The Greek Library Author

Anonymous

Consolatoria ad aegrotum

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Consolatoria ad aegrotum [Sp.] (sub auctore Proclo), MPG 31: 1713–1722.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg068.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

1720

εἰσῆλθες ἔχων, πλεονέκτα· οὐ χρυσόν· ἐκ γῆς γὰρ

μεταλλεύεται· οὐκ ἄργυρον· οὐ γὰρ συνεσπάρη· οὐκ

ἐσθῆτα· τέχνης γὰρ ὑφαντικῆς ἐπίνοια· οὐ κτήμα-

τα, ἅπερ ἐφιλέργησε πλοῦτος, καὶ ᾠκοδόμησαν χεῖ-

ρες· οὐκ ἀξίωμα, εἰ μὴ μόνον τὸ κατ' εἰκόνα·

οὐ δυναστείαν, ἣν φθείρει χρόνος, καὶ θερίζει θά-

νατος. Γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, εἴθε καὶ γυ-

μνὸς ἁμαρτημάτων ἐξέλθοις τοῦ βίου! Οὐδὲν εἰσ-

ηνέγκαμεν εἰς τὸν βίον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι

δυνάμεθα. Καὶ οὐδὲν, ὦ Παῦλε, τῶν τοῦ βίου

ἐκφέρομεν; Τῶν τοῦ βίου οὐδὲν, εἰ μὴ μόνον ἀρετὰς,

εἰ ἐπράξαμεν. Ἐκφέρομεν σωφροσύνην, εἰ ἠνθή-

σαμεν. Ἐκφέρομεν ἐλεημοσύνην, εἰ ἐπλουτή-

σαμεν. Αὗται ψυχῇς συνήγοροι, βίου ἄγ-

κιστρα. Ἐνταῦθα πλοῦτος ἀπομένει, ἁρπάζεται

χρυσὸς, μερίζεται ἄργυρος, πιπράσκεται κτή-

ματα, ληθαργεῖται δόξα, παύεται δυναστεία,

σβέννυται φόβος. Τῇ γὰρ σκηνῇ τοῦ βίου συν-

διαλύεται τὸ σχῆμα. Τί οὖν, Ἔχοντες

διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό-

μεθα. Φεύγω τὸ περιττὸν, ὡς ἄχρηστον, καὶ ζητῶ

τὸ ἀναγκαῖον, ὡς ἀκατηγόρητον. Ἕστηκεν ἐκεῖ

γυμνὸς ὁ πλούσιος, εἰ μὲν ἔχει ἀρετὰς, κἀκεῖ πλού-

σιος· εἰ δὲ τούτων γυμνὸς, πένης αἰώνιος. Οὐδὲν

γὰρ τῆς ἐναρέτου πενίας πλουσιώτερον. Πέτρος πέ-

νης· ἀλλ' ἐσκύλευσε θάνατον. Ἰωάννης πένης·

ἀλλὰ χωλοῦ ἀνώρθωσε πόδας. Φίλιππος πένης· ἀλλ'

εἶδεν ἐν τῷ Υἱῷ τὸν Πατέρα. Ματθαῖος πένης· ἀπ-

εδύσατο γὰρ μετὰ τῆς ἁρπαγῆς τὸν πλοῦτον. Θωμᾶς

πένης· ἀλλ' ὤρυξε θησαυρὸν ἀνελλιπῆ τὴν πλευρὰν

τοῦ Δεσπότου. Παῦλος πένης· ἀλλὰ τοῦ παραδείσου

1721

γέγονε κληρονόμος. Ὁ Δεσπότης κατὰ σάρκα

πένης· θεότητι γὰρ πλούσιος ἄμετρος. Ἰδοὺ γὰρ

σήμερον ἐξέχεε τὸν τῆς ἰάσεως πλοῦτον, τὴν

πενθερὰν Πέτρου νόσου ἀπήλλαξε, τῇ ἁφῇ τὸν πυ-

ρετὸν ἐφυγάδευσεν. Ἤγειρε, μὴ περιοδεύσας,

τὴν κάμνουσαν· ὕλη οὐκ ἐφαίνετο, καὶ ἴασις

ἐσχεδιάζετο. Πόνους πλουσίους ἀνάλωσε, καὶ

οὐδεὶς ὁ ἐλεῶν. Ἐνταῦθα δὲ μόνον ἐπέστη ὁ τῆς

φύσεως ἰατρὸς, ἐλύθη τοῦ σώματος ὁ χειμών.

Καὶ βλέπε μοι τὸ θαυμαστόν. Τρεῖς ἐν ταυτῷ

ἐθεράπευσε, δύο ἄνδρας καὶ μίαν γυναῖκα, τὸν Λά-

ζαρον, τὸν τῆς χήρας υἱὸν, τὴν θυγατέρα Ἰαείρου,

καὶ διὰ τί ἄκουε· ἀπόῤῥητος γὰρ ὁ λόγος. Ἵνα

δείξῃ, ὅτι αὐτός ἐστι νόμου καὶ χάριτος Δεσπότης,

διὰ τοῦτο τὴν ὁμοίαν ἐν ἑτέροις σώζει εἰκόνα.

Ὥσπερ γὰρ ἐκεῖ τρεῖς ἐπέστησε τῷ λαῷ δημα-

γωγοὺς, τὸν Μωσέα, τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ.

Ἄκουε αὐτοῦ ἐν προφήταις βοῶντος· Λαός μου, τί

ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἀποκρίθητί μοι,

διότι ἀπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν

καὶ τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ; Τὸν Μωσέα εἰς

πρόσωπον τοῦ νόμου· τὸν Ἀρὼν εἰς πρόσωπον τῶν

προφητῶν, καὶ τὴν Μαριὰμ εἰς πρόσωπον τῆς Ἐκ-

κλησίας, ἢν ἐπήρωσε τῶν εἰδώλων ἡ ἀκαθαρσία,

καὶ ἰάσατο ἡ τοῦ σαρκωθέντος φιλανθρωπία. Διὰ

τοῦτο ἡ Ἐκκλησία, καθάπερ Μαριὰμ, ἐλευθερω-

θεῖσα τοῦ νοητοῦ Φαραὼ, τοῦ διαβόλου, καὶ τῆς

τῶν δαιμόνων καταδυναστείας, καθάπερ Αἴγυπτον

ὁρῶσα ὑπὸ τὸ πέλαγος τῆς κολυμβήθρας τὸν παλαιὸν ἄνθρωπον πνιγέντα, λαβοῦσα τὸ τύμπανον τῆς εὐ-

χαριστίας, καὶ ἐναρμόσασα τῷ ξύλῳ τοῦ σταυροῦ τὰς χορδὰς τῶν ἀρετῶν, ἀνακρουομένη βοᾷ· Ἄσωμεν

τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἐξ οὐρανοῦ κατῆλθε, καὶ τοῦ Πατρὸς οὐκ ἐχωρίσθη· ἐν σπηλαίῳ

ἐτέχθη, καὶ τὸν θρόνον οὐκ ἐγύμνωσε· ἐν φάτνῃ ἀνεκλίθη, καὶ τοὺς πατρικοὺς κόλπους οὐκ ἐκένω-

σεν· ἐκ παρθένου σαρκωθεὶς ἐγεννήθη, καὶ ἔμεινεν, ὡς Θεὸς, ἀπάτωρ· κατέβη, καὶ τῶν ἄνω οὐκ ἐχω-

ρίσθη· ἀνέβη, καὶ τῇ Τριάδι προσθήκην οὐκ ἐποίησεν· ἐν μορφῇ δούλου ἐφάνη, καὶ τὸ πρὸς τὸν Πα-

τέρα ἰσότιμον οὐκ ἀπώλεσεν· ἀλλ' ἔστιν ὁ Λόγος καὶ εἰκὼν, καὶ ἀπαύγασμα, καὶ χαρακτήρ. Λόγος, οὐ-

δέποτε γὰρ τοῦ νοῦ ἀφίσταται· εἰκὼν, οὐ κηρόχυτος σανὶς, ἀλλὰ σφραγὶς ἰσότυπος· ἀπαύγασμα, συν-

αΐδιον γὰρ τὸ φῶς τῷ ἡλίῳ· χαρακτὴρ, ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Αὐτῷ ἡ δόξα καὶ τὸ

κράτος σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας

τῶν αἰώνων. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΕΛΕΟΥΣ ΚΑΙ ΚΡΙΣΕΩΣ.} Πάτερ, εὐλόγησον. Ὁ μὲν ἐπιλανθανόμενος τοῦ Θεοῦ κόσμος, ἀδελ-φοὶ, ἀδικίᾳ τῇ πρὸς τὸν πλησίον, καὶ ἀπαν-θρωπίᾳ τῇ πρὸς τοὺς ἀδυνάτους κρατεῖται, καθά-περ ὁ θεῖος Ἀπόστολος λέγει, ὅτι Καθὼς οὐκἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει,παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν,ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺςφθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψι-θυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς,ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γο-νεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀστόργους,ἀνελεήμονας· οὓς δὲ εἰς θεοσέβειαν ἐπανάγειΘεὸς, διδάσκει καὶ τὴν τῶν κακῶν ἀποχὴνκαὶ τὴν τοῦ ἐλέους πρὸς τὸν πλησίον ἐπιμέ-λειαν· ὥσπερ ὁ προφήτης ἐδίδαξεν Ἡσαΐας ἐκπροσώπου τοῦ Θεοῦ λέγων· Παύσασθε ἀπὸ τῶνπονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν. Καὶ εἶχενὁ νόμος πολλὰ μὲν προστάγματα περὶ τοῦ μὴ βλά-πτειν τὸν πλησίον, ἐντολὰς δὲ καὶ περὶ τοῦ φιλ-ανθρωπεύεσθαι καὶ ἐλεεῖν. Εἰ γάρ τις τὸ ἕτεροντούτων καταλίποι, θάτερον οὐχ ἱκανὸν εἰς διόρθω-σιν ἀνθρώπου. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶνεὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ τῷ Θεῷ,οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶμεταδοίη τῶν ἑαυτοῦ. Περὶ μὲν γὰρ τῶν ἀδικούντωνκαὶ δῶρα Θεῷ προσφέρειν ἐπιχειρούντων γέγραπται·Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴεἰσακοῦσαι πένητος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶοὐκ ἔσται ὁ ἐπακούων. Διὰ τοῦτο ἡ Παροιμία συμ-βουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πό-νων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιο-σύνης. Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλειςπροσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τὴντοιαύτην κτῆσιν, μήτε προσφέρειν ἐξ αὐτῆς. Καθα-ρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται·Εὐχαὶ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ. Καὶ πά-λιν, εἰ κτώμενος ἐκ δικαίων πόνων μὴ προσφέρειςΘεῷ προσφορὰς, ἀφ' ὧν τρέφονται πένητες, ἁρπαγὴλογισθήσεταί σοι καθά φησι διὰ τοῦ προφήτου Μα-λαχίου, ὅτι Αἱ ἀπαρχαὶ καὶ τὰ ἐπιδέκατα μεθ'ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοιςὑμῶν. Δεῖ τοίνυν, ἔλεον καὶ κρίσιν συγκεράσανταςὑμᾶς, κτᾶσθαι μὲν μετὰ κρίσεως, ἀναλίσκειν δὲεἰς ἔλεον, κατὰ τὸ γεγραμμένον· Ἔλεον καὶ κρῖμαφυλάσσου, καὶ ἔγγιζε πρὸς Θεόν σου διαπαντός.Ἐλεημοσύνην γὰρ καὶ κρίσιν ἀγαπᾷ ὁ Θεός. Διόπερἐγγίζει πρὸς Θεὸν ὁ τοῦ ἐλέους καὶ τῆς κρίσεωςπρονοούμενος. Λοιπὸν ἐνταῦθα ἐξεταζέτω τις ἑαυ-τὸν, καὶ σκοπείτω τοὺς ἰδίους πόρους ὁ πλού-σιος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ· μὴ τὸν πέ-νητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο,μὴ τὸν ὑποκείμενον αὐτῷ πεπλεονέκτηκεν, ἐξουσίᾳχρώμενος ἀντὶ δικαιοσύνης. Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσό-τητα κελευόμεθα φυλάττειν καὶ πρὸς τοὺς δούλους. Μὴγὰρ, ὅτι κρατεῖς, βιάζου, μηδὲ, ὅτι δύνασαι, πλεονέκτει·ἀλλ' ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δι-καιοσύνης. Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴνἀπόδειξιν τῆς πρὸς τὸν Θεὸν ὑπακοῆς καὶ τοῦ φόβου,