The Greek Library Author

Anonymous

tlg2040.tlg066

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Epitimia in canonicas (epitimia 25) [Dub.], MPG 31: 1313–1316.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg066.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

1313

ἀφοριζέσθω ἑβδομάδα μίαν.

γʹ Ἡ κατὰ ἀπούσης ἀδελφῆς κρυφῆ λέγουσά τι σκο-

πῷ τοῦ διαβάλλειν αὐτὴν, ἀφοριζέσθω ἑβδομάδα

μίαν.

δʹ Ἡ ὑβρίσασά τινα ὕβριν τὴν τυχοῦσαν ἀφοριζέσθω

ἑβδομάδα μίαν.

εʹ Ἥτις εὑρίσκεται ψιθυρίζουσα ἄλλη ἐκτὸς τῶν

πρεσβυτίδων τῶν πεπιστευμένων διακονεῖν, ἀφορι-

ζέσθω ἑβδομάδα μίαν

1316

Ϛʹ Ἥτις χωρὶς ἀναγκαίας χρείας ἄκαιρον ὁμιλίαν

προβαλλομένη ἀργολογεῖ, ἀφοριζέσθω ἑβδομάδα

μίαν.

ζʹ Ἥτις εὐτράπελα φθέγγεται, ἢ γέλωτα ἀπρεπῆ,

ἀφοριζέσθω ἑβδομάδα μίαν.

ηʹ Ἥτις ἐν τῷ ἔργῳ τῆς διακονίας οὖσα, καὶ ἀναγ-

καίαν χρείαν ἔχουσα, ὁμιλήσει τῇ πλησίον ἢ μετὰ

κραυγῆς ἢ θρασυλογίας, ἀφοριζέσθω ἑβδομάδα

μίαν.

θʹ Ἥτις ἀντέχεται τῆς ἐπικαταγινωσκομένης ἐπὶ

πταίσματι παρὰ τῶν μετὰ δοκιμασίας οἰκο-

νομεῖν καὶ διατυποῦν πεπιστευμένων, συναφορι-

ζέσθω ἐκείνῃ ᾗ ἀντέχεται ἑβδομάδας δύο.

ιʹ Ἥτις τινὶ τῶν ἔξωθεν ἐπεισερχομένων ὁμιλήσει,

πρὶν ἐπιτραπῇ παρὰ τῆς τὴν φροντίδα ἐμπεπι-

στευμένης ἐν πάσῃ ἐξουσίᾳ εὐταξίας, ἀφοριζέσθω

ἑβδομάδα μίαν.

ιαʹ Ἥτις εὑρίσκοιτο γογγύζουσα ἐν τῇ στενοχωρίᾳ

τῶν πρὸς τὴν χρείαν, ἢ ἐν τῷ καμάτῳ τῶν ἔργων,

ἀφοριζέσθω ἑβδομάδα μίαν.

ιβʹ Ἡ ἀντιπίπτουσα τῷ προστάγματι τῶν πεπι-

στευμένων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα

μίαν.

ιγʹ Ἡ καταφρονητικῶς, μετὰ δῆθεν ἡσυχίας μὴ πλη-

ροῦσα τὸ ἐπίταγμα ἀφοριζέσθω ἑβδομάδα

μίαν.

ιδʹ Ἡ θέλουσα καλλωπίζεσθαι, μετὰ μίαν καὶ δευτέ-

ραν νουθεσίαν, ἐπὶ τοῦ προεστῶτος ἐλεγχέσθαι.

ιεʹ Ἡ ἄνευ γνώμης τῶν πεπιστευμένων τὴν φροντίδα

εἰς μητέρα ἢ εἰς ἀδελφὴν ἀπελθοῦσα, ἀφοριζέσθω

ἑβδομάδα μίαν.

ιϚʹ Ἡ ἐννεύσασα ὀφθαλμοὺς σχήματι πονηρῷ

λυποῦσα τῇ πλησίον, ἀφοριζέσθω ἑβδομάδα μίαν.

ιζʹ Ἡ μετὰ τὴν ἀπόλυσιν τῶν συνάξεων ὁμιλοῦσά

τινι τῶν ἔξω γυναικῶν ἀφοριζέσθω ἑβδομάδας

δύο.

ιηʹ Ἡ ἀπ' ἔργου εἰς ἕτερον ἔργον μεταβαίνουσα

χωρὶς ἐπιταγῆς τῶν ἐχόντων τὴν φροντίδα

ἀφοριζέσθω ἑβδομάδα μίαν.

ιθʹ Ἥτις τὸ ἐπιτίμιον ἀποβάλλοιεν (sic), ἢ ἀντιλέγει,

ἢ γογγύζει, μὴ γνωρίζουσα τὸ ἑαυτῆς ὄφελος ἐν

τῇ διορθώσει, ἀφοριζέσθω ἑβδομάδας δύο.

ιβʹ Εἴ τις ἐξέλθοι τοῦ μοναστηρίου, μὴ λαβὼν εὐλογίαν, ἢ ἀπολυθεὶς ὑπὸ τοῦ ἀρχιμανδρίτου μετὰ εὐχῆς, ἔστω ἀκοινώνητος.ιγʹ Εἴ τις κέκτηταί τι ἐν τῷ μοναστηρίῳ, ἢ ἔξω τοῦ μοναστηρίου, ἔστω ἀκοινώνητος.ιδʹ Εἴ τις συνδυάζει μετά τινος ἐπὶ τὸ ἀναχωρή- σαι τοῦ μοναστηρίου ἐφ' ἑτέρῳ τινὶ κακῷ, ἔστω ἀκοινώνητος.ιεʹ Εἴ τις τῶν ἀρχικουνιτῶν εὑρίσκει τινὰ ταράσ- σοντα ἢ διαλεγόμενον ἐν τῷ κουνίῳ, καὶ μὴ ἐκβάλ- λει αὐτὸν ἔξω τοῦ χοροῦ, αὐτὸς γενέσθω ἀπευλο- γίας.ιϚʹ Εἴ τις γένηται ἀπευλογίας ἕνεκεν παιδείας, καὶ καταφρονήσας μὴ ἀπολογήσηται, καὶ λάβῃ εὐλο- γίαν, ἀφοριζέσθω.ιζʹ Εἴ τις παρατιθεῖ τι ἐν ταῖς τραπέζαις ἢ ἑαυ- τῷ, ἢ ἄλλῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρί- του, γενέσθω ἀπευλογίας.ιηʹ Εἴ τις ἄνευ μαφορίου ποιεῖ ἔργον ἐν οἱῳδήποτε τόπῳ, γενέσθω ἀπευλογίας.ιθʹ Εἴ τις συντυγχάνει τῷ ἐρχομένῳ ξένῳ ἢ ἰδίῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρίτου, ἐκτὸς τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.κʹ Εἴ τις ἄρῃ ἀπὸ ἀδελφοῦ τι καὶ ἀποκρύψει, γενέ- σθω ἀπευλογίας.καʹ Εἴ τις, μὴ λαβὼν εὐλογίαν, ἐσθίει ἄνευ παιδείας ὢν, ἀφοριζέσθω.κβʹ Εἴ τις οὐχ αἱρῇ εὐλογίαν εἰς τὸν ὄρδινον αὐτοῦ, γενέσθω ἀπευλογίας· εἰ δὲ χρείας ἕνεκεν οὐκ ἔφθασεν, ἀπολογησάσθω.κγʹ Εἴ τις εὑρεθῇ τὴν νύκτα ἰδιάζων μετά τινος, ἢ τὸν τόπον ἀλλάσσων, ὅπου κοιμᾶται, παρὰ γνώ- μην τῶν ἐντετυπωμένων, ἀφοριζέσθω.κδʹ Εἴ τις ἐμβάλλει ἑαυτὸν εἰς ἄλλο ἔργον, μὴ ἐπι- τραπεὶς, γενέσθω ἀπευλογίας.κεʹ Εἴ τις ἀλλάσσῃ τι μετά τινος, ἢ χαρίζεται παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευ- λογίας.κϚʹ Εἴ τις ἑσπέρας μετὰ τὸ Πάτερ ἡμῶν εὑρεθῇ ὁμιλῶν, ἀφοριζέσθω.κζʹ Εἴ τις τῶν ὑγιαινόντων κοιμᾶται ἔξω τοῦ εὐ- κτηρίου, ἔστω ἀφωρισμένος.κηʹ Εἴ τις ἐν τραπέζῃ ἐσθίων φλυαρεῖ, ἐγειρέσθω εἰς προσευχήν.κθʹ Εἴ τις γένηται ἀπευλογίας, καὶ λυπηθεὶς ἀντι- παιδεύσει τὸν παιδεύσοντα, ἢ ἀντιλέγων μὴ κατα- δέξηται, ἀφοριζέσθω. Εἰ δὲ λέγοι ἀδίκως παιδεύε- σθαι, γνωριζέσθω τὴν αἰτίαν τῷ ἀρχιμανδρίτῃ, καὶ τὸ ὑπ' αὐτοῦ ὁριζόμενον καταδεχέσθω.λʹ Εἴ τις ἔχει πρός τινα λύπην, καὶ καταφρονῶν μὴ διαλλάσσεται πρὸ τῆς ὑπηρεσίας, ἢ λέγει τὴν αἰτίαν τῷ ἀρχιμανδρίτῃ, ἢ τῷ ἀρχικουνίτῃ, ἀφ- οριζέσθω.λαʹ Εἴ τις ἐν ἡμέρᾳ προσφορᾶς κωλύει ἑαυτὸν τῆς κοινωνίας παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας.λβʹ Εἴ τις ἀπὸ Γραφῶν φιλονείκως διαλέγεται, γενέ- σθω ἀπευλογίας· εἰ δὲ παραγγελθεὶς ἐπιμένει, ὡς ἀπειθὴς καὶ ἀνυπότακτος ἀφοριζέσθω.λγʹ Εἴ τις πλύνει ἢ ἑτέρου ἢ ἑαυτοῦ ἱμάτιον παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας.λδʹ Εἴ τις ἀπολιμπάνεται τῶν τραπεζῶν, μὴ εἰρηκὼς τὴν αἰτίαν, μενέτω ἄσιτος.λεʹ Εἴ τίς τι ἀπολέσει, καὶ, μὴ εὑρὼν αὐτὸ, μὴ ἀναγγείλῃ τῷ ἀρχιμανδρίτῃ, γενέσθω ἀπευ- λογίας.λϚʹ Ἐὰν εὑρεθῶσι δύο ἐπὶ τὸ αὐτὸ συνεχῶς πλη- σιάζοντες ἀλλήλοις, καὶ παραγγελθέντες μὴ χω- ρίζωνται, ἔσονται ἀφωρισμένοι, ἕως διορθώσων- ται.λζʹ Εἴ τις ἑσπέρας μὴ φθάσῃ εἰς τὸ Πάτερ ἡμῶν, ἐκτός τινος αἰτίας, στηκέτω εἰς προσευχὴν, ἕως ἂν πάντες κοιμηθῶσινληʹ Εἴ τις, ἐν τῷ καιρῷ τῆς κοινωνίας λύπην ἔχων πρὸς τὸν ἀδελφὸν, μὴ δῷ αὐτῷ εἰρήνην, ἔστω ἀφ- ωρισμένος.λθʹ Εἴ τις μεθιστᾷ τὸν ἀδελφὸν αὐτοῦ ἀπὸ τοῦ ὀρδί- νου τῆς ὑπηρεσίας, ἐκτὸς τῶν ἐγκεχειρισμένων τὴν φροντίδα, γενέσθω ἀπευλογίας.μʹ Εἴ τις γνῷ ἀδελφὸν λάθρα ἀναχωρῆσαι θέλοντα τοῦ μοναστηρίου, καὶ μὴ μηνύσῃ τῷ ἀρχιμαν- δρίτῃ, ἢ τοῖς προεστῶσιν, ἀφοριζέσθωμαʹ Εἴ τις ἐγείρεται τῆς τραπέζης παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, στηκέτω εἰς προσευχὴν ἕως τοῦ λυχνικοῦ.μβʹ Εἴ τις μετὰ τὴν κοινωνίαν ἐξέρχεται τῆς ὑπ- ηρεσίας, ἕως πάντες λάβωσιν εὐλογίας, ἐκτὸς ἀν- θρωπίνης ἀνάγκης, καθ' ἑαυτὸν ἐσθιέτω.μγʹ Εἴ τις ποιεῖ τινα ἀπευλογίαν γενέσθαι ἀκαίρως, αὐτὸς γενέσθω ἀπευλογίας.μδʹ Εἴ τις εὑρεθῇ λαλῶν εἰς τὰ κέλλια, ἐκτὸς τῶν ἐνοικούντων αὐτὰ, ἢ τῶν ἡσυχαστῶν, γενέσθω ἀπευλογίας.μεʹ Εἴ τις εὐτράπελα λαλῶν ἢ ἀργολογῶν, γενέσθω ἀπευλογίας.μϚʹ Εἴ τις εὑρεθῇ καταλαλῶν τινος, ἢ ἀκούων κα- ταλαλούντων τινῶν, καὶ μὴ ἐπιτιμῶν αὐτῷ, ἢ μηνύων τῷ ἀρχιμανδρίτῃ, σὺν αὐτῷ ἀφοριζέ- σθω.μζʹ Εἴ τις εὑρεθῇ εἰς τὸν κῆπον λαλῶν μετά τινος, ἢ δευτερῶν ψαλμοὺς, ἢ κοιμώμενος, ἐκτὸς τῶν ἐργαζομένων, ἢ τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.μηʹ Εἴ τις ἐξέλθοι εἰς τὸ ὀστιάριον μὴ ἐπιτραπεὶς ἐκ τῶν ἐν τετυπωμένων, γενέσθω ἀπευλογίας· εἰ δὲ εἰς τὸ φρούριον ἐξέλθοι, ἀφοριζέσθω.μθʹ Εἴ τις διδοῖ ἔξω τι, ἢ λαμβάνει, παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, ἀφοριζέσθω.νʹ Εἴ τις συντυχὼν ὁμιλήσει τινὶ τῶν ὑποστρε- φόντων ξένων, πλὴν τοῦ δοῦναι τὴν εἰρήνην, ἐκτὸς τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.ναʹ Εἴ τις ὀχλεῖ τῷ ἀρχιμανδρίτῃ προφάσει τῆς ἐφημερίας, πλὴν τοῦ κελλαρίου, ἢ τοῦ ἀρχιεβδο- μαρίου, γενέσθω ἀπευλογίας· ἵνα ἑκάστης ἐφημε- ρίας ὁ ἀρχιεβδομάριος καὶ ὁ φροντιστὴς περὶ πά- σης χρείας φροντίζωσιν ἐπιμελῶς, ἵνα μὴ τῷ κρί- ματι τῆς ἀμελείας συμπέσωσιν.