Asceticon magnum
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Asceticon magnum sive Quaestiones (regulae brevius tractatae), MPG 31: 1052–1305.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg050.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
1053
δʹ Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στε-
νοχωρῇ τοὺς ἀδελφοὺς, λέγων ὅτι, Ὀφείλετε μετα-
νοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι, καὶ
τὴν ἀγάπην καταλύει.
εʹ Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ' ἑκάστῳ ἁμαρτή-
ματι.
Ϛʹ Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα
μὴ διορθούμενος, ποταπός ἐστιν.
ζʹ Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτάνον-
τας.
ηʹ Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι χρή.
θʹ Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατεθῶ-
μεν.
ιʹ Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα μετὰ
ποταποῦ φόβου καὶ ποταπῶν δακρύων ὀφείλει
ἀναχωρῆσαι τῶν ἁμαρτημάτων.
ιαʹ Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα.
ιβʹ Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ
Θεὸς τὰ ἁμαρτήματα.
ιγʹ Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα
ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν πλήθει
κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου ἁμαρτιῶν
ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ διὰ τῆς
μετανοίας.
ιδʹ Ἐκ ποίων καρπῶν ὀφείλει δοκιμάζεσθαι ἡ ἀλη-
θὴς μετάνοια.
ιεʹ Τί ἐστι τὸ, Ποσάκις ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός
μου, καὶ ἀφήσω αὐτῷ.
ιϚʹ Διὰ τί ποτὲ μὲν ἡ ψυχὴ καὶ μὴ σπουδάζουσα,
αὐτομάτως σχεδὸν ἐμπεσόντος πόνου, κατανύσσε-
ται, ποτὲ δὲ ἄπονος οὕτως ἐστὶν, ὡς καὶ βιαζο-
μένη κατανυγῆναι μὴ δύνασθαι.
ιζʹ Ἐάν τις κατὰ νοῦν μνημονεύσῃ τοῦ φαγεῖν, εἶτα
καταγνῷ ἑαυτοῦ, εἰ καὶ οὗτος ὡς μεριμνήσας
ἐγκληθήσεται.
ιηʹ Εἰ χρὴ ἐν ἀδελφότητι τῷ ἐξαμαρτήσαντί ποτε
φροντίδα τινὰ ἐγχειρίζειν μετὰ πολλὴν ἄσκησιν·
καὶ εἰ χρὴ, ποίαν ταύτην.
ιθʹ Ἐάν τις ὑποπτεύηται ἐπὶ ἁμαρτήματι, προφα-
νῶς δὲ τοῦτο μὴ ποιῇ, εἰ δεῖ αὐτὸν ἐπιτηρεῖν, ἵνα
καὶ ἐφευρεθῇ ὃ ὑποπτεύεται.
κʹ Εἰ χρὴ τὸν ἐν ἁμαρτίαις ἐξετασθέντα φεύγειν τὴν
πρὸς τοὺς ἑτεροδόξους κοινωνίαν, ἢ καὶ πρὸς τοὺς
κακῶς ζῶντας διακρίνεσθαι.
καʹ Πόθεν ὁ μετεωρισμὸς καὶ οἱ διαλογισμοί· καὶ πῶς
αὐτοὺς διορθωσόμεθα.
κβʹ Πόθεν αἱ νυκτεριναὶ φαντασίαι αἱ ἀπρεπεῖς γί-
νονται.
κγʹ Ἕως ποίων ῥημάτων ἡ ἀργολογία κρίνεται.
1056
κδʹ Τί ἐστι λοιδορία.
κεʹ Τί ἐστι καταλαλιά.
κϚʹ Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ ἀκούων καταλαλοῦν-
τος, καὶ ἀνεχόμενος, τίνος ἐστὶν ἄξιος
κζʹ Ἐὰν δὲ τοῦ προεστῶτος καταλαλήσῃ, πῶς αὐτῷ
προσέξομεν.
κηʹ Περὶ τοῦ θρασυτέρᾳ φωνῇ καὶ ῥήμασι θρασέσιν
ἀποκρινομένου.
κθʹ Ποίῳ τρόπῳ δυνηθῇ τις μὴ ὀργίζεσθαι.
λʹ Πῶς ἐκκόψομεν τὸ πάθος τῆς ἐπιθυμίας τῆς
κακῆς.
λαʹ Εἰ καθόλου γελᾷν οὐκ ἔξεστιν.
λβʹ Ὁ ἄκαιρος καὶ ἄμετρος νυσταγμὸς πόθεν, καὶ
πῶς αὐτὸν ἀποθώμεθα.
λγʹ Πῶς ἐλέγχεται ὁ ἀνθρωπάρεσκος.
λδʹ Πῶς φύγῃ τις τὸ πάθος τῆς ἀνθρωπαρεσκείας.
λεʹ Πῶς γνωρίζεται ὁ ὑπερήφανος, ἢ πῶς θεραπεύεται
λϚʹ Εἰ χρὴ τιμὴν ἐπιζητεῖν.
λζʹ Ὁ ὀκνηρὸς πρὸς τὴν ἐντολὴν ποίῳ τρόπῳ σπου-
δὴν δυνηθῇ ἀναλαβεῖν.
ληʹ Ἐὰν ἐπιταχθῇ ἀδελφὸς, καὶ ἀντείπῃ, ὕστερον δὲ
ἀφ' ἑαυτοῦ ἀπέλθῃ.
λθʹ Ἐὰν δὲ ὑπακούσας τις γογγύσῃ.
μʹ Ἐὰν δὲ ἀδελφὸς ἀδελφὸν λυπήσῃ, πῶς ὀφείλει
διορθώσασθαι.
μαʹ Ἐὰν δὲ μὴ ἀνέχηται ἀπολογήσασθαι.
μβʹ Ἐὰν δὲ ἀπολογουμένου τοῦ λυπήσαντος, μὴ θέλῃ
διαλλαγῆναι ὁ λυπηθείς.
μγʹ Πῶς ὀφείλει τις προσέχειν τῷ εἰς προσευχὴν ἐξ-
υπνίζοντι.
μδʹ Ἐὰν δὲ στυγνάσῃ ὁ ἐξυπνισθεὶς εἰς εὐχὴν,
ἢ καὶ ὀργισθῇ, τίνος ἐστὶν ἄξιος.
μεʹ Περὶ τοῦ ἀμελοῦντος τῆς γνώσεως τῶν τοῦ Θεοῦ
θελημάτων, ἵνα μὴ πλέον κολασθῇ, ὡς γνοὺς καὶ
μὴ ποιήσας.
μϚʹ Ὁ ἑτέρου ἀνεχόμενος εἰς τὸ ποιῆσαι ἁμαρ-
τίαν, εἰ ἔνοχός ἐστι τῆς ἁμαρτίας.
μζʹ Εἰ δεῖ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν.
μηʹ Ἡ πλεονεξία μέχρι τίνος κρίνεται.
μθʹ Τί ἐστι τὸ περπερεύεσθαι.
νʹ Ἐάν τις τὰ μὲν πολυτελέστερα τῆς ἐσθῆτος ἀπ-
ωθῆται, αὐτὸ δὲ τὸ εὐτελὲς, εἴτε ἱμάτιον, εἴτε ὑπό-
δημα, οἱονεὶ θέλῃ ἵνα πρέπῃ αὐτῷ, εἰ ἁμαρτάνει,
ἢ ποῖον πάθος νοσεῖ.
ναʹ Τί ἐστι Ῥακά.
νβʹ Τίς ὁ κενόδοξος, καὶ τίς ὁ ἀνθρωπάρεσκος.
νγʹ Τίς ἐστιν ὁ μολυσμὸς τῆς σαρκός· καὶ τίς ὁ μο-
λυσμὸς τοῦ πνεύματος· καὶ πῶς αὐτῶν καθαρεύ-
σομεν· ἢ τίς ὁ ἁγιασμὸς, καὶ πῶς αὐτὸν κτησύ-
μεθα.
1057
νδʹ Τί ἐστι φιλαυτία, καὶ πῶς γνωρίσει ἑαυτὸν ὁ
φίλαυτος.
νεʹ Ποία διαφορὰ πικρίας καὶ θυμοῦ, καὶ ὀργῆς, καὶ
παροξυσμοῦ.
νϚʹ Τίς ἐστιν ὁ ὑψηλόφρων, καὶ τίς ὁ ἀλαζὼν, καὶ
τίς ὁ ὑπερήφανος· τίς δὲ ὁ τετυφωμένος, καὶ ὁ
πεφυσιωμένος.
νζʹ Ἐάν τις ἐλάττωμα ἔχῃ ἀδιόρθωτον, καὶ συνεχέ-
στερον καταγινωσκόμενος βλάπτηται, εἰ συμφέ-
ρει μᾶλλον ἐπαφιέναι αὐτῷ.
νηʹ Ὁ κατ' ἐπιτήδευσιν ψευσάμενος κρίνεται μόνον,
ἢ καὶ ὁ κατὰ ἄγνοιάν τι παρὰ τὸ ἀληθὲς ἀπο-
λύτως φθεγξάμενος.
νθʹ Ἐὰν ἐνθυμηθῇ τις ποιῆσαι μόνον τι, καὶ μὴ
ποιήσῃ, εἰ καὶ οὗτος ὡς ψεύστης κρίνεται.
ξʹ Περὶ τοῦ προπετῶς ὁρισαμένου πρᾶξαί τι τῶν μὴ
ἀρεσκόντων Θεῷ.
ξαʹ Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς
ψαλμοὺς μαθεῖν βούληται.
ξβʹ Τί ἐὰν ποιήσῃ τις, ὡς κρύψας τὸ τάλαντον, κατα-
κρίνεται.
ξγʹ Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται ὡς ἐκεῖνοι οἱ
γογγύσαντες κατὰ τῶν ἐσχάτων.
ξδʹ Τί ἐστι τὸ σκανδαλίσαι, καὶ πῶς αὐτὸ φυλαξό-
μεθα.
ξεʹ Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει.
ξϚʹ Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία.
ξζʹ Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια.
ξηʹ Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐ-
λόγου.
ξθʹ Περὶ τοῦ μήτε ἔλαττον ἐσθίοντος τῶν λοιπῶν,
μήτε σῶμα ἔχοντος κατεῤῥιμμένον, καὶ ἀδυναμίαν
εἰς τὸ ἔργον ὀδυρομένου.
οʹ Τὸν παραχρώμενον τοῖς ἱματίοις ἢ ὑποδήμασι πῶς
δεῖ μετέρχεσθαι.
οαʹ Εἰσί τινες οἱ πρὸ τοῦ πλείονος τὸ ἡδύτερον τῶν
ἐδεσμάτων ἐπιζητοῦντες, ἄλλοι δὲ τὸ πλεῖον μᾶλ-
λον ἢ τὸ ἡδὺ διὰ τὸν κόρον θέλουσιν· πῶς οὖν
ἀμφοτέρους πληροφορεῖν χρή.
οβʹ Περὶ τοῦ ἐν ἀδελφότητι ἀσέμνως περὶ τὴν μετά-
ληψιν ἀναστρεφομένου, καὶ λαβρότερον ἐσθίοντος.
ογʹ Περὶ τοῦ μὴ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορ-
θώσεως ἐλέγχοντος τὸν ἁμαρτάνοντα, ἀλλ' ἐν πάθει
τῆς ἑαυτοῦ ἐκδικήσεως.
οδʹ Περὶ τῶν ἐξερχομένων ἐκ τῆς ἀδελφότητος, καὶ
μονήρη βίον ζῇν προαιρουμένων.
οεʹ Εἰ παντὸς ἁμαρτήματος, εἴτε κατὰ νοῦν, εἴτε
κατὰ λόγον, εἴτε κατὰ πρᾶξιν, τὸν Σατανᾶν αἴτιον
λέγειν δεῖ.
οϚʹ Εἰ χρὴ οἰκονομίᾳ δῆθεν χρησίμου τινὸς ψεύ-
δεσθαι.
οζʹ Τί ἐστι δόλος, καὶ τί ἐστι κακοήθεια.
οηʹ Ἐφευρεταὶ κακῶν τίνες εἰσίν.
οθʹ Ἐάν τις συνεχῶς ἑαυτοῦ ἐπιλαμβάνηται, ὅτι
σκληρῶς προσφέρεται τῷ ἀδελφῷ, πῶς διορθωθή-
σεται.
1060
πʹ Πόθεν ἐπισυμβαίνει τὸ ὥσπερ τῇ διανοίᾳ ἐπι-
λείπειν λογισμοὺς ἀγαθοὺς, καὶ μερίμνας ἀρε-
σκούσας τῷ Θεῷ.
παʹ Εἰ χρὴ ἴσως ἐπιτιμᾷν τοῖς εὐλαβέσι καὶ τοῖς
ἀδιαφόροις.
πβʹ Ἐὰν συμβῇ τὴν πρεσβυτέραν ἁμαρτῆσαι τὸ αὐτὸ
τῇ νεωτέρᾳ, εἰ τῷ αὐτῷ ὑπόκειται ἐπιτιμίῳ.
πγʹ Ἐάν τις, πολλὰ κατορθῶν, ἐν ἑνὶ μόνῳ δια-
πταίῃ, πῶς αὐτὸν παρέλθωμεν.
πδʹ Περὶ τοῦ ἦθος ἔχοντος θορυβοποιὸν καὶ ταρα-
χῶδες.
πεʹ Εἰ χρὴ ἔχειν τι ἴδιον ἐν ἀδελφότητι.
πϚʹ Ἐὰν δὲ λέγῃ τις ὅτι, Οὔτε λαμβάνω παρὰ τῆς
ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς ἀρκοῦ-
μαι· τί δεῖ πρὸς τὸν τοιοῦτον παραφυλάξαι.
πζʹ Εἰ ἔξεστιν ἑκάστῳ τὸ παλαιὸν αὐτοῦ ἱμάτιον
δοῦναι ὅπου ἐὰν θέλῃ εἰς ἐντολήν.
πηʹ Τίς ἐστιν ἡ μέριμνα ἡ βιωτική.
πθʹ Ἐπειδὴ γέγραπται, Λύτρον ψυχῆς ἀνδρὸς ὁ
ἴδιος πλοῦτος, ἡμῖν δὲ οὐ προεχώρησε τοῦτο, τί
ποιήσομεν;
Ϟʹ Εἰ ἔξεστι νυκτερινὸν ἱμάτιον ἔχειν, εἴτε τρίχινον
εἴτε ἀλλοῖον.
Ϟαʹ Ἐὰν ἀδελφὸς, ἴδιον οὐκ ἔχων οὐδὲν, αἰτηθῇ
παρά τινος αὐτὸ ὃ φορεῖ, τί ὀφείλει ποιῆσαι, μά-
λιστα δὲ ἐὰν γυμνὸς ᾖ ὁ αἰτήσας.
Ϟβʹ Τοῦ Κυρίου προστάσσοντος πωλεῖν τὰ ὑπάρ-
χοντα, τί διανοούμενον χρὴ τοῦτο ποιεῖν.
Ϟγʹ Τὸν ἅπαξ ἀποκτησάμενον, καὶ ἴδιον μηδὲν
ἔχειν ἐπαγγειλάμενον, ποίᾳ διανοίᾳ κεχρῆσθαι
δεῖ τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις, οἷον ἐσθῆτι καὶ
τροφῇ.
Ϟδʹ Περὶ τοῦ καταλιπόντος φόρους, καὶ ἀδελφότητι
προσελθόντος.
Ϟεʹ Εἰ συμφέρει τοῖς ἄρτι προσερχομένοις εὐθὺς τὰ
ἀπὸ τῶν Γραφῶν ἐκμανθάνειν.
ϞϚʹ Εἰ δεῖ παντὶ τῷ βουλομένῳ ἐπιτρέπειν γράμ-
ματα μανθάνειν, ἢ ἀναγνώσμασι προσέχειν.
Ϟζʹ Ἐὰν λέγῃ τις ὅτι, Θέλω παρ' ὑμῖν ὀλίγον χρό-
νον ὠφεληθῆναι, εἰ δεῖ αὐτὸν προσδέχεσθαι.
Ϟηʹ Ποταπὸν φρόνημα ὀφείλει ἔχειν ὁ προεστὼς,
ἐν οἷς ἐπιτάσσει, ἢ διατάσσεται.
Ϟθʹ Ποταπῇ διαθέσει δεῖ ἐπιτιμᾷν τὸν ἐπιτιμῶντα.
ρʹ Τοὺς ἔξωθεν ἐρχομένους καὶ προσαιτοῦντας πῶς
ἀπολύσομεν.
ραʹ Περὶ τοῦ ἐγχειριζομένου τὴν οἰκονομίαν, καὶ
περὶ τῶν προσαιτούντων.
ρβʹ Περὶ τοῦ ἐξερχομένου ἀπὸ ἀδελφότητος, καθ'
ὃν δήποτε λόγον.
ργʹ Ἐπειδὴ συμβαίνει εἴς τινα καὶ αὐτὸν ὀλισθαί-
νειν τὸν πρεσβύτερον, εἰ δέοι αὐτὸν ἐλέγχεσθαι.
1061
ρδʹ Πῶς χρὴ τὰς φροντίδας ἐγχειρίζειν τοῖς ἀδελ-
φοῖς.
ρεʹ Εἰ χρὴ τοὺς εἰσερχομένους εἰς ἀδελφότητα εὐ-
θέως τέχνας μανθάνειν.
ρϚʹ Ποίοις ἐπιτιμίοις κεχρῆσθαι δεῖ ἐν ἀδελφότητι.
ρζʹ Περὶ τοῦ λέγοντος ἐπιθυμίαν ἔχειν συζῇν τῇ
ἀδελφότητι.
ρηʹ Εἰ χρὴ τὸν προεστῶτα ἐκτὸς τῆς προεστώσης
λαλεῖν ἀδελφῇ τινι τὰ πρὸς οἰκοδομὴν τῆς πίστεως.
ρθʹ Εἰ χρὴ τὸν προεστῶτα μετὰ τῆς προεστώσης
πυκνῶς διαλέγεσθαι.
ριʹ Εἰ χρὴ, ἐξομολογουμένης ἀδελφῆς τῷ πρεσβυ-
τέρῳ, καὶ τὴν πρεσβυτέραν παρεῖναι.
ριαʹ Εἰ, τοῦ πρεσβυτέρου γενέσθαι τι προστάξαν-
τος ἐν ταῖς ἀδελφαῖς παρὰ γνῶσιν τῆς πρεσβυτέ-
ρας, εὐλόγως ἀγανακτεῖ ἡ πρεσβυτέρα.
ριβʹ Ἐάν τις προσέλθῃ τῷ κατὰ Θεὸν βίῳ, εἰ ἀκό-
λουθόν ἐστι τὸν προεστῶτα ἄνευ γνώμης τῶν
ἀδελφῶν τὸν τοιοῦτον προσδέχεσθαι.
ριγʹ Εἰ δύναται ὁ φροντίδα ψυχῶν ἐγκεχειρισμένος
φυλάξαι τὸ, Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς
τὰ παιδία.
ριδʹ Εἰ δεῖ παντὶ τῷ ἐπιτάσσοντι καὶ οἱῳδηποτοῦν
ὑπακούειν.
ριεʹ Πῶς ὑπακούειν ἀλλήλοις χρή.
ριϚʹ Μέχρι πόσου ὑπακούειν χρή.
ριζʹ Ὁ μὴ πληροφορούμενος ἐν τοῖς καθ' ἡμέραν
πρὸς τὴν προκειμένην ἐντολὴν ἐπιτάγμασι, τέ-
χνην δὲ μαθεῖν ἐπιζητῶν, ποῖον πάθος νοσεῖ, καὶ
εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι.
ριηʹ Ὁ σπουδαῖος εἰς τὴν ἐντολὴν, καὶ ἐργαζόμενος
οὐχ ὃ ἐπιτάσσεται, ἀλλ' ὃ αὐτὸς θέλει, ποῖον
μισθὸν ἔχει.
ριθʹ Εἰ ἔξεστιν ἑκάστῳ παραιτεῖσθαι τὸ ἐγχειρισθὲν
ἔργον, καὶ ἄλλο ἐπιζητεῖν.
ρκʹ Εἰ δεῖ ἀπιέναι που χωρὶς ὑπομνήσεως τοῦ
προεστῶτος.
ρκαʹ Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων.
ρκβʹ Ἐάν τις, ἐπιτιμηθεὶς εὐλογίαν μὴ λαβεῖν, λέ-
γῃ ὅτι, Ἐὰν μὴ λάβω εὐλογίαν, οὐκ ἐσθίω· εἰ
δεῖ αὐτὸν ἀνέχεσθαι.
ρκγʹ Ἐάν τις λυπῆται μὴ ἐπιτρεπόμενος ποιεῖν
ὃ μὴ δύναται ἐπιτηδείως ποιεῖν, εἰ χρὴ αὐτοῦ
ἀνέχεσθαι.
ρκδʹ Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ μετὰ Ἑλλήνων εὑ-
ρεθέντα που συνεσθίειν αὐτοῖς, ἢ ἀσπάζεσθαι
αὐτούς.
ρκεʹ Τὸν πιστευόμενον ἔργον, καὶ ποιοῦντά τι χωρὶς
ὑπομνήσεως παρὰ τὸ διατεταγμένον αὐτῷ, εἰ δεῖ
ἔχειν τὸ ἔργον.
ρκϚʹ Πῶς ἄν τις μὴ ἡττηθείη τῆς ἐν βρώμασι φι-
ληδονίας.
1064
ρκζʹ Λέγουσί τινες, ὅτι ἀδύνατόν ἐστι μὴ ὀργισθῆ-
ναι ἄνθρωπον.
ρκηʹ Τῷ θέλοντι ἐγκρατεύεσθαι ὑπὲρ δύναμιν, ὥστε
καὶ εἰς τὴν προκειμένην ἐντολὴν ἐμποδίζεσθαι, εἰ
δεῖ συγχωρεῖν.
ρκθʹ Περὶ τοῦ πολλὰ νηστεύοντος, ἐν δὲ τῇ μετα-
λήψει μὴ δυναμένου ἀνέχεσθαι τοῦ βρώματος.
ρλʹ Πῶς χρὴ νηστεύειν, ὅταν χρεία γένηται νηστείας.
ρλαʹ Ὁ μὴ μεταλαμβάνων ὅθεν οἱ ἀδελφοὶ ἐσθίουσιν,
ἀλλ' ἕτερον ἐπιζητῶν, εἰ καλῶς ποιεῖ.
ρλβʹ Ὁ λέγων ὅτι, Βλάπτει με τοῦτο, καὶ λυπού-
μενος ἐὰν ἄλλο μὴ δοθῇ, τί ἐστιν.
ρλγʹ Ἐὰν δὲ καὶ γογγύσῃ διὰ βρῶμα.
ρλδʹ Ἐὰν δὲ καὶ ὀργισθεὶς παραιτῆται λαβεῖν τὰ
πρὸς τὴν χρείαν.
ρλεʹ Εἰ χρὴ τὸν κάμνοντα αὐτὸν ἐπιζητῆσαι πλέον
τι τῆς συνηθείας.
ρλϚʹ Εἰ ἀναγκαῖον πάντας συνάγεσθαι ἐν τῇ ὥρᾳ
τοῦ ἀρίστου, καὶ τὸν ἀπολιμπανόμενον, καὶ μετὰ
τὸ ἄριστον ἐρχόμενον, πῶς παρέλθωμεν.
ρλζʹ Εἰ καλόν ἐστι τὸ κρῖναι ἐπὶ τοσόνδε, εἰ τύχοι,
χρόνον ἀποσχέσθαι τοῦδέ τινος τοῦ βρώματος ἢ
τοῦ πόματος.
ρληʹ Εἰ χρὴ ἐν ἀδελφότητί τινα πλέον τῶν ἄλλων
νηστεύειν.
ρλθʹ Τῆς νηστείας ἐπιτεινομένης, ἀτονώτεροι γινό-
μεθα εἰς τὸ ἔργον. Τί οὖν χρὴ μᾶλλον; Ἐμποδί-
ζειν τῷ ἔργῳ διὰ τὴν νηστείαν, ἢ παρορᾷν ἐκείνην
διὰ τὸ ἔργον;
ρμʹ Ἐάν τις μὴ ἐγκρατεύηται περὶ τὰ βλαβερὰ
τῶν βρωμάτων, μεταλαμβάνων δὲ ἀφειδῶς κα-
κώσει περιπέσῃ, εἰ χρὴ αὐτοῦ ἐπιμέλειαν ποιεῖ-
σθαι.
ρμαʹ Εἰ δεῖ ξένους ἐνευρίσκεσθαι τοῖς ἐργαστηρίοις.
ρμβʹ Εἰ χρὴ τοὺς τεχνίτας δέχεσθαι παρά τινος ἔρ-
γον, ἄνευ γνώμης τοῦ προεστῶτος.
ρμγʹ Πῶς ὀφείλουσιν ἐπιμελεῖσθαι οἱ ἐργαζόμενοι
τῶν πεπιστευμένων αὐτοῖς σκευῶν.
ρμδʹ Ἐὰν δέ τις ἐξ ἀμελείας ἀπολέσῃ τι, ἢ ἐκ κα-
ταφρονήσεως παραχρήσηται.
ρμεʹ Ἐὰν δὲ ἀφ' ἑαυτοῦ χρήσῃ τινὶ ἢ λάβῃ.
ρμϚʹ Ἐὰν δὲ, καὶ συνεχούσης χρείας, ὁ προεστὼς
ἐπιζητήσῃ παρ' ἑαυτοῦ σκεῦος, καὶ ἀντείπῃ.
ρμζʹ Ὁ περὶ τὸ ἔργον τοῦ κελλαρίου ἢ τοῦ μαγείρου,
ἢ περί τι ἄλλο τοιοῦτον ἀσχολούμενος, ἐὰν μὴ
φθάσῃ παρεῖναι τῷ κανόνι τῆς ψαλμῳδίας καὶ
τῆς προσευχῆς, εἰ μηδὲν ζημιοῦται τὴν ψυχήν.
ρμηʹ Ποῖον μέτρον ἐξουσίας ἔχει ἐν τῇ οἰκονομίᾳ ὁ
πιστευθεὶς τὴν φροντίδα τοῦ κελλαρίου.
ρμθʹ Τί τὸ κρῖμα τοῦ οἰκονομοῦντος, ἐάν τι κατὰ
προσωποληψίαν ἢ φιλονεικίαν ποιήσῃ.
ρνʹ Ἐὰν δὲ ἀμελήσας μὴ δῷ τῷ ἀδελφῷ τὰ πρὸς τὴν
χρείαν.
1065
ρναʹ Εἰ ἔξεστι τῷ ὑπηρετοῦντι μετὰ φωνῆς μείζο-
νος λαλεῖν.
ρνβʹ Περὶ τοῦ ὑπὲρ δύναμιν κάμνοντος ἐν τῇ
ὑπηρεσίᾳ.
ρνγʹ Ἡ τὰ ἔρια πιστευθεῖσα πῶς αὐτὰ ὀφείλει
ἔχειν.
ρνδʹ Ἐὰν συμβῇ ὀλίγους ὄντας ἀδελφοὺς, καὶ πλείο-
σιν ἀδελφαῖς ἐξυπηρετουμένους, εἰς ἀνάγκην ἐμ-
πίπτειν τοῦ διίστασθαι ἀπ' ἀλλήλων διαμερι-
ζομένους πρὸς τὰ ἔργα, εἰ ἀκίνδυνόν ἐστι τὸ
τοιοῦτον.
ρνεʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς ἐν τῷ ξενοδοχείῳ ἀῤ-
ῥώστοις.
ρνϚʹ Τὸν πεπιστευμένον φροντίδα ἤτοι κελλαρίου, ἢ
ἄλλου τινὸς τοιούτου, εἰ δεῖ πάντοτε ἔχειν τὴν
φροντίδα, ἢ καὶ ἐναλλάσσεσθαι.
ρνζʹ Ποταπῇ διαθέσει ὀφείλει τις δουλεύειν Θεῷ.
ρνηʹ Ποταπῇ διαθέσει ὀφείλει δέχεσθαί τις τὸ ἐπιτί-
μιον.
ρνθʹ Ὁ λυπούμενος κατὰ τοῦ ἐπιτιμήσαντος αὐτῷ
ποταπός ἐστιν.
ρξʹ Μετὰ ποίας διαθέσεως ὀφείλομεν ὑπηρετεῖν τοῖς
ἀδελφοῖς.
ρξαʹ Μετὰ ποταπῆς ταπεινώσεως ὀφείλει τις δέχεσθαι
τὴν ὑπηρεσίαν παρὰ τοῦ ἀδελφοῦ.
ρξβʹ Ποταπὴν ἐν ἀλλήλοις ἔχειν δεῖ τὴν ἀγάπην.
ρξγʹ Ποίῳ τρόπῳ δυνηθῇ τις κατορθῶσαι τὴν πρὸς
τὸν πλησίον ἀγάπην.
ρξδʹ Τί ἐστι τὸ, Μὴ κρίνετε, καὶ οὐ μὴ κρι-
θῆτε.
ρξεʹ Πῶς γνωρίσει τις, εἰ ζήλῳ Θεοῦ κινεῖται κατὰ
τοῦ ἁμαρτάνοντος ἀδελφοῦ, ἢ ὀργίζεται.
ρξϚʹ Μετὰ ποίας διαθέσεως ὑπακούειν δεῖ τῷ εἰς ἔρ-
γον τῆς ἐντολῆς κατεπείγοντι.
ρξζʹ Ποταπὴ ὀφείλει εἶναι ἡ ψυχὴ, ὅτε ὅλως κατ-
ηξιώθη ἐν τῷ ἔργῳ τοῦ Θεοῦ καταληφθῆναι.
ρξηʹ Μετὰ ποταπῆς διαθέσεως δεῖ λαμβάνειν ἱμάτιον
ἢ ὑπόδημα, οἷον ἂν ᾖ.
ρξθʹ Ἐὰν ἀδελφὸς νεώτερος ἐπιταχθῇ διδάξαι τι τὸν
πρεσβύτερον καθ' ἡλικίαν, πῶς αὐτῷ προσενεχθή-
σεται.
ροʹ Εἰ δεῖ ἴσως προσέχειν τῷ πλεῖον κατορθοῦντι,
καὶ τῷ ἔλαττον.
ροαʹ Ἐὰν δὲ λυπῆται ὁ ἐλάττων, προτιμωμένου τοῦ
εὐλαβεστέρου.
ροβʹ Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ
διαθέσει μεταλάβωμεν τοῦ σώματος τοῦ Κυ-
ρίου.
ρογʹ Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ' οἶκον ψαλμῳδίας λα-
λιάν τινα γίνεσθαι.
ροδʹ Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ προθυμίας
ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου.
ροεʹ Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν
ἐντολὴν τοῦ Κυρίου.
ροϚʹ Τίνες εἰσὶν οἱ ἐχθροὶ, οὓς ἀγαπᾷν προσετάχθη-
μεν.
ροζʹ Πῶς ὀφείλουσιν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν
ἀδυνάτων βαστάζειν.
1068
ροηʹ Τί ἐστι τὸ ἀλλήλων τὰ βάρη βαστάζειν.
ροθʹ Πῶς δύναταί τις ἄνευ ἀγάπης πίστιν κτήσασθαι
τοσαύτην, ὥστε ὄρη μεθιστάνειν, ἢ τὰ ὑπάρχοντα
πάντα δοῦναι πτωχοῖς, ἢ παραδοῦναι τὸ ἑαυτοῦ
σῶμα, ἵνα καυθῇ.
ρπʹ Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλο-
μεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως
παραναγινωσκομένων ἡμῖν.
ρπαʹ Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων,
καὶ ἡ μὲν πτωχεύει, ἡ δὲ ἑτέρα περὶ τὴν κοι-
νωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύου-
σαν πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι.
ρπβʹ Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ
συμπαθῶς ἐλέγχων τὸν ἁμαρτάνοντα.
ρπγʹ Ἐὰν συμβῇ τινας ἐν ἀδελφότητι ζῶντας διαφω-
νῆσαι πρὸς ἀλλήλους, εἰ ἀκίνδυνόν ἐστιν ἀγάπης
ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις.
ρπδʹ Πῶς δυνηθῇ τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε
ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λαλῆ-
σαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώ-
ζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους οἷς
λαλεῖ.
ρπεʹ Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους ὁρῶν
τοὺς ἀκούοντας χαίρῃ, πῶς γνωρίσει ἑαυτὸν, εἰ
διαθέσει ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ.
ρπϚʹ Ὑπὲρ ποταπῶν φίλων τιθέναι τὴν ψυχὴν ὀφεί-
λομεν.
ρπζʹ Εἰ χρὴ παρὰ τῶν κατὰ σάρκα οἰκείων δέχεσθαί
τι ἕκαστον.
ρπηʹ Πῶς ἴδωμεν τοὺς ποτὲ συνοίκους ἡμῶν, ἢ συγ-
γενεῖς εἰσερχομένους.
ρπθʹ Ἐὰν δὲ καὶ παρακαλῶσιν ἡμᾶς θέλοντες ἀγα-
γεῖν εἰς τὰ ἴδια.
ρϞʹ Εἰ δεῖ ἐλεεῖν τοὺς κατὰ σάρκα οἰκείους, ἐπιθυ-
μοῦντας τὴν σωτηρίαν αὐτῶν.
ρϞαʹ Τίς ἐστιν ὁ πραΰς.
ρϞβʹ Τίς ἐστιν ἡ λύπη ἡ κατὰ Θεὸν, καὶ τίς ἡ τοῦ
κόσμου.
ρϞγʹ Ποία ἐν Χριστῷ χαρά.
ρϞδʹ Ποῖον πένθος ἀναλάβωμεν, ἵνα καταξιωθῶμεν
τοῦ μακαρισμοῦ.
ρϞεʹ Πῶς πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τις.
ρϞϚʹ Πῶς ἐσθίει τις, καὶ πίνει εἰς δόξαν Θεοῦ.
ρϞζʹ Πῶς ποιήσει ἡ δεξιὰ ἵνα μὴ γινώσκῃ ἡ
ἀριστερά.
ρϞηʹ Τί ἐστι ταπεινοφροσύνη, καὶ πῶς αὐτὴν κατορ-
θώσομεν.
ρϞθʹ Πῶς ἄν τις προθυμηθείη καὶ πρὸς κινδύνους
ὑπὲρ τῆς ἐντολῆς τοῦ Κυρίου παραβουλεύε-
σθαι.
ςʹ Οἱ προκάμνοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, πῶς δύ-
νανται ὠφελεῖν τοὺς ἄρτι προσερχομένους.
σαʹ Πῶς κατορθοῖ τις ἐν τῇ προσευχῇ τὸ ἀμετεώ-
ριστον.
1069
σβʹ Εἰ δυνατὸν κατορθῶσαι ἐν παντὶ καὶ πάντοτε τὸ
ἀμετεώριστον.
σγʹ Τῶν κατ' ἐντολὴν τοῦ Κυρίου κατορθωμάτων πό-
τερον ἓν μέτρον ἐστὶν ἐν πᾶσιν, ἢ ὁ μὲν πλεῖον
ἔχοι, ὁ δὲ ἔλαττον
σδʹ Πῶς καταξιοῦταί τις Πνεύματος ἁγίου γενέσθαι
μέτοχος.
σεʹ Τίνες εἰσὶν οἱ πτωχοὶ τῷ πνεύματι.
ςϚʹ Τοῦ Κυρίου παραγγέλλοντος, μὴ μεριμνᾷν τί
φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα·
μέχρι τίνος ἐστὶν ἡ ἐντολὴ, ἢ πῶς κατορθοῦ-
ται.
σζʹ Τίνι λόγῳ δεῖ ἐργάζεσθαι.
σηʹ Εἰ καλόν ἐστι τὸ καθόλου σιγὴν ἀσκεῖν.
σθʹ Πῶς δυνηθῶμεν φοβηθῆναι τὰ κρίματα τοῦ
Θεοῦ.
σιʹ Τίς ἐστιν ἡ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένη
καταστολὴ κοσμία.
σιαʹ Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης.
σιβʹ Πῶς κατορθοῦται ἡ πρὸς Θεὸν ἀγάπη.
σιγʹ Τίνα ἐστὶ τὰ γνωρίσματα τῆς πρὸς Θεὸν ἀγά-
πης.
σιδʹ Χρηστότης καὶ ἀγαθωσύνη τίνι διαφέρουσιν ἀλ-
λήλων.
σιεʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος εἰρη-
νοποιός.
σιϚʹ Ἐν τίνι στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ παι-
δία.
σιζʹ Πῶς δεξώμεθα τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παι-
δίον.
σιηʹ Ποίαν σύνεσιν αἰτεῖν παρὰ τοῦ Θεοῦ ὀφείλο-
μεν.
σιθʹ Ἐὰν εὐεργετηθῶμεν παρά τινος, πῶς δυνη-
θῶμεν καὶ τῷ Κυρίῳ τὴν ὀφειλομένην εὐχα-
ριστίαν καθαρὰν καὶ ὁλόκληρον ἀποδοῦναι,
καὶ τὴν πρὸς τὸν εὐεργέτην ἐπιστημόνως πληρῶ-
σαι.
σκʹ Εἰ παντὶ τῷ βουλομένῳ ἀδελφαῖς συντυγχάνειν
ἐπιτρέπειν χρή.
σκαʹ Τοῦ Κυρίου διδάσκοντος προσεύχεσθαι μὴ εἰσ-
ελθεῖν εἰς πειρασμὸν, εἰ δεῖ προσεύχεσθαι μὴ
περιπεσεῖν ὀδύναις σωματικαῖς.
σκβʹ Τίς ἐστιν ὁ ἀντίδικος ἑκάστου ἡμῶν, ἢ καὶ πῶς
αὐτῷ εὐνοήσομεν.
σκγʹ Ὁ θέλων διά τινα λόγον ἀρέσκοντα Θεῷ νη-
στεῦσαι, ἐπειδὴ καὶ ὡς οὐ θέλει φαίνεται τοῖς ἀν-
θρώποις, τί ποιήσει.
σκδʹ Εἰ καὶ νῦν οἱ μὲν ἀπὸ τῆς πρώτης ὥρας ἐργά-
ζονται, οἱ δὲ ἀπὸ τῆς ἑνδεκάτης, καὶ τίνες εἰσὶν
οὗτοι.
σκεʹ Τοῦ Κυρίου εἰπόντος· Ὅπου ἐὰν ὦσι δύο ἢ
τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι
ἐν μέσῳ αὐτῶν· πῶς τούτου καταξιωθῆναι δυνη-
θῶμεν.
σκϚʹ Τοῦ Ἀποστόλου λέγοντος· Λοιδορούμενοι, εὐ-
λογοῦμεν· βλασφημούμενοι, παρακαλοῦμεν·
1072
πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρα-
καλεῖν ὁ βλασφημούμενος.
σκζʹ Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρο-
νεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκοντος Θεῷ γενόμε-
νον, παρ' ἑαυτῷ κατέχειν.
σκηʹ Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέ-
λημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἀφ' ὧν
οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλίζων-
ται.
σκθʹ Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαι-
σχυντότερον ἐξαγορεύειν πᾶσιν, ἢ τισὶ, καὶ ποίοις
τούτοις.
σλʹ Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λα-
τρεία.
σλαʹ Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ, καὶ ἐχθραί-
νῃ μοι, ἢ ἐνίοτε καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δε-
δομένας περὶ ἐχθρῶν ἐντολὰς καὶ ἐπ' αὐτοῦ φυλάσ-
σειν.
σλβʹ Ἐάν τις ἀδικηθεὶς ὑπό τινος μηδενὶ ἀνάθη-
ται λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ
δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον
ποιεῖ.
σλγʹ Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ
τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται.
σλδʹ Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγε-
λεῖ.
σλεʹ Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν παρὰ τῶν Γρα-
φῶν.
σλϚʹ Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια
ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξασθαι.
σλζʹ Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ
Θεοῦ.
σληʹ Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀνα-
γινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥημάτων
τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου, διὰ
τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγκην τῶν ῥυπαρω-
τέρων τοῦ σώματος χρειῶν.
σλθʹ Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός.
σμʹ Κατὰ τί πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς εἴ-
ρηται ἡ ἀπάγουσα εἰς ἀπώλειαν.
σμαʹ Πῶς στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ
ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ πῶς δι' αὐτῆς τις εἰσ-
έρχεται.
σμβʹ Τί ἐστι τὸ, Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φι-
λόστοργοι.
σμγʹ Τί βούλεται λέγων ὁ Ἀπόστολος· Ὀργίζεσθε
καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ
τῷ παροργισμῷ ὑμῶν· καίτοιγε ἀλλαχοῦ εἰπών·
Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ ἀρθήτω ἀφ'
ὑμῶν.
σμδʹ Τί ἐστι τὸ, Δότε τόπον τῇ ὀργῇ.
σμεʹ Τίς ἐστιν ὁ φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς
ἡ περιστερά.
σμϚʹ Τί ἐστιν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ.
1073
σμζʹ Τί ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπ-
ηγορευμένη.
σμηʹ Εἰ Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου
αὐτοῦ γνῶσις καὶ σύνεσις· καὶ εἰ διὰ τοῦ
Πνεύματος ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ
δὲ λόγος γνώσεως, πῶς ἐγκαλεῖ τοῖς μαθηταῖς ὁ
Κύριος ὅτι, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε·
καὶ ὁ Ἀπόστολος αἰτιᾶταί τινας ὡς ἀσυν-
έτους.
σμθʹ Τί ἐστι τὸ ὅσιον, καὶ τί ἐστι τὸ δίκαιον.
σνʹ Πῶς δίδωσί τις τὸ ἅγιον τοῖς κυσὶν, ἢ βάλλει
τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· ἢ πῶς
συμβαίνει τὸ ἐπιφερόμενον· Μήποτε καταπατή-
σωσιν αὐτοὺς τοῖς ποσὶν αὐτῶν, καὶ στρα-
φέντες ῥήξωσιν ὑμᾶς.
σναʹ Πῶς ποτὲ μὲν ἀπαγορεύει ὁ Κύριος βαστά-
ζειν βαλάντιον καὶ πήραν εἰς ὁδὸν, ποτὲ δὲ
λέγει· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω
ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλησάτω
τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαι-
ραν.
σνβʹ Τίς ἐστιν ὁ ἄρτος ὁ ἐπιούσιος, ὃν δίδο-
σθαι ἡμῖν καθ' ἡμέραν προσεύχεσθαι ἐδιδάχθη-
μεν.
σνγʹ Τί ἐστι τὸ τάλαντον, καὶ πῶς αὐτὸ πολυπλασιά-
σομεν.
σνδʹ Τί ἐστιν ἡ τράπεζα, ἐφ' ᾗ ἔδει σε, φησὶν ὁ Κύ-
ριος, βαλεῖν τὸ ἀργύριον.
σνεʹ Ποῦ ἀπελθεῖν προσετάχθη ὁ ἀκούσας, Ἆρον τὸ
σὸν, καὶ ὕπαγε.
σνϚʹ Τίς ἐστιν ὁ μισθὸς ὃν λαμβάνουσι καὶ οὗτοι
ὁμοίως τοῖς ἐσχάτοις.
σνζʹ Τίνες εἰσὶν ἄχυρον κατακαιόμενον πυρὶ ἀσβέ-
στῳ.
σνηʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Ἀποστόλου καταγινωσκό-
μενος, ὅτι Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρη-
σκείᾳ, καὶ τὰ ἑξῆς.
σνθʹ Τίς ἐστιν ὁ ζέων τῷ πνεύματι.
σξʹ Τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν, Μὴ γίνεσθε
ἄφρονες· ποτὲ δὲ, Μὴ γίνεσθε φρόνιμοι παρ'
ἑαυτοῖς· εἰ δυνατὸν μὴ εἶναι φρόνιμον παρ' ἑαυ-
τῷ τὸν μὴ ἄφρονα.
σξαʹ Πῶς αἰτήσαντές τινα καὶ αὐτοὶ οἱ ἅγιοι οὐκ ἔλα-
βον παρὰ τοῦ Κυρίου.
σξβʹ Τίς ἐστιν ἡ διαφορὰ πτωχείας καὶ πενίας· καὶ
πῶς ἀληθεύει ὁ Δαβὶδ λέγων· Ἐγὼ δὲ πτωχός
εἰμι καὶ πένης.
σξγʹ Τί βούλεται διδάξαι ὁ Κύριος διὰ τῶν ὑπο-
δειγμάτων, οἷς ἐπιφέρει τὸ, Οὕτως οὖν πᾶς
ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυ-
τοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής.
σξδʹ Τὸ εἰλικρινὲς τί ἐστιν.
σξεʹ Εἰ πρὸς μόνους τοὺς ἱερεῖς εἴρηται τὸ, Ἐὰν
προσφέρῃς τὸ δῶσόν σου ἐπὶ τὸ θυσιαστήριον,
καὶ τὰ ἑξῆς.
1076
σξϚʹ Τί ἐστι τὸ ἅλας, ὃ προσέταξεν ἔχειν ὁ Κύ-
ριος.
σξζʹ Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς
λέγουσί τινες μὴ εἶναι τέλος τῆς κολάσεως τοῖς κο-
λαζομένοις.
σξηʹ Κατὰ ποῖον νοῦν λέγονταί τινες υἱοὶ ἀπειθείας
καὶ τέκνα ὀργῆς.
σξθʹ Ἐπειδὴ γέγραπται· Ποιοῦντες τὰ θελήματα
τῆς σαρκὸς καὶ τῶν διανοιῶν, εἰ ἄλλα μὲν τὰ
σαρκὸς θελήματα, ἄλλα δὲ τῶν διανοιῶν· καὶ ποῖα
ταῦτα.
σοʹ Τί ἐστιν, Ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορού-
μενοι.
σοαʹ Εἰ πάντων ὅσα ἥμαρτέ τις διὰ τῆς ἐλεημοσύνης
τὸν καθαρισμὸν εὑρίσκει.
σοβʹ Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ με-
ριμνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσταγμα
νοήσομεν.
σογʹ Τί ἄν τις ποιήσας βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ
ἅγιον.
σοδʹ Πῶς γίνεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός.
σοεʹ Εἰ δύναται ἐγκόψαι πρόθεσιν ἁγίου ὁ Σατα-
νᾶς.
σοϚʹ Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἰς
τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ
ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.
σοζʹ Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσ-
ευχόμενον προστάσσει ὁ Κύριος.
σοηʹ Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐ-
τοῦ ἄκαρπός ἐστιν.
σοθʹ Τί ἐστι τὸ, Ψάλατε συνετῶς.
σπʹ Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ.
σπαʹ Τὴν μὴ θέλουσαν ψᾶλαι εἰ χρὴ ἀναγκάζε-
σθαι.
σπβʹ Τίνες εἰσὶν οἱ λέγοντες· Ἐφάγομεν ἐνώπιόν
σου, καὶ ἐπίομεν, καὶ ἀκούοντες· Οὐκ οἶδα
ὑμᾶς.
σπγʹ Εἰ ὁ ποιῶν τὸ θέλημά τινος, κοινωνός ἐστιν
ἐκείνου.
σπδʹ Ἐὰν πτωχεύσῃ ἀδελφότης διὰ περίστασιν νό-
σων, εἰ ἀδιάκριτόν ἐστι παρ' ἑτέρων λαμβάνειν
τὰ πρὸς τὴν χρείαν· καὶ εἰ χρὴ, παρὰ τίνων
λήψεται.
σπεʹ Εἰ χρὴ ἀδελφότητα μετὰ ἀδελφότητος πραγμα-
τευομένην τὴν ἀξίαν τιμὴν τοῦ εἴδους περιεργά-
ζεσθαι.
σπϚʹ Εἰ δεῖ τὸν ἐν ἀδελφότητι ζῶντα, καὶ ἀσθε-
νείᾳ σωματικῇ περιπεσόντα, εἰς ξενοδοχεῖον ἀπα-
γαγεῖν.
Ἕως τούτου μόνον εἶχε τὸ ἀπὸ τοῦ Πόντου κο-
μισθὲν ἀντίγραφον. Τὰ δὲ ἐφεξῆς κζʹ κεφά-
λαια καὶ τὰ ἐπιτίμια ἐκ τῆς βίβλου τῆς ἀπὸ
τῆς Καισαρείας προσετέθη.
σπζʹ Τίνες εἰσὶν ἄξιοι καρποὶ τῆς μετανοίας.
1077
σπηʹ Ὁ θέλων ἐξομολογήσασθαι τὰς ἁμαρτίας αὐτοῦ,
εἰ πᾶσιν ἐξομολογεῖσθαι ὀφείλει καὶ τοῖς τυχοῦσιν,
ἢ τίσιν.
σπθʹ Ὁ μετανοήσας ἐπὶ ἁμαρτήματι, καὶ πάλιν εἰς
τὸ αὐτὸ ἐμπεσὼν ἁμάρτημα, τί ποιήσει.
ςϞʹ Πῶς περισσεύει τις ἐν τῷ ἔργῳ Κυρίου πάν-
τοτε.
σϞαʹ Τίς ἐστιν ὁ συντετριμμένος κάλαμος, ἢ τὸ τυφό-
μενον λίνον· καὶ πῶς τις τὸ μὲν οὐ κατεάξει, τὸ δὲ
οὐ σβέννυσιν.
σϞβʹ Εἰ χρὴ ἐν ἀδελφότητι παιδίων βιωτικῶν εἶναι
διδάσκαλον.
σϞγʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς τὰ μείζονα τῶν
ἁμαρτημάτων παραιτουμένοις, τὰ δὲ μικρὰ ἀδια-
φόρως ποιοῦσιν.
σϞδʹ Ἐκ ποίας αἰτίας ἐκπίπτει τις τῆς διηνεκοῦς
μνήμης τοῦ Θεοῦ.
σϞεʹ Ἐκ ποίων σημείων γνωρίζεται ὁ μετέωρος.
ςϞϚʹ Πῶς πληροφορηθῇ ψυχὴ, ὅτι τῶν ἁμαρτημάτων
καθαρεύει.
σϞζʹ Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν
χρή.
σϞηʹ Εἰ τὰ καλὰ κατ' ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ λόγος
συγχωρεῖ.
σϞθʹ Πῶς πληροφορηθῇ ψυχὴ ἀποστῆναι τῆς φιλοδο-
ξίας.
τʹ Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτι περὶ ἀοράτου
ἐστὶν ὁ λόγος.
ταʹ Ἐὰν δὲ εἴπῃ, ὅτι οὐ καταγινώσκει μου τὸ συν-
ειδός.
τβʹ Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι
τῶν ἔξωθεν.
τγʹ Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν
ἐν ἀδελφότητι.
τδʹ Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι
παρὰ τῶν οἰκείων θελόντων διδόναι τι χρὴ δέ-
χεσθαι.
τεʹ Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν, ἤτοι κατὰ
χάριν φιλίας, ἢ προκατειλημμένης συγγε-
νείας.
τϚʹ Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦ-
ται.
τζʹ Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳδίας
ἢ τῆς προσευχῆς.
τηʹ Εἰ χρὴ τὸν διδόντα τι ἐν ἀδελφότητι ἀμείβεσθαι·
καὶ εἰ κατ' ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν
ἀντίδοσιν.
τθʹ Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων
τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρ-
έρχεσθαι.
τιʹ Εἰ χρὴ εἰς κοινὸν οἶκον προσκομιδὴν γίνε-
σθαι.
τιαʹ Εἰ χρὴ εἰς ἐπίσκεψιν ἀπέρχεσθαι, ἐπιζητούντων
τινῶν.
τιβʹ Εἰ χρὴ τοὺς ἐπισκεπτομένους λαϊκοὺς προτρέ-
πεσθαι εἰς εὐχήν.
τιγʹ Εἰ χρὴ ἐργάζεσθαι ἐπισκεπτομένων τινῶν.
1080
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΒΑΣΙΛΕΙΟΥ
Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας,}
{ΕΡΩΤΗΣΙΣ Αʹ.}
{Εἰ ἔξεστιν ἢ συμφέρει τινὶ ἑαυτῷ ἐπιτρέπειν,
καὶ ποιεῖν ἢ λέγειν ἃ νομίζει καλὰ, ἄνευ τῆς
μαρτυρίας τῶν θεοπνεύστων Γραφῶν.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος περὶ
1081
μὲν τοῦ ἁγίου Πνεύματος· Οὐ γὰρ λαλήσει ἀφ'
ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ, ταῦτα λαλήσει·
περὶ δὲ ἑαυτοῦ· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ'
ἑαυτοῦ οὐδέν· καὶ πάλιν· Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ
οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός
μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω·
καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν·
ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω
λαλῶ· τίς ἂν εἰς τοσαύτην ἐξέλθῃ μανίαν, ὥστε
ἀφ' ἑαυτοῦ τολμῆσαί τι καὶ μέχρις ἐννοίας λαβεῖν, ὃς
ὁδηγοῦ μὲν τοῦ ἁγίου καὶ ἀγαθοῦ Πνεύματος χρείαν
ἔχει, ἵνα κατευθυνθῇ εἰς τὴν ὁδὸν τῆς ἀληθείας κατά
τε νοῦν καὶ λόγον, καὶ πρᾶξιν, τυφλὸς δὲ καὶ ἐν σκό-
τει διάγει, ἄνευ τοῦ ἡλίου τῆς δικαιοσύνης αὐτοῦ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ φωτίζοντος, ὥσπερ
ἀκτῖσι, ταῖς ἑαυτοῦ ἐντολαῖς; Ἡ γὰρ ἐντολὴ Κυ-
ρίου, φησὶ, τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.
Ἐπειδὴ δὲ τῶν ἐν ἡμῖν στρεφομένων πραγμά-
των ἢ ῥημάτων τὰ μέν ἐστιν ὑπὸ τῆς ἐντολῆς τοῦ
Θεοῦ ἐν τῇ ἁγίᾳ Γραφῇ διεσταλμένα, τὰ δὲ σεσιωπη-
μένα· περὶ μὲν τῶν γεγραμμένων οὐδεμία ἐξουσία
δέδοται καθόλου οὐδενὶ, οὔτε ποιῆσαί τι τῶν κεκω-
λυμένων, οὔτε παραλεῖψαί τι τῶν προστεταγμένων,
τοῦ Κυρίου ἅπαξ παραγγείλαντος, καὶ εἰπόντος·
Καὶ φυλάξῃ τὸ ῥῆμα ὃ ἐντέλλομαί σοι σή-
μερον· οὐ προσθήσεις ἐπ' αὐτῷ, καὶ οὐκ ἀφελεῖς
ἀπ' αὐτοῦ. Φοβερὰ γάρ τις ἐκδοχὴ κρίσεως, καὶ
πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς τοιοῦτόν τι τολ-
μῶντας· περὶ δὲ τῶν σεσιωπημένων κανόνα ἡμῖν
ἐξέθετο ὁ ἀπόστολος Παῦλος εἰπών· Πάντα μοι ἔξ-
εστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ
ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὥστε παντὶ
λόγῳ ἐπάναγκες ᾖ ἢ τῷ Θεῷ ὑποτάσσεσθαι κατὰ
τὴν ἐντολὴν αὐτοῦ, ἢ ἄλλοις διὰ τὴν ἐντολὴν αὐτοῦ.
Γέγραπται γάρ· Ὑποτασσόμενοι ἀλλήλοις ἐν
φόβῳ Χριστοῦ. Καὶ ὁ Κύριός φησιν· Ὁ θέλων ἐν
ὑμῖν εἶναι μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάν-
των δοῦλος· ἀπηλλοτριωμένος δηλονότι τῶν ἰδίων
θελημάτων κατὰ μίμησιν αὐτοῦ τοῦ Κυρίου λέγοντος·
Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ
θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός
με Πατρός.
{ΕΡΩΤΗΣΙΣ Βʹ.}
{Ποίαν ὁμολογίαν ἀπαιτεῖσθαι δεῖ παρ' ἀλλήλων
τοὺς ἐπὶ τὸ αὐτὸ ζῇν κατὰ Θεὸν βουλομένους.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Τὴν ὑπὸ τοῦ Κυρίου παντὶ τῷ προσερχομένῳ προ-
1084
ταθεῖσαν, εἰπόντος· Εἴ τις θέλει ὀπίσω μου ἐλ-
θεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν
αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Τούτων δὲ ἕκαστον
οἵαν ἔχει δύναμιν εἴρηται ἐν τῷ περὶ αὐτοῦ ἐρωτήματι.
{ΕΡΩΤΗΣΙΣ Γʹ.}
{Τὸν ἁμαρτάνοντα πῶς ἐπιστρέψομεν, ἢ μὴ ἐπι-
στρέφοντα πῶς ἔχειν χρή.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Ὡς προστετάγμεθα ὑπὸ τοῦ Κυρίου εἰπόντος· Ἐὰν
ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐ-
τὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου
ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ
ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα
ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ
πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὲ τῇ
Ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρ-
ακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
Ἐὰν ἄρα γένηται τοῦτο, Ἀρκετὸν τῷ τοιούτῳ ἡ
ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, τοῦ Ἀποστό-
λου γράψαντος· Ἔλεγξον, ἐπιτίμησον, παρακάλε-
σον ἐν πάσῃ μακροθυμίᾳ, καὶ διδαχῇ· καὶ πάλιν·
Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς
ἐπιστολῆς τοῦτον σημειοῦσθε· καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.
{ΕΡΩΤΗΣΙΣ Δʹ.}
{Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στενο-
χωρῇ τοὺς ἀδελφοὺς, λέγων, ὅτι Ὀφείλετε
μετανοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι,
καὶ τὴν ἀγάπην καταλύει.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Τοῦ Κυρίου διαβεβαιωσαμένου μὲν, ὅτι ἰῶτα ἓν
ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως
ἂν πάντα γένηται, ἀποφηναμένου δὲ, ὅτι Πᾶν ῥῆμα
ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι
περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· οὐδενὸς δεῖ
καταφρονεῖν ὡς μικροῦ. Ὁ γὰρ καταφρονῶν πρά-
γματος. φησὶ, καταφρονηθήσεται ὑπ' αὐτοῦ.
Ἄλλως τε ποῖον ἁμάρτημα μικρὸν τολμήσει τις εἰπεῖν,
τοῦ Ἀποστόλου ἀποφηναμένου, ὅτι Διὰ τῆς παραβά-
σεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Εἰ δὲ τὸ
κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, οὐχ ἥδε ἢ ἥδε, ἀλλὰ
τῷ ἀδιορίστῳ δηλονότι πᾶσα ἁμαρτία, ἄσπλαγ-
χνός ἐστιν ὁ ἐφησυχάζων, οὐχ ὁ ἐλέγχων· ὥσπερ
ὁ τὸν ἰὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ ἰοβόλου, οὐχ ὁ
1085
ἐξαίρων. Καὶ τὴν ἀγάπην δὲ οὗτος καταλύει.
Γέγραπται γάρ· Ὃς φείδεται τῆς βακτηρίας,
μισεῖ τὸν ἑαυτοῦ υἱόν· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς
παιδεύει.
{ΕΡΩΤΗΣΙΣ Εʹ.}
{Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ' ἑκάστῳ ἁμαρτή-
ματι, καὶ ποίους ἐπιδείξασθαι καρποὺς ἀξίους
τῆς μετανοίας.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Τὴν διάθεσιν ἀναλαβὼν τοῦ εἰπόντος, Ἀδικίαν
ἐμίσησα, καὶ ἐβδελυξάμην. Καὶ ποιήσας τὰ ἐν τῷ
ἕκτῳ ψαλμῷ, καὶ ἐν πολλοῖς ἄλλοις εἰρημένα,
καὶ τὰ ὑπὸ τοῦ Ἀποστόλου ὑπὲρ ἄλλου ἡμαρτηκότος
μεμαρτυρημένα τοῖς κατὰ Θεὸν λυπηθεῖσιν. Ἰδοὺ
γὰρ, φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην κατειρ-
γάσατο ὑμῖν σπουδὴν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ
ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν,
ἀλλὰ ἐκδίκησιν, ἀλλὰ ζῆλον. Ἐν παντὶ συνεστή-
σατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ
πολυπλασιάσας τὸ ἀντίθετον κατόρθωμα, ὡς ὁ Ζακ-
χαῖος.
{ΕΡΩΤΗΣΙΣ Ϛʹ.}
{Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα μὴ
διορθούμενος, τίς ἐστιν.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Περὶ τοῦ τοιούτου γεγράφθαι λογίζομαι· Ἐάν
σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πει-
σθῇς αὐτῷ· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ
αὐτοῦ· καὶ ἀλλαχοῦ· Ὥσπερ κύων ὅταν ἐπέλθῃ
ἐπὶ τὸν ἑαυτοῦ ἐμετὸν, καὶ μισητὸς γένηται,
οὕτως ἄνθρωπος τῇ ἰδίᾳ κακίᾳ ἀναστρέψας
ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.
{ΕΡΩΤΗΣΙΣ Ζ.}
{Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτά-
νοντας.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Βαρύτερον ἐκείνου οἶμαι, περὶ οὗ εἴρηται,
ὅτι Συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς
περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θά-
λασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τού-
των. Οὐκέτι γὰρ τὴν ἐπιτίμησιν εἰς διόρθωσιν,
ἀλλὰ τὴν ἐκδίκησιν εἰς βεβαίωσιν τοῦ ἁμαρτήματος
ὁ ἁμαρτήσας λαμβάνει, καὶ ἄλλους εἰς τὰ ὅμοια
πάθη προτρέπει, ὡς ἐφαρμόσαι τῷ ἐκδικοῦντι,
1088
εἰ μὴ ἐπιδείξηται καρποὺς ἀξίους τῆς μετανοίας, τὸ
ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Ἐὰν ὁ ὀφθαλμός
σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ
βάλε ἀπὸ σοῦ. Συμφέρει γάρ σοι ἵνα ἀπόληται
ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου
βληθῇ εἰς τὴν γέενναν.
{ΕΡΩΤΗΣΙΣ Ηʹ.}
{Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι
χρή.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Ὡς ὁ Κύριος ἐδίδαξεν, εἰπὼν, ὅτι Συγκαλεῖται
τοὺς φίλους καὶ τοὺς γείτονας λέγων· Συγχά-
ρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου, τὸ ἀπ-
ολωλός.
{ΕΡΩΤΗΣΙΣ Θʹ.}
{Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατε-
θῶμεν.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Ὡς ὁ Κύριος προσέταξεν, εἰπών· Ἐὰν δὲ
καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ
ἐθνικὸς καὶ ὁ τελώνης· καὶ ὡς ὁ Ἀπόστολος ἐδί-
δαξε, γράψας· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελ-
φοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν
παράδοσιν ἣν παρέλαβον παρ' ἡμῶν.
{ΕΡΩΤΗΣΙΣ Ιʹ.}
{Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα
μετὰ ποταποῦ φόβου καὶ ποταπῶν δακρύων
ὀφείλει ἀναχωρῆσαι τῶν ἁμαρτημάτων· καὶ
μετὰ ποίας ἐλπίδος καὶ διαθέσεως προσελθεῖν
τῷ Θεῷ.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Πρῶτον μὲν ὀφείλει μισῆσαι τὸν κατεγνωσμένον
ἑαυτῆς πρότερον βίον, καὶ τὴν μνήμην αὐτὴν σικ-
χαίνουσα καὶ βδελυσσομένη· γέγραπται γάρ·
Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον
σου ἠγάπησα· ἔπειτα δὲ φόβου μὲν διδάσκαλον
λαμβάνειν τὴν ἀπειλὴν τῆς αἰωνίου κρίσεως
καὶ κολάσεως, δακρύων δὲ καιρὸν γνωρίζειν τὸν
καιρὸν τῆς μετανοίας, ὡς ἐδίδαξεν ὁ Δαβὶδ ἐν τῷ
ἕκτῳ ψαλμῷ· πληροφορηθεῖσα τὸν καθαρισμὸν τῶν
ἁμαρτημάτων διὰ τοῦ αἵματος τοῦ Χριστοῦ ἐν τῷ
μεγέθει τοῦ ἐλέους καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν
τοῦ Θεοῦ, τοῦ εἰπόντος, ὅτι Ἐὰν ὦσιν αἱ ἁμαρτίαι
ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ
ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Τότε τὴν
ἐξουσίαν καὶ τὴν δύναμιν λαβοῦσα τῆς πρὸς Θεὸν
εὐαρεστήσεως, λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται
κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ,
διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐ-
φροσύνην, ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. Καὶ
1089
οὕτω προσελθοῦσα, ψάλλει τῷ Θεῷ, λέγουσα· Ὑψώ-
σω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας
τοὺς ἐχθρούς μου ἐπ' ἐμέ.
{ΕΡΩΤΗΣΙΣ ΙΑʹ.}
{Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα.}
{ΑΠΟΚΡΙΣΙΣ}
Ἀεὶ ἐκ τοῦ ἀηδοῦς καὶ λυπηροῦ ἀποτελέσματος
τὸ μῖσος πρὸς τοὺς αἰτίους τῶν τοιούτων ἐγγίνεται.
Ἐὰν οὖν τις πληροφορηθῇ ὅσων καὶ ἡλίκων κακῶν
γίνεται αἴτια τὰ ἁμαρτήματα, αὐτομάτως καὶ ἐν-
διαθέτως πάσχει τὸ πρὸς αὐτὰ μῖσος, οἷον ἔδειξεν ὁ
εἰπών· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην.
{ΕΡΩΤΗΣΙΣ ΙΒʹ.}
{Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ
Θεὸς τὰ ἁμαρτήματα.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Ἐὰν θεωρήσῃ ἑαυτὴν ἐν τῇ διαθέσει τοῦ εἰ-
πόντος· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην. Ὁ
γὰρ Θεὸς, ὑπὲρ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτη-
μάτων καταπέμψας τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸ
ὅσον ἐφ' ἑαυτῷ προλαβὼν πᾶσιν ἀφῆκεν. Ἐπειδὴ δὲ
ἔλεον καὶ κρίσιν ᾄδει ὁ ἅγιος Δαβὶδ, καὶ μαρτυ-
ρεῖ, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ δίκαιος, ἀνάγκη τὰ
εἰρημένα ὑπό τε τῶν προφητῶν καὶ τῶν ἀποστόλων
εἰς τοὺς περὶ μετανοίας τόπους παρ' ἡμῶν γίνεσθαι,
ἵνα τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ ἀνα-
δειχθῇ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν
τελειωθῇ.
{ΕΡΩΤΗΣΙΣ ΙΓʹ.}
{Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα
ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν
πλήθει κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου
ἁμαρτιῶν ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλαν-
θρωπίᾳ διὰ τῆς μετανοίας.}
{ΑΠΟΚΡΙΣΙΣ.}
Εἰ πλῆθος οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι, καὶ μέγε-
θος ἐλέους Θεοῦ μετρῆσαι δυνατὸν, ἐν συγκρίσει
πλήθους καὶ μεγέθους ἁμαρτημάτων ἡ ἀπόγνωσις
γινέσθω. Εἰ δὲ ταῦτα μὲν, ὡς εἰκὸς, καὶ μέτρῳ
ὑποβάλλεσθαι, καὶ ἀριθμητὰ εἶναι συμβαίνει, Θεοῦ
δὲ ἔλεος μετρῆσαι καὶ οἰκτιρμοὺς ἀριθμῆσαι ἀδύνα-
τον· οὐκ ἀπογνώσεως καιρὸς, ἀλλ' ἐπιγνώσεως
ἐλέους καὶ καταγνώσεως ἁμαρτημάτων, ὧν ἡ ἄφεσις
πρόκειται ἐν τῷ αἵματι τοῦ Χριστοῦ, καθὼς
γέγραπται. Ὅτι δὲ οὐ χρὴ ἀπογινώσκειν, διδασκό-
μεθα πολλαχοῦ μὲν καὶ πολυτρόπως, μάλιστα δὲ ἐκ
τῆς παραβολῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
τῆς ἐπὶ τοῦ υἱοῦ τοῦ λαβόντος τὴν τοῦ πατρὸς οὐ-
σίαν καὶ καταναλώσαντος εἰς ἁμαρτήματα. Οὗ ἡ
1092
μετάνοια οἵας καὶ ὅσης ἑορτῆς ἀξία γέγονεν, ἐξ
αὐτῶν τῶν ῥημάτων…
διὰ…
The complete text is available when the reading interface loads.