Regulae morales
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Regulae morales, MPG 31: 692–869.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg051.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
697
παραιτουμένους, καὶ πῶς ἀναχωρεῖν τῶν
δι' ἀγνωμοσύνην μὴ καταδεχομένων· καὶ πῶς τι-
νας χειροτονεῖν, ἢ ἀποβάλλειν τοὺς κεχειρο-
τονημένους· καὶ ὅτι χρὴ τῶν προεστώτων ἕκαστον
ὑπεύθυνον ἑαυτὸν ἡγεῖσθαι, καὶ τοῖς πεπι-
στευμένοις αὐτῷ εἰς τὴν περὶ ὧν ποιεῖ καὶ λέγει
πληροφορίαν.
οαʹ Περὶ τῶν κατὰ συνάφειαν ἐπὶ τοῖς προεστῶσι
διατεταγμένων.
οβʹ Ὅπως δεῖ τοὺς διδασκομένους διακρίνειν τοὺς
πνευματικοὺς τῶν διδασκάλων ἀπὸ τῶν μὴ τοιού-
των, καὶ ὅπως πρὸς αὐτοὺς διατίθεσθαι, ἢ τὰ παρ'
αὐτῶν δέχεσθαι.
ογʹ Περὶ τῶν ἐν γάμῳ.
οδʹ Περὶ χηρῶν.
οεʹ Περὶ δούλων καὶ δεσποτῶν.
οϚʹ Περὶ τέκνων καὶ γονέων.
700
οζʹ Περὶ παρθένων.
οηʹ Περὶ στρατευομένων.
οθʹ Περὶ ἀρχόντων καὶ ὑπηκόων.
πʹ Ποταποὺς εἶναι βούλεται καθόλου ὁ λόγος τοὺς
Χριστιανοὺς, καὶ ποταποὺς τοὺς προεστῶτας.
{ΑΡΧΗ ΤΩΝ ΗΘΙΚΩΝ.}
{ΟΡΟΣ Αʹ.}
Ὅτι δεῖ τοὺς πιστεύοντας τῷ Κυρίῳ μετανοῆσαι
πρῶτον, κατὰ τὸ κήρυγμα Ἰωάννου, καὶ αὐτοῦ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· χεῖρον γὰρ τῶν
πρὸ τοῦ Εὐαγγελίου κατακριθέντων οἱ νῦν μὴ με-
τανοοῦντες κατακρίνονται.
{Κεφάλαιον αʹ.}
ΜΑΤΘΑΙΟΣ. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κη-
ρύσσειν, καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ
βασιλεία τῶν οὐρανῶν ... Τότε ἤρξατο ὀνειδί-
ζειν τὰς πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυ-
νάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. Οὐαί σοι, Χω-
ραζὶν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ
Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν
ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι
μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότε-
ρον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν, καὶ τὰ
ἑξῆς.
Ὅτι τῆς μετανοίας καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν
ὁ παρών ἐστι καιρός· ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἡ
δικαία κρίσις τῆς ἀνταποδόσεως.
{Κεφάλ. βʹ.}
ΜΑΡΚΟΣ. Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ
Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἁμαρτίας ἀφιέ-
ναι, λέγει· ΜΑΤΘΑΙΟΣ. Ἀμὴν λέγω ὑμῖν,
ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν
τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς,
ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω
ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς
γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται,
γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν
οὐρανοῖς. ΙΩΑΝΝΗΣ. Ὅτι ἔρχεται ὥρα, ἐν
ᾖ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς
701
φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ
ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα
πράξαντες, εἰς ἀνάστασιν κρίσεως. ΠΡΟΣ ΡΩΜ.
Ἧ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ
τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς,
ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν
σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμε-
τανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν
ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρι-
σίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ
ἔργα αὐτοῦ. ΠΡΑΞΕΙΣ. Τοὺς μὲν οὖν χρόνους
τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν·
καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην.
Ὅτι δεῖ τοὺς μετανοοῦντας κλαίειν πικρῶς, καὶ τὰ
λοιπὰ, ὅσα ἴδια τῆς μετανοίας, ἐκ καρδίας ἐπι-
δείκνυσθαι.
{Κεφάλ. γʹ.}
ΜΑΤΘΑΙΟΣ. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήμα-
τος Ἰησοῦ εἰρηκότος αὐτῷ, ὅτι Πρὶν ἢ ἀλέκτορα
φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω,
ἔκλαυσε πικρῶς. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἀλλ' ὁ παρα-
καλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ἐν τῇ
παρουσίᾳ Τίτου. Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ
αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη
ὑφ' ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθη-
σιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ
ἐμοῦ. Καὶ μετ' ὀλίγα· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ
κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο
ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγα-
νάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ
ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε
ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. ΠΡΑΞΕΙΣ.
Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολο-
γούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
Ἱκανοί τε τῶν τὰ περίεργα πραξάντων συγκομίσαντες τὰς βίβλους κατέκαιον ἐνώπιον αὐ-
τῶν.
Ὅτι τοῖς μετανοοῦσιν οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡ
ἀναχώρησις μόνη τῶν ἁμαρτημάτων, χρεία δὲ
αὐτοῖς καὶ καρπῶν ἀξίων τῆς μετανοίας.
{Κεφάλ. δʹ.}
ΜΑΤΘΑΙΟΣ. Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων
καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα
αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς
ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀρ-
γῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετα-
νοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πα-
τέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι
δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι
τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς
τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον,
μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς
πῦρ βάλλεται.
Ὅτι μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οὐκ ἔστι καιρὸς
κατορθωμάτων, τοῦ Θεοῦ τὸν παρόντα καιρὸν
704
ἐπιμετρήσαντος ἐν μακροθυμίᾳ εἰς ἐργασίαν
τῶν πρὸς τὴν αὐτοῦ εὐαρέστησιν.
{Κεφάλ. εʹ.}
ΜΑΤΘΑΙΟΣ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία
τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι
τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν
τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι,
καὶ πέντε μωραί· αἵτινες μωραὶ, λαβοῦσαι τὰς
λαμπάδας αὑτῶν, οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον·
αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις
αὑτῶν μετὰ τῶν λαμπάδων αὑτῶν. Χρονίζοντος
δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευ-
δον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ
νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐ-
τοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι,
καὶ ἐκόσμησαν τὰς λαμπάδας αὑτῶν. Αἱ δὲ μω-
ραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ
ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μή
ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ
μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε
ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλ-
θεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ' αὐ-
τοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι,
λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ
ἀποκριθεὶς, εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα
ὑμᾶς. ΛΟΥΚΑΣ. Ἀγωνίσασθε εἰσελθεῖν διὰ
τῆς στενῆς πύλης, ὅτι πολλοὶ, λέγω ὑμῖν, ζητή-
σουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν. Ἀφ' οὗ
ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης, καὶ ἀποκλείσῃ τὴν
θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι, καὶ κρούειν τὴν
θύραν, λέγοντες· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν·
καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς
πόθεν ἐστέ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἰδοὺ νῦν καιρὸς
εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας μηδεμίαν ἐν μηδενὶ διδόντες προκοπὴν, ἵνα μὴ μω-
μηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. ΠΡΟΣ ΓΑΛ. Ἄρα
οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.
{ΟΡΟΣ Βʹ.}
Ὅτι ἀδύνατον δουλεῦσαι Θεῷ τὸν καὶ τοῖς ἀλλοτρίοις
τῆς θεοσεβείας ἐπιμιγνύμενον πράγμασιν.
{Κεφάλαιον αʹ.}
ΜΑΤΘΑΙΟΣ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δου-
λεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον
ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου
καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ
μαμωνᾷ. ΠΡΟΣ ΚΟΡ. βʹ. Μὴ γίνεσθε ἑτεροζυ-
γοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ
καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;
τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς
μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις
ναῷ Θεοῦ μετὰ εἰδώλων;
Ὅτι τὸν ὑπακούσαντα τῷ Εὐαγγελίῳ δεῖ πρῶ-
τον καθαρισθῆναι ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς
705
καὶ πνεύματος, ἵνα οὕτως εὐπρόσδεκτος τῷ Θεῷ
γένηται ἐν τοῖς τῆς ἁγιωσύνης κατορθώμασιν.
{Κεφάλ. βʹ.}
ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φα-
ρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ
ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμου-
σιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. Φαρισαῖε
τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτη-
ρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς
αὐτῶν καθαρόν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ταύτας οὖν
ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσω-
μεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς
καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ
Θεοῦ.
Ὅτι ἀδύνατον μαθητὴν τοῦ Κυρίου γενέσθαι τὸν
προσπαθῶς ἔχοντα πρός τι τῶν παρόντων, ἢ ἀνεχό-
μενόν τινος τῶν καὶ ἐπ' ὀλίγον ἀφελκόντων
ἐντολῆς Θεοῦ.
{Κεφάλ. γʹ.}
ΜΑΤΘΑΙΟΣ. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ
ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὁ φιλῶν υἱὸν ἢ
θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς
οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ
ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος ... Εἴ τις θέλει
ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ
ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι.
Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι,
ἀπολέσει αὐτήν.
{ΟΡΟΣ Γʹ.}
Ὅτι πρώτη καὶ μεγάλη ἐντολὴ ἐν τῷ νόμῳ ὑπὸ τοῦ
Κυρίου ἐμαρτυρήθη, ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς
καρδίας· καὶ δευτέρα, ἀγαπᾷν τὸν πλησίον ὡς
ἑαυτόν.
{Κεφάλ. αʹ.}
ΜΑΤΘΑΙΟΣ. Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπή-
σεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας
σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης
τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου.
Αὕτη ἐστὶν ἡ πρώτη καὶ μεγάλη ἐντολή· δευτέρα
δὲ ὁμοία, αὕτη· Ἀγαπήσεις τὸν πλησίον
σου ὡς ἑαυτόν.
Ὅτι ἔλεγχος τοῦ μὴ ἀγαπᾷν τὸν Θεὸν, καὶ τὸν Χρι-
στὸν αὐτοῦ, τὸ, τὰς ἐντολὰς αὐτοῦ μὴ τηρεῖν·
ἀπόδειξις δὲ τοῦ ἀγαπᾷν, ἡ τήρησις τῶν ἐντολῶν
τοῦ Χριστοῦ, ἐν ὑπομονῇ τῶν αὐτοῦ παθη-
μάτων μέχρι θανάτου.
{Κεφάλ. βʹ.}
ΙΩΑΝΝΗΣ. Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τη-
708
ρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ μὴ
ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Ἐὰν τὰς
ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ
μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τε-
τήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. ΠΡΟΣ
ΡΩΜ. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ
Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ
λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα;
Καθὼς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα
πᾶσαν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα
σφαγῆς. Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν
διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ τὰ ἑξῆς.
{ΟΡΟΣ Δʹ.}
Ὅτι τιμᾷ καὶ δοξάζει τὸν Θεὸν ὁ τὸ θέλημα αὐτοῦ
ἐργαζόμενος· ἀτιμάζει δὲ, ὁ παραβαίνων αὐτοῦ
τὸν νόμον.
{Κεφάλ. αʹ.}
ΙΩΑΝΝΗΣ. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ
ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω.
ΜΑΤΘΑΙΟΣ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμ-
προσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ
καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν
ἐν τοῖς οὐρανοῖς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα ἦτε εἰλικρι-
νεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πε-
πληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ
Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. ΠΡΟΣ
ΡΩΜ. Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβά-
σεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις.
{ΟΡΟΣ Εʹ.}
Ὅτι δεῖ, παντὸς μίσους πρὸς πάντας καθαρεύοντα,
καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν· ὑπὲρ δὲ τῶν φίλων τὴν
ψυχὴν τιθέναι, ὅταν χρεία καλῇ, τοιαύτην ἔχοντα
ἀγάπην, οἵαν ἔσχε πρὸς ἡμᾶς ὁ Θεὸς, καὶ ὁ Χρι-
στὸς αὐτοῦ.
{Κεφάλ. αʹ.}
ΜΑΤΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρ-
χαίοις· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισή-
σεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγα-
πᾶτε τοὺς ἐχθροὺς ὑμῶν· Καὶ μετ' ὀλίγα· Ἔσε-
σθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ
οὐράνιος τέλειός ἐστιν. ΙΩΑΝΝΗΣ. Οὕτως γὰρ
ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν
αὑτοῦ τὸν μονογενῆ ἔδωκεν. Αὕτη ἐστὶν
ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς
ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐ-
δεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ
τῶν φίλων αὑτοῦ. ΛΟΥΚΑΣ. Καὶ ἔσεσθε υἱοὶ τοῦ
Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχα-
ρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες,
καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. ΠΡΟΣ
ΡΩΜ. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς
εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χρι-
στὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. ΠΡΟΣ ΕΦΕΣ. Γίνεσθε
οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ
περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγά-
709
πησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν
προσφορὰν καὶ θυσίαν τῷ Θεῷ.
Ὅτι ἀπόδειξις τῶν τοῦ Χριστοῦ μαθητῶν ἡ ἐν αὐτῷ
πρὸς ἀλλήλους ἀγάπη.
{Κεφάλ. βʹ.}
ΙΩΑΝΝΗΣ. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι
ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλή-
λοις.
Ὅτι ἔλεγχος τοῦ μὴ ἔχειν τὴν Χριστοῦ ἀγάπην πρὸς
τὸν πλησίον τὸ ποιῆσαί τι τῶν βλαπτόντων ἢ λυ-
πούντων αὐτὸν εἰς ἐκκοπὴν τῆς πίστεως, κἂν συγ-
κεχωρημένον ὑπὸ τῆς Γραφῆς τῷ ἰδίῳ λόγῳ τὸ
γινόμενον ᾖ.
{Κεφάλ. γʹ.}
ΠΡΟΣ ΡΩΜ. Εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου
λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ
τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ὁ
Χριστὸς ἀπέθανεν.
Ὅτι δεῖ τὸν Χριστιανὸν καὶ τὸν λυπούμενον κατ'
αὐτοῦ παντὶ τρόπῳ τό γε ἐπ' αὐτῷ θεραπεύειν.
{Κεφάλ. δʹ.}
ΜΑΤΘΑΙΟΣ. Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου
ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ
ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶ-
ρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε
πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε
ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ΠΡΟΣ ΚΟΡ. αʹ.
Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχό-
μεθα, βλασφημούμενοι παρακαλοῦμεν.
Ὅτι τὴν κατὰ Χριστὸν ἀγάπην ὁ ἔχων ἔστιν
ὅτε καὶ λυπεῖ πρὸς τὸ συμφέρον τὸν ἀγαπώμε-
νον.
{Κεφάλ. εʹ.}
ΙΩΑΝΝΗΣ. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά
με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;
Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλή-
ρωκεν ὑμῶν τὴν καρδίαν. Ἀλλ' ἐγὼ τὴν ἀλήθειαν
λέγω ὑμῖν· συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν
γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται
πρὸς ὑμᾶς. ΠΡΟΣ ΚΟΡ. βʹ. Ὥστε με μᾶλλον χα-
ρῆναι, ὅτι, εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ,
οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Βλέπω γὰρ,
ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπη-
σεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ'
ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ
κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
{ΟΡΟΣ Ϛʹ.}
Ὅτι δεῖ ἀφόβως καὶ ἀνεπαισχύντως παῤῥησιάζεσθαι
ἐν τῇ ὁμολογίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
καὶ τῶν λόγων αὐτοῦ.
712
{Κεφάλ. αʹ.}
ΜΑΤΘΑΙΟΣ. Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε
ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἠκούσατε, κηρύξατε
ἐπὶ τῶν δωμάτων. Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀπο-
κτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ-
νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνά-
μενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Πᾶς οὖν, ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν
τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπρο-
σθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ΛΟΥΚΑΣ.
Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λό-
γους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθή-
σεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, καὶ τοῦ Πα-
τρὸς, καὶ τῶν ἁγίων ἀγγέλων. ΠΡΟΣ ΤΙΜ. βʹ. Μὴ
οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν,
μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπά-
θησον τῷ Εὐαγγελίῳ, ὡς καλὸς στρατιώτης
Ἰησοῦ Χριστοῦ.
{ΟΡΟΣ Ζʹ.}
Ὅτι, κἂν δοκῇ τις ὁμολογεῖν τὸν Κύριον, καὶ
ἀκούῃ τῶν λόγων αὐτοῦ, ἀπειθῇ δὲ ταῖς ἐν-
τολαῖς αὐτοῦ, κατακέκριται, κἂν ἐν χαρίσμασι
πνευματικοῖς διά τινα οἰκονομίαν γενέσθαι συγ-
χωρηθῇ.
{Κεφάλ. αʹ.}
ΜΑΤΘΑΙΟΣ. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύ-
ριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρα-
νῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου
τοῦ ἐν οὐρανοῖς. Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ
ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφη-
τεύσαμεν; καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλο-
μεν; καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιή-
σαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέ-
ποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργα-
ζόμενοι τὴν ἀνομίαν, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Τί δέ
με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΤ. Θεὸν ὁμολογοῦσιν εἰδέ-
ναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· βδελυκτοὶ ὄντες,
καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδό-
κιμοι.
{ΟΡΟΣ Ηʹ.}
Ὅτι οὐ δεῖ διακρίνεσθαι καὶ διστάζειν ἐπὶ τοῖς
ὑπὸ τοῦ Κυρίου λεγομένοις, ἀλλὰ πεπληροφορῆ-
σθαι πᾶν ῥῆμα Θεοῦ ἀληθὲς εἶναι καὶ δυνατὸν,
κἂν ἡ φύσις μάχηται. Ἐνταῦθα γὰρ καὶ ὁ ἀγὼν
τῆς πίστεως.
{Κεφάλ. αʹ.}
ΜΑΤΘΑΙΟΣ. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς
ἔρχεται ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν
ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ
ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν,
λέγοντες· Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου
713
ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς
λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἀποκρι-
θεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ,
κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ
εἶπεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέ-
τρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς
τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν,
ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκρα-
ξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ
Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ,
καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
ΙΩΑΝΝΗΣ. Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ
Ἰουδαῖοι, λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν
τὴν σάρκα δοῦναι φαγεῖν; Εἶπεν οὖν αὐτοῖς·
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα
τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ
αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ΛΟΥΚΑΣ. Εἶπε
δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι
εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλι-
σάβετ γεννήσει υἱόν σοι. Καὶ μετ' ὀλίγα· Καὶ
εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσο-
μαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή
μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀπο-
κριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ,
ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην
λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆ-
σαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ
ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθή-
σονται εἰς τὸν καιρὸν αὐτῶν. ΠΡΟΣ ΡΩΜ. Καὶ μὴ
ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ
σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που
ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας.
Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει· δοὺς δόξαν
τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Διὸ καὶ ἐλογίσθη αὐτῷ
εἰς δικαιοσύνην.
Ὅτι ὁ ἐπὶ τοῖς ἐλάττοσι μὴ πιστεύων τῷ Κυρίῳ
δῆλός ἐστι πολὺ πρότερον ἐπὶ τοῖς μείζοσιν ἀπι-
στῶν.
{Κεφάλ. Βʹ.}
ΙΩΑΝΝΗΣ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ
πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πι-
στεύσετε; ΛΟΥΚΑΣ. Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ
ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος
καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
Ὅτι οὐ χρὴ λογισμοῖς ἰδίοις στηρίζεσθαι ἐπὶ ἀθετή-
σει τῶν ὑπὸ τοῦ Κυρίου λεγομένων· ἀξιοπιστότερα
δὲ εἰδέναι τῆς ἰδίας πληροφορίας τὰ τοῦ Κυρίου
ῥήματα.
{Κεφάλ. Γʹ.}
ΜΑΤΘΑΙΟΣ. Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάν-
τες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ
ταύτῃ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ·
716
Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἐγὼ δὲ
οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ Ἰη-
σοῦς· Ἀμὴν λέγω σοι, ἐν ταύτῃ τῇ νυκτὶ, πρὶν
ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με ...
Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα
μαθητῶν· καὶ ἐσθιόντων αὐτῶν, λέγει αὐτοῖς·
Λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ
λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ ἕκα-
στος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; ΠΡΑΞΕΙΣ. Καὶ
ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦ-
σον, καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπε· Μηδαμῶς,
Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκά-
θαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν·
Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. ΠΡΟΣ ΚΟΡ. βʹ.
Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαι-
ρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ
αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ
Χριστοῦ.
{ΟΡΟΣ Θʹ.}
Ὅτι οὐ δεῖ ἀμελεῖν τῆς τῶν ἐπιβαλλόντων γνώσεως·
μετὰ προσοχῆς δὲ τῶν τοῦ Κυρίου λόγων
ἀκούοντα συνιέναι, καὶ ποιεῖν τὸ θέλημα αὐτοῦ.
{Κεφάλ. Α}
ΜΑΤΘΑΙΟΣ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν
αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Ὁ δὲ
Ἰησοῦς εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Οὔπω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ
στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα
ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόμα-
τος, ἐκ τῆς καρδίας ἐξέρχεται, καὶ κοινοῖ τὸν
ἄνθρωπον; ... Παντὸς ἀκούοντος τὸν λό-
γον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ
πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρ-
δίᾳ αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
Καὶ μετ' ὀλίγον· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν
σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ
συνιὼν, ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκα-
τὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. ΜΑΡΚΟΣ. Καὶ
προσκαλεσάμενος πάντα τὸν ὄχλον, εἶπεν αὐ-
τοῖς· Ἀκούετέ μου, καὶ συνίετε. ΠΡΟΣ ΕΦΕΣ.
Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε· μὴ ὡς
ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν και-
ρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ
γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα
τοῦ Θεοῦ.
Ὅτι περὶ τῶν μὴ ἐπιβαλλόντων οὐ δεῖ πολυπρα-
γμονεῖν.
{Κεφάλ. Βʹ.}
ΙΩΑΝΝΗΣ. Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν
εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὃ
ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω
τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ. ΠΡΑΞΕΙΣ.
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον-
717
τες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά-
νεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐ-
τούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς,
οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
Ὅτι ἴδιον τῶν ἐχόντων σπουδὴν τῆς πρὸς Θεὸν
εὐαρεστήσεως τὸ καὶ ἐπερωτᾷν περὶ ὧν δεῖ.
{Κεφάλ. Γʹ.}
ΜΑΤΘΑΙΟΣ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ
αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν
τῶν ζιζανίων τοῦ ἀγροῦ ... Καὶ ἰδοὺ, εἷς
προσελθὼν, εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί
ἀγαθὸν ποιήσω, ἵνα ἔχω ζωὴν αἰώνιον; ΛΟΥΚΑΣ.
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτι-
σθῆναι ὑπ' αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπ-
έδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Καὶ μετ' ὀλίγα· Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέ-
γοντες· Τί ποιήσομεν; Ὁμοίως τελῶναι,
ὁμοίως στρατευόμενοι. ΠΡΑΞΕΙΣ. Ἀκούσαντες δὲ
κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέ-
τρον, καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσο-
μεν, ἄνδρες ἀδελφοί;
Ὅτι δεῖ ἐπερωτωμένῳ φροντίζειν ἀξιολόγως ἀπο-
κρίνεσθαι.
{Κεφάλ. Δʹ.}
ΛΟΥΚΑΣ. Καὶ ἰδοὺ, νομικός τις ἀνέστη ἐκπει-
ράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας,
ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ πρὸς αὐτόν·
Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν
Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης
τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου,
καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ πρὸς αὐ-
τόν· Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήσῃ.
ΠΡΟΣ ΚΟΛΟΣΣ. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι,
ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ
ἀποκρίνεσθαι.
Ὅτι χεῖρον μὲν τὸ κρῖμα τῶν συνιέντων, καὶ μὴ
ποιούντων· οὔτε δὲ τὸ κατὰ ἄγνοιαν ἁμαρτάνειν
ἀκίνδυνον.
{Κεφάλ. Εʹ.}
ΛΟΥΚΑΣ. Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέ-
λημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ
ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολ-
λάς. Ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν,
δαρήσεται ὀλίγας.
{ΟΡΟΣ Ιʹ.}
Ὅτι τέλος ἁμαρτίας θάνατος.
{Κεφάλ. Αʹ.}
ΙΩΑΝΝΗΣ. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται
τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.
720
ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας,
ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν
εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τὸ μὲν
γὰρ τέλος ἐκείνων θάνατος. Καὶ μετ' ὀλίγα· Τὰ
γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος ... Τὸ δὲ κέν-
τρον τοῦ θανάτου ἡ ἁμαρτία.
Ὅτι τέλος ἐντολῆς Θεοῦ ζωὴ αἰώνιος.
{Κεφάλ. Βʹ.}
ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις
τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ
θεωρήσῃ εἰς τὸν αἰῶνα. —Ἀλλ' ὁ πέμψας με Πα-
τὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί
λαλήσω, καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ
αἰώνιός ἐστι. ΠΡΟΣ ΡΩΜ. Νυνὶ δὲ ἐλευθερωθέν-
τες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ,
ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος
ζωὴν αἰώνιον.
{ΟΡΟΣ ΙΑ.}
Ὅτι οὐ δεῖ καταφρονεῖν κριμάτων Θεοῦ, ἀλλὰ φο-
βεῖσθαι, κἂν μὴ παραυτίκα τὴν ἀνταπόδοσιν
ἔχῃ.
{Κεφάλ. Αʹ.}
ΜΑΤΘΑΙΟΣ. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμε-
νον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
ΛΟΥΚΑΣ. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ
καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι· καὶ
ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας,
ἐσθίειν τε καὶ πίνειν, καὶ μεθύσκεσθαι· ἥξει ὁ
κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ,
καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν,
καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρ-
τανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. ΠΡΟΣ
ΕΦΕΣ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ
ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς
υἱοὺς τῆς ἀπειθείας.
Ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς, καὶ
τῆς ἀφέσεως καταξιωθεὶς, ἐὰν πάλιν ἁμάρτῃ,
χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρῖμα
τῆς ὀργῆς.
{Κεφάλ. Βʹ.}
ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας, μηκέτι
ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.
Ὅτι, κρίματι ὀργῆς Θεοῦ τινων ὑποπεσόντων, τοὺς
λοιποὺς φοβουμένους παιδεύεσθαι δεῖ.
{Κεφάλ. Γʹ.}
ΛΟΥΚΑΣ. Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ,
ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν
τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν.
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Δοκεῖτε,
ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας
721
τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθα-
σιν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοῆτε,
πάντες ὡσαύτως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα
καὶ ὀκτὼ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ,
καὶ ἀπέκτεινεν αὐτοὺς, δοκεῖτε, ὅτι οὗτοι ὀφειλέ-
ται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς
κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν·
ἀλλ' ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπ-
ολεῖσθε. ΠΡΑΞΕΙΣ. Ἀκούων δὲ Ἀνανίας τοὺς λό-
γους τούτους, πεσὼν ἐξέψυξε. Καὶ ἐγένετο φόβος
μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. ΠΡΟΣ
ΚΟΡ. αʹ. Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν
ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
Ταῦτα δὲ τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ
πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώ-
νων κατήντησεν.
Ὅτι καὶ αὐτοῖς τοῖς τῆς κακίας ἔργοις πρὸς τιμω-
ρίαν πολλάκις παραδίδοταί τις διὰ προϋπάρχουσαν
ἀσέβειαν.
{Κεφάλ. Δʹ.}
ΠΡΟΣ ΡΩΜ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν
Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ
Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀλη-
θείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ
τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης,
εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.
Ὅτι οὐχὶ πλῆθος ἁμαρτωλῶν δυσωπεῖ τὸν Θεὸν, ἀλλ'
ὁ εὐαρεστῶν αὐτῷ, κἂν ἀνὴρ τυγχάνῃ, κἂν
γυνή.
{Κεφάλ. Εʹ.}
ΛΟΥΚΑΣ. Ἐπ' ἀληθείας λέγω ὑμῖν, ὅτι πολλαὶ
χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραὴλ,
ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆ-
νας ἓξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν
γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ
μὴ εἰς Σάραφθα τῆς Σιδῶνος πρὸς γυναῖκα χή-
ραν. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐ θέλω γὰρ ὑμᾶς
ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες
ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θα-
λάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβα-
πτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ
πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ
πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον
γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ
πέτρα ἦν ὁ Χριστός. Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ
ἐρήμῳ.
{ΟΡΟΣ ΙΒʹ.}
Ὅτι πᾶσα ἀντιλογία, κἂν ἐκ φιλικῆς καὶ εὐλαβοῦς
διαθέσεως γένηται, ἀπαλλοτριοῖ τοῦ Κυρίου τὸν
ἀντιλέγοντα· πᾶν δὲ ῥῆμα Κυρίου μετὰ πάσης
πληροφορίας καταδέχεσθαι δεῖ.
724
{Κεφάλ. Αʹ.}
ΙΩΑΝΝΗΣ. Καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν
μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζω-
σμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ
λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς
πόδας; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ·
Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ
ταῦτα. Λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψεις τοὺς
πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰη-
σοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ'
ἐμοῦ.
Ὅτι οὐ δεῖ παραδόσεσιν ἀνθρώπων ἀκολουθεῖν ἐπ'
ἀθετήσει ἐντολῆς Θεοῦ.
{Κεφάλ. Βʹ.}
ΜΑΡΚΟΣ. Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρι-
σαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί οἱ μαθηταί σου οὐ
περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέ-
ρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι Καλῶς προεφή-
τευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς
γέγραπται· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ
δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην
δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐν-
τάλματα ἀνθρώπων. Ἀφέντες γὰρ τὴν ἐντολὴν
τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώ-
πων· καὶ τὰ ἑξῆς.
Ὅτι δεῖ πάντα ἀπαραλείπτως φυλάττειν, τὰ διὰ
τοῦ Εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυ-
ρίου παραδεδομένα.
{Κεφάλ. Γʹ.}
ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα
τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος·
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλά-
μην ὑμῖν. ΛΟΥΚΑΣ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι
ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς
ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι ...
Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· ὁ δὲ ἀθετῶν
ὑμᾶς ἐμὲ ἀθετεῖ. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἄρα οὖν, ἀδελ-
φοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς
ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς, ὡς
δι' ἡμῶν.
Ὅτι οὐ δεῖ θέλημα ἴδιον παρὰ τὸ θέλημα τοῦ Κυρίου
ἐγκρίνειν· ἀλλ' ἐν παντὶ πράγματι ζητεῖν καὶ
ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ.
{Κεφάλ. Δʹ.}
ΙΩΑΝΝΗΣ. Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν,
ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
ΛΟΥΚΑΣ. Καὶ θεὶς τὰ γόνατα, προσηύξατο λέ-
γων· Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον
τοῦτο. Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν
γενέσθω. ΠΡΟΣ ΕΦΕΣ. Ἐν οἷς καὶ ἡμεῖς πάν-
τες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς
725
σαρκὸς ἡμῶν, ποιοῦντες τὸ θέλημα τῆς σαρκὸς
καὶ τῶν διανοιῶν ἡμῶν· καὶ ἦμεν τέκνα φύσει
ὀργῆς, ὡς καὶ οἱ λοιποί.
{ΟΡΟΣ ΙΓʹ.}
Ὅτι δεῖ νήφειν ἀεὶ, καὶ ἕτοιμον εἶναι ἐν τῇ σπουδῇ
τῶν κατορθωμάτων τοῦ Θεοῦ, γνωρίζοντα τῆς
ἀναβολῆς τὸ ἐπικίνδυνον.
{Κεφάλ. Αʹ.}
ΛΟΥΚΑΣ. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζω-
σμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι
ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν,
πότε ἀναλύσει ἐκ τῶν γάμων· ἵνα ἐλθόντος, καὶ
κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Μακάριοι
οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει
γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται,
καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει
αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ
ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακά-
ριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ γινώ-
σκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ
κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν
ἀφῆκε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Καὶ ὑμεῖς
οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς
τοῦ ἀνθρώπου ἔρχεται, καὶ τὰ ἑξῆς. ΠΡΟΣ
ΘΕΣΣ. αʹ. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν,
ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ
γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέ-
πτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Καὶ μετ' ὀλίγα·
γρηγορῶμεν, καὶ νήφωμεν.
Ὅτι δεῖ πάντα καιρὸν εὔθετον ἡγεῖσθαι εἰς τὴν
σπουδὴν τῶν ἀρεσκόντων τῷ Θεῷ.
{Κεφάλ. Βʹ.}
ΙΩΑΝΝΗΣ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ
πέμψαντός με, ἕως ἡμέρα ἐστίν. ΠΡΟΣ ΦΙΛΙΠ.
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσα-
τε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν
πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου
καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.
{ΟΡΟΣ ΙΔʹ.}
Ὅτι οὐ δεῖ τὰ ἀνοίκεια μιγνύναι, ἀλλ' ἑκάστου
τῶν γινομένων ἢ λεγομένων τὸν ἴδιον καιρὸν γνω-
ρίζειν.
{Κεφάλ. Αʹ.}
ΜΑΤΘΑΙΟΣ. Τότε προσέρχονται αὐτῷ οἱ μα-
θηταὶ Ἰωάννου, λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ
Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου
οὐ νηστεύουσι; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς·
Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ'
ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται
δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος,
728
καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις·
καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΓΑΛ. Ἄρα, ἀδελφοὶ,
οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέ-
ρας· τῇ ἐλευθερίᾳ οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας
ἐνέχεσθε.
{ΟΡΟΣ ΙΕʹ.}
Ὅτι οὐ δεῖ τοῖς ἄλλων κατορθώμασιν ἐλπίζοντα, τῶν
καθ' ἑαυτὸν ἀμελεῖν.
{Κεφάλ. Αʹ.}
ΜΑΤΘΑΙΟΣ. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς
μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς·
Πατέρα ἔχομεν τὸν Ἀβραάμ.
{ΟΡΟΣ ΙϚʹ.}
Ὅτι οὐδὲν ὠφελοῦνται οἱ συζῶντες τοῖς ἀρέσκουσι
τῷ Θεῷ, καὶ τὸ ἑαυτῶν φρόνημα μὴ κατορθοῦντες,
κἂν κατὰ τὸ φαινόμενον σώζωσι τὴν πρὸς αὐτοὺς
ὁμοιότητα.
{Κεφάλ. Αʹ.}
ΜΑΤΘΑΙΟΣ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν
οὐρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς
λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ
νυμφίου. Πέντε δὲ ἐξ αὐτῶν ἦσαν φρόνιμοι, καὶ
αἱ πέντε μωραί. Αἵτινες μωραὶ, λαβοῦσαι τὰς
λαμπάδας αὑτῶν, οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον·
αἱ δὲ φρόνιμοι ἔλαβον ἐν τοῖς ἀγγείοις αὑτῶν
μετὰ τῶν λαμπάδων αὑτῶν. Οἷς ἐπιφέρει μετ' ὀλί-
γα περὶ τῶν μωρῶν· Ὕστερον δὲ ἔρχονται
αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄν-
οιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Λέγω ὑμῖν,
οὐκ οἶδα ὑμᾶς. ΛΟΥΚΑΣ. Λέγω ὑμῖν· ταύτῃ τῇ
νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς· εἷς παραλη-
φθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. Δύο ἀλήθου-
σαι ἐπὶ τὸ αὐτό· μία παραληφθήσεται, καὶ ἡ
ἑτέρα ἀφεθήσεται. Καὶ ἀποκριθέντες λέγουσιν
αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ
πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.
{ΟΡΟΣ ΙΖʹ.}
Ὅτι δεῖ, τὸν ἐνεστῶτα καιρὸν ἀπὸ τῶν δεδηλωμένων
ἡμῖν παρὰ τῆς Γραφῆς ἰδιωμάτων γνωρίζοντας,
ὁποῖός ἐστιν, ἐστοχασμένως τούτου τὰ καθ' ἑαυ-
τοὺς διατιθέναι.
{Κεφάλ. Αʹ.}
ΜΑΤΘΑΙΟΣ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν
παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται
ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε, ὅτι ἐγ-
γὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα
πάντα, γινώσκετε, ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
ΛΟΥΚΑΣ. Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλου-
σαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὅτι Ὄμ-
βρος ἔρχεται· καὶ γίνεται οὕτως. Καὶ ὅταν νότον
πνέοντα, λέγετε, ὅτι Καύσων ἔσται· καὶ γίνεται.
729
Ὑποκριταὶ, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρα-
νοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς
οὐ δοκιμάζετε; ΠΡΟΣ ΚΟΡ. αʹ. Ὁ καιρὸς συν-
εσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες
γυναῖκας ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ κλαίοντες ὡς
μὴ κλαίοντες· καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες·
καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ
χρώμενοι τῷ κόσμῳ, ὡς μὴ καταχρώμενοι·
παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
{ΟΡΟΣ ΙΗʹ.}
Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ οὕτω ποιεῖν, ὡς ὁ Κύ-
ριος προσέταξεν. Ὁ γὰρ περὶ τὸν τρόπον τῆς ἐρ-
γασίας διαπταίων, κἂν δόξῃ ποιεῖν τὴν ἐντολὴν,
ἀδόκιμός ἐστι παρὰ τῷ Θεῷ.
{Κεφάλ. Αʹ.}
ΛΟΥΚΑΣ. Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν·
Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς
φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς
συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μή-
ποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γένηταί σοι
ἀνταπόδομα. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει
πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλοὺς, καὶ μα-
κάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι·
ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν
δικαίων.
Ὅτι οὐ δεῖ τὴν τοῦ Θεοῦ ἐντολὴν διὰ τὴν πρὸς ἀν-
θρώπους ἀρέσκειαν, ἢ δι' ἄλλο τι πάθος, ποιεῖν,
ἀλλ' ἐν παντὶ σκοπὸν ἔχειν, τῷ Θεῷ ἀρέσαι, καὶ
Θεὸν δοξάσαι.
{Κεφάλ. Βʹ.}
ΜΑΤΘΑΙΟΣ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν
μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ
θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε
παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν
οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπρο-
σθεν τῶν ἀνθρώπων, ὥσπερ οἱ ὑποκριταὶ
ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις,
ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν
λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν, καὶ τὰ
ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Εἴτε οὖν ἐσθίετε, εἴτε πί-
νετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ-
τε. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἀλλὰ καθὼς δεδοκιμά-
σμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι τὸ Εὐαγγέλιον,
οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες,
ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν,
καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας,
Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δό-
ξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων.
732
Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Κυρίου μετὰ συνειδήσεως
καὶ διαθέσεως ἀγαθῆς πρός τε Θεὸν καὶ ἀνθρώ-
πους ποιεῖν. Ὁ γὰρ μὴ οὕτω ποιῶν κατακέκρι-
ται.
{Κεφάλ. Γʹ.}
ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς, καὶ Φαρι-
σαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ
ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμου-
σιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. Φαρισαῖε τυφλὲ,
καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ
τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ
καθαρόν. ΠΡΟΣ ΡΩΜ. Ὁ μεταδιδοὺς ἐν ἁπλό-
τητι. ΠΡΟΣ ΦΙΛΙΠ. Πάντα ποιεῖτε χωρὶς γογγυ-
σμῶν καὶ διαλογισμῶν. ΠΡΟΣ ΤΙΜ. αʹ. Τὸ δὲ τέ-
λος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς
καρδίας καὶ συνειδήσεως ἀγαθῆς ... Ἔχων πί-
στιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμε-
νοι περὶ τὴν πίστιν ἐναυάγησαν.
Ὅτι ἀπὸ τῆς περὶ τὰ ἐλάττονα εὐγνωμοσύνης ἡ ἐπὶ
τοῖς μείζοσι τῆς ἀνταποδόσεως κρίσις δικαιοῦ-
ται.
{Κεφάλ. Δʹ.}
ΜΑΤΘΑΙΟΣ. Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ,
ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω·
εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Καὶ μετ'
ὀλίγα· Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ πε-
ρισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ
ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. ΛΟΥΚΑΣ. Εἰ οὖν ἐν
τῷ ἀδίκῳ μαμμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀλη-
θινὸν τίς ὑμῖν πιστεύσει, Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ
πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώ-
σει;
Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Κυρίου μετὰ ἐπιθυμίας
ἀκορέστου ποιεῖν, ἀεὶ πρὸς τὸ πλέον ἐπειγόμε-
νον.
{Κεφάλ. Εʹ.}
ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ πεινῶντες καὶ διψῶν-
τες τὴν δικαιοσύνην. ΠΡΟΣ ΦΙΛΙΠ. Ἐγὼ, ἀδελ-
φοὶ, ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι Ἓν
δὲ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς
δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώ-
κω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ
Ἰησοῦ.
Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ οὕτω ποιεῖν, ὥστε,
ὅσον ἐπὶ τῷ ποιοῦντι, φωτίζεσθαι τοὺς πάν-
τας, καὶ τὸν Θεὸν δοξάζεσθαι.
{Κεφάλ. Ϛʹ.}
ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ…
Οὐ…
…
The complete text is available when the reading interface loads.