The Greek Library Author

Anonymous

De jejunio

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
De jejunio (homilia 3) [Sp.], MPG 31: 1508–1509.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg063.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

1508

κραιπάλης καὶ τρυφῆς καὶ κενοδοξίας. Ἐφίστα-

ταί σοι καὶ καθεύδοντι· οὐδὲ γὰρ τῶν ὕπνων

δυσωπεῖται τοὺς νόμους. Τί οὖν ποιήσεις

πρὸς τοὺς πολλοὺς τούτους πολεμίους ἔχων;

1509

Τάφον ὀρύξαι; Ἀλλὰ καὶ τοῦτον ὑπερβήσεται.

Χάρακα προστῆσαι; Ἀλλὰ καὶ τοῦτον διαβήσεται.

Πῶς οὖν ἀγωνίσασθαι χρή; πῶς δὲ ἐπισχεῖν τὴν τοσ-

αύτην ἐπιβουλήν; Οὐδὲ γὰρ ὁρᾷν ἐστι τοὺς μαχο-

μένους. Ἀλλ' εὕρηται μέγιστον βοήθημα, νηστεία

καὶ προσευχή. Τούτῳ γὰρ τῷ τρόπῳ ἡττῶνται οἱ

χείρους τῶν ὁρατῶν πολεμίων, πονηροὶ δαίμονες·

ὡς διδάσκει ὁ Κύριος τοὺς μαθητὰς, περὶ τοῦ σελη-

νιαζομένου λέγων· «Τοῦτο τὸ γένος ἐν οὐδενὶ

ἐλαύνεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.» Μέγα

οὖν ἀγαθὸν ἀνθρώποις νηστεία, ἥτις ἀπόφασιν

Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῇ τριήμερος

καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ

τὴν καταστροφήν. Ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς διὰ

τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νι-

νευῖται, ἀκούσαντες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν κατα-

στροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπει-

λὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσ-

ευχῆς ἐπεσπάσαντο τὴν σωτηρίαν.

Διὰ τῆς νηστείας Μωσῆς ἐξ οὐρανοῦ τὸν νόμον

κατήνεγκεν· διὰ νηστείας ἐξιλάσατο περὶ τῶν μο-

σχοποιησάντων. Διὰ νηστείας Ἠλίας ἕως οὐρανοῦ

ἀνελήφθη, ὅπλον φέρων τῆς σωφροσύνης τὴν νη-

στείαν· νηστείαν βρωμάτων, καὶ ἀποχὴν ἁμαρτη-

μάτων. Ἐὰν γὰρ τὸ στόμα νηστεύῃ, αἱ δὲ χεῖρες

τὰ ἀλλότρια ἁρπάζωσιν, ἀκούεις· «Οὐ ταύτην τὴν

νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐὰν ἀπέχῃ βρω-

μάτων, καὶ συκοφαντῇς τὸν ἀδελφόν σου, ἀκούεις·

«Οὐ τὸ εἰσερχόμενον εἰς τὸ σῶμα, κοινοῖ τὸν ἄνθρω-

πον, ἀλλὰ τὰ ἐκπορευόμενα.» Καθαρὰ τοίνυν ἔστω

καὶ ἡ κοιλία ἀπὸ βρωμάτων, καὶ ἡ διάνοια ἀπὸ

ἁμαρτημάτων. Σύμφωνα ἔστω τὰ ἔνδον τοῖς ἔξω.

Μήτε τὸ σῶμα τοῖς σιτίοις βαρυνέσθω, μήτε ἡ ψυ-

χὴ ταῖς κακίαις μολυνέσθω· ἵνα ὁ Θεὸς τῶν ὅλων

ἀξίους ἀπεργάσηται ἡμᾶς τῆς οὐρανῶν βασιλείας ἐν

Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ

τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΕΥΧΑΙ ΗΤΟΙ ΕΞΟΡΚΙΣΜΟΙΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥΠΡΟΣ ΤΟΥΣ ΠΑΣΧΟΝΤΑΣ ΥΠΟ ΔΑΙΜΟΝΩΝ, ΚΑΙ ΕΚΑΣΤΗΝ ΑΣΘΕΝΕΙΑΝ.} Ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ τῶνπυρίνων ταγμάτων δημιουργὸς καὶ τῶν ἀΰλων δυνά-μεων τεχνουργὸς, ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπι-γείων τεχνίτης, «ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲἰδεῖν δύναται,» ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτί-

31

1509

σις, ὁ τὸν τραχηλιάσαντά ποτε ἀρχιστράτηγον καὶ

τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα ῥήξαςἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάτας αὐτῷ ἀγγέλουςδαίμονας γινομένους εἰς σκότωσιν βυθοῦ ταρταρώσας,δὸς τὸν ἀφορκισμὸν τοῦτον ἐπὶ τῷ φρικτῷ ὀνόματίσου τελούμενον φόβῳ γενέσθαι αὐτῷ προηγουμένῳτῆς πονηρίας, καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ ταῖςσυνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καὶτρέψον αὐτὸν εἰς φυγὴν, καὶ ἐπίταξον αὐτῷ καὶ τοῖςδαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς, ἵνα μή τιβλαβερὸν κατὰ τὴν ἐσφραγισμένην εἰκόνα ἐργάσηται·ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κρα-ταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γὰρ ὑμνεῖ-ται, καὶ μεγαλύνεται, καὶ παρὰ πάσης πνοῆς ἐν

31

1509

φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ

εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.} Τοῦ Κυρίου δεηθῶμεν. Ἐξορκίζω σε τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸνἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργὸν τῆς πονη-ρίας. Ἐξορκίζω σε τὸν ἐκριφθέντα ἐκ τῆς ἄνω φω-τοφορίας, καὶ σκότῳ βυθοῦ κατενεχθέντα διὰ τὴνἔπαρσιν. Ἐξορκίζω σε καὶ πᾶσαν τὴν ἐκπεσοῦσανδύναμιν τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὁρκίζωσε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαὼθ, καὶπάσης στρατιᾶς ἀγγέλων Θεοῦ, Ἀδωναῒ, Ἐλωῒ, Θεοῦπαντοκράτορος· ἔξελθε, καὶ ἐπαναχώρησον ἀπὸ τοῦδούλου τοῦ Θεοῦ τοῦδε. Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦτοῦ πάντα λόγῳ κτίσαντος, καὶ τοῦ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸτῶν αἰώνων ἀῤῥήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννη-θέντος, τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουρ-γήσαντος, τοῦ κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλα-στουργήσαντος, τοῦ νόμῳ πρότερον φυσικῶς ταῦταπαιδαγωγήσαντος, καὶ ἀγγέλων ἐπιστασίᾳ φυλά-ξαντος, τῷ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνω-θεν, καὶ τὰς ὑπ' οὐρανὸν ἀβύσσους ἀναστομώσαντος,καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύρ-γον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμωνκαὶ Γομόῤῥων πυρὶ θείῳ τεφρώσαντος, οὗ μάρτυςκαπνὸς ἀκοίμητος ἐξατμίζεται, τῇ ῥάβδῳ πέλαγοςῥήξαντος, καὶ λαὸν ἀβρόχοις ποσὶ περάσαντος, καὶτύραννον Φαραὼ καὶ στρατὸν θεομάχον εἰς αἰῶνατοῖς κύμασι καταλύσαντος τῆς ἀσεβείας πόλεμον,τοῦ ἐπ' ἐσχάτων ἐκ Παρθένου ἁγνῆς σαρκω-θέντος ἀνεκλαλήτως καὶ σώας τὰς σφραγῖδας τῆςἁγνείας φυλάξαντος, τοῦ πλῦναι βαπτίσματι τὸνπαλαιὸν ἡμῶν ῥύπον εὐδοκήσαντος, ὃν ἡμεῖς διὰτῆς παραβάσεως ἐπεσπασάμεθα. Ἐξορκίζω σε κα-τὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνῃ, καὶ τύπον ἡμῖνἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχόμενον, ὃνἄγγελοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν κατ-επλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριά-σαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιντοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ ἁγίου Πνεύματος ἡκατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτύρησεν.Ὁρκίζω σε κατ' ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος,καὶ κλύδωνα θαλάσσης πραΰναντος, τὸ στῖφος δαι-μόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων ἀπὸ μήτραςλειπούσας πηλῷ τυφλοῖς ἀναβλέψαι ἐναρμόσαντος,καὶ τὴν ἀρχαίαν τοῦ γένους ἡμῶν διάπλασιν ἀνα-καινίσαντος, καὶ ἀλάλοις τὸ λαλεῖν ἀνορθώσαντος,τοῦ στίγματα λέπρας ἀποσμήξαντος, καὶ νεκροὺς ἐκτῶν τάφων ἀναστήσαντος, τοῦ μέχρι ταφῆς τοῖςἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν ᾅδην ἐγέρσει σκυ-λεύσαντος, καὶ πᾶσαν τὴν ἀνθρωπότητα ἀνάλωτοντῷ θανάτῳ κατασκευάσαντος. Ὁρκίζω σε κατὰ τοῦΘεοῦ τοῦ παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνῇτοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς ἀποστόλοιςσυμπράξαντος, καὶ πᾶσαν τὴν οἰκουμένην εὐσεβείαςπληρώσαντος. Φοβήθητι, φύγε, δραπέτευσον, ἀνα-χώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἀναγὲς, κατα-χθόνιον, βύθιον, ἀπατηλὸν, ἄμορφον, θεατὸν δι'ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὅπου ἂν τυγχά-νῃς, ἢ ἀπέρχῃ· ἢ αὐτὸς εἶ Βεελζεβοὺβ, ἢ κατασείων,ἢ δρακοντοειδὴς, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμὶς,ἢ ὡς πετεινὸν, ἢ νυκτίλαλον, ἢ κωφὸν, ἢ ἄλαλον, ἢἐκφοβοῦν ἐξ ἐπιδρομῆς, ἢ σπαράσσον, ἢ ἐπιβουλεῦον,ἢ ἐν ὕπνῳ βαρεῖ, ἢ ἐν νόσῳ, ἢ ἐν μαλακίᾳ, ἢ ἐν γέλωτιῥέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσ-ῶδες, ἢ ἐπιθυμητικὸν, ἢ ἡδονικὸν, ἢ φαρμακόφιλον,ἢ ἐρωτομανὲς, ἢ ἀστρομαγικὸν, ἢ ἐνοικηματικὸν, ἢἀναιδὲς, ἢ φιλόνεικον, ἢ ἀκατάστατον, ἢ τῇ σελήνῃσυναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον, ἢὀρθρινὸν, ἢ μεσημβρινὸν, ἢ μεσονυκτικὸν, ἢ ἀωρίαςτινὸς, ἢ αὐγῆς, ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμ-φθης ὑπό τινος, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θα-λάσσῃ, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ κρη-