

ἑαυτοῦ, ὡς ἐν τοῖς ἄλλοις μὴ ἔχων τὴν τελείαν

ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας

ἥ τε ἀπρεπὴς μάχη καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν

γὰρ τῆς μάχης ἔχθρα γίνεται· ἀπὸ δὲ τῆς μερικῆς

φιλίας καὶ ἑταιρίας ὑποψίαι καὶ φθόνοι γίνονται.

Πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις

φθόνου καὶ δυσμενείας τοῖς ἐλαττουμένοις γίνεται.

Διὰ τοῦτο καὶ ἐντολὴν παρὰ Κυρίου ἐλάβομεν, μι-

μεῖσθαι τὴν ἀγαθότητα τοῦ ὁμοίως τὸν ἥλιον

δικαίοις τε καὶ ἀδίκοις ἐπανατέλλοντος. Ὥσπερ οὖν

ὁ Θεὸς κοινὴν δίδωσι πᾶσι τοῦ φωτὸς τὴν μετουσίαν,

οὕτω καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότι-

μον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν.

Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρ-

χεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς

ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν

διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων τὸν Θεὸν

ἔχει, οὕτως ὁ τὸ μῖσος ἔχων τὸν διάβολον ἐν ἑαυτῷ

τρέφει. Διὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην

καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ

τιμὴν ἑκάστῳ κατὰ τὸ πρέπον γίνεσθαι. Ἐπὶ δὲ τῶν

οὕτως ἀλλήλοις συναρμοζομένων, ἡ σωματικὴ συγ-

γένεια οὐδὲν πλέον κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ

τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ,

ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα

παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος.

Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν κατηγορεῖ

ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ'

ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Λόγος δὲ ἀνωφελὴς, καὶ

ὁ διὰ τῆς πρὸς ἀλλήλους ὁμιλίας μετεωρισμὸς ἄκαι-

ρος, ἀπειρημένος ἔστω. Ἀλλ' εἴ τι χρήσιμον πρὸς

οἰκοδομὴν τῶν ψυχῶν, τοῦτο προσήκει λαλεῖσθαι

μόνον, καὶ αὐτὰ τὰ χρήσιμα εὐτάκτως κατὰ τὸν

πρέποντα καιρὸν λαλεῖσθαι παρὰ τῶν τοιούτων προσ-

ώπων, οἷς ἐπιτέτραπται τὸ λαλεῖν. Εἰ δέ τις τῶν ὑπο-

δεεστέρων εἴη, ἀναμενέτω τὴν προτροπὴν τοῦ

ὑπερέχοντος. Οἱ δὲ ψιθυρισμοὶ, καὶ αἱ πρὸς τὸ οὖς

ὁμιλίαι, καὶ αἱ διὰ τῶν νευμάτων σημασίαι, πάντα

ταῦτα ἀπόβλητα ἔστω, διότι τὴν τῆς καταλαλιᾶς

ὑποψίαν ὁ ψιθυρισμὸς ἔχει, καὶ ἡ διὰ τοῦ νεύματος

σημασία ἔνδειξιν παρέχει τῷ ἀδελφῷ λανθάνοντος

πράγματός τινος σκαιωρίας. Τὰ δὲ τοιαῦτα μίσους

ἀρχὴ καὶ ὑποψίας γίνεται. Ὅταν δὲ πρὸς ἀλλήλους

ᾖ τις κατὰ ἀνάγκην γινομένη διάλεξις, τὸ μέτρον τῆς

φωνῆς ἡ χρεία ποιείτω, ὥστε τῷ μὲν ἐγγὺς ὄντι

888

πραοτέρᾳ τῇ φωνῇ διαλέγεσθαι, τὸν δὲ πόῤῥωθεν

ὄντα μείζονι προσκαλεῖσθαι τῇ φωνῇ. Τὸν δὲ συμβου-

λεύοντά τινι, ἢ ἐγκελευόμενον περί τινος, μεί-

ζονι καὶ καταπληκτικωτέρᾳ φωνῇ κεχρῆσθαι, ὡς

ὑβριστικὸν, ἐν συνοδίᾳ μὴ ἔστω. Πρόοδος δὲ, πλὴν

τῶν τεταγμένων καὶ ἀναγκαίων ἐξόδων, ἀπὸ ἀσκη-

τηρίου οὐκ ἔστιν. Ἐπειδὴ δὲ οὐκ ἀνδρῶν μόνον εἰσὶν

αἱ συνοδίαι, ἀλλὰ καὶ παρθένων, τὰ μὲν ἄλλα πάντα,

ὅσα εἴρηται, κοινὰ καὶ τούτων καὶ ἐκείνων ἔσται· ἓν

δὲ προσήκει γινώσκειν, ὅτι πλείονα καὶ περισσοτέραν

ἀπαιτεῖ τὴν εὐσχημοσύνην ὁ ἐν γυναιξὶ βίος, καὶ τὸ

τῆς ἀκτημοσύνης κατόρθωμα, καὶ τὸ τῆς ἡσυχίας,

καὶ τὸ τῆς ὑπακοῆς, καὶ τὸ τῆς φιλαδελφίας, καὶ ἡ

περὶ τὴν πρόοδον ἀκρίβεια, καὶ ἡ τῶν συντυχιῶν

παραφυλακὴ, καὶ ἡ πρὸς ἀλλήλας διάθεσις, καὶ τὸ

μὴ ἔχειν τὰς μερικὰς ἑταιρίας. Ἐν πᾶσι γὰρ τούτοις

μετὰ πλείονος σπουδῆς ὁ τῶν παρθένων ὀφείλει

κατορθοῦσθαι βίος. Ἡ πεπιστευμένη τὴν εὐταξίαν

μὴ τὸ ἡδὺ ταῖς ἀδελφαῖς ζητείτω, μηδὲ σπουδαζέτω

κεχαρισμένη αὐταῖς διὰ τῶν καταθυμίων εἶναι,

ἀλλὰ τὸ σεμνόν τε καὶ τὸ φοβερὸν καὶ τὸ αἰδέσιμον

περὶ αὐτὴν πάντοτε ἔστω. Εἰδέναι γὰρ αὐτὴν χρὴ,

ὅτι τῶν παρὰ τὸ δέον ἐν τῷ κοινῷ πλημμελουμένων

ἐκείνη ἐπὶ Θεοῦ τὸν λόγον ὑφέξει. Καὶ ἑκάστη τῶν

ἐν τῷ πληρώματι τῆς συνοδίας μὴ τὸ ἡδὺ ζητείτω

παρὰ τῆς καθηγουμένης, ἀλλὰ τὸ ἐπωφελές τε καὶ

χρήσιμον· μηδὲ συζητείτω περὶ τῶν ἐγκελευομένων

(ἡ γὰρ τοιαύτη συνήθεια μελέτη καὶ ἀκολουθία

τῆς ἀναρχίας γίνεται)· ἀλλ' ὥσπερ τὰς ἐντολὰς τοῦ

Κυρίου ἀνεξετάστως δεχόμεθα, εἰδότες, ὅτι πᾶσα

Γραφὴ θεόπνευστος καὶ ὠφέλιμός ἐστιν, οὕτω καὶ ἡ

ἀδελφότης τὰ παραγγέλματα τῆς προκαθηγουμένης

ἀδιακρίτως δεχέσθω, πᾶν τὸ συμβουλευόμενον μετὰ

προθυμίας ἐπιτελοῦσα, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης,

ἵνα γένηται αὐτῇ ἔμμισθος ἡ ὑπακοή. Ἀνεχέσθω δὲ

μὴ μόνον τὰ εἰς τὴν ἀκρίβειαν διδασκομένη, ἀλλὰ

κἄν που νηστείαν κωλύσῃ ἡ διδάσκαλος, ἢ μετά-

ληψιν τῆς ἀναληπτικῆς τροφῆς συμβουλεύσῃ, ἢ καὶ

ἄλλο τι τῶν εἰς ἄνεσιν φερόντων τῆς χρείας ἀπαι-

τούσης ἂν ὑφηγήσηται, πάντα ὁμοίως ἐπιτελείτω,

πεπεισμένη, ὅτι τὸ παρ' ἐκείνης λεγόμενον νόμος

ἐστίν. Ὅταν δὲ κατὰ ἀνάγκην τινὰ δέῃ γενέσθαι

λόγον περί τινος τῶν ὑπὸ τῆς χρείας ἐπιζητουμένων,

εἴτε πρὸς ἄνδρα τινὰ, εἴτε πρὸς τὸν ἔχοντα τὴν φρον-

τίδα, εἴτε καὶ πρὸς ἄλλον τὸν δυνάμενόν τι χρησι-

μεῦσαι πρὸς τὸ ἐπιζητούμενον πρᾶγμα, προσήκει

παρὰ τῆς προκαθηγουμένης γίνεσθαι τὸν λόγον,

συμπαρούσης αὐτῇ μιᾶς ἢ δευτέρας ἐκ τῶν

ἀδελφῶν, αἷς ἤδη διὰ βίον καὶ χρόνον ἀκίνδυνόν ἐστι

τὸ εἰς ὄψιν καὶ ὁμιλίαν τινὸς ἐλθεῖν. Εἰ δέ τις νοεῖ τι

καθ' ἑαυτὴν χρήσιμον, τῇ προκαθηγουμένῃ ὑποβαλ-

λέτω, καὶ δι' ἐκείνης λαληθήσεται ὃ δεῖ λαληθῆναι.

{ΤΟΥ ΑΥΤΟΥ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ.}{ΠΡΟΟΙΜΙΟΝ.} Ἐπειδὴ Θεοῦ χάριτι ἐν ὀνόματι τοῦ Κυρίουἡμῶν Ἰησοῦ Χριστοῦ συνεληλύθαμεν εἰς ταυτὸν οἱἕνα καὶ τὸν αὐτὸν σκοπὸν τοῦ βίου τοῦ κατ' εὐσέβειανἐνστησάμενοι· καὶ ὑμεῖς μὲν εὔδηλοί ἐστεμαθεῖν τι τῶν πρὸς σωτηρίαν ἐπιποθοῦντες, ἐμοὶδὲ ἀνάγκη ἀναγγέλλειν τὰ δικαιώματα τοῦ Θεοῦ,νυκτὸς καὶ ἡμέρας μεμνημένῳ τοῦ Ἀποστόλου λέ-γοντος, ὅτι Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυ-σάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον· και-ρὸς δὲ ἐπιτηδειότατος ἡμῖν ὁ παρὼν, καὶ τόποςοὗτος ἡσυχίαν παρέχων καὶ σχολὴν πᾶσαν ἀπὸ τῶνἔξωθεν θορύβων, συνευξώμεθα ἀλλήλοις, ὥστε ἡμᾶςμὲν ἐν καιρῷ τοῖς συνδούλοις ἡμῶν δοῦναι τὸ σιτο-μέτριον· ὑμᾶς δὲ, λαβόντας τὸν λόγον, ὡς τὴν ἀγα-θὴν γῆν, τέλειον καὶ πολυπλασίονα τὸν ἐν δικαιο-σύνῃ καρπὸν ἀποδοῦναι, καθὼς γέγραπται. Παρα-καλῶ οὖν ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ-τιῶν ἡμῶν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶνψυχῶν ἡμῶν· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦπρολαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόν-των εἰς δόξαν τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ,καὶ τοῦ προσκυνητοῦ καὶ ἁγίου Πνεύματος. Μὴ τῇῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν,καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι,πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔρ-γων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ