Epitimia
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epitimia (epitimia 26) [Sp.], MPG 31: 1308–1313.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg067.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
νβʹ Εἴ τις ἀκαίρως ἔρχεται εἰς τὸ ἑψητήριον ἢ εἰς τὸ κελλάριον ἐκτὸς τῶν ἐντετυπωμένων καὶ τῶν φροντιζόντων τῆς εὐταξίας, γενέσθω ἀπευλογίας.νγʹ Εἴ τις ἐξυπνισθεὶς παρά τινος λυπηθῇ ἐν τῷ καιρῷ τῆς ὑπηρεσίας ἢ τοῦ ἀναγνώσματος, ἀφ- οριζέσθω.νδʹ Εἴ τις περισσῶς μετὰ τὴν ἐπίσκεψιν τὴν μετὰ τὰ ὀρθρινὰ εἰσέρχεται εἰς τὸ νοσοκομεῖον, ἐκτὸς τῶν ἡσυχαστῶν καὶ τὴν φροντίδα ἐγκεχειρισμένων, γενέσθω ἀπευλογίας.νεʹ Εἴ τις παρὰ γνώμην τοῦ νοσοκόμου εἰσελθὼν ἀναπαύει εἰς τὸ νοσοκομεῖον, γενέσθω ἀπευ- λογίας· εἰ δὲ θλίβεται ἢ ἀῤῥωστεῖ, δηλούτω πρῶ- τον τῷ νοσοκόμῳ.νϚʹ Εἴ τις τῶν κακουμένων ἀλλάσσει τόπον, ὅπου κοιμᾶται, παρὰ γνώμην τοῦ νοσοκόμου, ἀφοριζέ- σθω.νζʹ Εἴ τις τῶν τετυπωμένων ὑπηρετῶν ἐν τῷ νοσοκομείῳ παρατιθεῖ τι ἀδελφῷ παρὰ γνώμην τοῦ νοσοκόμου, γενέσθω ἀπευλογίας.νηʹ Εἴ τις τῶν ἀῤῥώστων εὑρεθῇ καταλλάσσων παρὰ γνώμην τοῦ νοσοκόμου, ἤ τινος τῶν ὑπηρετούντων, γενέσθω ἀπευλογίας.νθʹ Εἴ τίς εὑρεθῇ, ἐκτὸς τοῦ ἀρχιμανδρίτου, γράφων τινὶ ἢ δεχόμενος γράμματα, ἔστω ἀφωρισμένος.ξʹ Εἴ τις πέμπει τινὶ εὐλογίαν, ἢ δέχεται τι ποτε, παρεκτὸς τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλο- γίας.{ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΑΡΑΜΥΘΗΤΙΚΗ ΑΣΘΕΝΟΥΝΤΙ.} Πάτερ, εὐλόγησον. Ὁ βίος τῶν ἀνθρώπων βραχὺς, καὶ ὀλιγοχρό-νιος τῆς ἐπιμόχθου ζωῆς ἡ φαιδρότης, ἱστὸς ἀρά-χνης, εὐδιάλυτος ἡ δόξα, ἡ φαντασία τοῦ βίου ὄναρ,ἀλλὰ μακαριωτάτη τῶν δικαίων ἡ ἄνεσις. Ἀπέραν-τός ἐστιν ἡ ἐν οὐρανοῖς ἀνάπαυσις, ἀμαράντου φιλο-τίμου τὰ δῶρα, εἰκότως. Οὗ γὰρ ἀναλλοίωτοςἡ φύσις, τούτου καὶ ἄπαυστος ἡ δόσις. Διὸ πρόσκαι-ρος μὲν αὐτῶν ἐνθάδε ἡ πάλη· ἀΐδιος δὲ ἡ μετὰτῶν ἄθλων ἐκεῖσε νίκη. Ἱδροῦμεν γὰρ ὡς ἐνπαλαίστρᾳ τῷ βίῳ, ταῖς θλίψεσι παλαίοντες, καὶπολλοὺς ἀνταγωνιστὰς ἔχει ἡ φύσις. Αἱ ἡδοναὶ τὸστεῤῥὸν ὑπεκλύουσιν, αἱ τρυφαὶ τὸ ἀνδρεῖον μετ-αλλάττουσιν, αἱ ἀθυμίαι τὸν τόνον ἐκνευρίζου-σιν, αἱ συκοφαντίαι τὰς ὕβρεις καταχέουσιν, αἱ κο-λακεῖαι τὰς ἐπιβουλὰς προσπλάττουσιν, οἱ φόβοι εἰςἀπόγνωσιν σκελίζουσι, καὶ ἐν τοιαύτῃ ζάλῃχειμάζεται ἀπαύστως ἡ φύσις. Οὐδὲ γὰρ μόνον τὰλυπηρὰ τοῦ βίου φορτικὰ, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦνταἡδέα τῇ μεταβολῇ ἀνιᾷ, καὶ σχεδὸν θλίψεων καὶδακρύων μεστὸν ὁδεύομεν βίον, καὶ εἰ θέλειςγνῶναι, μάθε τὰ λυπηρὰ τοῦ βίου. Ἐσπάρη ὁ ἄν-θρωπος ἐν τῇ μήτρᾳ, ἀλλὰ θλῖψις τῇ σπορᾷἡγήσατο. Κατεβλήθη τὸ σπέρμα εἰς τὴν τῆς φύσεωςαὔλακα· εἰ μόνον ἐνθυμηθῶμεν, ἐρυθριῶμεν τὰπροοίμια τῆς γενέσεως. Ἠλλοιώθη τὸ καταβληθὲν εἰςαἷμα, ἐπαχύνθη τὸ αἷμα εἰς σάρκα, ἐμορφώθη ἡσὰρξ τῷ χρόνῳ, ἐψυχώθη τὸ μορφωθὲν ὑπὲρ λόγον,ἐτράφη ὁ ψυχωθεὶς τοῖς κατὰ φύσιν, σκιρτᾷ τὸἔμβρυον στενοχωρούμενον, δυσχεραίνει πρὸς τὸ τῆςφύσεως δεσμωτήριον· ἀλλ' ἦλθε μόλις ὁ χρόνος τοῦτόκου, ἐλύθη τῶν ὠδίνων τὰ κλεῖθρα, ἀνεῴχθησαν αἱτῆς φύσεως θύραι, ἀπέλυσεν ἡ μήτρα, ὃν κατεῖχεν·ἐξωλίσθησεν εἰς τὸν βίον ὁ τῆς θλίψεως πύκτης,ἀνέπνευσε τὸν ἀέρα ἡ τῆς κτίσεως γλῶσσα, καὶ τίμετὰ τοῦτο; Πρώτη φωνὴ, ἔκλαυσεν. Ἀρκεῖ ἀπὸτῶν προοιμίων γνῶναι τὸν βίον. Ἔπεσεν εἰς τὴν γῆντὸ βρέφος, καὶ οὐκ ἐγέλασεν· ἀλλ' εὐθὺς πεσὸν, τῶνπόνων ἀντελάβετο καὶ κλαίει. Ἔγνω γὰρ, ὅτι εἰςτὴν τῶν θλίψεων ἐναυάγησε θάλασσαν. Ἐτράφημετὰ δακρύων, ἀπεγαλακτίσθη μὴ βουλόμενον, εἰςπαῖδας τελεῖ, καὶ δέδοικε γονέας ἢ οἰκέτας. Μει-ρακίσκος ἐγένετο, καὶ παιδαγωγοῖς παρεδόθη εἰςλόγους. Ἴδε φόβος ἄνεσιν οὐκ ἔχων. Ἐῤῥᾳθύ-μησεν, ἐμαστίχθη, ἠγρύπνησεν, ἀλλ' ἐξέμαθε,προέκοψε κατάκρας, ἀπηρτίσθη ἐν λόγοις, ἐπεδεί-ξατο εὐδοκίμησιν, διὰ πάσης ἰδέας λόγων ἀστράπτει,νομικῆς πεπλήρωται πείρας, εἰς ἄνδρας προέβη τῷχρόνῳ, στρατείᾳ ἑαυτὸν ἐπέδωκεν. Ἀρχὴ πάλιν μει-ζόνων θλίψεων. Φοβεῖται ἄρχοντας, ὑφορᾶται ἐπι-βουλὰς, προσήλωται τῷ κέρδει, ἐρευνᾷ, λυσσᾷπερὶ τὸ κέρδος, ἀγρυπνεῖ, ἐν ταῖς δίκαις ζῇ, ἐν λο-γοθεσίοις ἀποδημεῖ, μὴ ἑλκόμενος, ἀκολουθεῖγὰρ ἄκων, κάμνει ὑπὲρ δύναμιν, ἐν ταῖς νυξὶφροντίζει, ἐν ἡμέρᾳ παρέστηκεν, ὡς δοῦλος. Ἡγὰρ χρεία τὴν ἐλευθερίαν ἐπώλησεν. Εἶτα μετὰταῦτα πολλάκις καμὼν καὶ ἀρέσας, τιμῶν ἠξιώθη,πρὸς ὕψος ἀρχῆς ἀνήχθη, ἐπιστατεῖ ἔθνεσι, στρα-τοπέδοις κελεύει, ὡς ὕπατος φιλοτιμεῖται, ἐσώρευσεπλοῦτον· ἀλλὰ συνέδραμε τοῖς καμάτοις ὁ χρόνος,καὶ συνέφθασε τῷ ἀξιώματι τὸ γῆρας, καὶ πρὶνἢ ἀπολαῦσαι τοῦ πλούτου, ἀπῆλθεν ἁρπασθεὶςτοῦ βίου, καὶ ἐν αὐτῷ τῷ λιμένι ὑπέμεινε τὸναυάγιον. Συνακολουθεῖ γὰρ ταῖς ματαίαις ἐλ-πίσι καταγελῶν τῶν βροτῶν ὁ θάνατος. Τοιοῦτος ὁτῶν ἀνθρώπων βίος, ἄστατος θάλασσα, ἀὴρ ἀνώμα-λος, ὄναρ ἀβέβαιον, ῥεῦμα παρατρέχον, καπνὸςδιαχεόμενος, σκιὰ μεταπηδῶσα, πέλαγος ὑπὸ κυμά-των ἐνοχλούμενον· καὶ ἡ μὲν ζάλη φοβερὰ, ὁ δὲπλοῦς ἐπισφαλὴς, οἱ δὲ ἐπιβάται νυστάζομεν. Φοβε-ρὰ γὰρ καὶ ἀγρία ἡ τοῦ βίου θάλασσα, μάταιαι αἱἐλπίδες, ὡς καταιγίδες σπιλάζουσαι. Αἱ θλίψειςὡς κύματα ὠρύονται, αἱ ἐπιβουλαὶ ὡς ὕφαλοικρύπτονται πέτραι, οἱ ἐχθροὶ ὡς κύνες περικεχή-νασιν, οἱ ἅρπαγες ὡς πειραταὶ ἐφεδρεύουσι, τὸγῆρας ὡς χειμὼν ἐπέρχεται, ὁ θάνατος ὡςναυάγιον ἐφίσταται. Εἶδες τὴν ζάλην, κυβέρνησόνσου τὸν χειμῶνα, βλέπε πῶς πλέεις, μὴ ὑπέραν-τλον ποιήσῃς τὸ σαυτοῦ σκάφος, ἢ τῷ ἐξ ἀδι-κίας πλούτῳ, ἢ τῷ ἐκ παθῶν φόρτῳ· διὰ τοῦτο ὁμακάριος Παῦλος ἀρτίως βοᾷ· Ἔστι πορισμὸςμέγας ἡ εὐσέβεια. Πλοῦτος οὐράνιος, θησαυρὸςμυστηρίων, σοφίας πέλαγος, γνῶσις ἀληθείας,προσκύνησις τῆς ἀκτίστου Τριάδος, ἔσοπτρον τοῦπαρθενικοῦ μυστηρίου, πίστις ἀπολυπραγμόνητος,ὁμολογία ἔρευναν φεύγουσα, κήρυγμα ὅσιον, διὰγλώσσης προσφερόμενον, δι' ἀκοῆς εἰσδυόμενον, ἐνψυχῇ ῥιζούμενον, καὶ Τριάδος ἔλλαμψιν χαριζόμε-νον. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐτ-αρκείας. Οὐδὲν γὰρ αὐταρκείας πλουσιώτερον, βίοςἀπέριττος, ἀνάπαυσις ἀφρόντιστος, πλοῦτος ἀνεπι-βούλευτος, χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλί-ψεως, ζωὴ ἀνενδεὴς, ἀπόλαυσις ἀνύβριστος. Οἱαὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτουζάλην. Πάντα γὰρ φοβεῖται ὁ πλούσιος· τὰς ἡμέρας,ὡς δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶνεὐκαιρίας· τὰς νύκτας, ὡς φροντίδων μάστιγας·τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. Καὶ οὐ μόνονκαιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶνδιορυγὰς, κλεπτῶν ἐπιβουλὰς, βιαστῶν συκοφαντίας,τῶν βιασθέντων τὰς κατηγορίας, τῶν δυνατω-τέρων τὰς διαρπαγὰς, τῶν οἰκετῶν τὰς κακουργίας,τῶν δηλατόρων τὰς περιεργίας, τῶν ἀναπρατ-τόντων τὴν ἀγνωμοσύνην, τῶν γειτόνων τὰςἐνθυμήσεις, τῶν τοίχων τὴν σαθρότητα, τῶν οἰκιῶντὰς καταπτώσεις, τῶν βαρβάρων τὰς ἐφόδους, τῶνπολιτῶν τοὺς δόλους, τῶν δικαζόντων τὰς ἀποφάσεις,τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσινἀφαίρεσιν. Ἄνθρωπε, εἰ τοσοῦτος ὁ χειμὼν τῆςκτήσεως, ποῦ τὸ ἔαρ τῆς ἀπολαύσεως; Ἔστι πορι-σμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐ τῷπαρόντι συγκατακλείεται βίῳ, φησίν. Ἀθάνατοςγάρ ἐστιν ἡ κτῆσις, πλούτῳ δαπανωμένῳ γὰροὐχ ἁλίσκεται. Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εἰσηνέγ-καμεν εἰς τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰσ-όδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆςπολιτείας. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον·γυμνοὶ τῆς μητρῴας γαστρὸς ἐξήλθομεν. Οὐδὲν