The Greek Library Author

Anonymous

Asceticon magnum

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Asceticon magnum sive Quaestiones (regulae fusius tractatae), MPG 31: 901–1052.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg048.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

904

λʹ Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι

τὸν προεστῶτα.

λαʹ Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶτος

ὑπηρεσίαν.

λβʹ Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους δια-

κεῖσθαι.

λγʹ Τίς ὁ τρόπος τῆς πρὸς ἀδελφὸν συντυχίας.

λδʹ Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν

οἰκονομοῦντας ἐν τῇ ἀδελφότητι.

λεʹ Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας

συγκροτεῖσθαι.

λϚʹ Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος.

λζʹ Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλ-

μῳδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς

προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον εἰ χρὴ ἐργά-

ζεσθαι.

ληʹ Ποῖαι τέχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμό-

ζουσιν.

λθʹ Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν

διάπρασιν, καὶ πῶς ἀποδημεῖν.

μʹ Περὶ τῶν ἐν ταῖς συνόδοις πραγματειῶν.

μαʹ Περὶ αὐθεντίας καὶ ὑπακοῆς.

μβʹ Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ

τοὺς ἐργαζομένους.

μγʹ Ὁποίους εἶναι χρὴ τοὺς προεστῶτας, καὶ πῶς

ἄγειν τοὺς συνόντας.

μδʹ Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας, καὶ πῶς

ἐπανιόντας αὐτοὺς ἀνακρίνειν.

μεʹ Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί

τινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου

τῶν ἀδελφῶν ἐπιμελεῖσθαι.

μϚʹ Περὶ τοῦ μὴ συγκρύπτειν ἁμάρτημα ἀδελφῷ, ἢ

ἑαυτῷ.

μζʹ Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προ-

εστῶτος τυπούμενα.

μηʹ Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ

προεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ.

μθʹ Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφό-

τητι.

νʹ Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα.

ναʹ Πῶς δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ ἡμαρ-

τηκότος.

νβʹ Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπι-

τίμια.

905

νγʹ Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς

παῖδας πταίοντας.

νδʹ Περὶ τοῦ τοὺς προεστῶτας τῆς ἀδελφότητος ἀλλή-

λοις τὰ καθ' ἑαυτοὺς ἀνατίθεσθαι.

νεʹ Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν

ἐστι τῆς εὐσεβείας.

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΒΑΣΙΛΕΙΟΥ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ

ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ

ΚΑΤ' ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ.

ΕΡΩΤΗΣΙΣ Αʹ.

Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντο-

λαῖς τοῦ Κυρίου.}

Ἐπειδὴ ἔδωκεν ἡμῖν ὁ λόγος ἐξουσίαν τοῦ

ἐπερωτᾷν, πρῶτον πάντων διδαχθῆναι δεόμεθα, εἰ

τάξις τίς ἐστι καὶ ἀκολουθία ἐν ταῖς ἐντολαῖς τοῦ

Θεοῦ, ὥστε τὴν μὲν εἶναι πρώτην, τὴν δὲ δευτέραν, καὶ

καθεξῆς· ἢ πᾶσαι ἀλλήλων ἔχονται, καὶ πᾶσαι ἀλλή-

λαις ὁμότιμοι πρὸς τὸν τῆς ἀρχῆς λόγον τυγχάνουσιν,

ὡς ἄδειαν εἶναι τῷ βουλομένῳ, καθάπερ ἐν κύ-

κλῳ, ἀρχὴν λαμβάνειν ὁπόθεν βούλεται.

{ΑΠΟΚΡΙΣΙΣ.}

Τὸ ἐρώτημα ὑμῶν ἀρχαῖόν ἐστι, καὶ πάλαι

προεκδεδομένον ἐν τοῖς Εὐαγγελίοις, ἡνίκα προσελ-

908

θὼν τῷ Κυρίῳ ὁ νομικὸς, Διδάσκαλε, φησὶ, ποία

πρώτη ἐν τῷ νόμῳ ἐστὶν ἐντολή; Καὶ ὁ Κύριος

ἀπεκρίνατο· Ἀγαπήσεις Κύριον τὸν Θεόν

σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς

ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ

ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶ πρώτη καὶ

μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὕτη· Ἀγα-

πήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Αὐτὸς οὖν

ἐπέθηκε ταῖς ἑαυτοῦ ἐντολαῖς τὴν τάξιν ὁ Κύριος·

πρώτην μὲν καὶ μεγίστην περὶ τῆς εἰς τὸν Θεὸν

ἀγάπης τὴν ἐντολὴν ὁρισάμενος· δευτέραν δὲ τῇ

τάξει, καὶ ὁμοίαν ἐκείνῃ, μᾶλλον δὲ συμπληρωτικὴν

τῆς προτέρας, καὶ ἐξ αὐτῆς ἠρτημένην, τὴν περὶ

τοῦ ἀγαπᾷν τὸν πλησίον· ὥστε ἐκ τῶν εἰρημένων,

καὶ ἐξ ἑτέρων δὲ τοιούτων, ἐν ταῖς θεοπνεύστοις

Γραφαῖς φερομένων, τὴν ἐν πάσαις ταῖς ἐντολαῖς

τοῦ Κυρίου τάξιν τε καὶ ἀκολουθίαν ἔστι καταμα-

θεῖν.

{ΕΡΩΤΗΣΙΣ Βʹ.}

{Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν

ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου

ῥοπὴ καὶ δύναμις.}

Οὐκοῦν περὶ τῆς εἰς Θεὸν ἀγάπης πρῶτον ἡμῖν

διαλέχθητι. Ὅτι μὲν γὰρ χρὴ ἀγαπᾷν, ἀκηκόαμεν·

πῶς δ' ἂν τοῦτο κατορθωθείη, μαθεῖν ἐπιζητοῦμεν.

{ΑΠΟΚΡΙΣΙΣ.}

Ἀδίδακτος μὲν ἡ πρὸς τὸν Θεὸν ἀγάπη. Οὔτε

γὰρ φωτὶ χαίρειν, καὶ ζωῆς ἀντιποιεῖσθαι παρ' ἄλλου

μεμαθήκαμεν, οὔτε τὸ ἀγαπᾷν τοὺς τεκόντας ἢ θρε-

ψαμένους ἕτερος ἐδίδαξεν. Οὕτως οὖν, ἢ καὶ πολὺ

μᾶλλον τοῦ θείου πόθου οὐκ ἔξωθέν ἐστιν ἡ

μάθησις· ἀλλ' ὁμοῦ τῇ συστάσει τοῦ ζώου τοῦ

ἀνθρώπου φημὶ, σπερματικός τις λόγος ἡμῖν

ἐγκαταβέβληται οἴκοθεν ἔχων τὰς ἀφορμὰς τῆς πρὸς

τὸ ἀγαπᾷν οἰκειώσεως. Ὅνπερ τὸ διδασκαλεῖον τῶν

ἐντολῶν τοῦ Θεοῦ παραλαβὸν, γεωργεῖν μετ'

ἐπιμελείας, καὶ ἐκτρέφειν μετ' ἐπιστήμης, καὶ εἰς

τελείωσιν ἄγειν Θεοῦ χάριτι πέφυκεν. Διὸ καὶ ἡμεῖς,

τὴν σπουδὴν ὑμῶν ὡς ἀναγκαίαν τῷ σκοπῷ ἀποδεξά-

μενοι, Θεοῦ διδόντος, καὶ ὑμῶν ἐν ταῖς προσευχαῖς

συναντιλαμβανομένων ἡμῖν, τὸν ἐγκεκρυμμένον ὑμῖν

σπινθῆρα τοῦ θείου πόθου κατὰ τὴν ἐνδεδομένην

ἡμῖν διὰ τοῦ Πνεύματος δύναμιν διεγεῖραι σπουδά-

σομεν. Εἰδέναι μέντοι χρὴ, ὅτι τοῦτο ἓν μὲν ἔστι τὸ

κατόρθωμα· δυνάμει δὲ πάσης ἐνεργητικὸν καὶ πε-

ριεκτικόν ἐστιν ἐντολῆς. Ὁ γὰρ ἀγαπῶν με,

φησὶν ὁ Κύριος, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει·

καὶ πάλιν, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς

909

ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καὶ

οὐχὶ νῦν δι' ἀκριβείας ἐφοδεύειν τὸν λόγον ἐπιχειρή-

σομεν (οὕτω γὰρ ἂν λάθοιμεν πάντα τὸν περὶ ἐντολῶν

λόγον ἐπικυκλοῦντες τῷ μέρει), ἀλλ' ὅσον σύμμε-

τρον ἡμῖν καὶ οἰκεῖον τῷ παρόντι σκοπῷ, ὑπομνήσο-

μεν ὑμᾶς περὶ τῆς ὀφειλομένης τῷ Θεῷ παρ' ἡμῶν

ἀγάπης, ἐκεῖνο πρότερον εἰπόντες, ὅτι πασῶν τῶν

δοθεισῶν ἡμῖν ἐντολῶν παρὰ Θεοῦ, τούτων καὶ τὰς

δυνάμεις παρ' αὐτοῦ προειλήφαμεν, ἵνα μήτε δυσχε-

ραίνωμεν, ὥς τι καινότερον ἀπαιτούμενοι, μήτε

ἐπαιρώμεθα, ὡς πλέον τι τοῦ δεδομένου συνεισφερό-

μενοι. Καὶ διὰ τούτων τῶν δυνάμεων, ὀρθῶς μὲν

καὶ προσηκόντως ἐνεργοῦντες, τὸν κατ' ἀρετὴν εὐ-

σεβῶς συμπληροῦμεν βίον· παραφθείροντες δὲ αὐτῶν

τὴν ἐνέργειαν, πρὸς τὴν κακίαν ὑποφερόμεθα. Καὶ

ἔστιν οὗτος κακίας ὅρος, ἡ πονηρὰ, καὶ παρ' ἐντολὴν

τοῦ Κυρίου χρῆσις τῶν ἐπ' ἀγαθῷ παρὰ τοῦ

Θεοῦ δεδομένων ἡμῖν· ὥσπερ οὖν, τῆς παρὰ Θεοῦ

ἐπιζητουμένης ἀρετῆς, ἡ ἐξ ἀγαθοῦ τοῦ συνειδότος

κατ' ἐντολὴν τοῦ Κυρίου χρῆσις αὐτῶν. Τούτου δὲ

οὕτως ἔχοντος, τὸ αὐτὸ καὶ περὶ τῆς ἀγάπης

ἐροῦμεν. Ἐντολὴν τοίνυν λαβόντες ἀγαπᾷν τὸν Θεὸν,

τὴν ἀγαπητικὴν δύναμιν εὐθὺς τῇ πρώτῃ κατασκευῇ

συγκαταβληθεῖσαν κεκτήμεθα· καὶ ἡ ἀπόδειξις οὐκ

ἔξωθεν, ἀλλ' αὐτὸς ἄν τις τοῦτο παρ' ἑαυτοῦ καὶ ἐν

ἑαυτῷ καταμάθοι. Τῶν τε γὰρ καλῶν ἐσμεν ἐπιθυ-

μητικοὶ φυσικῶς, εἰ καὶ ὅτι μάλιστα ἄλλῳ ἄλλο

φαίνεται καλόν· καὶ στοργὴν πρὸς τὸ οἰκεῖον καὶ

συγγενὲς ἔχομεν ἀδιδάκτως, καὶ τοῖς εὐεργέταις

ἑκουσίως πᾶσαν εὔνοιαν ἐκπληροῦμεν. Τί οὖν

κάλλους θείου θαυμασιώτερον; Τίς ἔννοια τῆς τοῦ

Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; Ποῖος πόθος ψυ-

χῆς οὕτω δριμὺς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγι-

νόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ, καὶ

ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ, ὅτι Τετρωμένη

ἀγάπης ἐγώ εἰμι; Ἄῤῥητοι παντελῶς καὶ ἀνεκδι-

ήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι

λόγος, οὐ δέχεται ἀκοή. Κἂν ἑωσφόρου αὐγὰς εἴπῃς,

κἂν σελήνης λαμπρότητα, κἂν ἡλίου φῶς, πάντα

ἄτιμα πρὸς εἰκασίαν τῆς δόξης, καὶ πλέον ἀπολειπό-

μενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν,

ἢ καθόσον βαθεῖα νὺξ, καὶ στυγνὴ σκοτομήνη μεσ-

ημβρίας καθαρωτάτης. Τοῦτο τὸ κάλλος σαρκίνοις

μὲν ὀφθαλμοῖς ἀθεώρητον, ψυχῇ δὲ μόνῃ καὶ διανοίᾳ

καταληπτὸν, εἴπου τινα περιέλαμψε τῶν ἁγίων,

καὶ ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατ-

έλιπεν, οἳ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωὴν ἔλεγον·

Οἵ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Πότε ἥξω

καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ τὸ,

Ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον

κρεῖσσον· καὶ τὸ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς

τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· καὶ, Νῦν ἀπο-

912

λύεις τὸν δοῦλόν σου, Δέσποτα. Ὡς δεσμωτήριον

τὴν ζωὴν ταύτην βαρυνόμενοι, οὕτω δυσκάθεκτοι

ἦσαν ταῖς ὁρμαῖς, ὧν ὁ θεῖος πόθος τῶν ψυχῶν

ἥψατο. Οἵ γε, διὰ τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας

τοῦ θείου κάλλους, εὐχὴν ἐποιοῦντο πάσῃ τῇ αἰωνίᾳ

ζωῇ συμπαρεκτείνεσθαι τὴν θεωρίαν τῆς τερπνότη-

τος τοῦ Κυρίου. Οὕτω μὲν οὖν φυσικῶς ἐπιθυμητι-

κοὶ τῶν καλῶν οἱ ἄνθρωποι. Κυρίως δὲ καλὸν

καὶ ἀγαπητὸν τὸ ἀγαθόν. Ἀγαθὸς δὲ ὁ Θεός· ἀγαθοῦ

δὲ πάντα ἐφίεται· Θεοῦ ἄρα πάντα ἐφίεται.

Ὥστε τὸ ἐκ προαιρέσεως κατορθούμενον καὶ

φυσικῶς ἡμῖν ἐνυπάρχει, τοῖς γε μὴ ἐκ πονηρίας

τοὺς λογισμοὺς διαστραφεῖσιν. Ἀναγκαῖον οὖν

ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα, ὃ τῇ

ἐλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότα-

τον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ καὶ τῶν

ἐν γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν

ἐστι, καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς

στέρησις, κἂν μὴ ὀδύνη προσῇ, καὶ τῷ ζώῳ τοῦ

ζῇν. Εἰ δὲ καὶ τοῖς γεννήσασι φυσικὴ στοργὴ παρὰ

τῶν γεννηθέντων ὑπάρχει, καὶ δηλοῖ τοῦτό τε

ἡ τῶν ἀλόγων σχέσις, καὶ ἡ τῶν ἀνθρώπων παρὰ

τὴν πρώτην ἡλικίαν πρὸς τὰς μητέρας διάθεσις, μὴ

φανῶμεν ἀλογώτεροι τῶν νηπίων, μηδὲ τῶν θηρίων

ἀγριώτεροι, ἀστόργως καὶ ἀλλοτρίως πρὸς τὸν ποιή-

σαντα ἡμᾶς διακείμενοι· ὃν εἰ καὶ μὴ ἐκ τῆς ἀγα-

θότητος ὁποῖός ἐστιν ἠπιστάμεθα, ἐξ αὐτοῦ μό-

νου τοῦ παρ' αὐτοῦ γεγενῆσθαι ἀγαπᾷν καὶ στέργειν

ὑπερβαλλόντως ὀφείλομεν, καὶ ἀποκρέμασθαι τῆς

μνήμης αὐτοῦ διηνεκῶς, καθάπερ τῶν μητέρων τὰ

νήπια. Κρείττων δὲ τῶν φυσικῶς ἀγαπωμένων

ὁ εὐεργέτης. Καὶ τοῦτο οὐκ ἀνθρώπων ἴδιόν ἐστι

μόνον, ἀλλὰ καὶ πάντων σχεδὸν ζώων πάθος, ἡ πρὸς

τοὺς ἀγαθόν τι δεδωκότας οἰκείωσις. Ἔγνω, φησὶ,

βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ

κυρίου αὐτοῦ. Ἀπείη δὲ λεχθῆναι περὶ ἡμῶν τὰ

ἑξῆς· ὅτι Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ

λαός με οὐ συνῆκε. Περὶ γὰρ κυνὸς, καὶ πολλῶν

ἄλλων τοιούτων, τί χρὴ καὶ λέγειν, ὅσην πρὸς τοὺς

τρέφοντας τὴν εὔνοιαν ἐπιδείκνυνται; Εἰ δὲ τὴν πρὸς

τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱ-

ρούμεθα, καὶ πάντα πόνον εἰς ἀντίδοσιν τῶν προγε-

νομένων ἡμῖν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέ-

913

σθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; αἳ τοσαῦται

μέν εἰσι τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν·

τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρ-

κεῖν καὶ μίαν εἰς τὸ ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν

χάριν τῷ δεδωκότι ποιῆσαι. Τὰς μὲν οὖν ἄλλας παρ-

ήσω, αἳ, εἰ καὶ καθ' ἑαυτὰς ὑπερβάλλουσι μεγέθει

καὶ χάριτι, ἀλλ' ὑπὸ τῶν μειζόνων, ὥσπερ ἀστέρες

ἡλιακαῖς ἀκτῖσιν, ὑπερλαμπόμεναι, τὴν καθ' ἑαυτὰς

χάριν ἀμυδροτέραν παρέχονται. Οὐ γὰρ σχολὴ κα-

ταλιπόντι τὰ ὑπερβάλλοντα, ἐκ τῶν ἐλαττόνων με-

τρεῖν τοῦ εὐεργέτου τὴν ἀγαθότητα.

Σιωπάσθωσαν τοίνυν ἡλίου ἀνατολαὶ, καὶ σελή-

νης περίοδοι, κράσεις ἀέρων, ὡρῶν ἐναλλαγαὶ, ὕδωρ

ἀπὸ νεφῶν, καὶ ἀπὸ γῆς ἕτερον, αὐτὴ ἡ θάλασσα,

ἡ γῆ σύμπασα, τὰ ἐκ γῆς φυόμενα, τὰ ἐν τοῖς

ὕδασι διαιτώμενα, τὰ ἐν ἀέρι γένη, αἱ μυρίαι τῶν

ζώων διαφοραὶ, πάντα τὰ πρὸς ὑπηρεσίαν τῆς ζωῆς

ἡμῶν τεταγμένα. Ἀλλ' ἐκεῖνο οὐδὲ βουλομένοις

παρελθεῖν δυνατὸν, καὶ σιωπῆσαι μὲν τὴν χάριν

τῷ γε νοῦν ὑγιᾶ καὶ λόγον ἔχοντι παντελῶς ἀμήχα-

νον· εἰπεῖν δέ τι πρὸς ἀξίαν πλέον ἀδυνατώτερον,

ὅτι κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ποιήσας τὸν ἄν-

θρωπον ὁ Θεὸς, καὶ τῆς ἑαυτοῦ γνώσεως ἀξιώσας,

καὶ λόγῳ παρὰ πάντα τὰ ζῶα κατακοσμήσας, καὶ

τοῖς ἀμηχάνοις τοῦ παραδείσου κάλλεσιν ἐντρυφᾷν

παρασχόμενος, καὶ τῶν ἐπὶ γῆς ἁπάντων ἄρχοντα

καταστήσας, εἶτα κατασοφισθέντα ὑπὸ τοῦ ὄφεως,

καὶ καταπεσόντα εἰς τὴν ἁμαρτίαν, καὶ διὰ τῆς ἁμαρ-

τίας εἰς τὸν θάνατον, καὶ τὰ τούτου ἄξια, οὐ περιεῖ-

δεν· ἀλλὰ τὰ μὲν πρῶτα νόμον ἔδωκεν εἰς βοήθειαν,

ἀγγέλους ἐπέστησεν εἰς φυλακὴν καὶ ἐπιμέλειαν,

προφήτας ἀπέστειλεν εἰς ἔλεγχον κακίας καὶ διδα-

σκαλίαν ἀρετῆς, τὰς ὁρμὰς τῆς κακίας ταῖς ἀπειλαῖς

ἐνέκοψε, τῶν ἀγαθῶν τὴν προθυμίαν ἐπαγγελίαις

διήγειρε, τὸ πέρας ἑκατέρου πολλάκις ἐν διαφόροις

προσώποις εἰς νουθεσίαν τῶν ἄλλων προλαβὼν ἐφανέ-

ρωσε, καὶ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἅπασιν ἐπιμέ-

νοντας τῇ ἀπειθείᾳ οὐκ ἀπεστράφη. Οὐ γὰρ ἀφείθη-

μεν ὑπὸ τῆς ἀγαθότητος τοῦ Δεσπότου, οὐδὲ ἐνεκόψαμεν

αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην, ἀναισθησίᾳ τῶν τιμῶν

τὸν εὐεργέτην παρυβρίσαντες· ἀλλὰ ἀνεκλήθη-

μεν ἐκ τοῦ θανάτου, καὶ ἐζωοποιήθημεν πάλιν ὑπ'

αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐν ᾧ καὶ

ὁ τρόπος τῆς εὐεργεσίας μεῖζον ἔχει τὸ θαῦμα· Ἐν

μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγή-

σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε,

μορφὴν δούλου λαβών.

916

Καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς

νόσους ἐβάστασε, καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, ἵνα

τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατ-

άρας ἡμᾶς ἐξηγόρασε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,

καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον, ἵνα ἡμᾶς εἰς

τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ. Καὶ οὐκ ἠρκέσθη μό-

νον νεκροὺς ὄντας ζωοποιῆσαι, ἀλλὰ καὶ θεότητος

ἀξίωμα ἐχαρίσατο, καὶ ἀναπαύσεις ἡτοίμασεν αἰω-

νίους, πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς

εὐφροσύνης ὑπερβαινούσας. Τί οὖν ἀνταποδῶ-

μεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Ὁ δὲ οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαι-

τεῖ, ἀλλ' ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ' οἷς ἔδωκεν.

Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν

πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβε-

ρὰν καταπίπτω, μήποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ

τῆς περὶ τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ

ἐκπεσὼν ὄνειδος γένωμαι τῷ Χριστῷ. Ὁ γὰρ νῦν

ἀπατῶν ἡμᾶς, καὶ διὰ τῶν κοσμικῶν δελεασμάτων

λήθην ἐμποιεῖν ἡμῖν τοῦ εὐεργέτου μηχανῇ

πάσῃ σπουδάζων, ἐπ' ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν ἐναλ-

λόμενος ἡμῖν, καὶ ἐπεμβαίνων, εἰς ὀνειδισμὸν τότε

προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν,

καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ καὶ ἀποστασίᾳ ἡμῶν·

ὅς γε οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ

ἡμῶν, ἀλλ' ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν

τῇ ἀπειθείᾳ καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ

Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, καὶ

τοῦτο τὸ καύχημα τοῦ ἐχθροῦ, βαρύτερον ἐμοὶ τῶν

ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χρι-

στοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρ-

σεως κατ' αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ

ἐγερθέντος, ᾧ καὶ διὰ τοῦτο περισσοτέρως ὀφειλέται

ἐσμὲν, καθὼς γέγραπται. Καὶ περὶ μὲν τῆς εἰς

Θεὸν ἀγάπης τοσαῦτα. Σκοπὸς γὰρ, ὡς προεῖπον,

οὐχὶ πάντα εἰπεῖν· ἀδύνατον γάρ· ἀλλ' ἐπὶ κεφα-

λαίων σύντομον ὑπόμνησιν ἀνακινοῦσαν ἀεὶ τὸν

θεῖον πόθον ταῖς ψυχαῖς ἐμποιῆσαι.

{ΕΡΩΤΗΣΙΣ Γʹ.}

{Περὶ τῆς εἰς τὸν πλησίον ἀγάπης.}

{Ἀκόλουθον δ' ἂν εἴη περὶ τῆς δευτέρας καὶ τάξει

καὶ δυνάμει ἐντολῆς διελθεῖν.}

{ΑΠΟΚΡΙΣΙΣ.}

Ὅτι μὲν οὖν ὁ νόμος τῶν σπερματικῶς ἐνυπαρ-

917

χουσῶν ἡμῖν δυνάμεων γεωργός ἐστι καὶ τροφεὺς,

εἴρηται ἡμῖν ἐν τοῖς ἔμπροσθεν λόγοις· ἐπειδὴ δὲ

ἀγαπᾷν προστετάγμεθα τὸν πλησίον ὡς ἑαυτοὺς,

καταμάθωμεν, εἰ καὶ δύναμιν πρὸς τὴν ἐκπλήρωσιν

τῆς ἐντολῆς ταύτης ἔχομεν παρὰ τοῦ Θεοῦ. Τίς οὖν

οὐκ οἶδεν, ὅτι ἥμερον καὶ κοινωνικὸν ζῶον ὁ

ἄνθρωπος, καὶ οὐχὶ μοναστικὸν, οὐδὲ ἄγριον; Οὐδὲν

γὰρ οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν

ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμό-

φυλον. Ὧν οὖν αὐτὸς ἔδωκεν ὁ Κύριος ἡμῖν προλα-

βὼν τὰ σπέρματα, τούτων ἀκολούθως καὶ τοὺς καρ-

ποὺς ἐπιζητεῖ, λέγων· Ἐντολὴν καινὴν δίδω-

μι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Καὶ πρὸς ταύτην

τὴν ἐντολὴν διεγεῖραι βουλόμενος ἡμῶν τὴν ψυχὴν,

ἀπόδειξιν τῶν αὐτοῦ μαθητῶν, οὐ σημεῖα καὶ δυνά-

μεις παραδόξους ἀπῄτησεν (καίτοι καὶ τούτων ἐν

Πνεύματι ἁγίῳ χαρισάμενος τὴν ἐνέργειαν)· ἀλλὰ

τί φησιν; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ

μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

Καὶ οὕτω πανταχοῦ τὰς ἐντολὰς ταύτας συνάπτει,

ὥστε τὴν εἰς τὸν πλησίον εὐποιίαν εἰς ἑαυτὸν μετα-

τίθησιν. Ἐπείνασα γὰρ, φησὶ, καὶ ἐδώκατέ μοι

φαγεῖν, καὶ τὰ ἑξῆς. Εἶτα ἐπάγει, ὅτι Ἐφ' ὅσον

ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν

ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Οὐκοῦν διὰ μὲν τῆς πρώτης ἔστι κατορθῶσαι

καὶ τὴν δευτέραν· διὰ δὲ τῆς δευτέρας ἐπανελθεῖν

αὖθις ἐπὶ τὴν πρώτην· καὶ ἀγαπῶντα μὲν τὸν Κύ-

ριον, ἀγαπᾷν ἀκολούθως καὶ τὸν πλησίον. Ὁ γὰρ

ἀγαπῶν με, εἶπεν ὁ Κύριος, τὰς ἐντολάς μου

τηρήσει. Αὕτη δέ ἐστι, φησὶν, ἡ ἐντολὴ ἡ

ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα

ὑμᾶς· ἀγαπῶντα δὲ πάλιν τὸν πλησίον, τὴν εἰς τὸν

Θεὸν ἀγάπην ἀποπληροῦν, αὐτοῦ εἰς ἑαυτὸν ὑποδε-

χομένου τὴν χάριν. Διόπερ ὁ μὲν πιστὸς θερά-

πων τοῦ Θεοῦ Μωσῆς τοσαύτην ἐπεδείκνυτο τὴν εἰς

τοὺς ἀδελφοὺς ἀγάπην, ὥστε καὶ ἐξαλειφθῆναι ᾑρεῖτο

ἐκ τῆς βίβλου τοῦ Θεοῦ, εἰς ἣν ἐγέγραπτο, εἰ μὴ

συγχωρηθείη τῷ λαῷ τὸ ἁμάρτημα. Παῦλος δὲ ἀνά-

θεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν

συγγενῶν κατὰ σάρκα ἀπετόλμησεν εὔξασθαι, τῆς

πάντων σωτηρίας ἑαυτὸν ἀντάλλαγμα, κατὰ μίμησιν

τοῦ Κυρίου, γενέσθαι βουλόμενος· ἅμα δὲ καὶ

εἰδὼς, ὅτι ἀμήχανον ἦν ἀλλοτριωθῆναι Θεοῦ τὸν διὰ

τὴν εἰς αὐτὸν ἀγάπην ὑπὲρ τῆς μεγίστης τῶν ἐντο-

λῶν τὴν παρὰ τοῦ Θεοῦ χάριν προϊέμενον, καὶ ὅτι διὰ

τοῦτο πολυπλασίονα ἔμελλεν ὧν ἔδωκεν ἀντιλή-

ψεσθαι. Πλήν γε ὅτι μέχρι τούτου τοῦ μέτρου τῆς

πρὸς τὸν πλησίον ἀγάπης ἔφθασαν οἱ ἅγιοι, ἱκανὴν

ἀπόδειξιν ἔχει τὰ εἰρημένα.

920

{ΕΡΩΤΗΣΙΣ Δʹ.}

{Περὶ φόβου Θεοῦ.}

{ΑΠΟΚΡΙΣΙΣ.}

Τοῖς μὲν οὖν ἄρτι εἰσαγομένοις εἰς τὴν εὐσέβειαν

ἡ διὰ τοῦ φόβου στοιχείωσις χρησιμωτέρα, κατὰ τὴν

ὑποθήκην τοῦ σοφωτάτου Σολομῶντος, εἰπόντος·

Ἀρχὴ σοφίας, φόβος Κυρίου· ὑμῖν δὲ, ὡς διαβεβη-

κόσι τὴν ἐν Χριστῷ νηπιότητα, καὶ οὐκέτι δεομέ-

νοις γάλακτος, ἀλλὰ δυναμένοις τῇ στερεᾷ τῶν δο-

γμάτων τροφῇ τὸν ἔσω ἄνθρωπον τελειοῦσθαι, τῶν

κεφαλαιωδεστέρων ἐντολῶν χρεία, ἐν αἷς πᾶσα ἀλή-

θεια τῆς ἐν Χριστῷ ἀγαπῆς κατορθοῦται, φυλασσο-

μένοις δηλονότι, μήποτε ἡ περιουσία τῶν δωρεῶν

τοῦ Θεοῦ βαρυτέρας αἰτία ὑμῖν κατακρίσεως

γένηται, ἀχαρίστως πρὸς τὸν εὐεργέτην διατεθεῖσιν.

Ὧ| γὰρ παρέθεντο, φησὶ, πολὺ, περισσότερον

ἀπαιτήσουσιν αὐτόν.

{ΕΡΩΤΗΣΙΣ Εʹ.}

{Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου.}

{ΑΠΟΚΡΙΣΙΣ.}

Ἐκεῖνο μέντοι γε γινώσκειν χρὴ, ὅτι οὔτε ἄλλης

τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν

ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατ-

ορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλα-

νώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶσαι δυ-

νατὸν, ἄλλοτε ἐπ' ἄλλην μεταβαίνοντα· μήτε μὴν

μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνω-

ρίσαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ τὰς

πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοι-

κείων κατορθουμένου. Ἐπεὶ οὔτε τὸ χαλκευτικῆς

τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι

πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ

αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλὰ ἑκάστῳ τέλει

οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται.

Ὥστε καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ

Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει

τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλο-

τριώσει τῶν περισπασμῶν ἡμῖν κατορθοῦται. Διόπερ

ὁ Ἀπόστολος, καὶ ταῦτα συγκεχωρημένου τοῦ γά-

μου, καὶ εὐλογίας ἠξιωμένου, τὰς ἀπ' αὐτοῦ ἀσχο-

λίας ταῖς περὶ Θεὸν μερίμναις ἀντέθηκεν, ὡς οὐ

δυναμένων τούτων ἀλλήλοις συμβῆναι, εἰπών· Ὁ

ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ

Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου,

πῶς ἀρέσει τῇ γυναικί. Οὕτω καὶ τοῖς μαθηταῖς ὁ

Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν

ἐμαρτύρει, λέγων· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου

τούτου. Καὶ ἀπὸ τοῦ ἐναντίου, τὴν τοῦ Θεοῦ ἐπί-

γνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ

Πνεῦμα ἅγιον χωρῆσαι διεμαρτύρατο· Πάτερ γὰρ,

921

φησὶ, δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω· καὶ, Τὸ

Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται

λαβεῖν.

Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας

τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθήσειν

μέλλοντα· τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως

καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται. Ὡς εἰ μή

γε ἀποξενώσοιμεν ἑαυτοὺς, καὶ συγγενείας σαρ-

κικῆς, καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον

διὰ τῆς σχέσεως μεταβαίνοντες, κατὰ τὸν εἰπόντα.

Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει,

ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς

Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος,

ὅτι Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι

τοῖς ὑπάρχουσιν ἑαυτοῦ, οὐ δύναται εἶναί μου

μαθητής. Τοῦτο δὲ ποιήσαντας, πάσῃ φυλακῇ τηρεῖν

προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μήποτε τὴν περὶ

Θεοῦ ἔννοιαν ἐκβαλεῖν, ἢ τὴν μνήμην τῶν θαυ-

μασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυ-

παίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνή-

μης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφρα-

γῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περι-

φέρειν. Οὕτω γὰρ ἡμῖν περιγίνεται ἡ πρὸς Θεὸν

ἀγάπη, ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν

τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ' αὐτῶν πάλιν αὐτὴ

συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ

τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων· Ἐὰν

ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, ποτὲ δὲ,

ὅτι Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε

ἐν τῇ ἀγάπῃ μου, καὶ ἔτι δυσωπητικώτερον· Καθ-

ὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα,

καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.

Ἐξ ὧν παιδεύει ἡμᾶς, ἀεὶ τοῦ προκειμένου

ἔργου τὸ θέλημα τοῦ προστάξαντος ὥσπερ σκοπὸν

προτιθεμένους, πρὸς αὐτὸν τὰ τῆς σπουδῆς κατ-

ευθύνειν, καθὰ καὶ ἀλλαχοῦ φησιν, ὅτι Καταβέβηκα

ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν,

ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

Ὥσπερ γὰρ αἱ κατὰ τὸν βίον τέχναι, σκοπούς τινας

οἰκείους ἑαυταῖς προστησάμεναι, ἀκολούθως ἐκείνοις

τὰς κατὰ μέρος συναρμόζουσιν ἐνεργείας· οὕτω καὶ

τοῖς ἡμετέροις ἔργοις ἑνὸς ὅρου καὶ κανόνος ἐπικει-

μένου, τοῦ εὐαρέστως τῷ Θεῷ ποιῆσαι τὰς ἐντολὰς,

ἀδύνατον ἄλλως τὸ ἀκριβὲς τοῦ ἔργου κατορθω-

θῆναι μὴ κατὰ τὸ βούλημα τοῦ ἐκδεδωκότος ἐπιτε-

λούμενον. Ἐν δὲ τῇ ἀκριβεῖ πρὸς τὸ θέλημα τοῦ Θεοῦ

περὶ τὸ ἔργον σπουδῇ συνάπτεσθαι τῷ Θεῷ διὰ τῆς

μνήμης ὑπάρξει. Ὥσπερ γὰρ ὁ χαλκεὺς ἐν τῇ ἐργα-

σίᾳ, εἰ τύχοι, τῆς ἀξίνης, τοῦ ἐκδεδωκότος αὐτῷ

μεμνημένος, καὶ ἐν τῇ διανοίᾳ φέρων αὐτὸν, καὶ

σχῆμα ἐκεῖνο καὶ μέγεθος ἐννοεῖ, καὶ πρὸς τὸ

924

βούλημα τοῦ ὑποθεμένου τὴν ἐργασίαν εὐθύνει (ἐὰν

γὰρ ἐπιλάθηται, ἄλλο τι, ἢ ἀλλοῖον ποιήσει παρ' ὃ προ-

έθετο)· οὕτω καὶ ὁ Χριστιανὸς, πᾶσαν ἐνέργειαν

καὶ μικρὰν καὶ μείζονα πρὸς τὸ βούλημα τοῦ Θεοῦ

κατευθύνων, ὁμοῦ τε τὴν πρᾶξιν τῇ ἀκριβείᾳ κατα-

κοσμεῖ, καὶ τὴν τοῦ προστάξαντος ἔννοιαν διασώζει,

καὶ πληροῖ τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον

ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν,

ἵνα μὴ σαλευθῶ. Καὶ κατορθοῖ τὸ προστεταγμένον

ἐκεῖνο· Εἴτε ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε,

πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Παραφθείρων δὲ ἐν

τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ

τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν. Μεμνημένους οὖν

τῆς φωνῆς τοῦ εἰπόντος· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν

γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ τὸ, Θεὸς ἐγγί-

ζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ τὸ, Ὅπου

εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα,

ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πᾶσαν ἐνέργειαν, ὡς ὑπὸ

ταῖς ὄψεσι τοῦ Κυρίου γινομένην, καὶ πᾶσαν ἔννοιαν,

ὡς παρ' αὐτοῦ ἐποπτευομένην, ἐπιτελεῖν χρή. Οὕτω

γὰρ καὶ ὁ φόβος διαρκὴς ἐνυπάρξει, μισῶν ἀδικίαν,

κατὰ τὸ γεγραμμένον, ὕβριν τε καὶ ὑπερηφανίαν

καὶ ὁδοὺς πονηρῶν, καὶ ἡ ἀγάπη τελειοῦται, πλη-

ροῦσα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Οὐ ζητῶ

τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμ-

ψαντός με Πατρὸς, ἐν πληροφορίᾳ διηνεκεῖ τῆς

ψυχῆς οὔσης τοῦ καὶ τὰς ἀγαθὰς πράξεις ἀποδεκτὰς

εἶναι τῷ κριτῇ καὶ ἀθλοθέτῃ τοῦ ἡμετέρου βίου, καὶ

τὰς ἐναντίως ἐχούσας αὐτόθεν δέχεσθαι τὴν κατά-

κρισιν. Οἶμαι δὲ τούτῳ συγκατορθοῦσθαι καὶ

τὸ μηδὲ αὐτὰς τὰς ἐντολὰς τοῦ Κυρίου πρὸς ἀνθρωπ-

αρέσκειαν γίνεσθαι. Οὐδεὶς γὰρ ἐν πληροφορίᾳ τῆς

παρουσίας τοῦ κρείττονος πρὸς τὸν ἐλάττονα ἐπι-

στρέφεται· ἀλλὰ, κἂν συμβῇ τὸ γινόμενον τῷ μὲν

ἐνδοξοτέρῳ προσώπῳ ἀπόδεκτον καὶ εὐάρεστον εἶναι,

τῷ δὲ ὑποδεεστέρῳ ἀβούλητον καὶ ψεκτὸν καταφαί-

νεσθαι, πλείονος ἀξίαν τιθέμενος τὴν τοῦ ὑπερέχοντος

ἀποδοχὴν, καταφρονεῖ τῆς τοῦ ἐλάττονος μέμψεως.

Εἰ δὲ ἐπ' ἀνθρώπων οὕτως, ἥ γε ὡς ἀληθῶς νήφουσα

καὶ ὑγιαίνουσα ψυχὴ ἐν πληροφορίᾳ τῆς τοῦ Θεοῦ

παρουσίας, ποτὲ ἀφεμένη τοῦ πρὸς εὐαρέστησιν

Θεοῦ ποιεῖν τι, πρὸς τὰς παρὰ τῶν ἀνθρώπων δό-

ξας ἐπιστραφήσεται· ποτὲ δὲ ἀμελήσασα τῶν τοῦ

Θεοῦ προσταγμάτων, ἀνθρωπίνῳ ἔθει δουλεύσει, ἢ

ὑπὸ κοινῆς προλήψεως κρατηθήσεται, ἢ καὶ ὑπὸ

ἀξιωμάτων δυσωπηθήσεται. Τοιαύτη διάθεσις ἦν τοῦ

εἰπόντος· Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας,

ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ πάλιν· Καὶ

ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασι-

λέων, καὶ οὐκ ᾐσχυνόμην.

925

{ΕΡΩΤΗΣΙΣ Ϛʹ.}

{Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν.}

{ΑΠΟΚΡΙΣΙΣ.}

Συντελεῖ δὲ πρὸς τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ

τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν. Τὸ γὰρ ἀναμεμιγμένην

ἔχειν τὴν ζωὴν τοῖς ἀφόβως καὶ καταφρονητικῶς

πρὸς τὴν ἀκριβῆ τήρησιν τῶν ἐντολῶν διακειμένοις

βλαβερὸν καὶ ὁ τοῦ Σολομῶντος ἀποδείκνυσι λόγος,

διδάσκοντος ἡμᾶς, ὅτι Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώ-

δει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε

μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους

τῇ σῇ ψυχῇ, καὶ τὸ, Ἐξέλθετε ἐκ μέσου αὐτῶν,

καὶ ἀφορίσθητε, λέγει Κύριος, πρὸς τὸ αὐτὸ φέρει.

Οὐκοῦν ἵνα μήτε διὰ ὀφθαλμῶν μήτε διὰ ὤτων ἐρε-

θισμοὺς εἰς ἁμαρτίαν δεχώμεθα, καὶ κατὰ τὸ λαν-

θάνον προσεθισθῶμεν αὐτῇ, καὶ ὥσπερ τύποι τινὲς

καὶ χαρακτῆρες τῶν ὁρωμένων καὶ ἀκουομένων ἐν-

απομείνωσι τῇ ψυχῇ εἰς ὄλεθρον καὶ ἀπώλειαν,

καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀφιδιάζω-

μεν πρῶτον κατὰ τὴν οἴκησιν. Οὕτω γὰρ ἂν καὶ τοῦ

προλαβόντος ἔθους περιγενοίμεθα, ἐν ᾧ ἀλλοτρίως

ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Χριστοῦ (οὐ μικρὸς

δὲ οὗτος ἀγὼν, τῆς ἑαυτοῦ συνηθείας περιγενέσθαι·

ἔθος γὰρ διὰ μακροῦ χρόνου βεβαιωθὲν φύσεως ἰσχὺν

λαμβάνει), καὶ τοὺς ἐξ ἁμαρτίας δὲ σπίλους ἐκτρῖ-

ψαι δυνησόμεθα τῇ τε φιλοπόνῳ προσευχῇ καὶ

τῇ ἐπιμόνῳ μελέτῃ τῶν τοῦ Θεοῦ θελημάτων· ἧς

μελέτης καὶ προσευχῆς ἐν πολλοῖς τοῖς περιέλκουσι

τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσι, περι-

γενέσθαι ἀμήχανον. Καὶ τὸ, Εἴ τις θέλει ὀπίσω

μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, πότε ἄν

τις ἐν τούτοις ὢν πληρῶσαι δυνηθείη; Χρὴ γὰρ ἡμᾶς,

ἀπαρνησαμένους ἑαυτοὺς, καὶ ἄραντας τὸν σταυρὸν

τοῦ Χριστοῦ, οὕτως ἀκολουθεῖν αὐτῷ. Ἄρνησις δέ

ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη, καὶ

ἡ τῶν θελημάτων ἑαυτοῦ ἀναχώρησις, ἣν ἐν τῇ

ἀδιαφόρῳ συνηθείᾳ ζῶντα κατορθῶσαι δυσκολώτατον,

ἵνα μὴ λέγω, ὅτι παντελῶς ἀνεπίδεκτον. Ἀλλὰ καὶ

πρὸς τὸ ἆραι τὸν σταυρὸν ἑαυτοῦ καὶ ἀκολουθεῖν τῷ

Χριστῷ ἐμπόδιόν ἐστιν ἡ πρὸς τὸν τοιοῦτον βίον ἐπι-

μιξία. Ἡ γὰρ ἑτοιμασία πρὸς τὸν ὑπὲρ Χρι-

στοῦ θάνατον, καὶ ἡ νέκρωσις τῶν μελῶν τῶν ἐπὶ

τῆς γῆς, καὶ τὸ παρατεταγμένως πρὸς πάντα κίν-

928

δυνον τὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπερχόμε-

νον ἡμῖν διακεῖσθαι, καὶ τὸ ἀπροσπαθῶς ἔχειν πρὸς

τὴν παροῦσαν ζωὴν, τοῦτό ἐστιν ἆραι τὸν σταυ-

ρὸν ἑαυτοῦ· πρὸς ὃ μεγάλα ὁρῶμεν τὰ ἐμπόδια ὑπὸ

τῆς τοῦ κοινοῦ βίου συνηθείας ἡμῖν ἐγγινόμενα.

Καὶ πρὸς πᾶσι τοῖς ἄλλοις πολλοῖς οὖσιν, εἰς τὸ

πλῆθος τῶν παρανομούντων ἀποβλέπουσα ψυχὴ,

πρῶτον μὲν οὐκ ἄγει καιρὸν ἐπαισθάνεσθαι τῶν ἰδίων

ἁμαρτημάτων, καὶ συντρῖψαι ἑαυτὴν διὰ τῆς

μετανοίας ἐπὶ τοῖς πλημμελήμασιν· ἐν δὲ τῇ συγκρί-

σει τῶν χειρόνων καὶ κατορθώματός τινα φαντασίαν

προσκτᾶται· εἶτα ὑπὸ τῶν θορύβων καὶ τῶν ἀσχο-

λιῶν, ἃς ὁ κοινὸς βίος πέφυκεν ἐμποιεῖν, τῆς ἀξιολο-

γωτέρας μνήμης τοῦ Θεοῦ ἀποσπωμένη, οὐ μόνον τὸ

ἐναγαλλιᾶσθαι καὶ ἐνευφραίνεσθαι τῷ Θεῷ ζη-

μιοῦται, καὶ τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ τὸ

καταγλυκαίνεσθαι τοῖς ῥήμασιν αὐτοῦ, ὥστε δύνασθαι

εἰπεῖν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· καὶ,

Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,

ὑπὲρ μέλι τῷ στόματί μου· ἀλλὰ καὶ εἰς καταφρό-

νησιν καὶ λήθην τῶν κριμάτων αὐτοῦ παντελῆ συν-

εθίζεται, οὗ μεῖζον κακὸν οὐδὲν ἂν οὐδὲ ὀλεθριώτερον

πάθοι.

{ΕΡΩΤΗΣΙΣ Ζʹ.}

{Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς

πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκο-

λον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν.}

Ἐπεὶ οὖν ἐπληροφόρησεν ἡμᾶς ὁ λόγος, ἐπικίν-

δυνον εἶναι τὴν μετὰ τῶν καταφρονητικῶς ἐχόντων

περὶ τὰς ἐντολὰς τοῦ Κυρίου ζωὴν, ἀκολούθως μα-

θεῖν ἀξιοῦμεν, εἰ χρὴ τὸν ἀναχωρήσαντα τούτων

ἰδιάζειν καθ' ἑαυτὸν, ἢ ὁμόφροσιν ἀδελφοῖς καὶ τὸν

αὐτὸν σκοπὸν τῆς εὐσεβείας προελομένοις συζῇν.

{ΑΠΟΚΡΙΣΙΣ.}

Πρὸς πολλὰ χρησιμωτέραν καταμανθάνω τὴν

ἐπὶ τὸ αὐτὸ τῶν πλειόνων διαγωγήν. Πρῶτον μὲν,

ὅτι οὐδὲ πρὸς τὰς τοῦ σώματος χρείας ἕκαστος ἡμῶν

ἑαυτῷ αὐτάρκης, ἀλλ' ἐν τῷ πορισμῷ τῶν ἀναγκαίων

ἀλλήλων χρῄζομεν. Ὥσπερ γὰρ ὁ ποῦς τὴν μὲν ἔχει

δύναμιν, τῆς δὲ ἐπιδεής ἐστι, καὶ ἄνευ τῆς τῶν λοι-

πῶν μελῶν συλλήψεως οὔτε τὴν ἑαυτοῦ ἐνέργειαν

δυνατὴν ἢ αὐτάρκη ἑαυτῷ πρὸς διαμονὴν εὑρίσκει,

οὔτε παραμυθίαν ἔχει τοῦ λείποντος· οὕτω καὶ ἐν

τῇ μονήρει ζωῇ καὶ τὸ παρὸν ἡμῖν ἄχρηστον γίνεται,

καὶ τὸ ἐλλεῖπον ἀπαραμύθητον, τοῦ δημιουργοῦ Θεοῦ

ὁρίσαντος χρῄζειν ἡμᾶς ἀλλήλων, καθὼς γέγραπται,

ἵνα καὶ συναπτώμεθα ἀλλήλοις. Ἄνευ δὲ τούτου καὶ

ὁ τῆς ἀγάπης τοῦ Χριστοῦ λόγος οὐκ ἐπιτρέπει τὸ

ἴδιον σκοπεῖν ἕκαστον. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ

929

ζητεῖ τὰ ἑαυτῆς. Ὁ δὲ ἀφιδιαστικὸς βίος ἕνα

σκοπὸν ἔχει, τὴν οἰκείαν ἑκάστου τῶν χρειῶν θερα-

πείαν. Τοῦτο δὲ προδήλως μαχόμενόν ἐστι τῷ τῆς

ἀγάπης νόμῳ, ὃν ὁ Ἀπόστολος ἐπλήρου, μὴ ζητῶν τὸ

ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Ἔπειτα ἐν τῷ καταχωρισμῷ οὐδὲ τὸ ἐλάττωμα

ῥᾳδίως ἕκαστος τὸ ἑαυτοῦ ἐπιγνώσεται, οὐκ ἔχων τὸν

ἐλέγχοντα αὐτὸν, καὶ ἐν πραότητι καὶ εὐσπλαγχνίᾳ

ἐπανορθούμενον. Ἔλεγχος μὲν γὰρ καὶ παρὰ ἐχθροῦ

πολλάκις ἂν γένοιτο θεραπείας ἐπιθυμίαν ἐμποιῶν

τῷ εὐγνώμονι· θεραπεία δὲ ἁμαρτήματος ἐπιστημό-

νως παρὰ τοῦ εἰλικρινῶς ἀγαπήσαντος κατορθοῦται.

Ὁ γὰρ ἀγαπῶν, φησὶν, ἐπιμελῶς παιδεύει. Ὃν

ἐπὶ τῆς μονώσεως εὑρεῖν ἄπορον, μὴ προενωθέντα

κατὰ τὸν βίον· ὥστε συμβαίνειν αὐτῷ τὸ εἰρημένον

ἐκεῖνο· Οὐαὶ τῷ ἑνὶ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ

ἐγείρων αὐτόν. Καὶ αἱ ἐντολαὶ δὲ ὑπὸ μὲν τῶν

πλειόνων ἐπὶ τὸ αὐτὸ ῥᾳδίως γίνονται πλείους, ὑπὸ

δὲ τοῦ ἑνὸς οὐκέτι· ἐν γὰρ τῇ ἐργασίᾳ τῆς μιᾶς

ἐμποδίζεται ἡ ἄλλη. Οἷον, ἐν τῇ ἐπισκέψει τοῦ

ἀσθενοῦντος ἡ ὑποδοχὴ τοῦ ξένου, καὶ ἐν τῇ μετα-

δόσει καὶ κοινωνίᾳ τῶν χρειῶν (καὶ μάλιστα,

ὅταν διὰ μακροῦ αἱ διακονίαι γίνωνται), ἡ περὶ τὰ

ἔργα σπουδή· ὥστε ἐκ τούτου τὴν μεγίστην καὶ σύν-

τονον πρὸς σωτηρίαν ἐντολὴν ἐλλιμπάνεσθαι· μήτε

τοῦ πεινῶντος τρεφομένου, μήτε τοῦ γυμνοῦ περι-

βαλλομένου. Τίς ἂν οὖν ἕλοιτο τὴν ἀργὴν καὶ ἄκαρ-

πον ζωὴν τῆς ἐγκάρπου καὶ κατ' ἐντολὴν τοῦ Κυρίου

ἐπιτελουμένης προτιμῆσαι;

Εἰ δὲ καὶ πάντες, οἱ ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως

προσληφθέντες, ἓν σῶμά ἐσμεν, κεφαλὴν ἔχοντες τὸν

Χριστόν· ὁ δὲ καθεὶς ἀλλήλων μέλη, ἐὰν μὴ ἐκ συμ-

φωνίας πρὸς ἑνὸς σώματος ἁρμολογίαν ἐν Πνεύματι

ἁγίῳ συναρμοσθῶμεν· ἕκαστος δὲ ἡμῶν τὴν μόνωσιν

αἱρῆται, μὴ κατὰ τὸ εὐάρεστον τῷ Θεῷ πρὸς τὸ

κοινῇ συμφέρον τῇ οἰκονομίᾳ δουλεύων, ἀλλὰ τὸ

ἴδιον τῆς αὐταρεσκείας πάθος πληροφορῶν· πῶς δυ-

νάμεθα ἀπεσχισμένοι καὶ διῃρημένοι σώζειν τὴν τῶν

μελῶν πρὸς ἄλληλα σχέσιν τε καὶ ὑπηρεσίαν, ἢ τὴν

ὑποταγὴν πρὸς τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ὁ Χρι-

στός; Οὔτε γὰρ τῷ δοξαζομένῳ συγχαίρειν, οὔτε

συμπάσχειν δυνατὸν τῷ πάσχοντι, ἐν τῇ διαστάσει

τοῦ βίου, οὐ δυναμένου κατὰ τὸ εἰκὸς ἑκάστου γινώ-

σκειν τὰ τοῦ πλησίον. Εἶτα καὶ ἑνὸς μὴ ἐξαρκοῦντος

932

ὑποδέξασθαι πάντα τὰ πνευματικὰ χαρίσματα, ἀλλὰ

κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως, τῆς

ἐπιχορηγίας τοῦ Πνεύματος γινομένης, ἐν τῇ τῆς

ζωῆς κοινωνίᾳ, τὸ ἑκάστου ἴδιον χάρισμα κοινὸν τῶν

συμπολιτευομένων γίνεται. Ὧ| μὲν γὰρ δίδοται λό-

γος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ πί-

στις, ἄλλῳ προφητεία, ἄλλῳ χαρίσματα ἰαμάτων,

καὶ τὰ ἑξῆς· ὧν ἕκαστον οὐ μᾶλλον δι' ἑαυτὸν ἢ διὰ

τοὺς ἄλλους ὁ λαμβάνων ἔχει. Ὥστε ἀνάγκη ἐν τῷ

κοινωνικῷ βίῳ τὴν ἐν τῷ ἑνὶ τοῦ ἁγίου Πνεύματος

ἐνέργειαν εἰς πάντας ὁμοῦ διαβαίνειν. Ὁ μὲν οὖν

καθ' ἑαυτὸν ζῶν ἓν τυχὸν ἔχει χάρισμα, καὶ τοῦτο

ἄχρηστον ποιεῖ διὰ τῆς ἀργίας, κατορύξας ἐν ἑαυτῷ·

ὅπερ ἡλίκον ἔχει κίνδυνον, ἴστε πάντες οἱ ἀνεγνω-

κότες τὰ Εὐαγγέλια· ἐν δὲ τῇ τῶν πλειόνων

συμβιώσει καὶ τοῦ ἰδίου ἀπολαύει, πολυπλασιάζων

αὐτὸ τῇ μεταδόσει, καὶ τὰ τῶν ἄλλων ὡς ἑαυτοῦ

καρποῦται.

Ἔχει δὲ καὶ πλείονα ἡ ἐπὶ τὸ αὐτὸ ζωὴ ἀγαθὰ,

ἅπερ οὐ ῥᾴδιον ἐξαριθμεῖσθαι πάντα. Πρός τε γὰρ

τὴν τήρησιν τῶν δεδομένων ἡμῖν παρὰ τοῦ Θεοῦ

ἀγαθῶν τῆς μονώσεώς ἐστι χρησιμωτέρα, καὶ

πρὸς τὴν φυλακὴν τῆς ἔξωθεν ἐπιβουλῆς τοῦ ἐχθροῦ

ἀσφαλέστερος ὁ παρὰ τῶν ἐγρηγορότων ἐξυπνισμὸς,

εἴποτε ἄρα τῷ ἑνὶ ἀπονυστάξαι συμβαίη ὕπνον

ἐκεῖνον τὸν εἰς θάνατον, ὃν ἐδιδάχθημεν παρὰ τοῦ

Δαβὶδ ἀπεύχεσθαι ἡμῖν συμβῆναι, λέγοντος· Φώτι-

σον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς

θάνατον· καὶ τῷ μὲν ἁμαρτάνοντι τῆς ἁμαρτίας ἡ

ἀναχώρησις ῥᾴων μᾶλλον, ἐντρεπομένῳ τὴν παρὰ

τῶν πλειόνων ἐν συμφωνίᾳ γινομένην κατάγνωσιν,

ὥστ' ἂν ἁρμόσαι αὐτῷ τὸ, Ἀρκετὸν τῷ τοιούτῳ

ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων· τῷ δὲ

κατορθοῦντι ἡ πληροφορία πολλὴ ἔν τε τῇ τῶν

πολλῶν δοκιμασίᾳ καὶ συγκαταθέσει τοῦ ἔργου. Εἰ

γὰρ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσε-

ται πᾶν ῥῆμα, πολλῷ δηλονότι παγιώτερον ὁ τὸ ἀγα-

θὸν ἔργον ἐπιτελῶν ἐν τῇ τῶν πλειόνων μαρτυρίᾳ

βεβαιωθήσεται. Κίνδυνος δὲ παρέπεται τῇ μοναστικῇ

ζωῇ πρὸς τοῖς εἰρημένοις. Πρῶτος μὲν καὶ μέγιστος

ὁ τῆς αὐταρεσκείας. Οὐδένα γὰρ ἔχων, ὃς δυνήσεται

δοκιμάσαι αὐτοῦ τὸ ἔργον, εἰς τὸ τέλειον οἰήσεται

τῆς ἐντολῆς ἐφθακέναι· εἶτα ἀγύμναστον ἀεὶ τὴν

ἕξιν κατακλείσας, οὔτε τὰ ὑστερήματα ἑαυτοῦ

γνωρίζει, οὔτε τὴν ἐν τοῖς ἔργοις προκοπὴν ἐπιγι-

933

νώσκει, τῷ πᾶσαν ὕλην τῆς ἐργασίας τῶν ἐντολῶν

περιῃρηγέναι.

Ἐν τίνι γὰρ τὴν ταπεινοφροσύνην ἐπιδείξεται,

μηδένα ἔχων, οὗ ταπεινότερον ἑαυτὸν ἀποδείξει; Ἐν

τίνι τὴν εὐσπλαγχνίαν, ἀποτετμημένος τῆς κοινωνίας

τῶν πλειόνων; Πρὸς μακροθυμίαν δὲ πῶς ἑαυτὸν

γυμνάσει, μηδενὸς ἀνθισταμένου αὐτοῦ τοῖς θελήμα-

σιν; Εἰ δέ τις λέγει ἀρκεῖσθαι τῇ τῶν θείων

Γραφῶν διδασκαλίᾳ πρὸς τὴν κατόρθωσιν τῶν ἠθῶν,

ὅμοιον ποιεῖ τῷ μανθάνοντι μὲν τεκταίνειν, μηδέ-

ποτε δὲ τεκταίνοντι, καὶ διδασκομένῳ μὲν χαλκευ-

τικὴν, εἰς ἔργον δὲ προάγειν τὰ διδάγματα μὴ

αἱρουμένῳ. Πρὸς ὃν εἴποι ἂν ὁ Ἀπόστολος· Οὐχ

οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ,

ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἰδοὺ

γὰρ ὁ Κύριος δι' ὑπερβολὴν φιλανθρωπίας οὐκ ἠρκέ-

σθη τῇ ἐκ τοῦ λόγου διδασκαλίᾳ μόνον, ἀλλ' ὥστε

ἀκριβῶς καὶ ἐναργῶς ἡμῖν παραδοῦναι τὸ ὑπόδειγμα

τῆς ταπεινοφροσύνης ἐν τῇ τελειότητι τῆς ἀγάπης,

αὐτὸς περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθη-

τῶν. Τίνα οὖν ἀπονίψεις; τίνα θεραπεύσεις; τίνος

ἔσχατος ἔσῃ, αὐτὸς καθ' ἑαυτὸν διάγων; Τὸ δὲ κα-

λὸν καὶ τερπνὸν, ἡ τῶν ἀδελφῶν ἐπὶ τὸ αὐτὸ κατοί-

κησις, ἣν μύρῳ τῆς τοῦ ἀρχιερέως κεφαλῆς ἀπο-

πνέοντι τὸ Πνεῦμα τὸ ἅγιον παρεικάζει, πῶς ἐν τῇ

καταμόνας οἰκήσει συμπληρωθήσεται; Στάδιον οὖν

ἀθλήσεως, καὶ προκοπῆς εὐοδία, καὶ διηνεκὴς

γυμνασία, καὶ μελέτη τῶν τοῦ Κυρίου ἐντολῶν, καὶ

ἐπὶ τὸ αὐτὸ κατοίκησίς ἐστι τῶν ἀδελφῶν· σκοπὸν

μὲν ἔχουσα τὴν δόξαν τοῦ Θεοῦ κατ' ἐντολὴν τοῦ

Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Οὕτω λαμ-

ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,

ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι

τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· χαρακτῆρα

δὲ σώζουσα τῶν ἐν ταῖς Πράξεσιν ἱστορουμένων

ἁγίων, περὶ ὧν γέγραπται· Πάντες δὲ οἱ πιστεύον-

τες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα

κοινά· καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευ-

σάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδὲ

εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι,

ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά.

{ΕΡΩΤΗΣΙΣ Ηʹ.}

{Περὶ ἀποταγῆς.}

{Εἰ χρὴ πρῶτον ἀποτάσσεσθαι πᾶσι, καὶ οὕτως

προσιέναι τῇ κατὰ Θεὸν πολιτείᾳ.}

{ΑΠΟΚΡΙΣΙΣ.}

Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πολλὴν

936

καὶ διὰ πλειόνων πραγμάτων ἰσχυρὰν ἀπόδειξιν λέ-

γοντος πρὸς πάντας· Εἴ τις ἔρχεται πρὸς μὲ,

ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυ-

ρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν·

Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται

πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου

εἶναι μαθητής· ἡγούμεθα τὸ παράγγελμα ἐπὶ

πλείονα διατείνειν, ὧν ἡ ἀλλοτρίωσις ἀναγκαία. Καὶ

γὰρ τῷ διαβόλῳ πρὸ πάντων ἀποτασσόμεθα, καὶ τοῖς

πάθεσι τῆς σαρκὸς, οἱ ἀπειπάμενοι τὰ κρυπτὰ τῆς

αἰσχύνης, καὶ συγγενείαις σωματικαῖς, καὶ ἑται-

ρείαις ἀνθρώπων, καὶ ἔθει βίου μαχομένῳ πρὸς τὴν

ἀκρίβειαν τοῦ Εὐαγγελίου τῆς σωτηρίας. Καὶ τὸ

τούτων ἀναγκαιότερον, αὐτὸς ἑαυτῷ ἀποτάσσεται ὁ

ἀποδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πρά-

ξεσιν αὐτοῦ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας

τῆς ἀπάτης. Ἀποτάσσεται δὲ καὶ πάσαις προσπα-

θείαις τοῦ κόσμου, ἐμποδίζειν τῷ σκοπῷ τῆς

εὐσεβείας δυναμέναις. Γονεῖς μὲν οὖν ὁ τοιοῦτος

τοὺς ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου γεννή-

σαντας αὐτὸν ἀληθινοὺς ἡγήσεται, ἀδελφοὺς δὲ τοὺς

τὸ αὐτὸ Πνεῦμα τῆς υἱοθεσίας λαβόντας, κτήμασι δὲ

πᾶσιν ὡς ἀλλοτρίοις, ὅπερ ἐστὶ, προσέξει. Ἑνὶ δὲ

λόγῳ, ᾧ διὰ Χριστὸν ὅλος ὁ κόσμος ἐσταύρωται, καὶ

αὐτὸς τῷ κόσμῳ, πῶς ἔτι δύναται εἶναι μέτοχος τῶν

μεριμνῶν τοῦ κόσμου; τοῦ Κυρίου ἡμῶν Ἰησοῦ

Χριστοῦ εἰς ἄκρον προάγοντος τό τε μῖσος τῆς ψυχῆς

καὶ τὴν ἑαυτοῦ ἄρνησιν δι' ὧν φησιν· Εἴ τις θέλει

ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ

ἀράτω τὸν σταυρὸν αὑτοῦ· καὶ τότε ἐπαγαγόντος·

Καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Εἴ τις ἔρχεται

πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ

τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ

τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν

ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής.

Ὥστε ἡ μὲν τελεία ἀποταγή ἐστιν ἐν τῷ τὸ

ἀπροσπαθὲς κατορθῶσαι καὶ πρὸς αὐτὸ τὸ ζῇν, καὶ

τὸ ἀπόκριμα τοῦ θανάτου ἔχειν, ὥστε μὴ ἐφ' ἑαυτῷ

πεποιθέναι· ἄρχεται δὲ ἀπὸ τῆς τῶν ἔξωθεν

ἀλλοτριώσεως, οἷον, κτημάτων, δόξης ματαίας, συν-

ηθείας βίου, προσπαθείας τῶν ἀνωφελῶν, καθὰ καὶ

οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκω-

βος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὑ-

τῶν…

μὴ…

The complete text is available when the reading interface loads.