Homilia de paenitentia
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia de paenitentia [Sp.] (sub auctore Eusebio Emeseno), MPG 31: 1476–1488.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg060.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
1480
ἀλλὰ ἁμαρτωλοὺς, φησὶν, εἰς μετάνοιαν.« Ἐξετάσω-
μεν αὐτὸν, Τί βαστάζεις ἐπ' ὤμων; Ἀπολωλὸς, λέ-
γει, πρόβατον. Ἐπὶ τίνος γίνεται χαρὰ ἐν οὐρανοῖς;
λέγει, Ἐπί τινος ἁμαρτωλοῦ μετανοοῦντος. Ἄγγελοι
χαίρουσι, καὶ σὺ βασκαίνεις; Ὁ Θεὸς χαίρων δέχε-
ται, καὶ σὺ κωλύεις; Σφοδρότερον προσφευξώμεθα
ἀγαθῷ Θεῷ. Δύο, φησὶν, ἦσαν, ἀμφότεροι υἱοὶ (οὐ
δύνασαί μοι εἰπεῖν, ὅτι ἡ ἀπὸ Ἑλλήνων ἐστὶν ἡ ὧδε
μετάνοια, ἀλλ' ἀμφότεροι υἱοὶ, ἐξ ἴσου μερίσαντες).
Ἀναλίσκει ὃ εἶχεν ὁ νεώτερος· δίκαιος ὢν, ἐκπίπτει.
Ἀναλώσας δὲ πάντα, ἦλθεν ἐπὶ μετάνοιαν, καὶ σπεύ-
δει πρὸς τὸν πατέρα, καὶ μελετᾷ, πατρὶ ἀπαν-
τήσων, τί εἴποι. »Ἥμαρτον, εἶπεν, ἐπὶ σοὶ, καὶ ἔμ-
προσθεν τοῦ οὐρανοῦ.« Ταῦτα ἐβουλεύσατο, οὐκ ἔλαθε
τὸν ἀγαθὸν πατέρα. Ἦλθεν ἀπολογήσασθαι, ἀπήντη-
σεν ὁ αἰσχυνόμενος. Μόνον θέλησον, καὶ αὐτὸς
1481
προαπαντᾷ. Ἄρχεται λέγειν, καὶ ὁ πατὴρ προσλαμ-
βάνεται. Κατανόει τὰ σπλάγχνα, καὶ μὴ ἀποκόψῃς·
τὴν ἐλπίδα. Ἐδέξατο, καί φησι· Θύσατε ταῦρον, καὶ
στολὴν ἐξενέγκατε, καὶ ταύτην ἀρχαίαν, καὶ δακτύ-
λιον ἐν τῇ χειρί. Ταῦτα πάντα παρερμηνεύεται μὲν,
δηλοῖ δὲ συντόμως τὴν προτροπὴν τὴν ἀγαθὴν τοῦ
ὑποδεξαμένου, οὐ πρὸς ἃ θέλω, ἀλλὰ πρὸς ἃ λέγει. Εἰ
δὲ ἀγανακτεῖς, ὅτι δέχεται μετὰ τὸ βοσκῆσαι χοίρους,
μετὰ τὸ ἀναλῶσαι πάντα, ἠγανάκτησε καὶ ὁ ἀδελφὸς,
ἀλλ' οὖν ἐδέξατο ὁ αἰσχυνόμενος.
Καὶ συκῆ γεωργουμένη, καὶ ἐν τρισὶν ἔτεσι
μὴ δοῦσα καρπὸν, ἀφείθη, καὶ οὐκ ἐξετμήθη ἐπ'
ἐλπίδι τοῦ δοῦναι. Δεσπότης χαρίζεται, καὶ σὺ
ἀντερεῖς; Μὴ γὰρ ἴδια πράγματά τις ἑαυτῷ ἁρπά-
ζει; Εἰ δὲ χαρίζεται ὁ Θεὸς, τίς ὁ ἀντιλέγων; Ἐπεὶ
διδαχθῶμεν εὔχεσθαι· »Ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, διότι ἀφήκαμεν καὶ ἡμεῖς.« Σὺ ἀφίης, Θεὸς
οὐκ ἀφίησι; Σὲ ἐποίησεν ἰατρὸν σεαυτοῦ. Ὧ| μέτρῳ
ἀντιμετρῇς, ἀντιμετρηθήσεταί σοι. Ἀφίης, ἀφίησί
σοι. Ἀλλὰ σὺ ὁ πονηρὸς χρηστεύῃ, ὁ ἀγαθὸς οὐ πολὺ
μᾶλλον; Μετὰ ἁμαρτωλῶν Ἰησοῦς, μετὰ νο-
σούντων ὁ ἰατρός. Ἀγανακτοῦσι Φαρισαῖοι, οἱ πα-
τέρες τῶν νῦν ἀγανακτούντων· οὐκ ἀποστρέφεται ὁ
ἐλεήμων. Εἰσῆλθεν εἰς οἶκον Φαρισαίου κληθείς· ἐπεισ-
ῆλθεν αὐτῷ ἁμαρτωλὸς γυνὴ μὴ κληθεῖσα. Εἶδε τὴν
ἁμαρτίαν, προσῆλθε τῇ δικαιοσύνῃ· εἶδε τὴν νόσον,
ἀπῆλθεν ὅπου ὁ ἰατρός. Προσῆλθεν οὐ πρὸς προσ-
ώπῳ, οὐ γὰρ εἶχε παῤῥησίαν· οὐκ ἐκράτησεν αὐτοῦ
χεῖρα, οὐ γὰρ ἐτόλμα· ἀλλ' ἐπὶ τοὺς πόδας, οὓς τοῖς
δάκρυσιν ἔπλυνεν, ἐξέβαλε τὰς τρίχας τότε μόνον
καλῶς, τὰς πολλάκις κακῶς φανείσας τότε καλῶς
ἐγύμνωσεν. Ὑπεγράφη σοι τὸ προσφυγεῖν τοῖς
ποσὶ τοῦ Ἰησοῦ. Ἀνῆλθε πρὸς τὸν Πατέρα, ἀλλά
φησιν· »Ἐγὼ μεθ' ὑμῶν εἰμι.« Ὁπότε θέλεις,
πρόσφυγε θαῤῥῶν, βρέξον πόδας, ἐγγίζων ἐστί. Καὶ
ἦλθε παρὼν, καὶ ἀπῆλθε παρών. Ταῦτα ἀπὸ Καινῆς
ἀδελφὰ τῶν ἐν Παλαιᾷ. Τί κηρύττει ὁ Ἰωάννης;
Βάπτισμα μετανοίας. Καὶ διδάσκει ἐν παραβολαῖς,
οὐχ ἅπαξ, οὐ δὶς, ἵνα πολλάκις διδασκόμενος μάθῃς.
Πέτρος τρὶς ἀπαρνεῖται, καὶ κεῖται ἐν θεμελίῳ. Παῦ-
λος ἀπὸ διωκτῶν κῆρυξ. Ἀλλ' ἐνταῦθά ἐστι ζήτημα.
Ἀλλὰ τί λέγει αὐτός; »Ἰησοῦς Χριστὸς ἦλθεν εἰς
τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι
ἐγώ.« Τὸ ἴδιον ἐλάττωμα φανεροῖ, ἵνα δείξῃ τὸ μέγε-
θος τῆς χάριτος. Ἀλλὰ Πέτρος εἰπὼν καὶ εὐλογη-
θεὶς, εἰπὼν, ὅτι »Υἱὸς εἶ τοῦ Θεοῦ« τοῦ ὑψίστου,
καὶ ἀκούσας, ὅτι »Πέτρα εἶ,« ἐνεγκωμιάσθη. Εἰ γὰρ
καὶ πέτρα, οὐχ ὡς Χριστὸς πέτρα, ὡς Πέτρος πέτρα·
Χριστὸς γὰρ ὄντως πέτρα ἀσάλευτος· Πέτρος δὲ διὰ
1484
τὴν πέτραν. Χαρίζεται γὰρ Ἰησοῦς τὰ ἑαυτοῦ ἀξιώ-
ματα, οὐκ ἀποκενούμενος, ἀλλ' ἔχων ἃ δίδωσι. Φῶς
ἐστιν. »Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.« Ἱερεύς
ἐστι· ποιεῖ ἱερέας. Πρόβατόν ἐστιν. »Ἰδοὺ ἀποστέλ-
λω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.« Πέτρα ἐστί·
πέτραν ποιεῖ, καὶ τὰ ἴδια χαρίζεται τοῖς δούλοις.
Τοῦτο γὰρ σημεῖον πλουσίου, τὸ ἔχειν καὶ χαρίζεσθαι.
Ἀλλ' οἱ παρ' ἡμῖν πλούσιοι χαριζόμενοι ἐλαττοῦσιν
ἃ ἔχουσιν. Οὐ γὰρ πλούσιοι, ἀλλότρια γὰρ κεκτήμεθα.
Ὁ δὲ οὕτως πλουτῶν, ὅσα ἐὰν χαρίζηται, τοσοῦτον
μένει πλούσιος ὤν· ὥσπερ πηγὴ ἀένναος. Ὅσον ἐὰν
λάβῃς, οὐκ ἀπομειοῦται τὸ ῥεῦμα. Καὶ οὐχ ὡς πηγή·
οὐδὲν γὰρ ἄξιον ὑπόδειγμα τῶν παρ' ἡμῶν ἐκείνης
τῆς φύσεως. Ἀλλὰ μὴ ἔχοντές τι ἄξιον, χρώμεθα
τοῖς ἐλάττοσιν, ἵνα ὁπωσδήποτε γνῶμεν τὰ ἄγνωστα.
Τρὶς ὁ Πέτρος ἀρνεῖται, οὐχ ἵνα Πέτρος πέσῃ, ἀλλ'
ἵνα καὶ σὺ σχῇς παραμυθίαν. Ἐδάκρυσεν, ἔκαμψε
τὰ δάκρυα τὸν ἐλεήμονα ἡμῶν. Ἡ γὰρ προθυμία ἦν
ἀγαθή. Πανταχοῦ ὁμολογεῖ μόνος. »Τὸ μὲν πνεῦμα
πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής.« Οἶδεν ὁ πλάσας τὴν
πλάσιν, καὶ βαστάζει τὰ ἀσθενήματα, συγχωρῶν τὰ
παραπτώματα.
»Μνήσθητι, φησὶ, Κύριε, ὅτι χοῦς ἐσμεν.«
Τί γὰρ ἡμῶν ἡ δικαιοσύνη; Μέγας ἦν ὄντως Ἀβραάμ.
Οὕτως ἦν μέγας, διότι γῆ ἐστι καὶ σποδός. Ὁ γὰρ
γινώσκων ὅσον μεταξὺ Θεοῦ καὶ ἀνθρώπων, οἶδεν
ἑαυτόν. Ἄκουε καὶ ἄλλους μακαρισμούς. »Μακάριοι
ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ
ἁμαρτίαι.« Θεὸς μακαρίζει, καὶ σὺ ἀποκωλύεις;
Ἆρα πότερον ὡς βουλόμεθα λέγουσιν αἱ Γραφαὶ, ἢ
ὡς γέγραπται ὀφείλομεν ἀκολουθῆσαι; Καὶ ταῦτα
καθ' ἡμῶν. Οὐ καλὴ ἡ φιλονεικία, ἐλπίδα ἀποκό-
πτουσα. Ἀλλ' ἐπειδὴ ἐπαγγελλόμεθα μετὰ τὸ βά-
πτισμα συγχώρησιν (τοῦτο γὰρ τὸ συνεκτικώτατον
πρὸς τὴν κακουργίαν), γράφει ὁ Ἀπόστολος ἐν τῇ
προτέρᾳ Ἐπιστολῇ πρὸς Κορινθίους, ὅτι »Πορνεία
ὅλως ἐν ὑμῖν ὀνομάζεται, καὶ τοιαύτη πορνεία ἥτις
οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.« Ἠκούσατε τὸ μέ-
γεθος τοῦ κακοῦ, ἀκούσατε καὶ τὸ μέγεθος τῆς
ἀποφάσεως. »Συναχθέντων, φησὶν, ὑμῶν, καὶ τοῦ
ἐμοῦ πνεύματος ἐν τῇ δυνάμει τοῦ Χριστοῦ, παρα-
δοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρ-
κὸς, ἵνα τὸ πνεῦμα σωθῇ.« Παιδεύει, οὐ γὰρ ὡς
ἐχθρὸς ἀποῤῥίπτει. Ἐν μὲν τῇ προτέρᾳ τῷ Σατανᾷ
παραδέδωκεν· ἐν δὲ τῇ δευτέρᾳ γράφει οὐδὲν τῇ
προτέρᾳ ἐναντίον. »Κυρῶσαι εἰς αὐτὸν ἀγάπην, μὴ
τῇ ὑπερβολῇ τῆς λύπης ἀπόληται ὁ τοιοῦτος.« Ἔλυσε
καὶ τὰ ἄλυτα ὁ Ἀπόστολος. Τότε λέγει παραδοῦναι
τὸν τοιοῦτον τῷ Σατανᾷ· μετὰ ταῦτα περὶ τοῦ αὐτοῦ
γράφων καὶ συγχωρῶν, φησίν· »Ἵνα μὴ πλεονεκτη-
θῶμεν ὑπὸ Σατανᾷ.« Ἐὰν γὰρ λάβῃ τινὰ ἡμῶν, καὶ
1485
ἐπλεονέκτησεν ἡμῶν. Ἐξέρχεται πρόβατον ἀπὸ ποί-
μνης, λύκων γίνεται βορά. Εἰσάγαγε, ἵνα φύγῃ τὴν
ἐπιβουλήν· ὥσπερ οἱ ἀγαθοὶ ποιμένες, κἂν ἀρθῇ τὸ
πρόβατον, δέρμα γοῦν σπεύδουσι λαβεῖν. Εἰ δέρμα
νεκροῦ καλὸν ἀποσπάσαι, ψυχὴν ἀπὸ στόματος
λύκου οὐκ ἄξιον λαμβάνειν; Καὶ ἐν πολέμῳ τιτρώ-
σκεται ἀριστεὺς, καὶ οὐχ ὅτι ἐτρώθη, διὰ τοῦτο οὐ
στέφεται· ἀλλ' ἔλαβε τραύματα πολλὰ ἐργασάμενος.
Τὸ μὲν ἓν λογίζεται κακὸν, τὰ δὲ πολλὰ ἀγαθὰ οὐ
λογίζεται Θεός· Πόσοι μάρτυρες, πρῶτον ἀρνησάμε-
νοι, τὸ δεύτερον ἀνεκαλέσαντο τὴν ἧτταν; Ἀλλ' ἀρ-
νησάμενοι οὐχὶ τῇ διανοίᾳ, ἀλλὰ τῇ γλώττῃ. Ἡ σὰρξ
γὰρ ἀσθενής. Ἀπαρνούμενος ἐκπίπτει, πάλιν ὁμο-
λογῶν ἀνακαλεῖται. Οὐ γὰρ τὰ κακὰ φυλάττει ὁ Θεὸς,
τὰ δὲ καλὰ ἀθετεῖ. Καὶ βασανιζόμενός τις, πολλάκις
ἐνέδωκε, μὴ ἐνεγκὼν, οὐ τὴν προθυμίαν, ἀλλὰ τὸν
πόνον. Ἀλλὰ κατενεχθεὶς, καὶ ἄνεσιν λαβὼν, ἀνακα-
λεῖται. Τὸ μικρὸν ῥῆμα φυλαχθήσεται αὐτῷ, αἱ δὲ
βάσανοι οὐκ ἀριθμηθήσονται; Ἀλλὰ Θεὸς κριτὴς, οὐκ
ἀνθρώπων ἡ τόλμα. Τολμᾷς νομοθετεῖν Θεῷ, ὃς οἶδε
τὴν ἀσθένειαν, καὶ χορηγεῖ τὴν βοήθειαν, καὶ δώσει
τὴν νίκην; Πόσοι οὐκ ἀπὸ καλοῦ βίου ἐμαρτύρησαν;
Ἆρα ἐπειδὴ ἐπέστρεψεν ἐπιθυμία, ἀποστερηθήσον-
ται τῶν καμάτων; Οὐκ ἄγγελοί ἐσμεν, ἀλλ' ἄνθρω-
ποι· καὶ πίπτομεν καὶ ἐγειρόμεθα, καὶ πολλάκις τῆς
αὐτῆς ὥρας. »Καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.«
Διὰ τί; Εἰ γὰρ μέτρον τί ἐστι τῆς δικαιοσύνης, πάν-
τες ὀφείλουσι τὸ ἴσον ἔχειν· εἰ δὲ οἱ μὲν λάμπουσιν
ὡς ὁ ἥλιος, οἱ δὲ αὐγάζουσιν ὡς σελήνη, οἱ δὲ κατὰ
τὴν διαφορὰν τῶν ἄστρων λάμπουσι, δῆλον, ὅτι ἄλλος
ὑπερέχει· ὁ δὲ ἐλαττούμενος δῆλον ὅτι ἔχει μικρὰ
ἁμαρτήματα. Εἰ δὲ οὐδενὸς ἁμαρτήσαντος ἡ ἄφεσις,
ἡ διαφορὰ ἦν ἐν τῇ ποικιλίᾳ.
Ἀλλ' ἐπειδὴ ἀναγκαῖόν ἐστι δεῖξαι μετὰ τὸ βά-
πτισμα σωζομένους τοὺς παραπεσόντας, φοβούμενος
λέγω, μὴ παρὰ τὸ ἐμὸν βούλημα ἀποστῆτε· πάνυ γὰρ
θέλω τοὺς λαμβάνοντας τὸ βάπτισμα μὴ ἁμαρτάνειν.
Εἰ δὲ παραπίπτοιέν ποτέ τινες μὴ βουλόμενοι, οὐ βού-
λομαι ὃ βούλονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, μὴ
βουλόμενοι συναποθανεῖν ἡμᾶς τῷ σταυρῷ· ἀλλ' ὃ
Ἀπόστολος, καὶ συνταφῆναι αὐτῷ, καὶ μηκέτι ζῇν
ἁμαρτίᾳ, τοῦτο μὲν βούλομαι. »Οὐκ ἀθετῶ δὲ τὴν χά-
ριν τοῦ Θεοῦ,« Γαλάταις γράφων ὁ Ἀπόστολός φησιν,
ὅτι ἔλαβον Πνεῦμα. Μὴ τούτου ἐναργέστερον ζητεῖς;
Ἀλλ' ἐπιφέρει· »Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι
Πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.« Οὐκοῦν εἰλήφασι
Πνεῦμα. Καὶ πάλιν· »Τοῦτο μόνον θέλω μαθεῖν παρ'
ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἣ ἐξ ἀκοῆς
πίστεως; Ἐτρέχετε καλῶς.« Βλέπετε πόσα πλεον-
εκτήματα. Ἄκουε τὰ ἁμαρτήματα. »Νῦν σαρκὶ ἐπι-
τελεῖσθε, ἐξεπέσατε ἀπὸ Χριστοῦ.« Εἶδες αὐτοὺς
ἔχοντας τὸ Πνεῦμα· ἤκουσας, ὅτι »Κατηργήθητε
1488
ἀπὸ Χριστοῦ·« ὁμοίως καὶ, »Τῆς χάριτος ἐξεπέ-
σατε.« Τί μετὰ ταῦτα ἐπιφέρει, διδοὺς τόπον ἐγκαι-
νισμοῦ; »Τεκνία μου, οὓς πάλιν ὠδίνω.« Ἅπαξ ἦν
γεννήσας· ἀλλ' οὐχ ὁ ἅπαξ γεννήσας παραιτεῖται καὶ
ἐκ δευτέρου γεννῆσαι εἰς σωτηρίαν. Εἰ τὰ ἄλλα πάντα
τις κακουργήσει, τοῦτο αὐτὸ ἄθεον. Ἄνθρωποι
δὲ, λαβόντες τὸ Πνεῦμα, καλῶς τρέχοντες, τοσαῦτα
ὑπομείναντες, κινδυνεύσαντες, εἰκῆ ὑπομεμενηκότες,
ἐκπεσόντες καὶ καταργηθέντες, πάλιν ἀναγεννῶνται,
ἵνα πάλιν μορφὴν Θεοῦ ἀναδέξωνται. Μὴ πάλιν ὑπο-
λείπεταί σοι ἀντιλογία περὶ μετανοίας; Τίς ἡμᾶς
ἔπλασε; Θεός. Ἐποίησεν ἡμῖν σῶμα, ἐποίησεν ἡμῖν
ψυχήν. Περιορᾷ; Τίς δέδωκεν ἡμῖν φάρμακον ζωῆς;
Διὰ τί ἀναγνώσματα; Ἵνα ἀποστῶμεν ἁμαρτημά-
των. Διὰ τί ἀρδευόμεθα; Ἵνα καρποφορήσωμεν. Τί εὐ-
χόμεθα; Ἵνα ἀφεθῶσιν ἡμῶν αἱ ἁμαρτίαι. Πληρώ-
σωμεν τὸν λόγον. Τίσιν οὐκ ἔστι μετάνοια; Ὁ δ' ἐλ-
πίδι τῆς μετανοίας κακουργῶν κακουργίας ἔχει τὸν
τρόπον, καὶ ἀπεστέρηται μετανοίας. Ἔστιν ἐλπὶς καὶ
μετὰ τὴν ἁμαρτίαν, ἔστιν ἴασις καὶ μετὰ τὸ ἕλκος,
ἀλλὰ μένει ἡ οὐλή. Μακάριον τὸ μηδὲ διστάσαι· δεύ-
τερος μακαρισμὸς ἡ μετὰ τὴν πληγὴν ἴασις. Θεῷ δὲ
τῷ πλάστῃ ἐξ ἀρχῆς, καὶ συνερχομένῳ τῇ ἀσθενείᾳ,
καὶ φυλάττοντι τὴν προαίρεσιν, καὶ χαριζομένῳ με-
τάνοιαν, διὰ τοῦ ἄγοντος ἡμῖν τὰ ἀγαθὰ, Ἰησοῦ Χρι-
στοῦ τοῦ Κυρίου ἡμῶν, ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ}{Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖςθεοὺς λέγομεν.} Μεγάλη παράκλησις ψυχαῖς, διὰ τὸ μισεῖσθαικεκακωμέναις, τὸ μετὰ Κυρίου μισεῖσθαι. »Εἰ ὁκόσμος γὰρ ὑμᾶς μισεῖ, γινώσκετε, φησὶν, ὅτι ἐμὲπρῶτον ὑμῶν μεμίσηκε.« Διὸ εἰ ὁ Ἀγαπητὸς μισεῖ-ται, τί μέγα, εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρ' ἀν-θρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Ἐπ-έχει μου τὸν λόγον ἡ μνήμη τῶν λυπηρῶν, ὑποτρέ-χουσα τὴν καρδίαν· καὶ προπῖπτον τὸ δάκρυοντὴν φωνὴν ἐπικόπτει, ὅταν ἐνθυμηθῶ, ὅτι ἀγάπηςκαὶ εἰρήνης ἡμῖν παρὰ Κυρίου καταλειφθείσης, οὐζητοῦμεν τὸ καταλειφθέν. Ἀφανές ἐστι τὸ δῶρον ἐνοὐδενὶ εὑρισκόμενον. Ἀγάπη κατελείφθη· καὶ μάχηἐμπολιτεύεται. Ἕνωσις ἐδόθη· καὶ μῖσος ἐξήφθη. Με-γάλην κατ' ἀλλήλων τὴν πυρκαϊὰν τοῦ μίσους ἐξ-ήψαμεν· ἕκαστος καθ' ἑαυτὸν ὀδυρόμεθα, εἰς ἀλλήλουςδὲ οὐ συμβιβαζόμεθα. Τίς μοι δώσει θέατρον τὴνοἰκουμένην ἅπασαν, καὶ φωνὴν σάλπιγγος εὐτονωτέ-ραν, καὶ θρήνους Ἱερεμίου, καὶ δάκρυον δαψιλὲς κα-ταῤῥῆξαι καρδίαν ὀδύναις συντετριμμένην, κατα-χέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακε-χυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπι-λέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν; Διὰ τοῦτοἀκορέστῳ τῇ περιπλοκῇ τοῦ πνεύματος συμπερι-πτύσσομαι τοὺς παρόντας, ὅτι θέαμα ξένον ἔδειξανεἷς ἑνὶ συγκολλώμενοι. Γεγενήμεθα γὰρ καθ'ἑαυτὸν ἕκαστος ὥσπερ ἡ ψάμμος, οὐ συνημμένοι ἀλ-λήλοις, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν διῃρημένοι. Οὔτεγὰρ οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων,δυνατόν· οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴσυνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγά-πης. Μικρὸν ἡμῖν μακροθύμως χρήσατε τὴν ἀκοὴν,οὐ πρὸς ἐπίδειξιν διαλεγομένοις, ἀλλ' εἰς κοινωνίαντῶν λυπηρῶν συμπεριλαμβάνειν ἐπειγομένοις· φέρειγὰρ παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶνστεναγμῶν. Τάχα δὲ καὶ πρὸς Κύριον ἑνωθεῖσα ἡμῶνἡ λύπη εὐτονώτερον ἂν διαβαίη. Ἢ ἕκαστος ἡμῶν καθ'ἑαυτὸν εἰσακουσθήσεται διὰ τὴν ἐκ τῶν ἔργων ἀτο-νίαν; Αὐτὸ τὸ ὁρώμενον τῆς παλαιᾶς ἀγάπηςτῶν πατέρων ἐστὶ λείψανον. Τούτου γὰρ ἕνεκα ἐκεῖ-νοι τὰς πανηγύρεις ταύτας ἐμηχανήσαντο, ἵνα τὴν ἐκτῶν χρόνων ἐγγινομένην ἀλλοτρίωσιν διὰ τῆς τῶν και-ρῶν ἐπιμιξίας ἀνανεοῦσθαι· καὶ τοὺς τὴν ὑπερ-ορίαν οἰκοῦντας, ἕνα τοῦτον καταλαβόντας τόπον,ἑαυτοῖς ἀρχὴν φιλίας καὶ ἀγάπης τὴν συντυχίαν παρ-έχειν. Τοῦτο πνευματικὴ πανήγυρις τὰ ἀρχαῖα ἀνα-νεουμένη· τοῖς μέλλουσιν ἀρχὴν παρεχομένη. Οὐ γὰρἤλθομεν ὠνίων ποιήσασθαι διάμειψιν, ἀλλ' ἀγάπηςἀλλήλοις δοῦναι ἀντάλλαγμα, πλήρη δοῦναι, καὶ πλή-ρη λαβεῖν τὴν ἀγάπην. Ταῦτα οἱ πατέρες ἡμῶν κατ-εστήσαντο. Ἡμεῖς δὲ παραλαβόντες εἰς τί κατελή-ξαμεν δείξει τὰ ὁρώμενα. Οἱ πλεῖστοι τῶν παρόν-των κατάσκοποι μᾶλλόν εἰσι κατάσκοποι τῶν λεγο-μένων ἢ μαθηταὶ τῶν διδαγμάτων. Καὶ λόγοςἐπιζητεῖται οὐ πρὸς οἰκοδομὴν τῶν παρόντων, ἀλλὰπρὸς ἐπήρειαν τῶν ἐφεδρευόντων. Κἂν μέν τι λεχθῇσυμβαῖνον ταῖς ἐπιθυμίαις τῶν ἐξοστρακιζόντων τὴνγνώμην, ἀπῆλθε καταδεξάμενος ὡς τὸ ἴδιον εὑρὼν παρ'ἡμῖν. Ταῦτα ἐγγραφέσθω ταῖς ὑμετέραις καρδίαις.Μαρτυρήσατε τῇ ἀληθείᾳ καὶ ἡμῖν πρὸς τοὺςἐπιτρυλλοῦντας τὰ τοιαῦτα, ὅτι ἄρα ἡμεῖς τὴν πα-λαιὰν δωρεὰν ἀνενεωσάμεθα. Ταῦτα γὰρ μὴ φοβουμένων τὸν Κύριον τὰ ῥή-ματα, ἀνοιγόντων καθ' ἡμῶν στόμα, ὡς ἡμῶντρεῖς θεοὺς καταγγελλόντων. Ὁ τρεῖς θεοὺς κηρύττωντί ζητεῖ ἐν Ἐκκλησίᾳ Κυρίου; Ἀλλαχοῦ πολυθεΐα·καὶ ἀλλαχοῦ θεοσέβεια. Ὁ τρεῖς λέγων κατατολμάτωκαὶ τεσσάρων· ἐκτεινάτω τὸν ἀριθμὸν εἰς δώδεκα.Τίς οὖν ἡ μανία τῶν ἠκονημένην γλῶσσαν ἐχόντωνκατὰ τῆς ἀληθείας; Οὐ μικροψυχῶ πρὸς τὸν ἔλεγχον,ἀλλ' ἐκδέχομαι τὸ τοῦ Χριστοῦ δικαστήριον. Ἐκεῖ ἀν-τικαταστήσονταί μοι οἱ τὴν ἐπήρειαν ταύτην ῥάπτον-τες· »Οἶδε Κύριος τοὺς ὄντας αὑτοῦ·« καὶ, »Ὁ συ-κοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν.«Εἰ μεταδίδωμι τὴν πίστιν τῶν Πατέρων, τί, παρ-εὶς τοὺς Πατέρας, ἐμοὶ πολεμεῖς; Εἰ πιστεύω εἰς