The Greek Library Author

Anonymous

Prologus 4 (prooemium in asceticum magnum)

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Prologus 4 (prooemium in asceticum magnum), MPG 31: 889–901.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg047.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

889

ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι

τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος

892

ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα μετακλαίω-

μεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρό-

μενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελο-

μένοις. Νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν ὁ Ἀπό-

στολος, νῦν ἡμέρα σωτηρίας. Οὗτος ὁ αἰὼν τῆς

μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς

ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς

τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε

φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πρα-

γμάτων τε καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξετα-

στής. Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν

δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν

εἰς κόλασιν αἰώνιον, οἱ δὲ εἰς ζωὴν αἰώνιον, καὶ

ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ. Πρὸς τί-

να καιρὸν ὑπερτιθέμεθα τὴν ὑπακοὴν τοῦ Χριστοῦ,

τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἐπουράνιον ἑαυτοῦ

βασιλείαν; Οὐκ ἐκνήψομεν; οὐκ ἀνακαλεσόμεθα

ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν

ἀκρίβειαν τοῦ Εὐαγγελίου; Οὐκ ἐν ὀφθαλμοῖς ληψό-

μεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ

ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ

τῶν πράξεων προσεγγίζοντας βασιλεία οὐρανῶν

ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν

ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμένους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει; Ἐκεῖ

ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Ἡμεῖς δὲ βασιλείας μὲν οὐρανῶν ἐπιθυμεῖν λέ-

γομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζο-

μεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐντολῆς Κυρίου κα-

ταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέ-

χρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν

τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑποτιθέμεθα. Τίς ἐν

καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθεύδων,

ἐνστάντος τοῦ θερισμοῦ, τὸν κόλπον ἐπλήρωσε τῶν

δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ παρ'

αὐτοῦ πεφυτευμένον καὶ πεπονημένον; Ἐκείνων

οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι· αἱ τιμαὶ καὶ οἱ στέφα-

νοι τῶν νενικηκότων εἰσί. Τίς ποτε στεφανοῖ τὸν

μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον; ὁπότε οὐ νικῆ-

σαι δεῖ μόνον, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ

τὸν Ἀπόστολον· τοῦτο δέ ἐστι τὸ μηδὲ μικρὸν μὲν

παριέναι τι τῶν διατεταγμένων· οὕτω δὲ ἕκαστον

ποιῆσαι, ὡς προστετάγμεθα. Μακάριος γὰρ, φησὶν,

ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει,

οὐχὶ ποιοῦντα ὡς ἔτυχεν, ἀλλὰ ποιοῦντα οὕτως·

καὶ, Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ

διέλῃς, ἥμαρτες. Ἡμεῖς δὲ, μίαν που τῶν ἐντολῶν

893

πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην, ὅτι ποιή-

σαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται κατὰ τὸν ὑγιῆ

τοῦ λόγου σκοπὸν, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ

τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ

τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ' ἐπὶ τῷ

κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν. Ὁ ἐκ

τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ

δύο παρακατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ

εὐγνώμων διὰ τὴν τῶν πλειόνων ἀπότισιν γνωρί-

ζεται, ἀλλὰ ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλατ-

τόνων ἀποστερήσει ἐλέγχεται. Τί δὲ λέγω ἀποστερή-

σει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα

ἀποδοὺς αὐτὸ ἐκεῖνο ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπ-

εδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρί-

νεται. Ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ

πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης

τιμᾶται, ἀλλ' ὡς πατραλοίας καταδικάζεται. Πορευ-

θέντες, φησὶν ὁ Κύριος, μαθητεύσατε πάντα τὰ

ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν

δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετει-

λάμην ὑμῖν. Καὶ ὁ Ἀπόστολος ἀκολούθως γράφει·

Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ

μωμηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶντες

ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Εἰ γὰρ μὴ πάντα

ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν,

οὐδ' ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὐδ' ἂν πᾶσαι φυ-

λαχθῆναι ἀναγκαίως διηγορεύθησαν. Τί μοι τὸ ὄφελος

τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰπὼν

τὸν ἀδελφὸν, ἔνοχος ἔσεσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφε-

λος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ' ἑνὸς κρα-

τουμένῳ εἰς δουλείαν; Ὁ γὰρ ποιῶν, φησὶ, τὴν

ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ τὸ κέρ-

δος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ' ἑνὸς πάθους

φθειρομένῳ τὸ σῶμα;

Ἄρα οὖν, φησί τις, τὰ πλήθη τῶν Χρι-

στιανῶν μὴ φυλάσσοντα πάσας τὰς ἐντολὰς, ἀνόνητον

ἕξει τήν τινων φυλακήν; Πρὸς τοῦτο τοῦ μακαρίου

Πέτρου μνημονεῦσαι καλὸν, τοῦ μετὰ τοσαῦτα μὲν

κατορθώματα, τοιούτους δὲ τοὺς μακαρισμοὺς, ἐφ' ἑνὶ

μόνῳ ἀκούοντος· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις

μέρος μετ' ἐμοῦ. Ἐῶ δὲ λέγειν, ὅτι οὐδὲ αὐτὸ ἐκεῖνο

ῥᾳθυμίας οὐδὲ καταφρονήσεως εἶχεν ἔνδειξιν, ἀλλὰ

τιμῆς καὶ εὐλαβείας ἦν ἔμφασις. Καὶ μὴν, εἴποι τις

ἂν, γέγραπται· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ

ὄνομα Κυρίου, σωθήσεται· ὥστε ἀρκεῖ καὶ αὐτὴ

ἡ ἐπίκλησις τοῦ ὀνόματος τοῦ Κυρίου σῶσαι τὸν ἐπι-

896

καλούμενον. Ἀλλ' ἀκουέτω καὶ οὗτος τοῦ Ἀποστό-

λου λέγοντος· Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ

ἐπίστευσαν; Εἰ δὲ πιστεύεις, ἄκουε τοῦ Κυρίου

λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσ-

ελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ'

ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρα-

νοῖς. Ὅπου γε καὶ ὁ τὸ θέλημα τοῦ Κυρίου ἐρ-

γαζόμενος, μὴ καθὼς θέλει δὲ ὁ Θεὸς, μηδὲ ἐν δια-

θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον

ἔχει τὴν τοῦ ἔργου σπουδὴν, κατὰ τὴν φωνὴν αὐτοῦ

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος, ὅτι

Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· ἀμὴν

λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Ὅθεν

Παῦλος ὁ ἀπόστολος ἐπαιδεύθη εἰπεῖν, ὅτι Κἂν ψω-

μίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν

παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ

μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅλως δὲ τρεῖς ταύτας

ἐγὼ διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον

ἀνάγκην τῆς ὑπακοῆς καθορῶ. Ἢ γὰρ φοβούμενοι

τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καί

ἐσμεν ἐν τῇ διαθέσει τῇ δουλικῇ· ἢ, τὰ ἐκ τοῦ μισθοῦ

κέρδη διώκοντες, τῆς ἑαυτῶν ἕνεκεν ὠφελείας πλη-

ροῦμεν τὰ προστάγματα, καὶ κατὰ τοῦτο προσεοίκα-

μεν τοῖς μισθίοις· ἢ δι' αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς

τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες,

ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κατ-

ηξιώθημεν, καί ἐσμεν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει.

Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατορθῶν, καὶ ἀεὶ

τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώμενος, τὰ μὲν ποιή-

σει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται·

ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκδίκησιν ὁμοίως ἑαυτῷ

φοβερὰν ὑπολήψεται. Καὶ διὰ τοῦτο μακαρίζεται μὲν

ὁ πάντα καταπτήσσων δι' εὐλάβειαν· στήκει δὲ

ἑδραῖος ἐν τῇ ἀληθείᾳ, δυνάμενος εἰπεῖν· Προωρώ-

μην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ

δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὡς οὐδὲν αἱ-

ρούμενος παριδεῖν τῶν δεόντων· καὶ, Μακάριος

ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Διὰ τί; Ὅτι Ἐν

ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Οὐ τοίνυν

ἐστὶ τῶν φοβουμένων τὸ παριέναι τι τῶν ἐντεταλμέ-

νων, ἢ ἀμελῶς ποιεῖν· ἀλλ' οὐδὲ ὁ μισθωτὸς παρα-

βῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ

κομίσεται τὸν μισθὸν τῆς ἐργασίας τοῦ ἀμπελῶνος,

μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ

ἐὰν ἕν τι ἐλλείπῃ τῶν ἀναγκαίων, ἄχρηστον αὐτὸν

τῷ κεκτημένῳ κατέστησε. Τίς οὖν ἔτι τῆς βλά-

βης μισθὸν ὑποτελέσει τῷ ἀδικήσαντι; Τρίτον

ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς, σκοπὸν

897

ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν

αὐτὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν

αἱρήσεται; Πολὺ δὲ πλέον, καὶ τοῦ Ἀποστόλου

μεμνημένος, εἰπόντος· Καὶ μὴ λυπεῖτε τὸ

Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε.

Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαί-

νοντες ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε

ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς με-

γάλα ἐπαγγελλομένῳ πειθόμενοι, μήτε ὡς Δεσπότῃ

δουλεύοντες. Εἰ γὰρ Πατήρ εἰμι, φησὶν, ἐγὼ, ποῦ

ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ

ἐστιν ὁ φόβος μου; Ὁ μὲν γὰρ φοβούμενος

τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφό-

δρα· διὰ δὲ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν,

φησὶν, ἀτιμάζεις. Πῶς οὖν, τὸν καθ' ἡδονὴν βίον τοῦ

κατ' ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ

ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ' ἀγγέλων

εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμε-

θα; Νηπίας ὄντως φρενὸς τὰ τοιαῦτα φαντάσμα-

τα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλί-

ψιν μετὰ εὐχαριστίας δεξάμενος; Πῶς μετὰ τοῦ Δα-

βὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς;

Πῶς μετὰ τοῦ Δανιὴλ, ὁ μὴ μετ' ἐγκρατείας διηνε-

κοῦς καὶ δεήσεως φιλοπόνου τὸν Θεὸν ἐκζητήσας;

Πῶς μεθ' ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐ-

τῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς

τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν καὶ

τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν με-

ρίδα τῶν σκύλων ἐξίσου ποτὲ τοῖς νενικηκόσι τοὺς

μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ

Θεὸς, ἀλλὰ καὶ δίκαιος. Δικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀν-

τίδοσις, καθὼς γέγραπται· Ἀγάθυνον, Κύριε, τοῖς

ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκ-

κλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος

μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων,

ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ, φησὶν, ἐλεημο-

σύνην καὶ κρίσιν ὁ Κύριος. Διὸ λέγει· Ἔλεον καὶ

κρίσιν ᾄσομαί σοι, Κύριε. Ἐμάθομεν ἐπὶ τίνας

τὸ ἔλεος· Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι

αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς πῶς κεκριμένως κέχρη-

ται τῷ ἐλέῳ; οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς

κρίνων. Ἐλεήμων γὰρ ὁ Κύριος, καὶ δίκαιος. Μὴ

οὖν ἐξ ἡμισείας τὸν Θεὸν γνωρίζωμεν, μηδὲ

ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβά-

νωμεν. Διὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ

καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων,

καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς,

900

καὶ τὸ πῦρ βρέχει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα

τῆς ἀποτομίας· ἢ δι' ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα

φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου

τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς

μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρη-

στὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ

τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν,

θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ἐπεὶ

τοίνυν οὔτε δυνατὸν σωθῆναι, μὴ ποιοῦντας τὰ κατ'

ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προσ-

τεταγμένων ἀκίνδυνον (δεινὴ γὰρ ἡ ἔπαρσις κριτὰς

ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγκρί-

νειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι), φέρε δὴ

οἱ τῆς εὐσεβείας ἀγωνισταὶ, οἱ τὸν ἡσύχιον καὶ ἀπρά-

γμονα βίον, ὡς συνεργὸν τῆς φυλακῆς τῶν εὐαγγελι-

κῶν δογμάτων τιμήσαντες, κοινὴν φροντίδα καὶ βουλὴν

προθώμεθα, ὅπως ἂν μηδὲν ἡμᾶς διαφύγῃ τῶν

ἐντεταλμένων. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὸν τοῦ Θεοῦ

ἄνθρωπον (καθὼς γέγραπται, καὶ ὁ λόγος ἐν τοῖς

πρὸ τούτων ἀπέδειξεν), ἀνάγκη πᾶσα διὰ πάσης ἐν-

τολῆς καθαρισθῆναι εἰς μέτρον ἡλικίας τοῦ πληρώ-

ματος τοῦ Χριστοῦ, ἐπεὶ καὶ κατὰ τὸν θεῖον νό-

μον, κἂν καθαρὸν ᾖ τὸ λελωβημένον, ἀπρόσδεκτον

εἰς θυσίαν τῷ Θεῷ. Οὗπερ ἂν οὖν ἕκαστος ἐνδεῶς

ἔχειν ἡγῆται, τοῦτο εἰς κοινὴν προτιθέτω διάσκεψιν.

Ῥᾷον γὰρ ἂν ἐν τῇ φιλοπόνῳ τῶν πλειόνων διερευ-

νήσει τὸ λανθάνον ἐξευρεθείη, Θεοῦ, δηλονότι, κατὰ

τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

χαριζομένου ἡμῖν τοῦ ζητουμένου τὴν εὕρεσιν διδα-

σκαλίᾳ καὶ ὑπομνήσει τοῦ ἁγίου Πνεύματος. Ὥσπερ

οὖν ἐμοὶ ἀνάγκη ἐπίκειται, καὶ οὐαί μοί ἐστιν, ἐὰν

μὴ εὐαγγελίζωμαι· οὕτω καὶ ὑμῖν ἴσος ἀγὼν

ἀποῤῥᾳθυμήσασι πρὸς τὴν ἐξέτασιν, ἢ ἀτόνως καὶ ἐκ-

λελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομένων

καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν. Διότι

φησὶν ὁ Κύριος· Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος

κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ, Δοῦλος ὁ

μὲν μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου ἑαυτοῦ,

ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὁ δὲ

γνοὺς, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας ἑαυτὸν

πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Εὐξώ-

μεθα οὖν ἐμοὶ τὴν οἰκονομίαν τοῦ λόγου ἄμεμ-

πτον, καὶ ὑμῖν ἔγκαρπον τὴν διδασκαλίαν γενέσθαι.

Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσωποι ἡμῖν οἱ τῆς θεο-

πνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος

τοῦ Χριστοῦ (Ἐλέγξω γάρ σε, φησὶ, καὶ παρα-

στήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου),

901

οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις, καὶ

εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπου-

δαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ

ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται.

{ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΚΑΤΑ ΠΛΑΤΟΣ ΟΡΩΝ.}αʹ Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου.βʹ Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις.γʹ Περὶ τῆς τῶν πλησίον ἀγάπης.δʹ Περὶ φόβου Θεοῦ.εʹ Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου.Ϛʹ Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν.ζʹ Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν.ηʹ Περὶ ἀποταγῆς.θʹ Περὶ τοῦ μὴ δεῖν τοῖς κατὰ σάρκα οἰκείοις προσ- αφιέναι τὰ ἑαυτῷ διαφέροντα.ιʹ Περὶ τοῦ τίνας δεῖ τῶν προσιόντων τῇ κατὰ Θεὸν ζωῇ προσδέχεσθαι, καὶ πότε, ἢ πῶς.ιαʹ Περὶ δούλων.ιβʹ Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι.ιγʹ Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιω- πῆς γυμνάσιον.ιδʹ Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμέ- νων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούν- των.ιεʹ Περὶ παίδων προσλήψεως καὶ ἀγωγῆς, καὶ περὶ ὁμολογίας παρθένων.ιϚʹ Περὶ ἐγκρατείας.ιζʹ Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν.ιηʹ Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπο- γεύεσθαι.ιθʹ Τί τὸ μέτρον τῆς ἐγκρατείας.κʹ Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως.καʹ Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν.κβʹ Τί τὸ πρέπον ἔνδυμα Χριστιανῷ.κγʹ Περὶ τῆς ζώνης.κδʹ Περὶ τοῦ τρόπου τῆς μετ' ἀλλήλων διαγωγῆς.κεʹ Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγ- χοντι τοὺς ἁμαρτάνοντας.κϚʹ Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνατίθεσθαι τῷ προεστῶτι.κζʹ Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴ ποτε σφαλῇ.κηʹ Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ.κθʹ Περὶ τοῦ μετὰ ἐπάρσεως ἢ γογγυσμοῦ ἐργαζο- μένου.