The Greek Library Author

Anonymous

Adversus eos qui per calumniam dicunt dici a nobis tres deos

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Adversus eos qui per calumniam dicunt dici a nobis tres deos, MPG 31: 1488–1496.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg061.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

1492

Πατέρα, εἰ ὁμολογῶ τὸν Υἱὸν, εἰ μὴ ἀθετῶ τὸ Πνεῦ-

μα. Εἰ ὁ Τριάδα ὁμολογῶν τρεῖς ὀνομάζει θεοὺς, ἀθε-

τεῖ τὸ βάπτισμα, καὶ πολεμεῖ τῇ πίστει. Τί, τὸ ἐμὸν

πρόσωπον ὑποθέμενος, πολεμεῖς τῷ Κυρίῳ; Τίς κατ-

έλειπε βαπτίζειν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ

ἁγίου Πνεύματος; ἐγὼ, ἢ Δεσπότης; Τίνος τὰ ῥήμα-

τα; κήρυκος, ἢ τοῦ ἀποστείλαντος; Τί, τὸ ἐμὸν πρόσ-

ωπον εὐεπίβατον ταῖς συκοφαντίαις εὑρὼν, δι' ἐμοῦ

πολεμεῖς τῇ ἀληθείᾳ; δι' ἐμοῦ κατασείεις τὸ ὀχύρωμα

τῆς πίστεως; Ἐγὼ μέν σοι εὐάλωτος· ἡ δὲ πίστις

ἄσειστος. «Εἷς Κύριος,» μάνθανε τοῦ Παύλου

λέγοντος, μὴ δύο, ἢ τρεῖς. Κἂν ὀνομάσω Κύριον τὸν

Υἱὸν, οὐκ εἰς δύο κυρίους, οὐκ εἰς πολλοὺς θεοὺς

διεῖλον τὴν κυριότητα. Κύριος ὁ Πατὴρ, Κύριος ὁ

Υἱός· «Μία πίστις,» ἐπειδὴ εἷς Κύριος. Ἓν ἑνὶ ἀκο-

λουθεῖ· ἑνὶ Κυρίῳ μία πίστις, μιᾷ πίστει «ἓν βά-

πτισμα.» Οὕτως ἓν ἐξ ἑνὸς δι' ἑνὸς βεβαιοῦται. Εἰ

δὲ οὐκ ἀθετῶ τὸ Πνεῦμα, οὐδὲ ἐν τῇ δουλικῇ αὐτὸ

τίθημι τάξει, διὰ τοῦτο τὴν συκοφαντίαν ἐκείνην ἐκ-

δέχομαι. Μὴ λέγε ἃ μὴ λέγω, καὶ ἴδωμέν σου τῆς συ-

κοφαντίας τὸ πιθανόν. Τί ὑποκρύπτεις σεαυτοῦ τὴν

ἐπήρειαν; Ψεύδῃ, κατηραμένε, λέγων παρ' ἡμῖν

τρεῖς θεοὺς καταγγέλλεσθαι, καὶ οὐ λέγεις ἐκ τοῦ προ-

φανοῦς, ὅτι ἡμεῖς ἐσμεν οἱ τοὺς κτίσμα τὸ Πνεῦμα

τὸ ἅγιον λέγοντας ἀναθεματίζοντες. Ταύτην τὴν κατ-

ηγορίαν δέχομαι. Ἐπὶ τούτῳ πῦρ καὶ ξίφος ἠκονη-

μένον ὑφίσταμαι. Κἂν ὁ τροχὸς καταῤῥάσσῃ, κἂν

βασανιστήρια ἐπ' ἐμὲ κινῆται, ἐν τῇ αὐτῇ πληροφο-

ρίᾳ δέχομαι τὰ βασανιστήρια, ἐν ᾗ καὶ οἱ μάρτυρες

οἱ ἐνταῦθα κείμενοι τῶν στεφάνων ἠξιώθησαν. Τοῦτο

τοίνυν ἐγκάλει μοι, ὅτι μὴ ἐν τοῖς κτίσμασι συν-

αριθμῶ τὸ Πνεῦμα τὸ ἅγιον. Κἂν δέ τι περισσὸν λέ-

γοις, τῷ κριτῇ λόγον δώσεις. «Ὅταν ἔλθῃ ὁ

Παράκλητος,» νῦν ἀνεγινώσκετο· σὺ δὲ ταῖς συκοφαν-

1493

τίαις ἀφορμὴν εἰς ἐπήρειαν τέθεικας. Παράκλητος,

φησὶν, ὁ περὶ σοῦ παρακαλῶν. Δι' ὧν εὐεργετεῖ, διὰ

τούτων ἀγνωμονεῖς. Οὐ δέχῃ τοίνυν τοῦ Παρακλήτου

τὴν εὐεργεσίαν. Ἢ οὐχὶ ὁ Κύριος ἑαυτῷ ταύτην τὴν

προσηγορίαν πρέπειν ἐνομοθέτησε; «Πέμψω ὑμῖν καὶ

ἄλλον Παράκλητον.» Ὁ καὶ ἄλλον εἰπὼν οὐχ ἑαυτὸν

ἔδειξε πρὸ τοῦ ἄλλου; Εἰ ἀπ' ἐμαυτοῦ λαλῶ, μὴ

ἀκούετέ μου· εἰ τὰ γεγραμμένα ἀναγινώσκω, ὑπό-

κυψον τῇ ἀληθείᾳ. Ὁ τέλειος οὔτε μειοῦται, οὔτε αὔ-

ξεται. Εἷς ἀγέννητος ὁ Θεός· εἷς ὁ τούτου μονογενὴς

ὁ Υἱὸς καὶ Θεός. Ὥσπερ οὐκ ἔνι συναγέννητος

Θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος Υἱὸς ἕτε-

ρος; Ὥσπερ οὐ λόγῳ ὁ Πατὴρ, οὕτως οὐδὲ λόγῳ ὁ

Υἱός. Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱός· Θεὸς τέλειος ὁ

Πατήρ· Θεὸς τέλειος καὶ ὁ Υἱός. Ἀσώματος ὁ Πατήρ·

ἀσώματος ὁ Υἱὸς, ἀσωμάτου χαρακτὴρ, καὶ εἰκὼν

ἀσώματος. Πιστεύεις, ὅτι γεγέννηται; Μὴ ζήτει,

Πῶς; Εἰ γὰρ ἐνδέχεται ζητεῖν, ὁ ἀγέννητος πῶς

ἀγέννητος, ἐνδέχεται ζητεῖν, καὶ ὁ γεγεννημένος πῶς

γεγέννηται· εἰ δὲ οὐ καταλείπει ζήτησιν ὁ ἀγέννητος,

πῶς ἀγέννητος· οὕτως οὐδὲ ὁ γεγεννημένος κατα-

λείπει ζητεῖν, πῶς γεγέννηται. Μὴ ζήτει τὰ ἀνεύρε-

τα· οὐ γὰρ εὑρήσεις. Ἐὰν γὰρ ζητῇς, παρὰ τίνος

ἔχεις μαθεῖν; Παρὰ γῆς; Οὐχ ὑφεστήκει. Παρὰ θα-

λάττης; Οὐκ ἦν ὑγρά. Παρ' οὐρανοῦ; Οὐκ ἦν ἐπαρ-

θείς. Παρ' ἡλίου καὶ σελήνης καὶ ἄστρων; Οὐ δε-

δημιούργηντο. Ἀλλὰ παρ' αἰώνων; Πρὸ αἰώνων ὁ

Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα ὑπὲρ τοῦ ἀεὶ

ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς, καταγελῶ

σου τῆς ἀνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν.

«Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν

Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ, «ἦν,» περιγράφει

τὸ, «οὐκ ἦν·» καὶ τὸ «Θεὸς,» περιγράφει τὸ, «οὐ

Θεός.» Τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμ-

μένα μὴ ζήτει. Οὗτος ὁ Λόγος, ὁ Υἱὸς τοῦ Θεοῦ, ἄν-

θρωπος ἐγένετο διὰ τὸν ἐκπεσόντα ἄνθρωπον Ἀδάμ.

Διὰ τὸν Ἀδὰμ ὁ ἀσώματος ἐν σώματι. Διὰ τὸ σῶμα

ἔλαβε νέφος τὸ σῶμα ὁ Λόγος, ἵνα μὴ καταφλέξῃ τὰ

ὁρώμενα. Συγκατέβη σαρκὶ, ἵνα καὶ ἡ σὰρξ ἐκείνῳ

συνεπαρθῇ. Ὁ ἀόρατος ἐν ὁρατῷ, ἵν' ὑποδύῃ τὰ ὁρώ-

μενα. Ὡς ἄνθρωπος, ὑπὸ χρόνον· ὡς Θεὸς, πρὸ χρό-

νων. Τὸ, «ὡς,» οὐχ ὁμοιώσει, ἀλλ' ἀληθείᾳ κατ' ἀμ-

φότερα Θεὸς καὶ ἄνθρωπος. Θεὸς ἦν, ἅνθρωπος

ἐγένετο κατ' οἰκονομίαν. Οὐ πρότερον τὸ, «ἐγένετο,»

καὶ τότε τὸ, «ἦν·» ἀλλὰ πρότερον τὸ, «ἦν,» καὶ

1496

τότε τὸ, «ἐγένετο.» Μὴ οὖν ἀναιρείτω τὸ δι' οἰκονο-

μίαν τοῦ Μονογενοῦς τὴν θεότητα. Ταῦτα γὰρ αἱρετι-

κῶν ἐκκλίσεις, καὶ Μανιχαίων μανίαι. «Θεμέλιον

γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,

ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἐγεννήθη διὰ γυναικὸς,

ἵνα τοὺς γεννηθέντας ἀναγεννήσῃ. Ἐσταυρώθη ἑκὼν,

ἵνα τοὺς μὴ σταυρωθέντας ἑκοντὶ καθέλῃ. Ἀπέθα-

νεν ἑκὼν, ἵνα τοὺς ἀκουσίως ἀποθανόντας ἐγείρῃ.

Ἐπεδέξατο ὃν οὐκ ἐπεδέχετο θάνατον, ἵνα τοὺς ὑπὸ

θανάτου ζωοποιήσῃ. Κατέπιεν ὁ θάνατος ἀγνοῶν·

καταπιὼν ἔγνω ὃν κατέπιεν. Κατέπιε ζωὴν, κατεπόθη

ὑπὸ ζωῆς. Κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε

διὰ τὸν ἕνα τοὺς πάντας. Ἥρπασεν ὡς λέων, συν-

εθλάσθη τοὺς ὀδόντας. Διὰ τοῦτο καὶ ὡς ἀσθενὴς κα-

ταφρονεῖται. Οὐκέτι γὰρ ὡς λέοντα φοβούμεθα, ἀλλ'

ὡς δορὰν πατοῦμεν. Ἡ τοῦ Μονογενοῦς ἐκ Πατρὸς

γέννησις σιωπῇ τιμάσθω. Οἶδε γὰρ αὐτὸς ὁ γεγεννη-

κὼς, καὶ ὁ γεγεννημένος. Εἰδέναι γὰρ ὀφείλομεν ἃ

χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Οὐ πάντα ῥητὰ τῇ

γλώττῃ, ἵνα μὴ ὁ νοῦς, καθάπερ ὀφθαλμὸς ὅλον τὸν

ἥλιον θέλων ὁρᾷν, ἀπολέσῃ καὶ ὃ ἔσχε φῶς. Ἐν γὰρ

τούτῳ γινώσκεις, ἐὰν γνῷς, ὅτι μὴ κατείληφας.

Ἐκείνην μὲν οὖν τὴν γέννησιν, ἄῤῥητον οὖσαν, σιω-

πῇ τιμήσωμεν. Ἐὰν δὲ καὶ περὶ ταύτην ἀτονήσωμεν,

μὴ λυπηθῶμεν. Ἐκείνη μὲν γὰρ φοβερὰ διὰ τὴν φύ-

σιν, αὕτη δὲ δυσερμήνευτος διὰ τὸ ξένον. Ὁ Ἰωάννης

φωνὴ μὲν ἐλέγετο βοῶντος ἐν τῇ ἐρήμῳ, ἄνθρωπος

δὲ ἦν τὴν φύσιν. Μὴ οὖν ἀναίρει διὰ τὸ ὄνομα

τοῦ Λόγου τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Ἀλλ' ἴσως

φῄς· Διὰ τί οὖν ἐκ δεξιῶν καθήμενος ἐντιμότερός

ἐστιν; Ἀλλ' εἰ μὲν δι' ἑαυτοῦ τὴν τιμὴν εἶχεν, ἐντι-

μότερος· εἰ δὲ λαβὼν παρὰ τοῦ γεννήσαντος, τοῦ δε-

δωκότος ἡ χάρις. Οὐκ ἦν ἄλλος Υἱὸς, ἵνα ἐξ ἀρι-

στερῶν καθίσῃ. Εἷς ἀγέννητος ὁ Θεὸς, εἷς καὶ ὁ τού-

του Μονογενὴς, Υἱὸς καὶ Θεός. Ἔπρεπεν οὖν μὴ τὸν

Υἱὸν ὀρέγειν τῷ Πατρὶ τὴν δεξιὰν, ἀλλὰ τὸν Πατέρα

τῷ Υἱῷ. Δηλαδὴ ἀφωρισμένης τῆς παρ' ἡμῖν φύ-

σεως, ἀφόρισον καὶ τὰ νοήματα. Ὁ μὲν γὰρ παρ' ἡμῖ

πατὴρ ἐξ ἄλλου πατρὸς, καὶ χρόνων δεῖται, καὶ ἀνα-

τροφῆς, καὶ αὐξήσεως, καὶ ἄλλης ἐπιμελείας, καὶ

οὐχ ὅπερ βούλεται πατὴρ γεννᾷ· ὁ δὲ Θεὸς, σύνδρο-

μον ἔχων τῇ βουλήσει τὴν δύναμιν, ἐγέννησεν ἄξιον

ἑαυτοῦ, ἐγέννησεν ὡς αὐτὸς οἶδεν· ᾧ ἡ δόξα καὶ τὸ

κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥἈρχιεπισκόπου Καισαρείας Καππαδοκίας.}{Εἰς τό· Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲἐπινυστάξῃς σοῖς βλεφάροις.} Οὐ λυπεῖ με ἐλάττωσις τῶν συνελθόντων ἐπὶ τὴνπνευματικὴν ταύτην πανήγυριν. Ὁρῶ γὰρ, ὅτι τὸθορυβοῦν ἠλαττώθη, τὸ δὲ φιλήκοον πάρεστι. Καὶγὰρ οὐδὲν δέομαι τῶν ἔξω περιηχούντων τὸν τύ-