The Greek Library Author

Anonymous

Sermo ob sacerdotum instructionem

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Sermo ob sacerdotum instructionem (recensio brevior) [Sp.], MPG 31: 1685–1688.
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg070.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

31

1688

μηδὲ μεταδίδῳς τὸ θεῖον σῶμα ὅπου οὐ χρή. Σεαυτὸν

ἄξιον ποίησον τῶν ἱερῶν κανόνων, καὶ συλλειτούργει

ὡς οἱ κανόνες ἀπόθενται. Ὅρα οὖν πῶς παρίστασαι

τῇ ἁγίᾳ τραπέζῃ, καὶ πῶς ἱερουργεῖς, καὶ τίνος

μεταδίδως, καὶ πῶς καταστέλλεις· ὅρα οὖν, μὴ ἐπι-

λάθῃ τὰς δεσποτικὰς ἐντολὰς καὶ τῶν ἁγίων αὐτοῦ

μαθητῶν τὰς παραδόσεις· φησὶ γάρ· «Μὴ δότε τὰ

ἅγια τοῖς κυσὶ, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας μου

ἔμπροσθεν τῶν χοίρων.» Ὅρα οὖν καὶ σὺ, μὴ φόβῳ

ὑπαχθῇς ἀνθρωπίνῳ, καὶ παραδώσῃς τὸν Υἱὸν τοῦ

Θεοῦ εἰς χεῖρας ἀναξίων· ἀλλὰ μὴ ἐντραπῇς τινα

τῶν ἐνδόξων τῆς γῆς, ἀλλὰ μηδὲ αὐτῶν τῶν τὸ διά-

δημα φορούντων πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ ὅτε ἱε-

ρουργήσαις. Βλέπε τοὺς βουλομένους τὰ δῶρα μετα-

λαμβάνειν ἐν τοῖς οἴκοις· σὺ ὄψει, ὅτι καὶ ὑπὸ γυναι-

κῶν χαρίζονται, ἀλλὰ καὶ ἀναξίων. Ὅρα οὖν, ὡς οἱ

θεῖοι κανόνες καὶ αἱ σύνοδοι τῶν ἁγίων Πατέρων

ἐπεκύρωσαν· οὕτω πράττε, καὶ μὴ μεταδίδῳς ἀν-

αξίοις ἢ λαϊκοῖς, παρὰ ἐπιστρέψαι αὐτοὺς τῇ ὀρθοδόξῳ

πίστει. Οὐαὶ δὲ τοῖς μεταδιδοῦσιν αὐτοῖς! Ὅρα οὖν

μὴ μυῖαι ἐμπέσωσι εἰς τὸ ἅγιον ποτήριον, ἢ ἐξ

ἀμελείας σου νοτισθῇ, ἢ μοχλιάσῃ, ἢ κονοπισθῇ, ἢ

ἐγχειρισθῇ ὑπὸ αἱρετικῶν· ἀλλὰ βλέπε πῶς κατα-

στέλλεις μετὰ τὴν συμπλήρωσιν τῆς θείας λειτουρ-

γίας, μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, ἢ ἀπομείνῃ

ἐν τῷ ποτηρίῳ· ἢ ἔχον νᾶμα τὸ ἅγιον ποτήριον, καὶ

κονοπισθῇ· ἀλλὰ ἀμφότερα καταστείλας, πορεύου ἐν

εἰρήνῃ. Ταύτην τὴν παράδοσιν ἐὰν φυλάξῃς, ὦ ἱε-

ρεῦ, σώσεις σεαυτὸν, καὶ οὓς μέλλεις διδάσκειν· εὐ-

χόμενος καὶ ὑπὲρ ἐμοῦ τοῦ τάλανος πρὸς Κύριον,

ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

{ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ.}{Εὐχὴ τοῦ καταπετάσματος.}{Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ·} Δοξάζομέν σε, δημιουργὲ καὶ βασιλεῦ τῶν ὅλων,καὶ προσκυνοῦμεν τὸ ἄῤῥητον καὶ σεβάσμιόν σουὄνομα. Ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐλέησον ἡμᾶς, καὶῥῦσαι ἡμᾶς ἀπὸ πάντων πειρασμῶν, ὅτι παρὰ σοῦβοήθεια καὶ ἀντίληψις. Σῶσον τὸν λαόν σου, ὃν περι-εποιήσω διὰ τοῦ αἵματος τοῦ Χριστοῦ σου, δι' οὗ καὶμεθ' οὗ σοι ἡ τιμή.{Εὐχὴ ἄλλη τῆς θείας λειτουργίας τοῦ Ἀποστό-λου καὶ ἀδελφοθέου Ἰακώβου.} Ὁ Θεὸς ὁ διὰ πολλὴν καὶ ἄφατόν σου φιλανθρω-πίαν ἐξαποστείλας τὸν μονογενῆ σου Υἱὸν εἰς τὸνκόσμον, ἵνα πεπλανημένον ἐπιστρέψῃ πρόβατον, μὴἀποστραφῇς ἡμᾶς τοὺς ἁμαρτωλοὺς, ἐγχειροῦντάςσοι τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν. Οὐγὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμὲν,ἀλλ' ἐπὶ τῷ ἐλέει σοῦ τῷ ἀγαθῷ, δι' οὗ τὸ γένοςἡμῶν περιποιῇ. Ἱκετεύομεν τὴν σὴν ἀγαθότητα, καὶπροσπίπτομέν σοι, ἵνα μὴ γένηται εἰς κατάκριμα τῷλαῷ σου τὸ οἰκονομηθὲν ἡμῖν τοῦτο πρὸς σωτηρίανμυστήριον, ἀλλ' εἰς ἐξάλειψιν ἁμαρτιῶν, εἰς ἀνανέω-σιν ψυχῶν καὶ σωμάτων, εἰς εὐαρέστησιν σὴν, τοῦΘεοῦ καὶ Πατρὸς, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶἀγαθοῦ, καὶ ζωοποιοῦ, καὶ ὁμοουσίου σου Πνεύμα-τος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.{Εὐχὴ περὶ τῆς εἰρήνης.}{Εἰρήνη πᾶσι.} Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορακαὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου δὲ καὶΘεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗδεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲΚύριε. Μνήσθητι, Κύριε τῆς εἰρήνης, τῆς ἁγίας,μόνης, καθολικῆς καὶ ἀποστολικῆς σου Ἐκκλησίας.Προσεύχεσθε ὑπὲρ τῆς εἰρήνης τῆς ἁγίας, μόνης, κ.τ.λ. Τῆς ἀπὸ περάτων τῆς οἰκουμένης μέχρι τῶνπεράτων αὐτῆς, καὶ πάντων τῶν λαῶν, καὶ πάν-των τῶν ποιμνίων. Τὴν ἐξ οὐρανοῦ εἰρήνην βρά-βευσον ταῖς ἁπάντων ἡμῶν καρδίαις· ἀλλὰ καὶ τοῦβίου τούτου εἰρήνην ἡμῖν δώρησαι. Τὸν βασιλέα,τὰ στρατιωτικὰ τάγματα, τοὺς ἄρχοντας, βουλὰς,δήμους, γείτονας ἡμῶν, εἰσόδους καὶ ἐξόδους ἡμῶν,ἐν πάσῃ εἰρήνῃ κατακόσμησον. Βασιλεὺς τῆς εἰρή-νης, τὴν σὴν εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδω-κας ἡμῖν. Κτῆσαι ἡμᾶς, ὦ Θεός· ἐκτός σου ἄλλονοὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Ζωοποίη-σον τὰς ἁπάντων ἡμῶν ψυχὰς διὰ τοῦ ἁγίου σουΠνεύματος· καὶ μὴ κατισχύσῃ θάνατος ἁμαρτίαςκαθ' ἡμῶν τῶν δούλων σου, μηδὲ κατὰ παντὸς τοῦλαοῦ σου.{Εὐχὴ περὶ τοῦ πάπα.} Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορακαὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου δὲ καὶΘεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗδεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲΚύριε. Μνήσθητι, Κύριε, τοῦ ἁγιωτάτου καὶ μακα-ριωτάτου ἀρχιερέως ἡμῶν Ἄββα Δ. πάπα καὶ πα-τριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας. Συν-τηρήσων συντήρησον ἡμῖν αὐτὸν ἔτεσι πολλοῖς καὶχρόνοις εἰρηνικοῖς, ἐκτελοῦντα αὐτὸν τὴν ὑπὸ σοῦἐμπεπιστευμένην αὐτῷ ἁγίαν ἀρχιερωσύνην, κατὰτὸ ἅγιον καὶ μακάριόν σου θέλημα· ὀρθοτομοῦντατὸν λόγον τῆς ἀληθείας, καὶ ποιμαίνοντα τὸν λαόνσου ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· σὺν πᾶσιν ὀρθοδό-ξοις ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, σὺν παντὶτῷ πληρώματι τῆς ἁγίας, καὶ μόνης, καθολικῆςκαὶ ἀποστολικῆς σου Ἐκκλησίας· εἰρήνην καὶ ὑγί-ειαν αὐτοῖς τε καὶ ἡμῖν χαριζόμενος ἐκ πασῶν τῶνἡμερῶν. Τὰς δὲ εὐχὰς αὐτῶν, ἃς ποιοῦνται ὑπὲρἡμῶν, καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ σου, καὶ ἡμεῖςὑπὲρ αὐτῶν, πρόσδεξαι ἐπὶ τὸ οὐράνιον καὶ εὐλο-γημένον σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας. Πάνταμὲν ἐχθρὸν αὐτοῦ ὁρατὸν ἢ ἀόρατον σύντριψον καὶκαθυπόταξον ὑπὸ τοὺς πόδας αὐτοῦ ἐπὶ τάχει· αὐ-τὸν δὲ ἐν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ ἐν εἰρήνῃ καὶ δικαιο-σύνῃ διαφύλαξον,{Εὐχὴ περὶ τῆς ἐπισυναγωγῆς.} Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορακαὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα Κυρίου δὲ καὶ Θεοῦκαὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ δεόμεθα... τας τὸ θέλημά σου τὸ ἅγιον χάριτι καὶ οἰκ-τιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ,δι' οὗ καὶ μεθ' οὗ. κ.τ.λ.{Ὁ λαὸς λέγει· Πιστεύω εἰς ἕνα Θεόν.}{Εὐχὴ ἀσπασμοῦ τοῦ ἁγίου Βασιλείου.}{Εἰρήνη πᾶσιν.} Κύριε ὁ Θεὸς, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴνζωὴν ταύτην, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν,ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυ-ψιν· σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύ-την ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ ἁγίου.Εὐδόκησον δὴ, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνουςτῆς Καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σουμυστηρίων, ἵνα ἄξιοι γενώμεθα τοῦ προσφέρειν σοιδῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημά-των καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων. Καὶ δὸς ἡμῖνμετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς προσ-κομίσαι σοι τὴν πνευματικὴν ταύτην καὶ ἀναίμα-κτον θυσίαν, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερ-ουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐ-ωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σουΠνεύματος. Ναὶ, ὦ Θεὸς, ἐπίβλεψον ἐφ' ἡμᾶς, καὶἔπιδε ἐπὶ τὴν λογικὴν λατρείαν ἡμῶν ταύτην, καὶπρόσδεξαι αὐτὴν, ὡς προσεδέξω ἐκ τῶν ἁγίων σουἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν. Οὕτωςκαὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαιτὰ προκείμενα δῶρα ταῦτα ἐν τῇ χρηστότητί σου,Κύριε, καὶ δὸς γενέσθαι εὐπρόσδεκτα, ἡγιασμέναἐν Πνεύματι ἁγίῳ, εἰς ἐξιλασμὸν τῶν ἡμετέρωνπλημμελημάτων, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημά-των, καὶ εἰς ἀνάπαυσιν προκοιμηθέντων ψυχῶν,