De baptismo libri duo
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- De baptismo libri duo, MPG 31: 1513– 1628.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg052.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
1513
σματος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάν-
νου· μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐ-
τοῦ ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων. Ὅμως
ἀναγκαῖον εἶναι ἐλογισάμεθα ἐπὶ τὴν παραδεδομέ-
1516
νην ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδραμεῖν, ἵνα οὕτω καὶ
ὑμεῖς πρῶτον τοῦ, «Μαθητεύσατε,» τὴν δύναμιν
γνόντες, εἶτα ἀκολούθως τὸν περὶ τοῦ ἐνδοξοτά-
του βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν
τελειότητα εὐοδωθῆτε, διδασκόμενοι τηρεῖν ὅσα πάντα
ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίοις μαθηταῖς, καθὼς γέγρα-
πται. Ἐνταῦθα μὲν οὖν, «Μαθητεύσατε,» εἰπόν-
τος, ἠκούσαμεν· λοιπὸν δὲ χρεία τῶν ἀλλαχοῦ περὶ
τοῦ τοιούτου εἰρημένων προστάγματος μνημονεῦσαι,
ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ
κατορθώσαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγ-
καίαν τάξιν φυλάξαντες, οὕτω τοῦ δυνατοῦ, κατὰ
σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μὴ ἐκπέσωμεν.
Σύνηθες γὰρ τῷ Κυρίῳ τὰ ὁριστικῶς που προστα-
χθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς
παραδιδόναι· ὡς τὸ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς
ἐν οὐρανῷ.» Ἁπλῶς γὰρ οὕτως εἰπὼν ἐνταῦθα,
τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων· «Πωλή-
σατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιή-
σατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀν-
έκλειπτον ἐντοῖς οὐρανοῖς.» Καὶ πολλὰ ἄλλα ὁμοίως
Μαθητὴς μὲν οὖν ἐστιν, ὡς μανθάνομεν παρ'
αὐτοῦ τοῦ Κυρίου, πᾶς ὁ τῷ Κυρίῳ προσερχόμενος,
ὥστε ἀκολουθεῖν αὐτῷ, τουτέστιν, ἀκούειν τῶν λό-
γων αὐτοῦ· πιστεύειν τε καὶ πείθεσθαι αὐτῷ, ὡς
Δεσπότῃ, καὶ βασιλεῖ, καὶ ἰατρῷ, καὶ διδασκάλῳ
ἀληθείας, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, καὶ τοῦτο ἐὰν
μένῃ ἐν αὐτοῖς, καθὼς γέγραπται· «Ἔλεγεν οὖν
πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν
ὑμεῖς μείνητε ἐν τῷ λόγω τῷ ἐμῷ, ἀληθῶς μα-
θηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ
ἀλήθεια ἐλευθερώσει ὑμᾶς·» ἐλευθερίαν δηλονότι
ψυχῆς, ἀπὸ τῆς τοῦ διαβόλου πικρᾶς τυραννίδος, ἐν
τῷ ῥυσθῆναι ἀπὸ τῆς τῶν ἁμαρτημάτων καταδυνα-
στείας· «Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦ-
λός ἐστι τῆς ἁμαρτίας,» καὶ τῆς κατακρίσεως τοῦ
θανάτου· καθὼς καὶ παρέδωκεν ἡμῖν Παῦλος ὁ Ἀπό-
στολος εἰπών· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ἁμαρ-
τίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δι-
καιοσύνη Θεοῦ ἐν αὐτῷ·» καὶ πάλιν· «Ὥσπερ γὰρ
διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατ-
εστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ
ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Τὸν δὲ πι-
στεύοντα τῷ Κυρίῳ, καὶ προσάγοντα ἑαυτὸν ἐπιτή-
δειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρῶτον μὲν ἀφ-
ίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ παν-
τὸς ἀφέλκοντος τῆς ὀφειλομένης κατὰ πολλοὺς λό-
γους τῷ Κυρίῳ εὐπειθείας, κἂν εὐλογοφανεῖς εἶναι
δοκῶσιν. Ἀδύνατον γὰρ, ἁμαρτίαν ποιοῦντα, ἢ ἐμ-
πλεκόμενον ταῖς τοῦ βίου τούτου πραγματείαις, ἢ ἐν
φροντίδι καὶ αὐτῶν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, δου-
λεῦσαι, οὐχ ὅτι γε μαθητευθῆναι, τῷ Κυρίῳ τῷ οὐ
πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο, ἀκολούθει
μοι,» πρὶν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα, καὶ
1517
δοῦναι τοῖς πτωχοῖς. Ἀλλ' οὐδὲ τοῦτο προσέταξε,
πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι «Ταῦτα πάντα ἐφύλαξα.»
Ὁ γὰρ μήπω λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτη-
μάτων, καὶ καθαρισθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ
διαβόλῳ, καὶ κρατούμενος ὑπὸ τῆς ἐνοικούσης αὐτῷ
ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ, τῷ
ἀπαράβατον ἀπόφασιν δεδωκότι, ἐν τῷ εἰπεῖν· «Ὁ
ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ
δὲ δοῦλος τῆς ἁμαρτίας οὐ μένει ἐν τῇ οἰκίᾳ.» Μαρ-
τυρεῖ δὲ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, γράψας· Ὁ
δὲ δοῦλος τῆς ἁμαρτίας ἐλεύθερός ἐστιν ἀπὸ τῆς
δικαιοσύνης. Καὶ πάλιν ὁ Κύριός φησιν· «Οὐδεὶς δύ-
ναται δυσὶ κυρίοις δουλεύειν,» καὶ τὰ ἑξῆς. Καὶ
ἔδειξε δι' ὧν ἐδίδαξεν ὁριστικῶς καὶ πολυτρόπως,
ὅτι οὔτε οἱ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἑαυτοῖς με-
ριμνᾷν ἀνεχόμενοι δουλεύειν Θεῷ δύνανται, οὐχ ὅτι
γε μαθητευθῆναι. Ὅθεν ἔμαθεν ὁ Ἀπόστολος
πλατύτερον θεωρήσας εἰπεῖν· «Τίς μετοχὴ δικαιο-
σύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;
τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς με-
ρὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ
Θεοῦ μετὰ εἰδώλων;» Καὶ πάλιν ὁριστικῶς· «Ἡ σὰρξ
ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ
τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ
ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» Ἔτι δὲ ἐντρεπτι-
κώτερον ἡμῖν παραδιδοὺς, τί εἶπε, μνημονεύσωμεν.
«Οἶδα μὲν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ
δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ
γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω
ἀγαθὸν, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ κακὸν, τοῦτο
ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι
τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργά-
ζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Καὶ
τοῦτο αὐτὸ τὸ θεώρημα διὰ πλειόνων ἐπεξεργασά-
μενος, ὅτι ἀδύνατον τὸν κρατούμενον ὑπὸ ἁμαρτίας
δουλεύειν τῷ Κυρίῳ, φανερῶς ὑποδεικνύει ἡμῖν τὸν
λυτρούμενον ἡμᾶς ἐκ τῆς τοιαύτης τυραννίδος ἐν
τῷ εἰπεῖν· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύ-
σεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαρι-
στῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.»
Καὶ μετ' ὀλίγα ἐπάγει· «Οὐδὲν ἄρα νῦν κατάκριμα
τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπα-
τοῦσιν.»
Καὶ διὰ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων τὴν με-
γάλην τῆς φιλανθρωπίας χάριν τοῦ Θεοῦ διὰ τῆς
ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
σαφῶς παρίστησιν, εἰπών· «Ὥσπερ γὰρ διὰ τῆς
παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστά-
θησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς
δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ἐν ἑτέρῳ δὲ
τόπῳ θαυμασιωτέραν θεωρῶν τὴν ἐν Χριστῷ φιλαν-
1520
θρωπίαν τοῦ Θεοῦ, φησί· «Τὸν γὰρ μὴ γνόντα ἁμαρ-
τίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γε-
νώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» Ἀνάγκη οὖν
πᾶσα ἔκ τε τῶν μνημονευθέντων καὶ τῶν ὁμοίων,
εἴ γε μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ ἐδεξάμεθα, ῥυ-
σθῆναι πρῶτον τῆς δυναστείας τοῦ διαβόλου,
ἐνάγοντος τὸν ὑφ' ἁμαρτίας κρατούμενον ἐφ' ἃ μὴ
βούλεται κακὰ, καὶ τότε ἀπαρνησάμενον πάντα τὰ
παρόντα, καὶ ἑαυτὸν, τῆς τε προσπαθείας τοῦ ζῇν
ἀναχωρήσαντα, μαθητευθῆναι τῷ Κυρίῳ, καθὼς
αὐτὸς εἶπεν· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω
ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολου-
θείτω μοι,» ὅπερ ἐστὶ, μαθητής μου γινέσθω.
Τὸ δὲ αὐτὸ πλατύτερον καὶ ἀποδεικτικώτερον καὶ
ἀποφαντικώτερον παραδίδωσιν ἐν τῷ κατὰ Λουκᾶν
Εὐαγγελίῳ, οὗ μνημονεύσομεν μετ' ὀλίγα. Λυτρού-
μεθα δὲ πάντες τῆς τοιαύτης τῶν ἁμαρτιῶν κατα-
κρίσεως οἱ πιστεύοντες τῇ χάριτι τοῦ Θεοῦ τῇ διὰ
τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-
στοῦ εἰπόντος· «Τοῦτο μου ἐστὶ τὸ αἷμα τὸ τῆς
Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς
ἄφεσιν ἁμαρτιῶν·» μαρτυροῦντος δὲ καὶ τοῦ Ἀπο-
στόλου δι' ὧν γράφει ποτὲ μέν· «Ἀγαπᾶτε ἀλλή-
λους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρ-
έδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ·»
ποτὲ δέ· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατ-
άρας τοῦ νόμου·» καὶ πολλὰ τοιαῦτα. Ὅταν οὖν
δοθῇ ἄφεσις τῶν ἁμαρτημάτων, τότε λαμβάνει ὁ
ἄνθρωπος τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν παρὰ
τοῦ ἐξαγοράσαντος ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Κυ-
ρίου ἡμῶν, εἰς τὸ δύνασθαι προσελθεῖν τῷ λόγῳ.
Καὶ τότε οὔπω τίς ἐστιν ἄξιος ἀκολουθῆσαι τῷ Κυ-
ρίῳ (πάλιν λέγω), οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ,
«Δεῦρο, ἀκολούθει μοι,» πρὶν εἰπεῖν, «Πώλησόν
σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.» Ἀλλ' οὐδὲ
τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν καθα-
ρεύειν πάσης παραβάσεως, τῷ εἰπεῖν πεποιηκέναι
πάντα τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα. Ὡς καὶ ἐν τού-
τῳ τὴν τάξιν φυλάττεσθαι ἀναγκαῖον. Οὐ μόνον δὲ
ὑπαρχόντων, καὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν κατα-
φρονεῖν διδασκόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους
νενομισμένων κατά τε νόμον καὶ φύσιν δικαίων καθ-
ηκόντων ὑπερφρονεῖν διδασκόμεθα, τοῦ Κυ-
ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Ὁ ἀγαπῶν
πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·»
ὁμοίως καὶ περὶ τῶν λοιπῶν τῶν ἐγγυτάτων οἰ-
κείων, δῆλον δὲ, ὅτι πολὺ πρότερον τῶν ποῤ-
ῥωτέρω καὶ ξένων τῆς πίστεως. Οἷς ἐπάγει· «Ὃς
οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπί-
σω μου, οὐκ ἔστι μου ἄξιος·» ὅπερ κατορθώσας ὁ
1521
Ἀπόστολος, εἰς ἡμετέραν διδασκαλίαν γράφει· «Ἐγὼ
τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκ-
έτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.»
Πάλιν δὲ τοῦ Κυρίου ἔστι μνημονεῦσαι, εἰπόντος
κατὰ πρόσωπον ἑκάστῳ, τῷ μὲν εἰπόντι, «Ἐπί-
τρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα
μου· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς·
σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ·»
τῷ δὲ εἰπόντι· «Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν,
καὶ συντάξασθαι τοῖς εἰς τὸν οἶκόν μου,» ἐπι-
πληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπε
γάρ· «Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ' ἄροτρον, καὶ στρα-
φεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν
τοῦ Θεοῦ.» Οὕτω καὶ τὸ πρὸς ὀλίγον ἀναβολὴν ἐμ-
ποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμετεωρίστῳ ὑπ-
ακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι,
ἀλλότριόν ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ
Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον
δὲ νομοθετεῖ λέγων· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρ-
νησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ
ἀκολουθείτω μοι.» Ἐὰν δὲ ἔλθωμεν εἰς μνήμην τῶν
ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν εἰπόντα·
«Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ
τοῦ Θεοῦ·» φοβερώτερον κρῖμα ὀργῆς καὶ ἀποτο-
μίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγαθῆς ἀπαλλο-
τριοῦν τοὺς τοιούτους. Λέγει δὲ οὕτως· «Ἄνθρωπός
τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ
ἀπέστειλε τὸν δοῦλον αὑτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰ-
πεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά
ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι
πάντες. Ὁ πρῶτος εἶπεν· Ἀγρὸν ἠγόρασα, καὶ
ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε,
ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν
ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά·
ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε·
Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ
αὑτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ
δούλῳ αὑτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ
ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπή-
ρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ
εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ
ἔτι τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον
αὑτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ
ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω
γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλη-
μένων γεύσεταί μου τοῦ δείπνου.» Πάλιν δὲ
αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀπο-
σταλεὶς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον,
ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ
1524
θέλημα τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ πληρῶν,
τῇ ἀποφάσει τῆς ἀποτομίας διδασκαλίαν ἐπάγει,
τὴν ἀξίους ἡμᾶς ποιοῦσαν μαθητὰς αὑτοῦ γενέσθαι,
καί φησιν· «Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ
τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα
αὑτοῦ, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς
ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί
μου εἶναι μαθητής.» Μῖσος δηλονότι, οὐ μελέτην
ἐμποιοῦν ἐπιβουλῆς, ἀλλ' ἀρετὴν θεοσεβείας ἐν παρ-
ακοῇ τῶν ἀφελκόντων. «Καὶ ὅστις, φησὶν, οὐ
βαστάζει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω
μου, οὐ δύναται εἶναί μου μαθητής.» Ὅπερ συντεθεῖσθαι δοκοῦμεν διὰ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος,
ὁμολογοῦντες συνεσταυρῶσθαι, συντεθνηκέναι, συντεθάφθαι, καὶ τὰ ἑξῆς, καθὼς γέγραπται.
Στοχαζόμενος δὲ τῆς ἡμετέρας ἀσθενείας, καὶ δι'
ὑποδειγμάτων ηὐδόκησε βεβαιῶσαι ἡμῶν τὰς καρδίας
ἐν πληροφορίᾳ τῆς ἀληθείας, καὶ ἑτοιμοτέρους κατερ-
γάσασθαι πρὸς ὑπακοὴν, δι' ὧν φησι· «Τίς γὰρ ἐξ ὑμῶν,
θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψη-
φίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ἵνα
μήποτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύον-
τος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ
ἐμπαίζειν, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰ-
κοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; Ἢ τίς βασιλεὺς,
πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον,
οὐχὶ καθίσας πρότερον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν
δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων
ἐρχομένῳ ἐπ' αὐτόν; Εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ
ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρή-
νην. Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται
πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι
μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ,
ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς τὴν γῆν, οὔτε εἰς κο-
πρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων
ὦτα ἀκούειν ἀκουέτω.» Εἰ τούτοις πιστεύομεν, ἐλευ-
θερωθέντες πρῶτον τῆς τοῦ διαβόλου καταδυναστείας,
ἐν τῷ ἀπέχεσθαι παντὸς ἐπιθυμητοῦ πράγματος τῷ
διαβόλῳ, χάριτι τοῦ Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, εἴ γε μὴ εἰς κενὸν ἐδεξάμεθα τὴν τοιαύτην
χάριν, ἔπειτα ἀποταξάμενοι οὐ μόνῳ τῷ κόσμῳ
καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἀλλὰ καὶ τοῖς πρὸς ἀλλή-
λους δικαίοις καθήκουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτῶν ζωῇ,
ὅταν τι τούτων ἀφέλκῃ ἡμᾶς ἀπὸ τῆς ὀφειλομένης
τῷ Θεῷ ἀμετεωρίστου καὶ ταχείας ὑπακοῆς, οὕτω
καταξιούμεθα μαθηταὶ τοῦ Κυρίου γενέσθαι· παι-
δευόμενοι λοιπὸν ὑπό τε Μωϋσέως καὶ τῶν προφητῶν,
εὐαγγελιστῶν τε καὶ ἀποστόλων, τήν τε ἐν ἀρχῇ τοῦ
Θεοῦ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Κυρίου καὶ
Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ποίησιν πάντων ὁρατῶν
τε καὶ ἀοράτων, τά τε ἱστορούμενα ἐν ταῖς θεοπνεύ-
στοις Γραφαῖς τῆς τοῦ Θεοῦ χρηστότητος καὶ ἀποτο-
μίας ἐν πολλῇ μακροθυμίᾳ, πρὸς ἔνδειξιν τῆς δικαιοσύ-
νης αὐτοῦ καὶ παιδείαν ἡμετέραν· τάς τε προφητείας
1525
τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ,
καὶ τῶν τότε συνεμπιπτόντων ἐναντίων ἀλλήλοις
πραγμάτων· καὶ περὶ τῆς ἐκ νεκρῶν ἐνδόξου ἀνα-
στάσεως καὶ ἀναλήψεως, καὶ τῆς ἐνδοξοτάτης ἐπιφα-
νείας ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· τά τε δόγματα τῆς
κατὰ τὸ Εὐαγγέλιον ὁλοκλήρου καὶ εὐπροσδέκτου τῷ
Θεῷ εὐσεβείας ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου
ἡμῶν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου
βασιλείας, καὶ τὰ κρίματα τῆς δικαίας ἀνταποδόσεως
τῶν τε ποιούντων τὰ ἀπηγορευμένα, ἢ ἀθετούντων
τὰ ἐγκεκριμένα εἰς κόλασιν αἰώνιον, καὶ τῶν ἀξίως
τοῦ Εὐαγγελίου Θεοῦ πολιτευομένων ἐν ὑγιαι-
νούσῃ πίστει δι' ἀγάπης Χριστοῦ ἐνεργουμένῃ
ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας
τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
{ΛΟΓΟΣ Βʹ.}
{Πῶς βαπτίζεταί τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυ-
ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα.}
Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολὴν δε-
δωκότος ἡμῖν ἀγαπᾷν ἀλλήλους, καθὼς αὐτὸς ἠγά-
πησεν ἡμᾶς· καὶ διὰ Παύλου τοῦ Ἀποστόλου διδά-
σκοντος ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἐν ἀγάπῃ, τὸ ἐπί-
ταγμα τῆς ὑμετέρας ἐν Χριστῷ εὐλαβείας, τὸ περὶ
τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ ἐνδοξοτάτου βαπτίσματος, προθύμως ἐδε-
ξάμην, οὐχ ὡς πρὸς ἀξίαν εἰπεῖν τι δυνάμενος, ἀλλ',
ὡς ἡ τὰ δύο λεπτὰ βαλοῦσα χήρα, συνεισφερόμενος.
Καὶ ἐν τούτῳ δὲ τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύ-
ριον εὐχῆς μοι χρεία, ἵνα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι
καὶ τοῦ Χριστοῦ αὐτοῦ, τὸ ἅγιον καὶ ἀγαθὸν Πνεῦμα,
ὑπομιμνῆσκον καὶ διδάσκον ἡμᾶς ἃ ἂν παρὰ τοῦ
Κυρίου ἀκούσῃ, κατευθύνῃ τόν τε νοῦν ἡμῶν εἰς
ὁδὸν εἰρήνης, καὶ τὸν ὑγιῆ λόγον εἰς τὴν τῆς πίστεως
οἰκοδομὴν, ὥστε πληρωθῆναι ἡμῖν τε καὶ ὑμῖν τό·
«Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.» Πλὴν
εἰδέναι χρὴ, ὅτι πρῶτον μαθητευθῆναι δεῖ, καὶ οὕ-
τως τοῦ θαυμασιωτάτου βαπτίσματος καταξιωθῆναι.
Οὕτως γὰρ αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς
Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐν-
ετείλατο τοῖς ἑαυτοῦ μαθηταῖς. Παραδεδώκαμεν
οὖν ὑμῖν ἀναγκαίως κατ' ἰδίαν καὶ τὰ περὶ τῶν
θελόντων γενέσθαι Χριστοῦ μαθητῶν παρ' αὐτοῦ τοῦ
Κυρίου εἰρημένα, ὀλίγων γοῦν ἐκ πολλῶν μνημο-
νεύσαντες. Ἐπειδὴ δὲ τὸ μὲν ἄνωθεν γεννηθῆναι
ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαγγέλλεται, τὸ
δὲ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι εἰσελθεῖν
εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λογίζομαι ἀναγκαῖον
εἶναι ὀλίγα ἐκ πολλῶν τῶν περὶ τῆς βασιλείας τῶν
οὐρανῶν εἰρημένων παραθέσθαι, ἵνα κατὰ μηδένα
τρόπον ἀπολειφθῶμεν ταύτης. Οὐ γὰρ μικρὸν ἐν βίῳ,
1528
τὸ παρὰ μικρὸν, εἶπέ τις τῶν παρ' ἡμῖν σοφῶν, καὶ
τοῖς πλείστοις δῆλον ἐξ αὐτῶν τῶν πραγμάτων·
πλὴν δὲ καὶ βεβαιότερον ἐκ τῆς περὶ τῶν ἱε-
ρέων, καὶ τῶν προσφερομένων ζώων εἰς θυσίαν,
ἀκριβολογίας ἐστὶ πληροφορηθῆναι· ἐν οἷς εἰ μι-
κρός τις μῶμος ἐφευρέθη, ἢ λώβησις οὐχὶ παντὸς
μέλους, ἀλλὰ τούτου τοῦ μέρους, ὥσπερ γέγραπται,
λοβοῦ ὠτίου, οὔτε ὁ ἄνθρωπος ἐνεκρίνετο εἰς
ἱερωσύνην, οὔτε τὸ ζῶον εὐπρόσδεκτον ἦν εἰς θυσίαν·
τοῦ μὲν Ἀποστόλου εἰπόντος· «Ταῦτα μὲν τυπικῶς
συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν,
εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε·» τοῦ
δὲ Κυρίου φανερῶς τὴν ὑπεροχὴν δείξαντος ἐν τῷ
εἰπεῖν· «Τοῦ ἱεροῦ μεῖζον ὧδε·» καὶ περισσο-
τέρως δείξαντος τὴν ἐπιμέλειαν τῆς ψυχῆς ἀκριβε-
στέραν ποιεῖσθαι ἡμᾶς, ἐν τῷ εἰπεῖν· «Ὧ| παρ-
έθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.»
Μνημονεύσωμεν οὖν περὶ τῆς βασιλείας τῶν
οὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτε ἀν-
έβη εἰς τὸ ὄρος, καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας διὰ
τῶν μακαρισμῶν ἐποιεῖτο, πρῶτον μακαρισμὸν
ἐκήρυξε τὴν ἐπαγγελίαν ἔχοντα βασιλείας οὐρανῶν.
Εἶπε γάρ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι
αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἐν δὲ τῷ
ὀγδόῳ μακαρισμῷ φησι· «Μακάριοι οἱ δεδιωγμένοι
ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν
οὐρανῶν.» Καὶ πάλιν τὴν ἐν τῷ καιρῷ τῆς ἀνταπο-
δόσεως εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος
προφητεύων, λέγει· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ
Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν
βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ
καὶ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ
κατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν ἑτέρῳ καιρῷ καὶ τόπῳ,
καθὼς τὰ γεγραμμένα δηλοῖ, πάλιν μακαρισμοὺς
ἐκτιθέμενος, φησί· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ-
ματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρα-
νῶν·» καὶ πάλιν· «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον,
ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δοῦ-
ναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα
ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βα-
λάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν
τοῖς οὐρανοῖς.» Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, δι'
ὧν βασιλείας οὐρανῶν καταξιοῦταί τις. Ὧν δὲ ἄνευ
ἀδύνατόν ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν
τῶν οὐρανῶν, ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ
ἀποφαίνεται ὁ Κύριος, καί φησιν· «Ἐὰν μὴ περισ-
σεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ
Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν·» καὶ πάλιν· «Ἐὰν μὴ στραφῆτε, καὶ
1529
γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βα-
σιλείαν τῶν οὐρανῶν·» καὶ πάλιν· «Ὃς ἐὰν μὴ
δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ
εἰσέλθῃ εἰς αὐτήν.» Ἐν δὲ τῷ κατὰ Ἰωάννην πρὸς
Νικόδημον λέγει· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ
δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ·» καὶ πάλιν·
«Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ
μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.»
Καθ' ὧν δὴ ἡ ἀπόφασις μία, δηλονότι ἴσος καὶ
ὁ κίνδυνος τοῖς πᾶσιν, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ
λέγει ὁ Κύριος, «Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ
παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται·»
πόσῳ μᾶλλον ἀπὸ τοῦ Εὐαγγελίου, αὐτοῦ τοῦ Κυ-
ρίου λέγοντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσε-
ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν;» Ὅθεν
τεθαρσηκὼς Ἰάκωβος ὁ ἀπόστολος ἀπεφήνατο εἰπών·
«Ὃς ἂν ποιήσῃ ὅλον τὸν νόμον, πταίσῃ δὲ ἐν ἑνὶ,
ἔσται πάντων ἔνοχος.» Ἔμαθε δὲ εἰπεῖν τοῦτο,
ἐξ ὧν ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς
ὑπὲρ ἄνθρωπον μαρτυρίας καὶ ἐπαγγελίας τῷ
Πέτρῳ δοὺς ἠπείλησεν, ὅτι «Ἐὰν μὴ νίψω σε, οὐκ
ἔχεις μέρος μετ' ἐμοῦ·» Παῦλος δὲ ὁ ἀπόστολος,
ἀνταναπληρῶν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ
Χριστοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκ-
κλησία, ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι' ἃ μά-
λιστα βασιλείας οὐρανῶν οὐ καταξιοῦταί τις, καὶ
θανάτου κρίματι ὑποπίπτει· ποτὲ μὲν εἰπὼν ὁριστι-
κῶς, ὅτι «Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου
εἰσίν.» Διὰ τί δὲ οὐκ εἶπεν, ὅτι Οἱ ταῦτα, ἀλλ',
«Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν οὐρανῶν οὐ
κληρονομήσουσιν;» καὶ πάλιν καθολικώτερον, ὅτι
«Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι·» καὶ
ἀλλαχοῦ ὁμοίως. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς
Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀπεφήνατο
εἰπών· «Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ' ἄροτρον, καὶ
στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασι-
λείαν τοῦ Θεοῦ.» Ἐπιτηρητέον δὲ ἐνταῦθα ἀναγ-
καίως, ὅτι οὐ κατὰ ἁμαρτημάτων πολλῶν, ἀλλὰ καθ'
ἑνός ἐστι τὸ οὕτω φοβερὸν καὶ ἀπαράβατον κρῖμα,
καὶ ταῦτα ἐκ τῶν συγκεχωρημένων, κἂν μόνην καὶ
πρὸς ὀλίγον γοῦν ἀναβολὴν ἐμποιῇ τῇ κατὰ πολ-
λοὺς λόγους ἀναγκαίως ὀφειλομένῃ ἀπροφασίστῳ τα-
χυτάτῃ τε καὶ ἀμετεωρίστῳ ὑπακοῇ τῷ Δεσπότῃ.
Ἐκ τούτων οὖν πάντων καὶ τῶν τοιούτων παιδευό-
μεθα, ὅτι χρὴ, πάντα ὁλοκλήρως καὶ νομίμως πλη-
ρώσαντα, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρα-
νῶν ἐπαγγέλλεται, καὶ ὧν ἄνευ ἡ τῆς βασιλείας
ἀπαγορεύεται χάρις, καὶ φυλαξάμενον ἀπὸ πάντων,
δι' ἃ οὐδεὶς βασιλείαν οὐρανῶν κληρονομεῖ, οὕτω
προσδοκᾷν καταξιοῦσθαι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν
1532
ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακίας
πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ
ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου τοῦ ἀποστό-
λου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκ-
διηγήτου εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ
αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης τε καὶ σωτη-
ρίας ἐπαγαγόντος· «Μηδεμίαν ἐν μηδενὶ διδόντες
προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ'
ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.»
Ὥσπερ γὰρ ὁ πτωχὸς τῷ πνεύματι, ἐὰν μὴ γεν-
νηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τὴν ἀπόφασιν·
οὕτω πάλιν, «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη
πλέον τῶν γραμματέων καὶ Φαρισαίων,» ἢ ἄλλο
τι τῶν τοιούτων ἐλλειφθῇ, διὰ τὴν ὁμοίαν ἀπόφασιν
οὐ καταξιοῦται τῆς βασιλείας. Γέγραπται γάρ·
«Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλη-
σίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιού-
των, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος.» Καὶ πολλὰ
τοιαῦτα, ἅπερ σπουδαιότερόν τις ἀναγνοὺς, σφο-
δρότερον βεβαιοῦται, ὅτι χρὴ πάντα πληρῶσαι, ἵνα
βασιλείας οὐρανῶν καταξιωθῇ. Ὅτι δὲ ὁ τῇ δικαιο-
σύνῃ περισσεύων, ἢ γεννηθεὶς ἄνωθεν, πάντων ὁμοῦ
τῶν κατορθωμάτων ἐφ' ὧν τε οἱ μακαρισμοὶ κεῖν-
ται, καὶ τῶν λοιπῶν τὴν τελείωσιν ἐπλήρωσε, καὶ
ἐργάτης εἶναι τούτων καὶ τῶν τοιούτων ὡμολόγηται,
ὁ λόγος ὁ περὶ τοῦ ἄνωθεν γεννηθῆναι μικρὸν ὕστε-
ρον ἀποδείξει Θεοῦ χάριτι. Ἐπειδὴ δὲ, ὡς προείρη-
ται, τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας τὸν λόγον
τοῦ κατὰ τὸ Εὐαγγέλιον θαυμασιωτάτου βαπτίσμα-
τος ἐπεζήτησε παρ' ἡμῶν, πρὸς τοῖς εἰρημένοις περὶ
τῆς βασιλείας τῶν οὐρανῶν ἀκόλουθον εἶναι λογίζο-
μαι καταμαθεῖν ἡμᾶς ἐν βραχεῖ καὶ τὴν διαφορὰν
τοῦ κατὰ Μωϋσέα βαπτίσματος πρὸς τὸ τοῦ Ἰωάν-
νου, καὶ τότε χάριτι Θεοῦ ἀξίους γενέσθαι κατανοῆ-
σαι τὸ ἐν τῷ βαπτίσματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ ὑπερέχον θαῦμα ἐν ἀσυγκρίτῳ ὑπερ-
βολῇ τῆς δόξης. Μεῖζον γὰρ τοῦ ἱεροῦ ὧδε ἀπεφή-
νατο εἶναι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,
καὶ μεῖζον τοῦ Σολομῶντος ὧδε, καὶ μεῖζον τοῦ
Ἰωνᾶ ὧδε. Καὶ ὁ Ἀπόστολος, προδιηγησάμενος
τὴν τοῦ Μωϋσέως ἐν τῇ διακονίᾳ τοῦ νόμου τοῖς
Ἰουδαίοις ἀπρόσιτον δόξαν, διαμαρτύρεται, ἐπαγα-
γών· «Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν
τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.»
Καὶ Ἰωάννης ὁ Βαπτιστὴς, οὗ μείζων ἐν γεννητοῖς
γυναικῶν οὐδεὶς, μαρτυρεῖ, λέγων ποτὲ μὲν, «Ἐκεῖ-
νον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι·» ποτὲ δὲ,
«Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν,
ἐκεῖνος δὲ ὑμᾶς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·»
καὶ πολλὰ τοιαῦτα. Ὅσον δὲ διαφέρει τὸ Πνεῦμα τὸ
ἅγιον τοῦ ὕδατος, τοσοῦτον ὑπερέχει δηλονότι καὶ ὁ
βαπτίζων ἐν Πνεύματι ἁγίῳ τοῦ βαπτίζοντος ἐν
1533
ὕδατι, καὶ αὐτὸ τὸ βάπτισμα· ὥστε αὐτὸν τὸν Ἰω-
άννην, τὸν τοσοῦτον καὶ τοιοῦτον καὶ οὕτως μαρτυ-
ρηθέντα ὑπὸ τοῦ Κυρίου, ἀνεπαισχύντως προειπεῖν,
ὅτι «Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδή-
ματος.»
Ὡς ἐκ πάντων φανερὸν εἶναι τὴν ὑπερβολὴν
τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ βαπτίσματος·
ἣν εἰ καὶ πρὸς ἀξίαν κατανοῆσαι ἀδύνατον, κατὰ
δύναμιν γοῦν, καὶ ταύτην, ὡς ἂν ὁ Θεὸς ἱκανώσῃ,
ἐξ αὐτῶν τῶν γεγραμμένων εἰπεῖν εὐσεβὲς καὶ ὠφέ-
λιμον. Τὸ μὲν οὖν διὰ Μωϋσέως παραδοθὲν βάπτι-
σμα πρῶτον μὲν ἐπεγίνωσκε διαφορὰν ἁμαρτημά-
των· οὐ γὰρ πάντα τὰ ἁμαρτήματα εἶχε τὴν χάριν
τῆς ἀφέσεως· ἔπειτα δὲ θυσίας ἐπεζήτει διαφόρους,
ἠκριβολογεῖτο περὶ ἁγνισμοῦ, ἀφώριζεν ἕως καιροῦ
τὸν ἐν ἀκαθαρσίᾳ καὶ μολυσμῷ, παρατήρησιν ἐποι-
εῖτο ἡμερῶν καὶ ὡρῶν· καὶ τότε τὸ βάπτισμα παρ-
ελαμβάνετο, ὥσπερ ἐπισφράγισμα τοῦ καθαρι-
σμοῦ. Τὸ δὲ Ἰωάννου βάπτισμα πολυπλάσιον εἶχε
τὸ πλέον. Οὐδεμίαν γὰρ ἐποιεῖτο διάκρισιν ἁμαρτη-
μάτων, οὐ διαφορὰν ἐπεζήτει θυσιῶν, οὐκ ἀκρίβειαν
ἐποιεῖτο ἁγνισμοῦ, οὐ παρατήρησιν εἶχεν ἡμερῶν ἢ
ὡρῶν. Καὶ κατ' οὐδὲν εἰς μηδὲν ἀναβολῆς γινομένης ἐπὶ
τῇ χάριτι τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἅμα τε προσ-
ῆλθέ τις ἐξομολογούμενος τὰς ἁμαρτίας, ὅσας δήποτ'
οὖν καὶ οἵας δήποτ' οὖν· καὶ ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ
ποταμῷ, καὶ εὐθὺς ἐλάμβανε τὴν ἄφεσιν τῶν ἁμαρτη-
μάτων. Τὸ δὲ τοῦ Κυρίου βάπτισμα λόγον μὲν ἔχει
κρείττονα παντὸς ἀνθρωπίνου, δόξαν δὲ ἀνωτέραν
πάσης ἐπιθυμίας καὶ εὐχῆς ἀνθρωπίνης, ὑπερβο-
λὴν δὲ χάριτος καὶ δυνάμεως πλείονα ἢ ὅσον
ἥλιος ἀστέρων ὑπερέχει. Μᾶλλον δὲ τὰ μνημονευ-
θέντα τῶν ἁγίων ῥητὰ σφοδρότερον παρίστησι τὴν
ἀσύγκριτον ὑπεροχήν. Ἀλλ' οὐ διὰ τοῦτο σιωπῆσαι
χρὴ, αὐτοῖς δὲ τοῖς ῥητοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ ὁδηγοῖς χρώμενοι, καὶ ὥσπερ δι' ἐσ-
όπτρου καὶ ἐν αἰνίγματι ὁδηγούμενοι εἰπεῖν ἀναγ-
καῖον, οὐχ ἵνα τῇ ἡμετέρᾳ ἑρμηνείᾳ ἐν ἀσθενείᾳ
σώματος καὶ λόγῳ ἐξουθενημένῳ σμικρυνθῇ ἡ δόξα,
ἀλλ' ἵνα καὶ ἐν τούτῳ θαυμαστωθῇ τὸ μέγεθος τῆς
μακροθυμίας καὶ φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ,
ὅτι ἀνέχεται ψελλιζόντων τὰ μεγαλεῖα τῆς ἐν Χριστῷ
Ἰησοῦ ἀγάπης καὶ χάριτος αὐτοῦ
Εἰπὼν τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός·
«Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν
βασιλείαν τοῦ Θεοῦ·» καὶ πάλιν· «Ἐὰν μή τις γεν-
νηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν
εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·» μετὰ δὲ τὴν ἐκ νεκρῶν
ἀνάστασιν (πληρουμένης εἰς αὐτὸν τῆς διὰ τοῦ Δα-
βὶδ ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς προφητείας,
εἰπόντος· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέν-
νηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη
1536
τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ
πέρατα τῆς γῆς,» ὅπερ καὶ γέγονε, καὶ ἔστιν ἐν
ὀφθαλμοῖς πάντων,) λοιπὸν τοῖς ἑαυτοῦ μαθηταῖς,
ὥσπερ ἀντιδιαστελλόμενος τῇ πρώτῃ ἐντολῇ κω-
λυούσῃ εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, ἐντέλλεται, εἰπών·
«Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί-
ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ
Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀναγκαῖον δὲ εἶναι
λογίζομαι ἑκάστου ῥητοῦ τὴν δύναμιν διὰ τῆς πί-
στεως συνιέναι τε καὶ κατανοῆσαι, καὶ εἰπεῖν
καθόσον ἂν κατ' εὐχὰς κοινὰς δοθῆναι ἡμῖν λόγον
ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Γέγραπται γὰρ, ὅτι
«Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε·» καὶ
πάλιν· «Ἐπίστευσα, δι' ὃ ἐλάλησα.» Ἐπειδὴ δὲ τῶν
τε ὀνομάτων καὶ τῶν ῥημάτων, καὶ τῶν πραγμάτων
ἐν τῇ συνηθείᾳ οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, κατὰ τὸ
συμβὰν τὴν χρῆσιν παραλαμβάνεσθαι δοκῶ ἐν τῇ
θεοπνεύστῳ Γραφῇ παρά τε Θεοῦ καὶ τοῦ Χριστοῦ
αὐτοῦ, καὶ τῶν ἁγίων προφητῶν τε καὶ εὐαγγελι-
στῶν, καὶ ἀποστόλων, ἀλλὰ δεδοκιμασμένως ἐν
ἁγίῳ Πνεύματι, πρὸς τὸν σκοπὸν τῆς εὐσεβοῦς
φρονήσεως, καὶ τοῦτο οὐκ ἐξ ὁλοκλήρου, ἐν μέ-
ρει δὲ καὶ καθόσον ἂν ἕκαστον συμβάλληται τῷ
προκειμένῳ ὑγιεῖ λόγῳ, φρονεῖν τε εὐσεβῶς καὶ
ὁδηγεῖν τὸν νοῦν εἰς κατανόησιν τῶν τε κριμάτων καὶ
δογμάτων τῆς εὐσεβείας· ἀναγκαῖον καὶ ἡμᾶς ἐξητα-
σμένως καὶ ἐπιτετηρημένως προσέχειν ἑκάστῳ ῥητῷ,
καὶ κατὰ σκοπὸν τῆς ἄνω κλήσεως ἐκλέγεσθαι τὴν
διάνοιαν. Καὶ τοῦτο ποιοῦμεν, ἐὰν κατ' εὐχὰς κοινὰς
ἐνδυναμώσῃ ἡμᾶς Ἰησοῦς Χριστὸς ὁ μονογενὴς
Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα γένηται καὶ ἐν ἡμῖν, καθὼς εἶπεν ὁ Ἀπόστολος· «Πάντα ἰσχύω ἐν τῷ
ἐνδυναμοῦντί με Χριστῷ.»
Τὸ μὲν οὖν «ἄνωθεν» εἰπεῖν δηλοῦν δοκῶ τὴν
ἐπανόρθωσιν τῆς προλαβούσης ἐν ῥυπαρίᾳ τῶν
ἁμαρτημάτων γενέσεως· τοῦ μὲν Ἰὼβ εἰπόντος,
ὅτι «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα
ὁ βίος αὐτοῦ·» καὶ τοῦ Δαβὶδ ὀδυρομένου, καὶ
λέγοντος, ὅτι «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·» τοῦ δὲ Ἀπο-
στόλου διαμαρτυρομένου, ὅτι «Πάντες γὰρ ἥμαρτον.
καὶ ὑστεροῦνται τῆς δόξης Θεοῦ· δικαιούμενοι δω-
ρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν
Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ
πίστεως ἐν τῷ αἵματι αὐτοῦ.» Διὸ καὶ ἡ ἄφεσις τῶν
ἁμαρτημάτων δίδοται τοῖς πιστεύουσιν, αὐτοῦ τοῦ
Κυρίου εἰπόντος· «Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς
Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς
ἄφεσιν ἁμαρτιῶν·» καθὼς μαρτυρεῖ πάλιν ὁ Ἀπό-
στολος, λέγων· «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος
1537
αὑτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ
ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν
τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφε-
σιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χά-
ριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·» ἵνα,
ὥσπερ ἀνδριὰς συντριβεὶς συνθλασθείς τε, καὶ ἀφανί-
σας τὴν ἔνδοξον μορφὴν τοῦ βασιλέως, ἄνωθεν μορ-
φοῦται ὑπὸ τοῦ σοφοῦ τεχνίτου καὶ ἀγαθοῦ δημιουρ-
γοῦ ἀντιποιουμένου τῆς δόξης τοῦ ἰδίου πλάσματος,
καὶ εἰς τὴν ἀρχαίαν δόξαν ἀποκαθίσταται· οὕτω καὶ
ἡμεῖς παθόντες διὰ τὴν παρακοὴν τῆς ἐντολῆς,
κατὰ τὸ γεγραμμένον, «Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ
συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις,
καὶ ὡμοιώθη αὐτοῖς,» ἀνακληθῶμεν εἰς τὴν πρώτην
δόξαν τῆς εἰκόνος τοῦ Θεοῦ. Κατ' εἰκόνα γὰρ, φησὶ,
καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρω-
πον. Πῶς δὲ τοῦτο γεγένηται, Παῦλος ὁ ἀπό-
στολος ἐδίδαξεν, εἰπών· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε
δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς
ὃν παρεδόθητε τύπον διαδοχῆς·» ἵνα, ὥσπερ ὁ κηρὸς,
παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται
πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφὴν,
οὕτω καὶ ἡμεῖς, παραδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς
κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν
ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰ-
ρημένον προστακτικῶς. Φησὶ γάρ· «Ἀπεκδυσά-
μενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐ-
τοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον
εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν·» καὶ πολλὰ τοιαῦτα.
Τοῦ μὲν οὖν ἐξ ὕδατος γεννηθῆναι τὸν λόγον
Παῦλος, ὁ ἐν Χριστῷ λαλῶν, δογματικῶς παραδί-
δωσι λέγων· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβα-
πτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον
αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ
τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρ-
θη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς,
οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θα-
νάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος
συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρ-
τίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ
γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ
δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ
συζήσομεν αὐτῷ· εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ
νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι
κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν
ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λο-
γίζεσθε, ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ,
ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.» Ἐξ ὧν ἁπάν-
των καὶ ὁ λόγος τῆς ἄνωθεν γεννήσεως καθ' ὁμοιό-
τητα θεωρεῖται. Ἀδύνατον δὲ ἦν ἄνωθεν γεννηθῆναι,
1540
μὴ προλαβούσης χάριτος τοῦ Θεοῦ· ὡς ἔκ τε τῶν
προτεταγμένων καὶ τῶν ἐπιφερομένων περὶ τοῦ
βαπτίσματος κεφαλαίων ὁ αὐτὸς Ἀπόστολος δηλοῖ.
Ἀρξάμενος γὰρ ἀπὸ τοῦ, «Συνίστησι δὲ τὴν ἑαυτοῦ
ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν
ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· πολλῷ οὖν
μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σω-
θησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ
ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ
Υἱοῦ αὐτοῦ· πολλῷ οὖν μᾶλλον καταλλαγέντες σω-
θησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.»
Καὶ πολλὰ τοιαῦτα, σαφῶς καὶ μεγαλοπρεπῶς
παριστῶντα τὴν μεγάλην καὶ ἀνεκδιήγητον φιλαν-
θρωπίαν τοῦ Θεοῦ, ἐν τῇ δωρεᾷ τῆς ἀφέσεως τῶν
ἁμαρτημάτων, καὶ τῆς ἐξουσίας καὶ δυνάμεως τῶν
εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορ-
θουμένων ἐπ' ἐλπίδι ζωῆς αἰωνίου διὰ Ἰησοῦ Χρι-
στοῦ τοῦ Κυρίου ἡμῶν. Δι' οὗ, «Ὥσπερ δι'
ἑνὸς, φησὶ, παραπτώματος εἰς πάντας ἀνθρώ-
πους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος
εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Καὶ τὰ
ἐφεξῆς δογματικῶς ἐκθέμενος, τότε λέγει· «Ἢ
ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χρι-
στὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;»
Διὰ τί; Ἵνα, τῆς χάριτος προλαβούσης, τὰ παρ'
ἡμῶν ὀφειλόμενα κατὰ πίστιν δι' ἀγάπης ἐνερ-
γούμενα συνεισενεγκώμεθα, καὶ οὕτω τελειωθῇ εἰς
ἡμᾶς ἡ εὐδοκία τοῦ Θεοῦ τῆς ἐν Χριστῷ ἀγάπης.
Ἀγῶνος οὖν χρεία μεγάλου, καὶ τούτου νομίμου,
ἵνα τὴν τοιαύτην καὶ τοσαύτην χάριν τῆς ἐν Χριστῷ
ἀγάπης τοῦ Θεοῦ μὴ εἰς κενὸν δεξώμεθα, τοῦ αὐτοῦ
Ἀποστόλου λέγοντος· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν
ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα
δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Συνεργοῦντες δὲ καὶ πα-
ρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέ-
ξασθαι ὑμᾶς.» Ὅτι δὲ «Ὧ| παρέθεντο πολὺ,
περισσότερον ἀπαιτήσουσιν αὐτὸν,» ἐστηριγμένως
ἀπεφήνατο ὁ Κύριος. Ὅπερ γίνεται καὶ ἀνεγκλήτως,
ἐὰν τά τε ἐπενεχθέντα τοῖς προειρημένοις καὶ τὰ εἰς
τὴν αὐτὴν ὑπόθεσιν τοῦ βαπτίσματος συνημμένως
εἰρημένα, ταῦτα ἀκριβῶς φυλαχθῇ, καὶ τὰ τούτοις
συναφθέντα ἐν δυνάμει τῆς αὐτῆς χάριτος τοῦ Θεοῦ
διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν Πνεύματι
ἁγίῳ πιστῶς δεξώμεθα, ἵνα πιστεύσαντες συνῶμεν
χάριτι τοῦ Θεοῦ· καὶ ἅπερ συνεῖναι κατηξιώθη-
μεν, ἐν ἀγάπῃ Χριστοῦ ποιήσωμεν, εἰπόντος· «Εἰ
ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά. —Σύν-
εσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν,»
1541
μαρτυρεῖ ὁ προφήτης· αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ
τοῦ Θεοῦ τοῦ ζῶντος φοβερὸν καὶ ἀπαράβατον κρῖμα
ἐκθεμένου ἐν τῷ εἰπεῖν· «Ὁ γνοὺς τὸ θέλημα τοῦ
Κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολ-
λάς·» ἀλλ' οὐδὲ τὸν ἐν ἀγνοίᾳ πλημμελήσαντα ἀτι-
μώρητον ἀφέντος.
Καὶ ἵνα, ὡς προείρηται, διὰ τῶν γνωριμωτέ-
ρων ῥητῶν τε καὶ πραγμάτων ὁδηγηθῶμεν εἰς κα-
τανόησιν τοῦ σωτηρίου καὶ ἐν τῷ βαπτίσματι
δόγματος· ἐν πληροφορίᾳ τῆς ἀληθείας ἐσπουδασμέ-
νως προσέχωμεν τοῖς σημαινομένοις, καὶ πρὸς τὸν
σκοπὸν τῆς εὐσεβείας πᾶν νόημα λαμβάνωμεν.
Ἐβαπτίσθημεν, φησὶν, ἵν' ἐκ τούτου ἐκεῖνο
παιδευθῶμεν, ὅτι, ὥσπερ τὸ ἔριον, βαπτισθὲν
ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρῶμα μᾶλλον
δὲ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ
τοῦ Κυρίου, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ-
ματι ἁγίῳ καὶ πυρὶ,» ὁδηγῷ χρησάμενοι, φωτισθῶ-
μεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγά-
λου φωτὸς, τοῦτο εἴπωμεν· ὅτι, ὥσπερ ὁ σίδηρος,
βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναζωπυρουμένῳ ὑπὸ
πνεύματος, εὐγνωστότερος μὲν γίνεται, εἴ τινα ἔχει
ἐν ἑαυτῷ κακίαν, ἑτοιμότερος δὲ πρὸς τὸ κα-
θαρισθῆναι· ἀλλοιοῦται δὲ οὐ μόνον τὸ χρῶμα, ἀλλὰ
καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ
ἁπαλώτερον, ἐπιτηδειότερος μὲν γίνεται καὶ τῇ τῶν
χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, ῥυθμίζεται δὲ ἀξιολόγως
πρὸς τὸ βούλημα τοῦ δεσπότου· ἀπὸ δὲ τῆς μελανίας
λαμπρότερος ἑαυτοῦ γενόμενος, οὐ μόνον αὐτὸς
πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγί-
ζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκόλουθον καὶ
ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρὶ, τουτέστιν ἐν
τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρ-
τημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιω-
μάτων τὴν χάριν, μισῆσαι μὲν καὶ βδελύξασθαι
τὴν ἀδικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ
ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνά-
μει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
αὐτοῦ εἰπόντος· «Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς
Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς
ἄφεσιν ἁμαρτιῶν,» καὶ τοῦ Ἀποστόλου μαρτυροῦν-
τος· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵμα-
τος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων·» καὶ
οὐ μόνον ἀπὸ πάσης ἀνομίας καὶ ἁμαρτίας καθα-
ρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ
πνεύματος· καὶ τότε, βαπτισθέντα εἰς τὸν θάνατον
τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ
νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἑαυτῷ τε καὶ τῷ κόσμῳ,
ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βιῶν, κατά τε καρ-
δίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορ-
φωθεὶς, ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γε-
1544
γραμμένον· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς
ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδό-
θητε τύπον διδαχῆς·» καὶ οὕτω τὸ συνημμένως
ἐπενεχθὲν φυλάξαι καταξιωθῇ, τό· «Συνετάφημεν
οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον.» Διὰ
τί; Ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς
δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι
ζωῆς περιπατήσωμεν. Ἀνάγκη γὰρ τὸν ἀποθανόντα
ταφῆναι, καὶ τὸν ταφέντα ἐν τῷ ὁμοιώματι τοῦ θα-
νάτου ἀναστῆναι διὰ τῆς ἐν Χριστῷ τοῦ Θεοῦ
χάριτος, καὶ μηκέτι διὰ τὰς ἁμαρτίας τὸ πρόσ-
ωπον τοῦ ἔσω ἀνθρώπου ὡς πρόσκαυμα χύτρας ἔχειν, ἀλλ' ἐν τῷ πυρὶ φανερωθέντων τῶν ἁμαρτημά-
των, καὶ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ τὴν ἄφεσιν λαβόντα, λοιπὸν διὰ τῆς ἐν καινότητι ζωῆς ἀπαστρά-
πτε…
The complete text is available when the reading interface loads.