The Greek Library Author

Anonymous

Orationes

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Orationes sive Exorcismi [Sp.], MPG 31: 1677–1684.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg064.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

1681

μνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης,

ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ

δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ,

ἢ ἐν κολυμβήθρᾳ ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ,

ἢ ὅθεν ἴσμεν, καὶ οὐκ ἴσμεν, γνωστὸν, ἢ ἄγνωστον,

καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἀπαλλά-

γηθι, αἰσχύνθητι τὴν εἰκόνα τῇ χειρὶ Θεοῦ πλασθεῖσαν

καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ

τὸ ὁμοίωμα, καὶ μὴ ἐγκρυβῇς εἰς τὸν δοῦλον τοῦ

Θεοῦ τόνδε, ἀλλὰ ῥάβδος σιδηρᾶ καὶ κάμινος πυρὸς,

καὶ τάρταρος, καὶ ὀδόντων βρυγμὸς, ἄμυνα τῆς

παρακοῆς σε περιμένει. Φοβήθητι, φιμώθητι, φύγε,

μὴ ἀποστρέψῃς, μὴ ὑποκρυβῇς μεθ' ἑτέρας πονηρίας

πνευμάτων ἀκαθάρτων· ἀλλὰ ἄπελθε εἰς γῆν ἄν-

υδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ,

Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τοὺς βα-

σκαίνοντας καὶ ἐπιβουλεύοντας τῇ αὐτοῦ εἰκόνι, καὶ

σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σὲ πάντων τῶν κακῶν πεπειραμένον, καὶ

ἐφευρετὴν διάβολον. Ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ

τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.}

Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς

τῶν ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχὺν, ὁ Θεὸς τῶν

ἀρχαγγέλων τῶν ὑπὸ τὸ σὸν κράτος, ὁ Θεὸς τῶν

1684

ἐνδόξων κυριοτήτων, ὁ Θεὸς τῶν ἁγίων, ὁ Πατὴρ τοῦ

Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας

τῷ θανάτῳ ψυχὰς λύσας, ὁ τὸν προσηλωθέντα ἄν-

θρωπον τῷ σκότει διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φω-

τίσας, ὁ λύσας τὰς ὀδύνας ἡμῶν, καὶ πᾶν βάρος

ἀποσκεδάσας, ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ

ἀφ' ἡμῶν χωρίσας, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ὁ ἀπ-

αθανατίσας ἡμᾶς τῷ θανάτῳ σου, καὶ δοξάσας ἡμᾶς

τῇ δόξῃ σου, ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεὸν ἐγέρσει

τῇ σῇ χαρισάμενος, ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν

ἡμῶν διὰ τοῦ σταυροῦ σου βαστάσας, ὁ τὸ σύντριμμα

ἡμῶν ἀναλαβὼν, καὶ ἰασάμενος, Κύριε, ὁ ὁδοποιήσας

ἡμῖν ὁδὸν εἰς οὐρανοὺς, καὶ φθορὰν εἰς ἀφθαρσίαν

μετασκευάσας· εἰσάκουσόν μου πόθῳ καὶ φόβῳ κε-

κραγότος πρὸς σὲ οὗ τὰ ὄρη τῷ φόβῳ τήκονται σὺν

τῷ στερεώματι τῆς ὑπ' οὐρανὸν, οὗ τῇ δυνάμει

ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι τηρῆσαι τοὺς ἑαυ-

τῶν ὅρους, δι' οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ

ὑπερβήσεται ὅρους τοὺς ταχθέντας αὐτῷ, ἀλλ' ἀνα-

μένει στένον τὴν σὴν βουλήν· δι' ὃν πᾶσα ἡ κτίσις

ὠδίνει στενάζουσα στεναγμοῖς ἀλαλήτοις εἰς καιροὺς

μένειν ἐπιταχθεῖσα, ὃν πᾶσα φύσις ἐναντία πέφευγε,

καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται, καὶ διάβολος

πέπτωκε, καὶ ὄφις πεπάτηται, καὶ δράκων ἀνήρη-

ται· δι' ὃν τὰ ἔθνη ὁμολογήσαντά σε ἐφωτίσθησαν,

καὶ ἐκραταιώθησαν ἐν σοὶ, Κύριε· δι' ὃν ζωὴ πεφα-

νέρωται, ἐλπὶς ἵδρυται, ἡ πίστις κεκράτηται, τὸ

Εὐαγγέλιον κεκήρυκται· δι' ὃν ἄνθρωπος ἐκ γῆς

ἀναπέπλασται πιστεύσας ἐν σοί. Τίς γάρ ἐστιν ὡς

σὺ Θεὸς παντοκράτωρ; Διὸ δεόμεθά σου, Θεὲ πατέ-

ρων, καὶ Κύριε τοῦ ἐλέους προαιώνιε, καὶ ὑπερούσιε,

τὸν πρὸς σὲ ἐληλυθότα ἐπὶ τῷ ἁγίῳ ὀνόματί σου,

καὶ τοῦ ἠγαπημένου σου Παιδὸς Ἰησοῦ Χριστοῦ, καὶ

τοῦ ἁγίου καὶ παντοδυνάμου καὶ ζωοποιοῦ σου Πνεύ-

ματος πρόσδεξαι· ἀποσόβησον ἀπὸ τῆς ψυχῆς αὐτοῦ

πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκά-

θαρτον, σπαρακτικὸν, καταχθόνιον, πύρινον, δυσ-

ωδιακὸν, ἐπιθυμητικὸν, φιλόχρυσον, φιλάργυρον, τυ-

φωνικὸν, πορνικὸν, πᾶν δαιμόνιον ἀκάθαρτον, σκο-

τεινὸν, ἄμορφον, ἀναιδές. Ναὶ, ὁ Θεὸς, ἀπέλασον ἀπὸ

τοῦ δούλου σου, τοῦ δεῖνος, πᾶσαν ἐνέργειαν τοῦ

διαβόλου, πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδω-

λολατρείαν, ἀστρομαντείαν, ἀστρολογίαν, νεκρομαν-

τείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυ-

ρίαν, μέθην, πορνείαν, μοιχείαν, ἀσέλγειαν, ἀναί-

δειαν, ὀργὴν, φιλονεικίαν, ἀκαταστασίαν, καὶ πᾶσαν

ὑπόνοιαν πονηράν. Ναὶ, Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύ-

σησον ἐν αὐτῷ τὸ Πνεῦμά σου τὸ εἰρηνικόν· ὅπως

φρουρούμενος ὑπ' αὐτοῦ ποιήσῃ καρπὸν πίστεως,

ἀρετῆς, σοφίας, ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρη-

στότητος, ἐλπίδος, πραότητος, μακροθυμίας, ὑπο-

μονῆς, σωφροσύνης, συνέσεως· ὅτι σὸς ἐπικέκληται

δοῦλος ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, πιστεύων εἰς

τὴν ὁμοούσιον Τριάδα, συμμαρτυρούντων ἀγγέλων,

ἀρχαγγέλων, ἐνδόξων κυριοτήτων, καὶ πάσης οὐρα-

νίου στρατιᾶς. Σὺν τούτῳ φύλαξον τὰς καρδίας ἡμῶν·

ὅτι δυνατὸς εἶ, Κύριε, καὶ σοὶ τὴν δόξαν ἀναπέμ-

πομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύ-

ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων

Ἀμήν.

{ΕΠΙΤΙΜΙΑ.}αʹ Εἴ τις ὑγιαίνων τῷ σώματι ἀμελοίη τῶν προσ- ευχῶν, ἢ τῆς ἐκμαθήσεως τῶν ψαλμῶν, προφασι- ζόμενος προφάσεις ἐν ἁμαρτίαις, οὗτος ἀφοριζέ- σθω, ἢ νηστευέτω ἑβδομάδα μίαν.βʹ Εἴ τις ἐλέγχοιτο ἐπὶ πταίσματι μετὰ ἀγάπης, καὶ μὴ καταδέχοιτο τὸν ἔλεγχον, μετὰ πάσης εὐλα- βείας παρακαλῶν, καὶ αἰτῶν συγγνώμην ἐφ' οἷς ἐπλημμέλησε, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.γʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ μὴ διορθώσεται αὐτὸν, ἢ ἐλέγξει ἐν εἰρήνῃ μετὰ ἀγάπης τῆς ἐν Χριστῷ, ἀλλ' ἐν λύπῃ, ὡς θριαμβεύων μᾶλλον τὸν ἀδελφὸν, ἢ θεραπεύων τὸν αἴτιον τῆς ἁμαρ- τίας, καὶ αὐτὸς συναφοριζέσθω τῷ ἐλεγχομένῳ ἐπὶ τῷ ἁμαρτήματι ἑβδομάδας δύο, ἐπειδὴ ὡς ἐχθρὸς, καὶ οὐχ ὡς ἀδελφὸς ἤλεγξεν.δʹ Εἴ τις ὑβρίζει ἢ ἀντιλέγει, ἐπιτασσόμενος παρὰ ἀδελφοῦ τὰ κατὰ δύναμιν, καὶ μὴ ὑπακούει μετὰ πάσης τῆς ἐν Χριστῷ χαρᾶς, ὡς πληροφο- ρῶν αὐτὸν, ὁμοίως ἀφοριζέσθω ἑβδομάδα μίαν.εʹ Εἴ τις ἀργολογοίη ἢ εὐτραπελεύοιτο, μὴ φυλάσ- σων μετὰ φόβου καὶ τρόμου τὴν διδασκαλίαν τοῦ μακαρίου Ἀποστόλου καὶ τῶν Εὐαγγελίων, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.Ϛʹ Εἴ τις πλὴν τοῦ ναὶ καὶ τοῦ οὒ, ἄλλον ὀμνύει ὅρκον, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.ζʹ Εἴ τις συγγνῷ τινι ἀδελφῷ πταίσαντι, καὶ μετὰ τὸ παρελθεῖν ὀνειδίζοι, ὡς παραδειγμα- τίζων, καὶ αὐτὸς ὡς ἀσυμπαθὴς καὶ ἐπιχαιρέ- κακος ἀφοριζέσθω ἑβδομάδα μίαν.ηʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ ὁρᾷ αὐτὸν ἀδιαφόρως φέροντα, καὶ μὴ μετὰ συντριμμοῦ καρ- δίας καὶ πολλῶν δακρύων ἐξιλεούμενον τὸν Κύριον, παρακαλείτω καὶ ὑπομιμνησκέτω αὐτὸν μετα- νοεῖν, καὶ ἐπιδείκνυσθαι ἔργα μετανοίας. Εἰ δὲ τούτων γινομένων ἀμελοίη τῆς ἑαυτοῦ σωτηρίας, χωριζέσθω ὁ τοιοῦτος τῆς συνοδίας παντελῶς. Μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, κατὰ τὸν εἰπόντα ἅγιον.θʹ Εἴ τις προέρχοιτο παρὰ τὰς ἀναγκαίας χρείας, περιάγων ἀκαίρως, ἀφοριζέσθω ὁ τοιοῦτος, ἵνα ἡσυχάζωσιν ἐν οἴκῳ οἱ πόδες αὐτοῦ, καθὼς γέ- γραπται.ιʹ Εἴ τις ὀργισθῇ εἰκῆ, καὶ μὴ παραχρῆμα πα- ρακαλέσῃ τὸν ἀδελφὸν ὃν ἐλύπησεν, ὅπως ἀφῇ αὐτῷ τὴν ἁμαρτίαν ἣν ἥμαρτεν εἰς αὐτὸν, ἀφ- οριζέσθω καὶ αὐτὸς ἑβδομάδα μίαν.ιαʹ Εἴ τις ὑβρισθείη παρὰ ἀδελφοῦ, καὶ παρακλη- θεὶς ὑπὸ τῆς συνοδίας, μὴ συγχωρήσῃ τὸ ἁμάρτημα, μνημονεύσας τοῦ λέγοντος· Ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο· καὶ αὐτὸς ὁμοίως ἀφοριζέσθω ἑβδο- μάδα μίαν.{ΕΠΙΤΙΜΙΑ ΕΙΣ ΤΑΣ ΚΑΝΟΝΙΚΑΣ.}αʹ Ἡ ὀμόσασα τὸν τυχόντα ὅρκον ἀφοριζέσθω ἑβδο- μάδας δύο.βʹ Ἡ βλασφημήσασά τινα τῶν πρεσβυτίδων τῶν πεπιστευμένων διατυποῦν τὰ ἐν τῷ ἀσκητηρίῳ