Constitutiones asceticae
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Constitutiones asceticae [Sp.], MPG 31: 1320–1428.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg074.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
31
1324
εισπιπτούσας τῶν διὰ τὴν συζυγίαν ἀθρόως ἐφιπτα-
μένων, καθὼς ὁ Παῦλός φησιν· Ὁ γαμήσας με-
ριμνᾷ τὰ τοῦ κόσμου, τὰς φροντίδας ἐπηχθισμένος.
Ὁ μὲν γὰρ μόνος ἑαυτοῦ καὶ τῶν οἰκείων τοῦ σώ-
ματος ἀναγκῶν ἀνάσχοιτο ἂν, ἢ ἴσως καὶ περιφρο-
νήσειε ταύτας, ἑαυτὸν εἰς τοῦτο πείθειν εὐκόλως
δυνάμενος· ὁ δὲ γαμετῆς καὶ παίδων ἐπιμελούμε-
νος οὐκέτι τῆς οἰκείας γνώμης κύριος γίνεται, ἀλλὰ
ἀνάγκην ἔχει ταύτῃ τὰ καθ' ἡδονὰς πράττειν, καὶ
περὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀσχολούμενος, πολ-
λὴν ἄβυσσον ἐπαντλεῖσθαι φροντίδων, ἃς καταλέγειν
μακρότερον ἢ κατὰ τὸν παρόντα καιρὸν ἂν εἴη.
Ὁ τοίνυν τῶν τοῦ κόσμου δεσμῶν ἐλεύθερος
εἶναι γλιχόμενος τὸν γάμον ὥσπερ τινὰς πέδας ἀπ-
έφυγε· τοῦτον δὲ ἀποφυγὼν, τὸν ἑαυτοῦ βίον
ἀνέθηκε Θεῷ, καὶ τὴν ἁγνείαν καθωμολόγησεν· ὡς
μήτε ἄδειαν ὑπάρχειν αὐτῷ τῆς ἐπὶ τὸν γάμον ἐπι-
στροφῆς, ἀλλ' ἔχεσθαι αὐτὸν ἐκ παντὸς τρόπου τῶν
ὑπὲρ τῆς ἁγνείας ἀγωνισμάτων φύσει προσπαλαίον-
τα, καὶ ταύτης ταῖς βιαιοτέραις ὁρμαῖς. Ἐραστὴς
γὰρ ὁ τοιοῦτος τοῦ Θεοῦ καταστὰς, καὶ τῆς ἐκείνου
ἀπαθείας, κατὰ γοῦν τὸ σμικρότατον, κατασχεῖν
ἐφιέμενος, καὶ τῆς πνευματικῆς ἁγιότητος, γαλήνης
τε καὶ ἀταραξίας, καὶ ἡμερότητος, καὶ τῆς ἐκ τού-
των τικτομένης εὐφροσύνης τε καὶ χαρᾶς ἐπιθυμῶν
ἀπογεύσασθαι, παντὸς μὲν ὑλικοῦ καὶ σωματικοῦ
πάθους τοῦ τὴν ψυχὴν ἐπιθολοῦντος, πόῤῥω τοὺς
λογισμοὺς ἀπάγειν ἐσπούδακε· καθαρῷ δὲ καὶ ἀν-
επισκιάστῳ ὄμματι τῆς ψυχῆς τὰ θεῖα περιαθρεῖ,
ἀπλήστως τοῦ ἐκεῖθεν φωτὸς ἐμφορούμενος. Εἰς
τοιαύτην τε ἕξιν καὶ κατάστασιν τὴν ψυχὴν ἐξ-
ασκήσας, οἰκειοῦται κατὰ τὴν ἐγχωροῦσαν ὁμοίω-
σιν τῷ Θεῷ, ἐπέραστός τε καὶ ποθεινότατος αὐτῷ
γίνεται· οἷα δὴ μέγα τι ἆθλον καὶ δυσήνυτον ἀνα-
τλὰς, καὶ ἐκ τῆς κατὰ τὴν ὕλην συγκράσεως δυνη-
θεὶς ἀκραιφνεῖ καὶ κεχωρισμένῃ τῇ διανοίᾳ τῆς τῶν
1325
σωματικῶν ἐπιμιξίας παθῶν προσομιλῆσαι Θεῷ.
Οὐκοῦν πρέπον τε καὶ ἀκόλουθον τὸν εἰς τοιαύτην
ἕξιν διὰ τῆς προειρημένης ἀσκήσεως ἀνελθόντα μὴ
κατασπᾶσθαι πάλιν διὰ τῶν τῆς σαρκὸς ἐρεθισμῶν
πρὸς κοινωνίαν τῶν ἐκείνης παθῶν· μηδὲ τοὺς ἐκεῖ-
θεν ἀτμοὺς ἀνιόντας δεχόμενον, ὥσπερ ἀχλύϊ τινὶ
βαθυτάτῃ ἀμαυροῦσθαι τὸν τῆς ψυχῆς ὀφθαλμόν·
καὶ ἀποπίπτειν τῆς θείας καὶ πνευματικῆς θεωρίας,
ὑπὸ τοῦ καπνοῦ τῶν παθημάτων τὸ βλέμμα τοῦ λο-
γισμοῦ δριμυσσόμενον.
{ΚΕΦΑΛΑΙΟΝ Αʹ}
{Περὶ τοῦ δεῖν τὴν εὐχὴν προτιθέναι πάντων.}
Πᾶσα πρᾶξις, ἀγαπητὲ, καὶ πᾶς λόγος
τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κανών ἐστιν εὐ-
σεβείας τε καὶ ἀρετῆς. Διά τοι τοῦτο καὶ ἐνηνθρώπη-
σεν, ὡς ἐν εἰκόνι διαγράφων ἡμῖν εὐσέβειάν τε καὶ
ἀρετὴν, ἵνα κατὰ δύναμιν ἕκαστος καὶ ἑκάστη ὁρῶν-
τες ζηλώσωμεν τὸ ἀρχέτυπον. Διὰ γὰρ τοῦτο φορεῖ
τὸ ἡμέτερον σῶμα, ἵνα καὶ ἡμεῖς αὐτοῦ τὴν πολι-
τείαν, ὡς οἷόν τε, μιμησώμεθα. Σὺ τοίνυν, ὅταν
ἀκούσῃς λόγον ἢ πρᾶξιν αὐτοῦ, μὴ παρέργως καὶ
ἁπλῶς καὶ ὡς ἔτυχεν ἄκουε· ἀλλ' ἔμβαινε εἰς
τὸ βάθος τῶν θεωρημάτων· γίνου κοινωνὸς τῶν μυ-
στικῶς παραδεδομένων. Μάρθα μὲν γὰρ τὸν Κύριον
ὑποδέχεται· καθέζεται δὲ πρὸς τοὺς πόδας αὐτοῦ
Μαρία· ἐν δυσὶ δὲ ἀδελφαῖς καλὴ προθυμία· διά-
στησον μέντοι τὰ πράγματα. Ἡ μὲν γὰρ Μάρθα
διηκόνει, παρασκευάζουσα τὰ πρὸς δεξίωσιν τῆς
σωματικῆς αὐτοῦ χρείας· ἡ δὲ Μαρία, καθημένη
πρὸς τοὺς πόδας αὐτοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ
μὲν οὖν ἀνέπαυε τὸ φαινόμενον, ἡ δὲ ἐδούλευε τῷ
ἀοράτῳ. Ἦν γὰρ ἀληθῶς καὶ ἄνθρωπος καὶ Θεὸς ὁ
παρὼν, ὁ αὐτὸς Δεσπότης ἀμφοτέρων τῶν γυναι-
κῶν τὴν προθυμίαν ἀπεδέξατο. Ἀλλ' ἡ μὲν Μάρθα,
καμάτῳ πιεζομένη, μεσίτην γενέσθαι παρεκάλει
τὸν Κύριον, ἵνα προσλάβῃ βοηθὸν τὴν ἰδίαν ἀδελφὴν
τῆς διακονίας. Εἰπὲ, φησὶν, αὐτῇ, ἵνα ἀνα-
στᾶσα συνδιακονῇ μοι. Ὁ δὲ Κύριος πρὸς αὐτήν·
Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολ-
λά. Ἑνὸς δέ ἐστι χρεία. Μαρία γὰρ τὴν ἀγαθὴν
μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ'
αὐτῆς· Οὐδὲ γὰρ ἐπὶ τοῦτο πάρεσμεν, ἵνα ἐπὶ στι-
βάσιν ἀναπέσωμεν, καὶ τὴν κοιλίαν θρέψωμεν· ἀλλὰ
πάρεσμεν, ἵνα ὑμᾶς θρέψωμεν λόγῳ ἀληθείας καὶ
θεωρίᾳ μυστηρίων. Τὴν μὲν οὖν οὐκ ἀπέστρεψεν
1328
ἀφ' ὧν ἐποίει, τὴν δὲ ἀπεδέξατο ἐφ' οἷς προσεῖχεν.
Ὅρα μοι τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναι-
κῶν εἰσαγομένας· τὴν μὲν μίαν ἐλάττω, τὴν δια-
κονίαν τὴν σωματικωτέραν ἑλομένην, πλὴν ὅτι καὶ
αὐτὴν χρησιμωτάτην· τὴν δὲ ἀναβεβηκυῖαν τῇ
θεωρίᾳ τῶν μυστηρίων κρείττονα καὶ πνευματι-
κωτέραν. Ταῦτα σὺ ὁ ἀκροατὴς πνευματικῶς
ἐκλάμβανε, καὶ ὃ θέλεις ἔκλεξαι. Εἰ μὲν βούλῃ
διακονεῖν, διακόνει ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ.
Αὐτὸς γὰρ ἔλεγεν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων
τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Κἂν γὰρ ξένους δέχῃ, κἂν πτωχοὺς ἀναπαύῃς, κἂν
τοῖς ὀδυνωμένοις ἐπικάμπτῃ, κἂν τοῖς ἐν ἀνάγκῃ καὶ
συμφορᾷ χεῖρα βοηθείας ὀρέγῃς, κἂν ἀῤῥώστοις
ὑπηρετῇς, πάντα εἰς ἑαυτὸν ὁ Χριστὸς ἀναδέχεται.
Εἰ δὲ θέλῃς τὴν Μαρίαν ζηλῶσαι καταλελοιπυῖαν
τὴν τοῦ σώματος διακονίαν, ἀναβᾶσαν δὲ εἰς θεω-
ρίαν τῶν πνευματικῶν θεαμάτων, γνησίως
μέτελθε τὸ πρᾶγμα. Κατάλιπε τὸ σῶμα, ἔασον
γεωργίαν, ὀψοποιίαν τε καὶ παρασκευήν· κάθισον
δὲ παρὰ τοὺς πόδας τοῦ Κυρίου, καὶ ἄκουσον αὐτοῦ
τῶν λόγων, ἵνα κοινωνὸς γένῃ τῶν τῆς θεότητος
μυστηρίων. Ἡ γὰρ θεωρία τῶν Ἰησοῦ μαθημάτων
ἀναβέβηκε τοῦ σώματος τὴν διακονίαν.
Ἔλαβες τοίνυν, ἀγαπητὲ, τὰ ὑποδείγματα καὶ
τὴν ἀπόδειξιν. Ζήλωσον ἃ θέλεις, ἢ διάκονος ἔσο
πτωχῶν, ἢ ἐραστὴς δογμάτων Χριστοῦ. Εἰ δὲ δύνα-
σαι ἀμφότερα ζηλῶσαι, ἑκατέρωθεν ἀποφέρῃ τὸν
καρπὸν τῆς σωτηρίας. Πρῶτος μέντοι ἐστὶν ὁ πνευ-
ματικὸς λόγος, τὰ δὲ λοιπὰ πάντα δεύτερα. Μαρία
γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Ἂν τοίνυν
καὶ σὺ θέλῃς μύστης εἶναι Χριστοῦ, παρακαθέζῃ
μὲν αὐτοῦ τοῖς ποσὶ, δέχῃ δὲ αὐτοῦ τὸ Εὐαγγέλιον,
καταλείψεις αὐτοῦ ὅλον τὸν βίον, καὶ ἀμερίμνως διοί-
σεις· ἐπιλησθήσῃ δὲ καὶ τοῦ ἰδίου σώματος, καὶ
οὕτω δυνήσῃ προσδιαλέγεσθαι αὐτοῦ τοῖς θεωρήμα-
σιν, ἵνα ζηλώσῃς Μαρίαν, καὶ τὴν ἀνωτάτω καρπώσῃ
δόξαν. Προσευχόμενος δὲ, ὅρα μὴ ἄλλα ἀντ' ἄλλων
αἰτήσῃς, καὶ παροργίσῃς τὸν Κύριον, μὴ χρήματα,
μὴ δόξαν ἀνθρωπίνην, μὴ δυναστείαν, μὴ ἄλλο τι
τῶν παρερχομένων· ἀλλὰ αἴτει τὴν βασιλείαν τοῦ
Θεοῦ, καὶ πάντα τὰ πρὸς τὴν χρείαν τοῦ σώματος
αὐτός σοι παρέξει, καθώς φησιν αὐτὸς ὁ Κύριος·
Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δι-
καιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσε-
ται ὑμῖν. Προσευχῆς δὲ, ἀγαπητὲ, δύο εἰσὶ τρόποι·
ὁ μὲν ὁ τῆς δοξολογίας μετὰ ταπεινοφροσύνης· δεύ-
τερος δὲ ὁ τῆς αἰτήσεως ὑποβεβηκώς. Προσευχόμενος
οὖν, μὴ εὐθέως ἐπὶ αἴτησιν ἔρχου· εἰ δὲ μήγε, δια-
βάλλεις σου τὴν προαίρεσιν, ὡς ὑπὸ τῆς χρείας
ἀναγκαζόμενος προσεύχῃ τῷ Θεῷ. Ἀρχόμενος τοίνυν
προσευχῆς, κατάλιπε σεαυτὸν, γυναῖκα, τέκνα· ἔασον
τὴν γῆν, ὑπέρβηθι οὐρανὸν, κατάλιπε πᾶσαν τὴν
1329
κτίσιν ὁρατήν τε καὶ ἀόρατον, καὶ ἄρξαι ἀπὸ δοξο-
λογίας τοῦ ποιήσαντος τὰ πάντα, καὶ ὅταν δοξολογή-
σῃς αὐτὸν, μὴ πλανώμενος τὸν νοῦν ὧδε κἀκεῖσε,
μηδὲ Ἑλληνικῶς μυθολογῶν, ἀλλ' ἀπὸ τῶν ἁγίων
Γραφῶν ἐκλεγόμενος, καὶ λέγων· Εὐλογῶ σε, Κύριε,
τὸν μακρόθυμον, καὶ ἀνεξίκακον, τὸν καθ' ἑκάστην
ἡμέραν μακροθυμοῦντά μοι πλημμελοῦντι, καὶ δόντα
ἐξουσίαν πᾶσιν ἡμῖν μετανοίας. Διὰ γὰρ τοῦτο σιω-
πᾷς, καὶ ἀνέχῃ ἡμῶν, Κύριε, ἵνα σε δοξολογῶμεν τὸν
οἰκονομοῦντα τοῦ γένους ἡμῶν τὴν σωτηρίαν· ποτὲ
μὲν διὰ φόβων, ἄλλοτε δὲ διὰ παραινέσεων, ποτὲ
δὲ διὰ προφητῶν, ὕστερον δὲ διὰ τῆς παρουσίας τοῦ
Χριστοῦ σου ἐπισκεψάμενος ἡμᾶς. Σὺ γὰρ ἔπλασας
ἡμᾶς, καὶ οὐχ ἡμεῖς. Σὺ εἶ ὁ Θεὸς ἡμῶν.
Ὅταν δὲ δοξολογήσῃς ἀπὸ τῶν Γραφῶν, ὡς δύνα-
σαι, καὶ ἀναπέμψῃς αἶνον πρὸς τὸν Θεὸν, τότε ἄρ-
χου μετὰ ταπεινοφροσύνης, καὶ λέγε· Ἐγὼ μὲν,
Κύριε, οὐκ εἰμὶ ἄξιος ἐπὶ σοῦ φθέγξασθαι, διότι σφόδρα
ἁμαρτωλὸς τυγχάνω. Κἂν μὴ σύνοιδάς τι σεαυτῷ φαῦ-
λον, οὕτω χρή σε λέγειν. Οὐδεὶς γὰρ ἀναμάρτητος εἰ μὴ
μόνος ὁ Θεός. Πολλὰ γὰρ ἁμαρτάνοντες, τὰ πλεῖστα
οὔτε συνίεμεν. Διὰ τοῦτο φησὶν ὁ Ἀπόστολος· Οὐδὲν
ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι·
τουτέστι, πολλὰ ἁμαρτάνω, καὶ οὐ συνιῶ. Ὅθεν καὶ
ὁ Προφήτης φησί· Παραπτώματα τίς συνήσει;
Ὥστε οὖν οὐ ψεύδῃ ἁμαρτωλὸν σεαυτὸν εἰπών. Εἰ γὰρ
συνιεῖς, καὶ αὐτῷ τούτῳ ἁμαρτάνεις, τῷ λέγειν,
ὅτι Οὐκ εἰμὶ ἁμαρτωλός· ἀλλὰ μᾶλλον λέγε, ὅτι
Ὑπὲρ τοὺς ἁμαρτωλοὺς πάντας ἐγώ εἰμι ὁ παρα-
βαίνων τὸ θεῖον πρόσταγμα τὸ κελεῦον· Ὅταν πάντα
κατορθώσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν·
ἃ γὰρ ὀφείλομεν ποιῆσαι, πεποιήκαμεν. Οὕτω σε δεῖ
λογίζεσθαι διαπαντὸς, ὅτι Ἀχρεῖός εἰμι· καὶ πάλιν·
Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερ-
έχοντας ἑαυτῶν. Προσεύχου οὖν τῷ Θεῷ μετὰ φόβου
καὶ ταπεινοφροσύνης. Ὅταν οὖν ἀποτείνῃς λόγον τα-
πεινοφροσύνης, καὶ εἴπῃς· Εὐχαριστῶ σοι, Κύριε,
ὅτι μου ἐμακροθύμησας τοῖς παραπτώμασι, καὶ ἕως
τοῦ νῦν ἀτιμώρητόν με εἴασας· ἐγὼ μὲν γὰρ ἄξιος
ἤμην πάλαι μυρία δεινὰ παθεῖν, καὶ ἀποῤῥιφῆναι ἀπὸ
τοῦ προσώπου σου, ἡ δὲ ἀνεξίκακός σου φιλανθρω-
πία ἐμακροθύμησεν ἐπ' ἐμοί· εὐχαριστῶ σοι, εἰ καὶ
μὴ τυγχάνω αὐτάρκης πρὸς εὐχαριστίαν τῆς σῆς
ἀνεξικακίας· καὶ ὅταν τὰ δύο μέρη ἀποπληρώσῃς
τῆς δοξολογίας καὶ ταπεινοφροσύνης, τότε λοιπὸν αἴ-
τησον ὃ ὀφείλεις αἰτῆσαι· μὴ πλοῦτον, καθὼς προεῖ-
πον, μὴ δόξαν ἐπίγειον, μὴ ὑγείαν σώματος. Αὐτὸς
γάρ σε ἔπλασε, καὶ κήδεταί σου τῆς σωτηρίας, καὶ
οἶδε πῶς ἑκάστῳ συμφέρει, εἴτε ὑγιαίνειν, εἴτε ἀσθε-
1332
νεῖν· ἀλλ' αἴτει, καθὼς προσετάχθης, τὴν βασι-
λείαν τοῦ Θεοῦ. Περὶ γὰρ τῆς χρείας τοῦ σώμα-
τός σου, καθὼς προέφην, αὐτὸς φροντίσει. Ἀξιωμα-
τικώτατος γάρ ἐστιν ὁ βασιλεὺς ἡμῶν, καὶ ἀγα-
νακτεῖ, ἐάν τις αὐτὸν μικρόν τι αἰτήσῃ, ἐάν τις
ἡμῶν περὶ τῶν οὐδὲν προσηκόντων αὐτὸν αἰτῇ. Μὴ
τοίνυν ἐν τῇ προσευχῇ σου ἀγανάκτησιν σεαυτῷ
προσαγάγῃς, ἀλλ' αἴτησον σεαυτῷ ἄξια τοῦ βασιλέως
Θεοῦ. Αἰτῶν δὲ τὰ ἄξια τοῦ Θεοῦ, μὴ ἀποστῇς, ἕως
ὅτου λάβῃς. Τοῦτο γὰρ αἰνιττόμενος ὁ Κύριός φησιν
ἐν τῷ Εὐαγγελίῳ· Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πο-
ρεύσεται πρὸς αὐτὸν μεσονυκτίῳ, καὶ ἐρεῖ αὐτῷ·
Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι
παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθήσω
αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθῇ· Μή μοι κό-
πους πάρεχε· ἤδη γὰρ ἡ θύρα κέκλεισται, καὶ
τὰ παιδία μου μετ' ἐμοῦ ἐν τῇ κοίτῃ εἰσὶν, οὐ
δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ
οὐ δώσει αὐτῷ, ἀναστὰς διὰ τὸ φίλον αὐτοῦ εἶναι,
ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει
αὐτῷ ὅσων χρῄζει.
Ὑπόδειγμα ἡμῖν δίδωσιν ὁ Κύριος, ἵνα διδάξῃ
ἡμᾶς εὐτόνους εἶναι καὶ φιλονείκους ἐν πίστει. Ὑπό-
δειγμα γὰρ λαμβάνει ἀπὸ ἀνθρώπου πρὸς ἄνθρωπον,
ἵνα μάθῃς μὴ ἀπαγορεύειν ποτέ· ἵνα, ὅταν αἰτήσῃς,
καὶ μὴ λάβῃς, μὴ ἀποστῇς ἕως ὅτου λάβῃς, πλὴν,
καθὼς προεῖπον, ἐὰν αἰτῇς ἅπερ ὁ Θεὸς θέλει· καὶ
μὴ εἴπῃς, ὅτι Ἁμαρτωλός εἰμι, καὶ οὐκ ἀκούομαι.
Ἵνα γὰρ μὴ ἀπογινώσκῃς, διὰ τοῦτό φησιν· Εἰ καὶ
μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι δώσει αὐτῷ,
ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ὅσων
χρῄζει. Λοιπὸν κἂν μὴν παρέλθοι, κἂν ἐνιαυτὸς, κἂν
τριετὴς, κἂν τετραετὴς χρόνος, κἂν πλείονα ἔτη, ἕως
ὅτου λάβῃς, μὴ ἀναχωρήσῃς, ἀλλὰ μετὰ πίστεως αἴ-
τει, διαπαντὸς τὸ ἀγαθὸν ἐργαζόμενος. Πολλάκις γάρ
τις ἐξ ἡμῶν ἐν νεότητι ἀντεποιήθη σωφροσύνης, εἶτα
ὑπεισῆλθεν ἡ ἡδονὴ, ἐκινήθησαν αἱ κατὰ φύσιν
ἐπιθυμίαι, ἠσθένησεν ἡ προσευχὴ, ἐπεβλήθη τῇ νεό-
τητι οἶνος, ἀπώλετο ἡ σωφροσύνη, καὶ γέγονεν ὁ ἄν-
θρωπος ἄλλος ἀντ' ἄλλου. Οὕτως αἱ μεταβολαὶ γίνον-
ται, διὰ τὸ μὴ γενναίῳ λογισμῷ ἀνθίστασθαι τοῖς
πάθεσι. Δεῖ οὖν τὰ μὲν παρ' ἑαυτοῦ εἰσφέρειν
πάντα, βοᾷν δὲ πρὸς τὸν Θεὸν, ἵνα συμμαχήσῃ αὐτῷ.
Ἐὰν γάρ τις χαυνότητι ἐκδώσει ἑαυτὸν ταῖς ἐπιθυ-
1333
μίαις, καὶ ἑαυτὸν προδώσει τοῖς ἐχθροῖς, τούτῳ ὁ
Θεὸς οὐ συμμαχεῖ, οὐδὲ εἰσακούει· προλαβὼν γὰρ διὰ
τῆς ἁμαρτίας ἠλλοτρίωσεν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Ὁ
γὰρ θέλων βοηθεῖσθαι ὑπὸ τοῦ Θεοῦ, τὸ πρέπον οὐ
προδίδωσιν· ὁ δὲ τὸ πρέπον μὴ προδιδοὺς οὐ
προδίδοταί ποτε ὑπὸ τῆς θείας συμμαχίας. Χρὴ τοί-
νυν ἐν μηδενὶ καταγινώσκεσθαι ὑπὸ τοῦ ἰδίου συνειδό-
τος, καὶ οὕτως τὴν θείαν συμμαχίαν ἐπικαλεῖσθαι·
ἐπικαλεῖσθαι δὲ μὴ ῥᾳθύμως, μὴ μετεωριζομένῳ τῷ
νῷ ὧδε κἀκεῖσε· ὁ γὰρ τοιοῦτος οὐ μόνον οὐ λήψε-
ται τὸ αἴτημα, ἀλλὰ καὶ μειζόνως παροξυνεῖ τὸν
Δεσπότην. Εἰ γὰρ, ἐπὶ ἄρχοντός τις ἑστὼς καὶ διαλε-
γόμενος, μετὰ πολλοῦ φόβου ἵσταται, ἀμετεώριστον
ἔχων καὶ τὸ ἔξωθεν ὄμμα καὶ τὸ τῆς ψυχῆς ἔνδοθεν,
μήποτε κινδυνεύσῃ· πόσῳ μᾶλλον ἐπὶ Θεοῦ χρὴ
ἑστάναι μετὰ φόβου καὶ τρόμου, ὅλον τὸν νοῦν τετα-
μένον ἔχοντα πρὸς αὐτὸν μόνον, καὶ ἀλλαχοῦ μηδα-
μοῦ; Διότι αὐτὸς οὐ μόνον τὸν ἔξωθεν ἄνθρωπον βλέ-
πει, καθὼς οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὸν ἔνδοθεν καθορᾷ.
Ἐὰν τοίνυν οὕτως, ὡς χρὴ, στήκῃς ἐνώπιον τοῦ
Θεοῦ, καὶ τὰ παρὰ σεαυτοῦ πάντα εἰσφέρῃς, μὴ ἀπο-
στῇς, ἕως ὅτου λάβῃς τὸ αἴτημά σου· ἐὰν δὲ καταγι-
νώσκῃ ὑπὸ τοῦ συνειδότος σου ὡς καταφρονῶν, καὶ
ἐὰν μετεώρως στήκῃς εἰς εὐχὴν, δυνάμενος ἀμετεω-
ρίστως στῆναι, μὴ τολμήσῃς στῆναι ἐνώπιον τοῦ
Θεοῦ, ἵνα μὴ γένηται ἡ προσευχή σου εἰς ἁμαρτίαν.
Εἰ δὲ, ἐξασθενήσας ὑπὸ τῆς ἁμαρτίας, ἀπερισπάστως
οὐ δύνασαι εὔχεσθαι, ὅσον δύνασαι σεαυτὸν βιάζου,
καὶ προσκαρτέρει στήκων ἐνώπιον τοῦ Θεοῦ, τὸν
νοῦν πρὸς αὐτὸν ἔχων, καὶ ἐπισυνάγων αὐτὸν πρὸς
ἑαυτὸν, καὶ ὁ Θεὸς συγγνώμην ποιεῖ, ὅτι οὐκ ἀπὸ κα-
ταφρονήσεως, ἀλλὰ ἀπὸ ἀσθενείας οὐκ ἰσχύεις, ὡς
χρὴ, στήκειν ἐνώπιον τοῦ Θεοῦ. Ἐὰν οὕτω βιάζῃ
ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν, μὴ ἀποστῇς, ἕως ὅτου
λάβῃς τὸ αἴτημά σου, ἀλλὰ μακροθύμως κροῦε τὴν
θύραν αὐτοῦ, αἰτῶν τὸ αἴτημά σου. Πᾶς γὰρ ὁ αἰ-
τῶν λαμβάνει, φησὶ, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ
τῷ κρούοντι ἀνοιγήσεται. Τίνος γὰρ ἄλλου θέλεις
τυχεῖν εἰ μὴ μόνης τῆς κατὰ Θεὸν σωτηρίας;
Θέλεις μαθεῖν, ἀγαπητὲ, πῶς ἐμακροθύμουν οἱ
ἅγιοι, καὶ οὐκ ἀπεγίνωσκον; Τὸν Ἀβραὰμ ὁ Θεὸς
νεώτερον ἐκάλεσε, καὶ ἐκ τῆς Ἀσσυρίων γῆς μετ-
έθηκεν αὐτὸν εἰς τὴν Παλαιστίνην, φήσας αὐτῷ· Σοὶ
δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ
σέ· καὶ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως ἔσται τὸ
σπέρμα σου, ὃ οὐκ ἐξαριθμηθήσεται. Καὶ παρῆλθε
πολὺς ἐτῶν ἀριθμὸς, καὶ ἐνεκρώθη μὲν αὐτοῦ ἡ φύ-
σις, ἐν προθύροις δὲ ἡ τελευτὴ, καὶ οὐκ εἶπεν, ὅτι,
Κύριε, ἀεί μοι παῖδας ἐπαγγέλλῃ, καὶ πατέρα με
ἔσεσθαι πάντων τῶν ἐθνῶν προλέγεις. Νεκρά
1336
μου διὰ γῆρας τῆς φύσεως τὰ κινήματα, καὶ Σάῤῥα,
ἡ γυνή μου, οὐκέτι ὑπομένει τι γυναικεῖον διὰ τὸ
γῆρας· ὥστε ψευδὴς ἡ ἐπαγγελία. Δύο γὰρ γέροντες
ποίαν ἐλπίδα ἔχομεν; Οὐκ εἶπε ταῦτα, οὐκ ἐνενόη-
σεν, ἀλλ' ἔμενεν ἀσάλευτος τῇ πίστει· καὶ τῇ μὲν
ἡλικίᾳ ἐγήρασκεν, ἡ δὲ ἐλπὶς ἐνέαζε. Καὶ τὸ μὲν
σῶμα εἰς ἀτονίαν ἤρχετο, καὶ ἀπόγνωσιν ἐνεποίει,
ἡ δὲ πίστις ἐνεύρου καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα.
Θεὸς, φησὶν, ἐστὶν ὁ ἐπαγγειλάμενος, ὁ Δεσπότης
τῆς φύσεως, καὶ ἄλλως γενέσθαι οὐ δύναται. Αὐτός
ἐστιν ὁ καὶ τὰ ἀδύνατα δυνατὰ ποιῶν· δίοτι ποιεῖ
πάντα, καὶ μετασκευάζει ὡς βούλεται. Μιμοῦ τὴν
πίστιν τοῦ Ἀβραάμ. Ὅτε οὖν ἠσθένησεν ἡ φύσις,
καὶ ἐνεκρώθη τὰ κινήματα, τότε ἔζησεν ἡ ἐπαγγε-
λία τοῦ Θεοῦ. Δέχου τὰ ὑποδείγματα. Ἡμεῖς δὲ
ἐνιαυτὸν προσευχόμεθα, καὶ ἀναχωροῦμεν· δύο ἔτη
νηστεύομεν, καὶ παυόμεθα. Μὴ οὖν ἀτονήσωμεν
πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ. Καὶ γὰρ ὁ ἐκείνῳ
ἐπαγγειλάμενος πληθύνειν τὸ σπέρμα αὐτοῦ, καὶ
ἡμῖν ἐπηγγείλατο αἰτοῦσι παρέχειν τὸ αἴτημα ἡμῶν.
Φησὶ γάρ· Δεῦτε πάντες πρὸς μὲ, οἱ κοπιῶν-
τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Μακρὰν γάρ σου ὄντος ἀπ' αὐτοῦ, κοπιῶντά τε καὶ
πεφορτισμένον τὸ βαρύτατον φορτίον τῆς ἁμαρ-
τίας, ἐλεήσας σε προσεκαλέσατο, ὥστε κουφίσαι σε
τοῦ φορτίου, καὶ ἀνάπαυσιν τοῦ λοιποῦ χαρίσασθαι·
καὶ σὺ οὐ πιστεύεις αὐτῷ; Ἀλλὰ γὰρ, κἂν σιωπᾷν
θέλωμεν, ἐλεγχόμεθα ὑπὸ τοῦ συνειδότος ἡμῶν. Οὐ
γὰρ ἀπιστοῦμεν αὐτῷ ὡς μὴ δυναμένῳ ἀναπαῦσαι
ἡμᾶς, ἀλλὰ περιστελλόμεθα ἆραι τὸν ζυγὸν αὐτοῦ
ἐφ' ἑαυτῶν, τὸν χρηστὸν καὶ ἐλαφρὸν, καὶ διὰ τῆς
στενῆς πύλης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα-
νῶν· αἱρούμεθα δὲ μᾶλλον τὸ τῶν ἁμαρτιῶν φορτίον
βαστάζειν, καὶ διὰ τῶν ἐν ἡδονῇ παθημάτων τὴν
εὐρύχωρον ὁδὸν βαδίζειν, καὶ διὰ τῆς πλατείας πύ-
λης εἰσέρχεσθαι εἰς τὴν ἀπώλειαν. Ἀλλὰ πολλάκις,
φησὶν, ᾔτησα, καὶ οὐκ ἔλαβον. Πάντως ὅτι κα-
κῶς ᾔτησας, ἢ ἀπίστως, ἢ μετεώρως, ἢ τὰ μὴ συμ-
φέροντά σοι Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτη-
σας, ἀλλ' οὐ παρέμεινας. Γέγραπται γὰρ, ὅτι Ἐν
τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν·
καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Οἶδεν ὁ Θεὸς τῶν προσευχομένων τὴν καρδίαν.
Τί οὖν, φησὶ, τῆς ἡμῶν χρείαν ἔχει αἰτήσεως ὁ Θεός;
Οὐκ οἶδεν ὧν χρείαν ἔχομεν; Τίς οὖν χρεία
αἰτήσεως; Οἶδε μὲν ὁ Θεὸς ὧν χρῄζομεν, καὶ πάντα
τὰ σωματικὰ πλουσίως ἡμῖν παρέχει εἰς ἀπόλαυσιν,
καὶ ἀγαθὸς ὑπάρχων, βρέχει ἐπὶ δικαίους καὶ ἀδί-
κους, καὶ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς
1337
καὶ ἀγαθοὺς, καὶ πρὸ τοῦ αἰτῆσαι ἡμᾶς· τὴν δὲ
πίστιν, καὶ τὰ κατορθώματα τῆς ἀρετῆς, καὶ τὴν
βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ αἰτήσῃς μετὰ καμά-
του καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις. Δεῖ γὰρ
πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀλη-
θείας ἐν πίστει καὶ ὑπομονῇ τὰ παρ' ἑαυτοῦ πάντα
εἰσφέροντα· ἐν μηδενὶ κρινόμενον ὑπὸ τοῦ ἰδίου
συνειδότος, ὡς ἢ ἀμελῶς ἢ ῥᾳθύμως αἰτοῦντος, καὶ
τότε λαβεῖν, ὅτε θέλει ὁ Κύριος. Κρεῖσσον γάρ σου
οἶδε τὰ συμφέροντά σοι. Καὶ ἴσως διὰ τοῦτο ἀναβάλ-
λεται διδόναι, τὴν πρὸς αὐτὸν προσεδρίαν σου σοφι-
ζόμενος· καὶ ἵνα γνῷς, τί ἐστι δῶρον Θεοῦ, καὶ φυ-
λάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γὰρ ὃ μετὰ πολλοῦ
καμάτου τις κτᾶται, σπουδάζει τοῦτο φυλάττειν,
ἵνα μὴ, ἀπολέσας αὐτὸ, ἀπολέσῃ καὶ τὸν πολὺν αὐτοῦ
κάματον, καὶ τὴν χάριν τοῦ Θεοῦ ἀθετήσας, ἀνάξιος
γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφέλησε τὸν Σολο-
μῶντα ταχέως λαβόντα τὴν χάριν τῆς σοφίας, καὶ
ἀπολέσαντα αὐτήν;
Μὴ οὖν ὀλιγοψύχει, εἰ μὴ λάβῃς ταχέως τὸ αἴ-
τημα. Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς Δεσπότης, ὅτι, τα-
χέως λαμβάνων τὴν χάριν, οὐκ ἀπολεῖς αὐτὴν, ἕτοι-
μος ἦν καὶ πρὸ τοῦ αἰτῆσαί σε αὐτὴν παρασχεῖν.
Νῦν δὲ κηδόμενός σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν
τὸ τάλαντον, καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ ἐπρα-
γματεύσατο αὐτὸ, κατεκρίθη· πόσῳ μᾶλλον κατα-
κριθήσεται ὁ ἀπολέσας αὐτό; Ταῦτα οὖν εἰδότες,
εἴτε ταχύτερον εἴτε βραδύτερον λάβωμεν, μείνωμεν
εὐχαριστοῦντες τῷ Κυρίῳ· ὅτι πάντα ὅσα ποιεῖ ὁ
Δεσπότης, ὑπὲρ τῆς ἡμῶν σωτηρίας οἰκονομεῖ· μό-
νον ἡμεῖς μὴ ὀλιγοψυχήσαντες παυσώμεθα τῆς αἰτή-
σεως. Διὰ γὰρ τοῦτο τὴν παραβολὴν εἶπεν ὁ Κύριος
περὶ τῆς χήρας, ἣ διὰ τῆς παραμονῆς αὐτῆς ἐπ-
έκαμψε τὸν ἄνομον κριτὴν, ἵνα καὶ ἡμεῖς διὰ τῆς
παραμονῆς λαμβάνωμεν τὰ αἰτήματα ἡμῶν. Ἔνθεν
γὰρ καὶ ἡ πίστις ἡμῶν καὶ ἡ ἀγάπη ἡ πρὸς τὸν Θεὸν
δείκνυται, ὅταν, καὶ μὴ λαμβάνοντες ταχὺ, μένωμεν
εὐχαριστοῦντες αὐτῷ. Εὐχαριστήσωμεν οὖν αὐ-
τῷ διαπαντὸς, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν αἰω-
νίων αὐτοῦ ἀγαθῶν· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΚΕΦΑΛΑΙΟΝ Βʹ.}
{Περὶ τῆς τῶν λογισμῶν ἐπιστάσεως, καὶ ὅτι οὐ
κακὸν τὸ σῶμα, ὥς τινες ὑπειλήφασιν.}
Πρῶτον μὲν οὖν κρατητέον ἐκ παντὸς τρό-
1340
που τὸν λογισμὸν, νηφάλιον ἐφιστῶντας τὴν τῆς δια-
νοίας ἐπισκοπὴν, ὡς ἂν μὴ συγχωρεῖν τῇ ψυχῇ ταῖς
ἀπερισκέπτοις ὁρμαῖς ῥᾳδίως πρὸς τὰς τοῦ σώματος
ἀνθολκὰς ἐνδιδόναι. Βλέψις μὲν γὰρ τοῦ σώματος ὁ
ὀφθαλμὸς, ὅρασις δὲ τῆς ψυχῆς ὁ συμφυὴς αὐτῇ
νοῦς· ἀλλ' οὐχ ὡς ἕτερον ἐν ἑτέρῳ, ἀλλὰ ταὐτὸν ψυχή
τε καὶ νοῦς· δύναμις ὑπάρχων φυσική τις καὶ οὐκ
ἐπείσακτος τοῦ λογιστικοῦ τῆς ψυχῆς. Ἡνίκα
μὲν γὰρ ἡ ψυχὴ, τὸ ἑαυτῆς ἀνακινοῦσα νοερὸν, τὸ
φυσικῶς ἐγκατεσπαρμένον αὐτῇ παρὰ τῆς πεποιη-
κυίας αὐτὴν ἁγίας Τριάδος, βουλεύεται τὰ δέοντά τε
καὶ προσήκοντα, τηνικαῦτα διαφεύγει τὰς τοῦ
σώματος ἐπηρείας· τάς τε ἀτάκτους αὐτοῦ κινήσεις
προορωμένη καὶ ἐπιστομίζουσα, γαλήνην τε ἄγει τὴν
αὐτῇ πρέπουσαν, καὶ ἐν ἀπερικτυπήτῳ σχολῇ ἐν
τοῖς κατὰ φύσιν θεωρήμασι γίνεται· τοῦτο μὲν εἰς
τὴν ἁγίαν καὶ προσκυνητὴν Τριάδα, κατὰ τὸ ἐνὸν,
ἀτενὲς ἐνορῶσα, καὶ ἀναλογιζομένη τὸ τῆς θείας
δόξης ἀπρόσιτον διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος,
τὸ τῆς μακαριότητος διαυγὲς, τὸ τῆς σοφίας ἀπέραν-
τον, τὸ τῆς ἀταραξίας πεπηγὸς καὶ ἀκύμαντον, τὴν
ἀπαθῆ καὶ ἀκίνητον φύσιν. Ὧ| γὰρ μηδὲν ἐξ ἀδο-
κήτου συμπίπτειν δύναιτ' ἂν, οἷα δὴ τεθησαυρισμέ-
νῳ τὴν γνῶσιν τῶν τε ὄντων τῶν τε ἐσομένων ἁπάν-
των, καὶ περιδεδραγμένῳ τῶν ὅλων, καὶ ὑπὸ χεῖρα
τὰ σύμπαντα ἔχοντι, καὶ οὐδὲν ἀντιπεσεῖν καὶ
ἀντιβλέψαι γοῦν ὅλως δυνάμενον· τούτῳ ἀκόλουθον
παρεῖναι γαλήνην καὶ ἀταραξίαν διηνεκῆ. Αἱ γὰρ
τῶν ἀνελπίστων πραγμάτων αἰφνίδιοι περιστάσεις
τὰς ταραχὰς ταῖς τῶν ἀνθρώπων διανοίαις ἐμποιεῖν
πεφύκασιν. Ὥστε ᾧ μηδεμία κακία παρενοχλεῖ, πᾶσα
δὲ ἀρετὴ καὶ πᾶν ὅ τι καλὸν ἕπεται, οὗτος εὐφραί-
νοιτο ἂν κατὰ λόγον εὐφροσύνην ἀκίνητόν τε καὶ
ἀτελεύτητον. Ἀρετῆς γὰρ καὶ ἀγαθότητος ὀπαδὸς ἡ
εὐφροσύνη, καθὼς ὁ Προφήτης φησίν· Εὐφραν-
θήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ψυχὴ τοίνυν ἡ τὸ νοερὸν αὐτῆς ἐν νήψει καὶ
ταῖς προσηκούσαις ἐνεργείαις διαφυλάττουσα ἔν τε
τοῖς προειρημένοις θεωρήμασι καταστήσεται, καὶ τὸ
ἑαυτῆς ἦθος πρὸς τὸ ὀρθὸν καὶ δίκαιον, κόσμιόν τε
καὶ εἰρηνικὸν ἐξασκήσει. Ἡνίκα δ' ἂν τοῦ διανοεῖ-
σθαι καὶ ἐντρανίζειν τοῖς καθήκουσι θεωρήμασιν
ἀπολήξῃ, τηνικαῦτα, ὥσπερ σκύλακες ἄτακτοι καὶ
θρασεῖς τὸν ἐπιστάτην ἀποβαλόντες, διαναστάντα
τὰ τοῦ σώματος πάθη, πολλὰ καθυλακτεῖ τῆς ψυχῆς·
καὶ ποικίλως αὐτὴν διασπᾷν ἐπιχειρεῖ ἕκαστον τῶν
παθῶν, τὴν ζωτικὴν αὐτῆς δύναμιν πρὸς ἑαυτὸ μερι-
ζόμενον. Διττὴν γὰρ εἶναι τῆς ψυχῆς ἔγωγε οἶμαι
τὴν δύναμιν, μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης· τὴν
μέν τινα τοῦ σώματος ζωτικὴν, τὴν δὲ ἑτέραν τῶν
1341
ὄντων θεωρητικήν, ἣν δὴ καὶ λογιστικὴν ὀνομάζομεν.
Ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται
τῷ σώματι ἡ ψυχὴ, φυσικῶς διὰ τὴν σύγκρασιν, καὶ
οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ὥσπερ γὰρ ἥλιον οὐχ
οἷόν τε ἐπιλάμψαντα μὴ φωτίσαι τοῦτο, καθ' οὗ
τὰς αὐγὰς ἤνεγκεν· οὕτω ψυχὴν ἀμήχανον μὴ ζωο-
ποιεῖν σῶμα, ᾧ ἂν ἐγγένηται· ἡ δὲ θεωρητικὴ δύνα-
μις ἐν προαιρέσει ἔχει τὴν κίνησιν. Ἂν μὲν οὖν διὰ
παντὸς τὸ θεωρητικόν τε καὶ λογιστικὸν ἑαυτῆς ἐγρη-
γορέναι παρασκευάζῃ, καθὼς ὁ Προφήτης φησί·
Μηδὲ νυστάξῃ ὁ φυλάσσων σε· διπλῇ κατευ-
νάζει τὰ πάθη τοῦ σώματος, τῇ τε περὶ τῶν κρειτ-
τόνων καὶ προσφυῶν θεωρίᾳ ᾗ ἀπασχολεῖται, καὶ τῇ
ἀταραξίᾳ τοῦ σώματος ἐπισκοποῦσα, σωφρονίζει
ταῦτα καὶ καταστέλλει· ἂν δὲ, τὴν ἀργίαν ἀσπα-
σαμένη, τὸ θεωρητικὸν ἀκίνητον ἔχῃ, σχολαῖον τὸ
ζωτικὸν τὰ πάθη τοῦ σώματος εὑρόντα, καὶ με-
ρισάμενα, μηδενὸς ἐπιστατοῦντος καὶ ἀνακόπτοντος,
ἐπὶ τὰς οἰκείας ὁρμάς τε καὶ ἐνεργείας τὴν ψυχὴν
συγκαθείλκυσαν. Ὥστε εἶναι τὰ πάθη τοῦ σώματος
βίαια μὲν, ἀργοῦντος τοῦ ἐν ἡμῖν λόγου· εὐπειθῆ
δὲ, τούτου τάττοντος καὶ διέποντος. Οὐ μεμπτὸν
τοίνυν τὸ σῶμα τοῖς ὀρθῶς περὶ αὐτοῦ γινώσκειν
ἐθέλουσι. Πρέπει γὰρ τῇ τῆς συμβουλῆς ἐκθέσει καὶ
τὰς κακοδοξίας τῶν πονηρῶς ὑπειληφότων περὶ τοῦ
σώματος ἀναιρεῖν. Ὥσπερ γὰρ, ἀγαπητὲ, καλὸν ὁ
ἵππος, καὶ ὅσῳπερ ἂν τὴν φύσιν ὀξύτερος καὶ θερ-
μότερος ᾖ, τοσούτῳ ἀμείνων· δεῖται δὲ τοῦ ἡνιοχή-
σοντός τε καὶ κυβερνήσοντος, οἷα δὴ λογισμῶν
ἄμοιρος ὤν. Ἐπιβάντος δὲ τοῦ ἡνιόχου, αὐτὸς μὲν
τῇ φύσει χρῆσθαι πειράσεται.
Ἐὰν μὲν οὖν ὁ ἡνίοχος τὰς ὁρμὰς τοῦ ὑπο-
ζυγίου δεόντως οἰκονομήσῃ, ἑαυτῷ τε πρὸς τὸ συμ-
φέρον ἐχρήσατο, καὶ τοῦ σκοποῦ τοῦ προκειμένου
τετύχηκε, καὶ αὐτὸς δὲ σέσωσται, καὶ τὸ ὑποζύγιον
ὤφθη τὴν χρῆσιν ἄριστον· ἐπειδὰν δὲ ὁ ἡνίοχος κα-
κῶς ἀγάγῃ τὸν πῶλον, ὅ τε πῶλος πολλάκις παρ-
ετράπη τῆς λεωφόρου, καὶ εἰς ἀνοδίαν ἐξέπεσε·
κατενεχθεὶς δὲ καὶ αὐτὸν ἔστιν ὅτε τὸν ἐπιβάτην
κατήνεγκε, καὶ κίνδυνος ἑκατέρων ἡ τοῦ ἡνιόχου
ῥᾳθυμία γίνεται. Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ
σώματος ὑπολάμβανε. Τὸ μὲν γὰρ σῶμα τὰς φυσικὰς
ὁρμὰς ἔλαβεν οὐκ ἀτόπους, ἀλλὰ πρός τι πάντως
καλὰς καὶ χρησίμους· λογισμοῦ δὲ τοῦτο ἄμοιρον
1344
ὑπάρχει, ἵνα τιμηθείη τοῖς τοῦ λόγου προτερήμασιν
ἣ ψυχή. Ἐὰν μὲν γὰρ αὐτὴ τὰς τοῦ σώματος ὁρμὰς
δεόντως οἰκονομῇ, αὐτό τε περιεσώσατο, καὶ αὐτὴ
ἔξω κινδύνων· ἐὰν δὲ τοῦ ἐπιστατικοῦ ἀμελήσῃ, καὶ
ὕπνῳ κρατηθεῖσα τῆς ῥᾳθυμίας, παρείη τὴν τοῦ
σώματος ἡνιόχησιν, αὐτό τε, οἷα λογισμῶν ἔρημον,
τῆς εὐθείας ἐκτρέπεται, καὶ τὴν ψυχὴν τοῖς ἴσοις
περιέβαλε πταίσμασιν, οὐκ ἐξ οἰκείας κακίας, ἀλλὰ
διὰ τὴν ἐκείνης ὀλιγωρίαν. Εἰ μὲν γὰρ ἦν τὰ πάθη
τοῦ σώματος, οἷα μὴ δαμασθῆναι ψυχῇ, εἶχεν ἂν τὰς
αἰτίας εὐλόγως τὸ σῶμα· εἰ δὲ πολλοῖς ὑποχείρια
γέγονε τοῖς κρατῆσαι ἐσπουδακόσιν, ἀνεύθυνον
μὲν τὸ σῶμα τοῖς διαβάλλειν ὡς ἀρχηγὸν κακίας ἐπι-
χειροῦσι, μεμπτὴ δὲ τῆς ὀλιγωρίας, ἡ τὸ κῦρος ἀνει-
μένη τοῦ σώματος, οὔτε αὐτὴ φύσει τὸ κακὸν ἐν
ἑαυτῇ ἔχουσα, ἀλλὰ τῇ ἀπολείψει τοῦ καλοῦ ἐν τούτῳ
καθισταμένη. Κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπό-
λειψις ἀρετῆς.
{ΚΕΦΑΛΑΙΟΝ Γʹ.}
{Ὅτι οὐ δεῖ τὰς τῶν γυναικῶν συντυχίας ἀφυ-
λάκτως ποιεῖσθαι.}
Περὶ μὲν τῆς ἐπιστάσεως τῶν λογισμῶν, καὶ
τῆς ἡνιοχήσεως τῶν τοῦ σώματος παθημάτων, καὶ
τῆς εὐρυχωρίας καὶ γαλήνης τοῦ ἔνδον ἀνθρώπου,
καὶ τῆς τῶν καθηκόντων αὐτῷ θεωρίας τε καὶ σπου-
δῆς, ἀρκούντως, ὡς ἐνῆν, προειρήκαμεν. Χρὴ δὲ μὴ
μόνον τοῖς λογισμοῖς ἐπιστατεῖν, ἀλλὰ καὶ τούτων
τῆς ὁμιλίας, ὡς οἷόν τε, χωρίζεσθαι, μάλιστα ὅσα
πλησιάζοντα ἡμῖν εἰς ὑπόμνησίν τε τῶν παθῶν ἡμᾶς
ἄγοντα, ταράττει καὶ συγχέει τὸν λογισμὸν, καὶ
πολέμους καὶ ἀγῶνας ἐμποιεῖ τῇ ψυχῇ. Τὸν μὲν
γὰρ ἀκουσίως ἡμῖν προσπίπτοντα καταδέχεσθαι πό-
λεμον ἀναγκαῖον ἂν εἴη ἑκούσιον δὲ δημιουργεῖν
ἑαυτοῖς ἀλογώτατον. Ἐν μὲν γὰρ τῷ προτέρῳ καὶ
ἡ ἧττα τυχὸν συγγνώμης τεύξεται, ἀπείη δὲ τῶν
κατὰ Χριστὸν ἀθλητῶν· ἐν δὲ τούτῳ τὸ ἁλῶναι,
πρὸς τὸ καταγέλαστον εἶναι, καὶ συγγνώμης ἐστέ-
ρηται. Χρὴ τοίνυν καὶ τὰς τῶν γυναικῶν ὁμιλίας
καὶ συντυχίας ὡς τὰ μάλιστα φεύγειν, εἰ μή τις
ἀπαραίτητος ἀνάγκη τὴν συντυχίαν βιάζοιτο. Καὶ
ἀνάγκης δὲ καταλαβούσης, ὡς ἀπὸ πυρὸς προσήκει
φυλάττεσθαι, καὶ ὀξυτάτας καὶ ταχίστας ἀπαλλα-
γὰς ποιουμένους. Σκόπησον δὲ τί περὶ τούτου φησὶν
ἡ Σοφία· Ἀποδέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμά-
τια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ'
ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύ-
σει;
1345
Εἰ δέ τις λέγει, ἐκ τοῦ γυναιξὶ συντυγχάνειν,
συνδιαιτᾶσθαί τε ἐπὶ πλέον, μὴ παραβλάπτεσθαι,
οὗτος ἢ οὐ μετέσχηκε τῆς τοῦ ἄῤῥενος φύσεως, καὶ
ἔστι τι κτῆμα παραδοξότατον, ἐν μεταιχμίῳ τῆς
φύσεως ἑκατέρας ἑστὼς (οἷον τοὺς ἀπὸ γεννήσεως
εὐνούχους φασὶν, εἴγε κἀκείνοις δοίημεν τὸ πρὸς τὴν
θήλειαν ἀπαθὲς καὶ ἀκίνητον· Ἐπιθυμία γὰρ εὐ-
νούχου ἀποπαρθενῶσαι νεᾶνιν, φησὶν ὁ Σο-
φός)· ἢ, εἰ μετέσχε, βαπτιζόμενος ὑπὸ τῶν παθῶν,
οὐκ αἰσθάνεται, τοὺς μεθύοντας ἢ φρενιτιῶντας μι-
μούμενος, οἳ, τὰ δεινότατα πεπονθότες, ἔξω πάθους
εἶναι νομίζουσι. Συγχωρήσωμεν δὲ τῷ λόγῳ τὸ ἔξω
λόγου, τὸ εἶναί τινα μὴ νυττόμενον ὑπὸ τοῦ ἄῤῥενος
πάθους. Ἀλλὰ κἂν αὐτὸς μὴ πάσχῃ, οὐκ ἂν καὶ τοὺς
ἄλλους εὐκόλως πείσειεν, ὡς οὐ πάσχοι. Τὸ δὲ,
μηδενὸς προκειμένου κατορθώματος, τοὺς πολλοὺς
σκανδαλίζειν, οἶμαι οὐκ ἀκίνδυνον τῷ ποιοῦντι.
Ἔπειτα δὲ ἕτερον ἔστιν ἰδεῖν, ὅτι κἂν ὁ ἀνὴρ μὴ
δέχεται λύμην τοῖς λογισμοῖς, ἀλλ' οὐκ ἤδη καὶ περὶ
τῆς γυναικὸς ἡμῖν ἀμφισβητήσει, ὡς καὶ αὐτὴ ἔξω
τῶν τοῦ σώματος ὑπάρχει παθῶν· ἀλλὰ πολλάκις
ἐκείνη, ἀσθενὴς οὖσα τὸν λογισμὸν, καὶ τὸ πάθος
ὀξύῤῥοπον ἔχουσα, ἔπαθέ τι ἐπὶ τῷ ἀφυλάκτως
ποιησαμένῳ τὰς συντυχίας. Καὶ αὐτὸς μὲν οὐ
τέτρωται, ἔτρωσε δὲ πολλάκις, ὡς οὐκ ἐπίσταται.
Καὶ ἐν προσποιήσει δῆθεν πνευματικῆς ἀγάπης τὸ
γύναιον συνεχῶς πρὸς τὸν ἀσκητὴν ἀφικνούμενον,
ἄρχεται δι' ὀφθαλμῶν τῆς ἁμαρτίας ἐμφορηθῆναι,
καὶ ἀκολάστοις ὄμμασι τὴν τοῦ πλησίον ἰδέαν ἐπι-
βόσκεσθαι, καὶ τὴν ἔνδον παρθένον, ἧς μάλιστα ὁ
νυμφίος ἐρᾷ, τοῖς ἀκαθάρτοις λογισμοῖς διαφθεί-
ρειν. Ὡς ἂν τοίνυν μηδὲν τῶν εἰρημένων συμ-
βαίη, φυλάττεσθαι προσήκει, εἰ μὲν οἷόν τε, καὶ
παντελῶς, εἰ δὲ μὴ, τὰς γοῦν συχνὰς καὶ ἐπιτετα-
μένας ὁμιλίας τῶν γυναικῶν καὶ συντυχίας, οὐχ ὡς
μισοῦντας τὸ γένος. ἄπαγε! οὐδὲ ὡς ἀπαρνουμένους
τὴν ἐκείνων συγγένειαν, ἀλλὰ καὶ προσισταμένους
καὶ ὠφελοῦντας τὰ δυνατὰ, πᾶσαν μὲν κοινω-
νοῦσαν τῆς ἀνθρωπίνης φύσεως, ἐξαιρέτως δὲ τὰς
τοὺς ὑπὲρ τῆς ἁγνείας ἀγῶνας ἀνελομένας, ὡς
τὰ ἀδελφὰ ἡμῖν συναθλούσας· τὴν δὲ συντυχίαν φυ-
λαττομένους, ἵνα μὴ πάθους, οὗ παρῃτήμεθα καὶ ᾧ
ἀπηγορεύσαμεν, ὑπόμνημα γένηται.
{ΚΕΦΑΛΑΙΟΝ Δʹ.}
{Ὅτι δεῖ τῇ δυνάμει τοῦ σώματος μετρεῖν τὴν
ἐγκράτειαν· καὶ ὅτι καλὸν καὶ ἔννομον ἡ τοῦ
σώματος ἐργασία.}
Ἀκόλουθον μέντοι καὶ γαστρὸς ἐπικρατεῖν.
1348
Γαστρὸς γὰρ παιδαγωγία παθῶν ἐστι κόλασις· παθῶν
δὲ κόλασις ἀταραξία καὶ γαλήνη ψυχῆς· γαλήνη δὲ
ψυχῆς ἀρετῶν γονιμωτάτη πηγή. Ἐγκράτεια δὲ
γαστρὸς ἀρίστη ἡ ἑκάστῳ μετρουμένη πρὸς τὴν τοῦ
σώματος δύναμιν. Ἐνίοις μὲν γὰρ καὶ ἐπιτεταμένη
κακοπάθεια ἄλυπος ὤφθη, καὶ ἄνεσις μᾶλλον ἢ πόνος
ἔδοξε διὰ τὸ στεῤῥὸν καὶ ἀνένδοτον τῆς τοῦ σώ-
ματος κατασκευῆς καὶ δυνάμεως· τὸ δὲ τούτοις
ἀνεκτὸν ἑτέροις κινδύνων ὑπόθεσις γέγονε. Σωμάτων
γὰρ πρὸς σώματα τοσαύτην ἄν τις εὕροι διαφορὰν,
ὅσην χαλκοῦ καὶ σιδήρου πρὸς τὰ φρυγανώδη τῶν
ξύλων. Ὥστε ἐγκράτειαν αἱρεῖσθαι προσήκει πρὸς
λόγον τῆς ὑπαρχούσης δυνάμεως. Ἀρεταὶ μὲν γὰρ
ἐν μόνῃ τῇ ψυχῇ κατορθούμεναι πᾶσαι πᾶσιν ὁμοίως
ταχθήσονται· οἷον πραότης, ἐπιείκεια, ταπεινο-
φροσύνη, ἀγαθωσύνη, φιλαδελφία, τὸ ἄδολον, τὸ
φιλάληθες, τὸ συμπαθὲς, τὸ ἥμερον, τὸ φιλάνθρω-
πον· ταύτας γὰρ ἐξαιρέτους φαμὲν τῆς ψυχῆς
ἀρετὰς, ἐπείπερ εἰς τὴν αὐτῶν κτῆσίν τε καὶ κατ-
όρθωσιν οὐδὲν πλέον τὸ σῶμα τῇ ψυχῇ συνεισφέρει
ἢ τὸ βουλευτήριον αὐτῇ γενέσθαι τῆς περὶ αὐ-
τῶν διασκέψεως· ἐγκράτεια δὲ ἑκάστῳ πρὸς τὴν δύ-
ναμιν τοῦ σώματος ὁρισθήσεται, ὥστε μήτε ἔλαττον
τῆς ὑπαρχούσης δυνάμεως διελθεῖν, μήτε τοῖς
ὑπὲρ τὴν δύναμιν ἐπεκτείνεσθαι. Καὶ τοῦτο γὰρ,
οἶμαι, προσήκει σκοπεῖν, ὅπως ἂν, μὴ τῇ ἀμετρίᾳ
τῆς ἐγκρατείας τὴν δύναμιν τοῦ σώματος καταλύ-
σαντες, ἀργὸν αὐτὸ καὶ ἄπρακτον πρὸς τὰ σπουδαῖα
τῶν πράξεων ἀποφήνωμεν. Οὐ γὰρ δὴ ποιῶν ὁ Θεὸς
τὸν ἄνθρωπον ἀργὸν καὶ ἀκίνητον αὐτὸν εἶναι βεβού-
ληται, ἀλλ' ἐνεργὸν ὑπάρχειν πρὸς τὰ καθ-
ήκοντα, ἐν μὲν τῷ παραδείσῳ κελεύσας τὸν Ἀδὰμ
ἐργάζεσθαι, καὶ φυλάττειν αὐτὸν (εἰ γὰρ καὶ θεωρία
τῷ ῥητῷ πρόσκειται, ἀλλὰ γοῦν καὶ τὸ ἰδικὸν ζήλου
καὶ σπουδῆς ἄξιον), μετὰ δὲ τὴν ἐκεῖθεν ἔκπτωσιν ἐν
ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν ἀποφηνά-
μενος. Τὰ δὲ πρὸς τὸν Ἀδὰμ εἰρημένα, ὅτι πᾶσι
τοῖς ἐξ αὐτοῦ γεγεννημένοις εἴρηται, δῆλον
ἐντεῦθεν. Καὶ γὰρ τὸν θάνατον ὥρισε μὲν ὁ Θεὸς
κατ' ἐκείνου, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, εἰπών·
πάντες δὲ οἱ ἐξ αὐτοῦ γεγονότες μετέσχον παρα-
πλησίως ἐκείνῳ τοῦ πάθους. Προσήκει τοίνυν μηδὲν
καινοτομεῖν παρὰ τὴν φύσιν καὶ τοὺς ὅρους τοῦ
εὐεργέτου τῆς φύσεως, ἀλλ' ἐμμένοντα τούτοις,
ἔμπρακτον ἔχειν τὸ σῶμα, μηδαμοῦ ταῖς ἀμετρίαις
1349
παραλυόμενον. Τοῦτο γὰρ, οἶμαι, ἀρίστης οἰκονομίας
ἐστὶ, τὸ τοῖς κειμένοις κατακολουθεῖν ὅροις.
Ἄλλως τε καὶ ἐκ πλειόνων μαρτυριῶν τῆς θείας
Γραφῆς ἔχομεν ἂν συστῆσαι τὸν λόγον. Ἡ γὰρ
θεία Γραφὴ ἐργάζεσθαι μὲν κελεύει, καὶ κινεῖσθαι
τῷ σώματι, καὶ μᾶλλον ἑτέρων ὑπερείδειν ἀσθέ-
νειαν, ἢ τῆς παρ' ἑτέρων δεῖσθαι χειρός· κατα-
μαραίνειν δὲ τοῦτο καὶ παραλύειν ταῖς ἀμέτροις ἐκτή-
ξεσιν οὐδαμῶς. Καὶ τούτου ἀξιοπιστότατόν σοι
παρέξομαι μάρτυρα τὸν ἅγιον Παῦλον, πὴ μὲν λέ-
γοντα· Ἀκούομέν τινας ἐν ὑμῖν ἀτάκτως περιπα-
τοῦντας, μηδὲν ἐργαζομένους· καὶ τὴν ἀργίαν
ἀταξίαν ἀποφηνάμενον· Οὐκ ἠτακτήσαμεν γὰρ,
φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά
τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας
ἐργαζόμενοι· καὶ τὸ τούτου πλέον· Ταῖς χρείαις
μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες
αὗται· ἑτέρωθι δὲ πάλιν· Ἵνα ἐργαζόμενοι, φησὶ,
τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι· καὶ πάλιν ἄλλοθι· Ἡσυ-
χάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς
χερσὶν ὑμῶν. Τύφου παντὸς ἀπηλλάχθαι προσ-
ήκει τὸν ἀσκητὴν, καὶ τὴν μέσην ὄντως καὶ βασιλι-
κὴν ὁδὸν πορευόμενον, ἐπὶ θάτερα μηδαμῶς ἀποκλί-
νειν· μήτε τὴν ἄνεσιν ἀσπαζόμενον, μήτε τῇ ὑπερ-
βολῇ τῆς ἐγκρατείας ἀχρειοῦντα τὸ σῶμα. Εἰ μὲν
γὰρ καλὸν ἦν παρεῖσθαι τῷ σώματι, καὶ κεῖσθαι
νεκρὸν ἔμπνουν, τοιούτους πάντως ἂν ἡμᾶς κατ-
εσκεύασεν ἐξ ἀρχῆς ὁ Θεός· εἰ δὲ οὐ πεποίηκεν
οὕτως, πάντως ὅ τι περ ἂν καλὸν ἔγνω, τοῦτο καὶ
ἀπετέλεσεν· εἰ δὲ ὅπερ καλὸν ἦν, τοῦτο ἡμᾶς ἀπειρ-
γάσατο, ἁμαρτάνουσιν οἱ τὸ καλῶς ποιηθὲν, ὡς ἔν-
εστιν, οὐ φυλάττοντες.
Ἓν οὖν ὁ ἀσκητὴς τῆς εὐσεβείας σκοπείτω, εἰ
μήπου κακία διὰ ῥᾳθυμίας ἐνεφώλευσε τῇ ψυχῇ, εἰ
μήπου ἡ νῆψις καὶ ἡ πρὸς Θεὸν ἐκτενὴς τῆς διανοίας
ἀπότασις ἐξελύθη, εἰ μήπου ὁ τοῦ Πνεύματος ἁγια-
σμὸς, καὶ ὁ ἐκεῖθεν ἐγγενόμενος τῇ ψυχῇ φωτισμὸς
ἠμαυρώθη. Ὡς, εἴγε τὰ εἰρημένα ἀκμάζοι καλὰ,
οὐδαμῶς καιρὸν ἕξει τὰ πάθη τοῦ σώματος κατεξαν-
ίστασθαι, τῆς ψυχῆς πρὸς τὰ ἄνω ἀσχολουμένης,
καὶ οὐκ ἐνδιδούσης καιρὸν τῷ σώματι τῆς διαναστά-
σεως τῶν παθῶν. Εἰ γὰρ, διανοουμένων ἡμῶν τι
πολλάκις κατὰ τὸν βίον συντόνῳ λογισμῷ, καὶ ἡ
ὄψις καὶ ἡ ἀκοὴ ἀνενέργητος ἔμεινε, καὶ ὅλη ἡ ψυχὴ
τοῦ ἐνθυμήματος ἔχεται, καταλιποῦσα τὰς αἰσθήσεις
ἐρήμους, πολλῷ μᾶλλον εἰ ὁ θεῖος ἔρως ἐνακμάζοι
1352
ἡμῶν τῇ ψυχῇ, οὐδὲ καιρὸν τῆς περὶ τὰ πάθη
ἐννοίας ἕξομεν. Εἰ δέ που καὶ μικρὸν ταῦτα διανα-
σταίη, ταχέως τῇ τῆς ψυχῆς μεγαλονοίᾳ καταστα-
λήσεται. Τί γὰρ βέλτιον, εἰπέ μοι, μιμεῖσθαι τῶν
δένδρων τὰ εὔκαρπα, ἃ καὶ αὐτὰ πλουτεῖ, καὶ ἑτέ-
ρους ταῖς εὐκαρπίαις εὐφραίνει, ἢ παρεοικέναι τῶν
λαχάνων τοῖς ὑπὸ καύσωνος καὶ ἀνυδρίας μαραινο-
μένοις, καὶ εἶναι, κατὰ τὸν προφήτην, ὥσπερ σεύ-
τλιον ἡμίεφθον, οὐδὲ ταῖς οἰκείαις χρείαις ὑπηρετεῖ-
σθαι δυνάμενον (καὶ ταῦτα αὐτοτελῆ τὴν τῆς οἰκείας
θεραπείας δύναμιν παρὰ τῆς φύσεως ἔχοντας)· ἐξ
ἡμισείας δὲ τὴν φιλοσοφίαν ἐργάζεσθαι ψυχῇ μόνῃ,
ἀλλ' οὐχὶ καὶ τῷ σώματι; Εἰ μὲν γὰρ ἔξω τοῦ σώ-
ματος καθειστήκειμεν, ἀναγκαῖον τῇ ψυχῇ μόνῃ
σπουδάζειν τὰ βέλτιστα· ἐπεὶ δὲ διπλοῦς ὁ ἄνθρωπος,
διπλοῦν εἶναι προσήκει καὶ τὸ τῆς ἀρετῆς σπούδασμα,
πόνοις τε σώματος καὶ ψυχῆς ἀσκήμασι κατορθού-
μενον. Πόνοι δὲ σώματος οὐχ ἡ ἀργία, ἀλλὰ τὸ ἔρ-
γον ἐστί.
Δεῖ μέντοι καὶ τοῦτο σκοπεῖν, ὅπως ἂν μὴ προ-
φάσει τῆς τοῦ σώματος χρείας εἰς ὑπηρεσίαν τῶν
ἡδονῶν ἐξοκείλωμεν. Εἰ μὲν γὰρ ἦν, ἐνδείᾳ διηνεκεῖ
προσανέχοντας, τὰς καθηκούσας ἐκτελεῖν ἐργασίας
τῷ σώματι, τοῦτο ἂν ἦν ἄριστον· ἐπεὶ δὲ λίαν
ὀλίγων σωμάτων ἐστὶ τῇ τοιαύτῃ διαιτήσει μὴ κατα-
πίπτειν, δεῖ καὶ νηστεύειν ἔμμετρα, καὶ τὴν ἀναγ-
καιοτάτην ἐπικουρίαν εἰσφέρειν τῷ σώματι, μὴ τῆς
ἡδονῆς ἡγουμένης περὶ τὰ βρώματα, ἀλλὰ τοῦ λογι-
σμοῦ τὴν χρείαν μετὰ ἀκριβείας ὁρίζοντος· καθάπερ
τινὸς ἐπιστήμονος ἰατροῦ τοῖς καθήκουσιν ἀπροσπα-
θῶς τὴν ἀσθένειαν θεραπεύοντος. Ταύτης γὰρ τῆς
διαθέσεως ἐν ψυχῇ γενομένης, οὐδὲν ὁ μετέχων
τῆς τροφῆς τοῦ μὴ μετέχοντος δεύτερος εἰς φιλοσο-
φίαν φανεῖται· ἀλλὰ τῷ μὲν σκοπῷ τὴν διηνεκῆ οὐ
νηστείαν μόνον, ἀλλὰ καὶ ἀτροφίαν κατώρθωσε, τῇ
δὲ περὶ τὸ σῶμα προμηθείᾳ τῆς ἀρίστης οἰκονομίας
τὸ ἐπαινετὸν ἔχει. Οὐ γὰρ οἶδεν ἡ σύμμετρος ἀγωγὴ
τοῦ σώματος καὶ ἐγκράτεια τὰς ἐπιθυμίας ἀναφλέ-
γειν, καὶ ἀδάμαστα τὰ πάθη ποιεῖν. Πλεονεξίας γὰρ
καὶ τρυφῆς τοῦτό γε. Καὶ ταῦτα μὲν οὖν, ὅσον
ἐκ τῶν τῆς φύσεως νόμων καὶ μαρτυριῶν τῆς θείας
Γραφῆς, συστῆσαι τὸ νῦν εἰς διάσκεψιν ἡμῖν προ-
κείμενον. Ἐπειδὴ δὲ δεῖ μὴ μόνον ταῖς τῶν λόγων
ὑποθήκαις κρατῦναι τὰ εἰρημένα, ἀλλὰ καὶ πρακτι-
κοῖς ὑποδείγμασι τὴν συμβουλὴν βεβαιώσασθαι, ἐπ'
αὐτὴν ἤδη βαδιοῦμαι τοῦ Σωτῆρος τὴν πολι-
τείαν, ἣν κατὰ σάρκα πολιτευσάμενος πᾶσι τοῖς εὐ-
σεβῶς βιώσασθαι θέλουσι τύπον ἀρετῆς καὶ πρό-
γραμμα τέθεικεν· ὥστε τοὺς λοιποὺς, ὁρῶντας εἰς
ἐκείνους τοὺς χαρακτῆρας, τὴν ὁμοίαν τοῖς ἑαυτῶν
1353
βίοις ἐναποτυποῦν ἰδέαν, οὐδαμοῦ τὸ ἀρχέτυπον τῇ
παραλλαγῇ τῆς μιμήσεως διαστρέφοντας. Ὅτι γὰρ
τὸν οἰκεῖον βίον ὁ Σωτὴρ εἰκόνα πολιτείας ἀρίστης
πᾶσι τοῖς αὐτῷ πείθεσθαι θέλουσιν ἔθηκεν, ἄκουσον
αὐτοῦ διαῤῥήδην τοῦτο διδάσκοντος· Ἐάν τις γὰρ,
φησὶν, ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω, οὐ τὴν
κατὰ σάρκα δηλῶν ἀκολούθησιν (ἦν γὰρ πᾶσιν ἄπο-
ρος, τοῦ Κυρίου τανῦν ἐν οὐρανοῖς εἶναι κατὰ
τὸ σῶμα γινωσκομένου), ἀλλὰ τὴν ἀκριβῆ τῆς πολι-
τείας κατὰ τὸ ἐγχωροῦν μίμησιν.
Πῶς οὖν ὁ Σωτὴρ ἡμῶν βεβίωκε, καὶ πῶς πε-
πολίτευται; Ἁμαρτίαν μὲν οὐκ ἐποίησε. Πῶς γὰρ
ἂν ἡ δικαιοσύνη τῇ ἁμαρτίᾳ ἡττήθη; πῶς δ' ἂν τὸ
ψεῦδος τῆς ἀληθείας ἐκράτησεν; πῶς δὲ ἡ δύναμις
ὑπὸ τῆς ἀσθενείας κατεπαλαίσθη; ἢ πῶς τὸ μὴ ὂν
τοῦ ὄντος περιεγένετο; Ὁ μὲν γὰρ Θεὸς ἀεὶ ὢν, καὶ
τῆς ὑπάρξεως ὅρον οὐκ ἔχων, πέρας οὐ προσιέμενος·
ἡ δὲ ἁμαρτία ἔστι μὲν οὐδέποτε, οὐδὲ ἐν ἰδίᾳ ὑπο-
στάσει καταλαμβάνεται· ἐν δὲ τοῖς δρῶσιν αὐτὴν
μᾶλλον ἢ ἐν τοῖς δρωμένοις κακῶς ἀπολείψει τοῦ
καλοῦ τὴν ὕπαρξιν ἔχουσα, σκότος τυποῦται τοῖς
ἀδικήμασι νοερὸν, τῷ δὲ φωτὶ τῆς δικαιοσύνης δια-
λυόμενον· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ τῷ
πέρατι τῶν ἀτοπημάτων συνδιατρέχον. Πεπαυμένων
γὰρ τῶν πονηρῶν πράξεων, καὶ ἡ ὕπαρξις τῆς ἁμαρ-
τίας συναφανίζεται. Ζητηθήσεται γὰρ, φησὶν, ἡ
ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ· κἂν ἡ ἐπὶ τοῖς
ἁμαρτήμασι τιμωρία τεταμιευμένη τύχοι τοῖς ἁμαρ-
τάνουσι, καὶ ἄλυτος ἡ ἐπὶ τοῖς ἀδικήμασι κόλασις.
Ἁμαρτίαν τοίνυν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη
δόλος ἐν τῷ στόματι αὐτοῦ. Μακροθυμίας δὲ, καὶ
ἀνεξικακίας, καὶ χρηστότητος, πραότητός τε καὶ
φιλανθρωπίας, καὶ ἡμερότητος, ταπεινοφροσύνης τε
καὶ φρονήσεως, καὶ πάσης ἁπαξαπλῶς ἀρετῆς πολλὰ
παρέσχε τὰ ὑποδείγματα, ἅπερ ἐν τοῖς Εὐαγγελίοις
σαφῶς διηγόρευται. Μακροθυμίας μὲν καὶ ἀνεξικα-
κίας, τῷ φέρειν τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς,
ἀεὶ ταῖς ἑξῆς ὑπερβολαῖς τὰ πρότερα πονηρεύματα
καλυπτούσας· καὶ…
ὅσον…
The complete text is available when the reading interface loads.