The Greek Library Author

Anonymous

Sermones de moribus a Symeone Metaphrasta collecti

Authority group
Basil of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
Sermones de moribus a Symeone Metaphrasta collecti, MPG 32: 1116–1381. BASILIUS Metropolita
CTS identifier
urn:cts:greekLit:tlg2040.tlg075.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

32

1120

τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων

1121

ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων, τῇδε κἀκεῖσε μετα-

βαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρε-

τον, καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα.

Ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰ-

πεῖν τὸ,

{Ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα

Τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεὶ,

Χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.}

Διὸ ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ

ναυαγήσαντι συνεκνήχεται, καὶ ἐπὶ τῆς χέρσου γε-

νόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμό-

νων. Καὶ οὕτω βιώσωμεν, ὡς μηδέποτε τὰ παρελ-

θόντα κρείττονα εἶναι τῶν μελλόντων· Μηδὲ εἴπω-

μεν, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἀγαθαὶ ἦσαν ὑπὲρ

ταύτας. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους

ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· Τοσαῦτα

ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς

ἐν τοῖς ὕστερον ἀμελείας. Ὥσπερ γὰρ ὁ τελειούμενος

τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς

τὸ κατόπιν ἀναποδίζει. Τίς δὲ μείζων κακίας ἀπό-

δειξις, ἢ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; Καὶ πονηρίας

ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον. Τὸ

γὰρ ἔσχατον ἐν πονηρίᾳ, καὶ πρὸς ἑαυτό ἐστιν

ἀσύμφωνον· καὶ ἔοικε τὸ κακὸν, οὐ τῷ ἀγαθῷ ἐναν-

τιοῦσθαι μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ὥσπερ οὖν

ἡττᾶται σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται

νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ, καὶ ἡ κατ' ἀρετὴν

προκοπὴ ἐπὶ τὸ μεῖζον ἀπὸ τῶν ἐλαττόνων τὴν αὔ-

ξησιν ἔχει· οὕτω καὶ ἡ τῆς κακίας χύσις ἀπὸ τῶν

ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρε-

ται. Ἀρχὴ δὲ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀνα-

χώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ

κακοῦ, καὶ ποίησον ἀγαθόν. Εἰ γὰρ εὐθὺς προσ-

έβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχεί-

ρησιν· νυνὶ δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα

κατατολμήσῃς τῶν ἐφεξῆς. Ὡς γὰρ ἐπὶ τῆς κλίμα-

κος πρώτη ἀνάβασις, ἡ τῆς γῆς ἀναχώρησις· οὕτως

ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς, ὁ τῶν

κακῶν χωρισμός. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκα-

στος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν

τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ γενόμε-

νος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν

δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κα-

κίαν· καὶ πυκνὸν πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς

μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσ-

όντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι

τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων

μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν

τῶν σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλ-

λοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ

ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς

1124

ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνεται τὴν ἀπό-

λαυσιν. Μακάριος οὖν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς

ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, καὶ ἐν τῇ

ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ

τῆς ἀγούσης ἐπὶ τὰ χείρονα. Μακάριος ὁ πάσης ἐλπί-

δος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας,

καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ

ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄν-

θρωπον· οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ

Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς

Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον

τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν

ἐπὶ χρήμασιν ἠλπικότι, καὶ δόξῃ ἀνθρωπίνῃ, καὶ δυ-

νάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυ-

τοῦ προβαλλόμενον· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύ-

εσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ.

Ἀμαθεῖς δὲ ἄνθρωποι, καὶ φιλόκοσμοι,

ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι

πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγείαν, περιφά-

νειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει,

οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία

περιτροπὴν, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κε-

κτημένους ἀποτελεῖν. Ὁ μὲν οὖν ἐν τῷ βίῳ τυγχά-

νων, οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως·

ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ

τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς

μακαρίζεται. Καὶ οἱ μὲν τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν

αὐτῷ τῷ ἔργῳ τὸ εὐαπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ

κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνω-

σιν, ὦσιν ἂν ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ

τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Εἰ οὖν δέοι

βίον μὲν ἄριστον ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ

προσδοκᾷν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς

βελτίστοις. Αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προ-

εμένους, ὕστερόν ποτ' ἀνακαλεῖσθαι τὸ παρελθὸν, ὅτε

οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Τῷ ὄντι γὰρ ἀμήχα-

νόν ἐστι χωρητικοὺς γενέσθαι ἡμᾶς τῆς θείας χάρι-

τος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς

ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρό-

τερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμέτοις

ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς

διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο. Ἀλλὰ καὶ

ἀγγεῖον προκατειλημμένον ὑπό τινος ὑγροῦ δυσ-

ώδους, μὴ ἐκπλυθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν

ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα,

ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πᾶσι μὲν

γὰρ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τοῖς μὲν καθ-

αρεύουσι τῶν παθῶν, τὴν ἰδίαν ἐμφέρει δύναμιν·

τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν

τῆς ἁμαρτίας σπίλων, οὐκ ἔτι.

Ἀδύνατον γὰρ, εἰς διαφόρους φροντίδας τοῦ νοῦ

μεριζομένου, κατορθοῦσθαι τὸ σπουδαζόμενον· κα-

θὼς ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται

1125

δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε

Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Οὔτε γὰρ ἄλλης τινὸς

ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην,

οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι,

ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι.

Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶς καταλαβεῖν

δυνατὸν, ἄλλοτε ἐπ' ἄλλην μεταβαίνοντα· οὔτε μὴν

μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρί-

σαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ καὶ τὰς

πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοι-

κείων κατορθουμένου. Ἐπεὶ οὔτε χαλκευτικῆς τέλος

διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυ-

κεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν

σπουδῆς κατορθοῦνται· ἀλλ' ἑκάστῳ τέλει οἰκεῖος ὁ

πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥσπερ οὖν καὶ

ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ

πρὸς Θεὸν εὐαρεστήσεως, ἐν τῇ ἀναχωρήσει τῶν με-

ριμνῶν τοῦ κόσμου, καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν

περισπασμῶν κατορθοῦται. Λυθῆναι οὖν δεῖ τῶν

δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τόνγε ἀληθινῶς

ἀκολουθεῖν μέλλοντα τῷ Θεῷ· τοῦτο δὲ οὐκ ἄλλως,

ἢ διὰ παντελοῦς ἀναχωρήσεως, καὶ λήθης τῶν πα-

λαιῶν ἠθῶν κατορθοῦται. Ὡς εἰ μὴ ἀποξενώσαιμεν

ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς καὶ κοινωνίας βίου,

οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μετα-

βαίνοντες, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ

τῆς πρὸς Θεὸν εὐαρεστήσεως. Ὁ τοίνυν πρὸς τὴν

ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις

ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως,

ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ, οὔτε μέλαινα δι-

όλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη,

οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖ-

ται. Ὥσπερ οὖν οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας

γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες,

τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι

μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδα-

κότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπερ-

γάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κι-

νούμενα καὶ ἔμπρακτα τοὺς βίους τῶν ἁγίων ἀπο-

βλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι

διὰ μιμήσεως.

Εἰ γὰρ βοῦς μὲν συνεργὸς ἡμῖν εἰς γεωργίαν

παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται,

καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπι-

γινώσκει· ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς συνήθεις τῆς

καταλύσεως τόπους ὁρμᾷ, καὶ τοσαύτη τοῖς ἀλόγοις

πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια· πόσον ἡ λογικὴ

φύσις τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθή-

σεται; Οὐδὲ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον

ἀλλὰ παντὶ προσήκει τῷ βίῳ τὰς κατ' ἀρετὴν ἐνερ-

γείας συμπαρατείνεσθαι. Καὶ καθάπερ οἱ ἐπὶ τὸ

λουτρὸν εἰσιόντες, γυμνοῦνται παντὸς περιβλήματος·

1128

οὕτω χρὴ καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους

ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνωθέντας, ἐντὸς

τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Γίνεσθε γὰρ,

φησὶ, φρόνιμοι ὡς οἱ ὄφεις· ὃς ἐπειδὰν ἀποδύεσθαι

δέῃ τὴν λεβήριδα, στενῷ τόπῳ καὶ ἀκριβῶς περι-

σφίγγοντι τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, φρονίμως καὶ

συνετῶς ἀποδύεται τὸ γῆρας. Ὅπερ οὖν καὶ ἡμᾶς

βούλεται ὁ Λόγος, διὰ τῆς στενῆς καὶ τεθλιμμένης

ὁδοῦ πορευομένους, ἀποδύεσθαι μὲν τὸν παλαιὸν

ἄνθρωπον, ἐνδύεσθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν

ἀνακαινισθῆναι, ὡς ἀετοῦ τὴν νεότητα. Φωτὸς γὰρ

ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρ-

ούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας

ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται.

Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς νεφέλαις ἐοί-

κασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε

κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐκφερομέναις· καὶ

οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις

οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς

δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα, καὶ ἡ αὐτὴ,

τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν

ζωὴν διεξάγειν. Πολλοὶ δὲ καὶ τὰς πονηρὰς πράξεις

ἀποδεχόμενοι, χαρίεντα μὲν τὸν εὐτράπελον λέγουσι·

τὸν δὲ αἰσχρολόγον, πολιτικόν· καὶ τὸν πικρὸν καὶ

ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν

καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν, ἐπαινοῦσι· τὸν

ἄσωτον, ὡς ἐλευθέριον· τὸν πόρνον καὶ ἀσελγῆ,

ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς

πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑπο-

κορίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι,

κατὰ τὸν Δαβὶδ, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ

τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν

αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατα-

κρίσει δι' ὧν ἀποδέχονται καθιστῶντες. Ὥσπερ οὖν

οὐκ ἔστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς

ἀντιδόσεις, ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ

προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐ-

τός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς

λοιποὺς σωφρονεστέρους ποιεῖν τῷ ὑποδείγματι·

οὕτω καὶ ὁ τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ

ποιῶν, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι

αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς

τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ

συνεργῷ.

Φευκτέον οὖν τῷ σωφρονοῦντι τὸ πρὸς δόξαν

ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ

μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου,

ὥστε κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν

καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι

τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Τὸν γὰρ μὴ

1129

οὕτως ἔχοντα, τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν

ἀπολείπειν, ὃς φυτὸν ἐγένετο καὶ θηρίον, ὁπότε βού-

λοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα· εἴπερ

δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ

τοῖς τοῦτο τιμῶσι· νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λό-

γους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ

δίκην ἐστὶ κολάκων, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος

τὸ κερδαλέον τε καὶ ποικίλον ζηλοῦν; Ὁ μὲν γὰρ

ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν,

ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων περὶ

τῶν αὐτῶν πάντοτε· ὁ δὲ ποικίλος καὶ ἔντεχνος,

πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία

κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθή-

τους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορ-

φούμενος. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ

πράγματα, ἄλλως δ' οἱ λόγοι περὶ αὐτῶν ἀναπείθω-

σι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ

λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλως

μὲν φαινόμενος, ἄλλως δὲ ὢν κατὰ ἀλήθειαν, στρο-

φαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ

τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύον-

τες, καὶ ἑτέραν τρεπόμενοι. Ἡ δὲ πρὸς τοὺς φαύ-

λους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ

πράγματα. Διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρη-

τέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί

τινα λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητή-

ρια μετὰ τοῦ μέλιτος προσιέμενοι. Ὁ μὲν γὰρ τὴν

ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ

βεβαιῶν,

Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.

Ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς

τὸ μέσον, καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λό-

γους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης, καὶ

τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾷν, ἐοικέναι φαίην

ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δρά-

ματα· οἳ ὡς βασιλεῖς πολλάκις καὶ δυνάσται εἰσέρ-

χονται, οὔτε βασιλεῖς ὄντες, οὔτε δυνάσται, οὐδὲ μὲν

οὖν τυχὸν ἐλεύθεροι τὸ παράπαν. Εἶτα μουσικὸς μὲν

οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν

εἶναι· καὶ χοροῦ κορυφαῖος, μὴ ὅτι μάλιστα συν-

ᾴδοντα τὸν χορὸν ἔχειν· αὐτὸς δέ τις ἕκαστος δια-

στασιάσει πρὸς ἑαυτὸν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολο-

γοῦντα τὸν βίον παρέξεται; Οὔτε γὰρ ἵππον ταχὺν

ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε

κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι· ἀλλ' ὥσπερ

τῶν ἄλλων ζώων ἡ ἀρετὴ ἐν ἑαυτῷ θεωρεῖται ἑκά-

στῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρ-

χόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Ἀρε-

τῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον

δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Οἱ γὰρ τὴν ἀρετὴν

μετιόντες, ἄστροις ἐοίκασιν, ἐν νυκτερινῇ συννε-

φείᾳ, ἄλλοις κατ' ἄλλα μέρη τοῦ οὐρανοῦ δια-

1132

λάμπουσιν· ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέ-

στερον δὲ δήπου τὸ ἀπροσδόκητον. Τοιοῦτοι δὴ καὶ

οὗτοι, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι, ἐν τῇ σκυ-

θρωπῇ ταύτῃ καταστάσει τοῦ βίου οἷον ἐν σκοτο-

μήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι,

ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως, τὸ περιπόθητον

ἔχοντες. Αἰσχρὸν δὲ, ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι

τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφαίνοντα.

Καὶ μή μοι λέγε παρὰ Θεοῦ τὸ κακὸν τὴν γέ-

νεσιν ἔχειν· οὐ γὰρ εὐσεβὲς τοῦτο, διὰ τὸ μηδὲν τῶν

ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ

ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν

ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός· ἀλλ' ἐν μὲν

ταῖς μεταβολαῖς τῶν διαθέσεων, ἐκ τῶν ἐναντίων

πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέ-

σεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ' ἐκ τῶν ὁμογενῶν

ἕκαστον τῶν γινομένων προέρχεται. Τὸ τοίνυν κα-

κόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διά-

θεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ

τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις

ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει,

μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου·

ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν

γνωριζέτω. Οὐ γὰρ ἂν, εἴπερ ἀκούσιον ἦν, καὶ μὴ

ἐφ' ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων ὁ φόβος τοῖς

ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δι-

καστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούρ-

γοις ἀντιμετροῦσαι. Εἰ γὰρ τῶν κατὰ κακίαν καὶ

ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσιν ἀρ-

χαὶ, ἀλλ' ἐκ τῆς φύσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν

οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορί-

ζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ ἀρετὴν τιμῶν-

τες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου

τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ

δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον

τῆς ἐπὶ τὰς πράξεις κατεπειγούσης ἀνάγκης. Μα-

ταιότατοι δὲ πάντως καὶ οἱ περὶ τὰς τέχνας πο-

νούμενοι· ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρ-

μα καταβαλὼν, μήτε δρεπάνην θηξάμενος· ὑπερ-

πλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς

εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ

δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδοι ἡμῖν

οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κα-

τακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προ-

αίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου

γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει

χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ὑπάρχει

ἐξαίρετον. Καὶ γὰρ περὶ τῶν συκῶν φασιν, ὡς οἱ

μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέραις·

οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ

ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ

σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες.

Τί δέ σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα; ὅτι χρὴ

1133

πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πί-

στεως εὐτονίαν τινὰ προσλαμβάνειν εἰς τὴν τῶν

ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ

ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκ-

κλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοι-

πῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον

σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλή-

σιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρ-

ουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν

ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφού-

σῃ. Τινὰ δὲ τῶν φυτῶν καὶ τὴν ἐκ φύσεως κακίαν

ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον

τὰς ὀξείας ῥοὰς καὶ τῶν ἀμυγδάλων τὰς πικροτέρας,

ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος, σφῆνα

πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσον διελαθέντα

δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ

χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων

ἑαυτοῦ ἀπογνώτω. Εἰ γὰρ γεωργὸς τῶν φυτῶν τὰς

ποιότητας μεταβάλλει, πολλῷ μᾶλλον ἡ κατ' ἀρετὴν

τῆς ψυχῆς ἐπιμέλεια δύναται παντοδαπῶν ἀῤῥωστη-

μάτων ἐπικρατῆσαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ

ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς

τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΠΕΡΙ ΔΙΔΑΧΗΣ ΚΑΙ ΝΟΥΘΕΣΙΑΣ.}

{ΛΟΓΟΣ Βʹ.}

Εἰ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ

προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπο-

μεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τῆς νηστείας ἑβδομάδων

νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέ-

λιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν

γέγονεν ὄφελος, ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σή-

μερον; Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερ-

μάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ

δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν.

Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ

ὑπόδειγμα Ἱερεμίου· ὃς πρὸς ἀπειθῆ λαὸν φθέγγε-

σθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς δι-

ηγήσατο, ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις,

καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἐπεὶ

γὰρ φύσει ἀρετὴ λόγου, μήτε ἀσαφείᾳ κρύπτειν

τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον,

εἰκῆ τοῖς πράγμασι περιῤῥέοντα· οὐ καλὸν περὶ

πολλῶν εἰσάπαξ διαλεχθῆναι, μή ποτε τῇ ἀμετρίᾳ

τοῦ λόγου ἄχρηστα φανῇ τὰ φιλοπόνως συνειλε-

γμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περι-

δράξασθαι, ὅμοιον πάσχει γαστρὶ, διὰ τὴν ὑπερ-

βολὴν τοῦ κόρου, εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμ-

φθέντα μὴ δυναμένῃ. Βίαιον μὲν γὰρ μάθημα οὐ

πέφυκε παραμένειν, τὸ δὲ μετὰ τέρψεως καὶ χάρι-

τος εἰσδυόμενον μονιμώτερόν πως ταῖς ψυχαῖς ἐνιζά-

1136

νει. Διὰ τοῦτο καὶ τὸ ἐκ τῆς μελῳδίας τερπνὸν

τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ

λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθα-

νόντως ὑποδεχώμεθα, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν,

οἳ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες

τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περι-

χρίουσι. Διὰ τοῦτο καὶ τὰ ἐναρμόνια μέλη τῶν ψαλ-

μῶν ἡμῖν ἐπινενόηται, ἵνα ὡς οἱ παῖδες τὴν ἡλι-

κίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν

μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται.

Καὶ γὰρ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων

οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρού-

ουσιν· ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς

ἐπιβάτας διδάσκουσιν· ἀλλὰ συνενδιδόντες τὴν πρώ-

την καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ

τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας,

τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους

ποιοῦσι διὰ τῆς τέχνης. Τοῖς γοῦν ἐπιμελῶς ἐξ ἑκά-

στου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις

τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν προσθῆ-

και πεφύκασι. Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ

κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ

καὶ εἰς ἡντιναοῦν ἐπιστήμην, ὀρθῶς ἡγεῖσθαι ἔχειν

τῷ πεπυκνωμένῳ προσῆκε.

Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη,

καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ

πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Ὥσπερ

οὖν, οὐχὶ βασκαίνων ἡμῖν τῶν πρὸς τὸ ζῇν ἀφορμῶν,

παραπλησίως τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα

ὁ Δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔν-

δειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας

ἐμηχανήσατο· οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσά-

φειαν ἐπ' ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν

ἐνέργειαν, ἐπετήδευσε· πρῶτον μὲν ἵνα τούτοις

ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι

τὰ πόνῳ κτηθέντα μᾶλλον προσαγαπᾶται, καὶ τὰ

διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον πα-

ραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος

ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχεί-

ρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς

ἔχουσιν. Αἰσχρὸν δὲ, τῶν μὲν σιτίων τὰ βλαβερὰ

διωθεῖσθαι· τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν

τρέφει, μηδένα λόγον ἔχειν· ἀλλ' ὥσπερ χειμάῤ-

ῥουν κατασύροντας ἅπαν τὸ προστυγχάνον, ἐμ-

βάλλεσθαι. Ὡς γὰρ τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον

τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον

ἀπ' αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως

οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παρα-

δοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ τὰ τῆς ἀλη-

θείας δόγματα ἐπιπλέον βασανίσαντες, δυνηθῶμεν

τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν τοῦ Κυρίου χρηστό-

τητα.

1137

Τοῦ γὰρ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν

Ἰησοῦ Χριστοῦ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες

οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω

ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι'

ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν

ζυγὸν βουλομένους. Προσήκει δὲ τὸν παρελθόντα

βίον τῶν προσιόντων καταμανθάνειν, καὶ οἷς μὲν

ἤδη τι κατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων

παραδιδόναι· τοὺς δὲ ἐκ βίου πονηροῦ πρὸς τὸν

ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν

χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι, μὴ ἄστατοι, καὶ πρὸς τὰς

κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ

εὐμετάθετον· οἳ πρὸς τῷ μηδὲν ἑαυτοὺς ὠφελῆσαι,

ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται. Ἐπεὶ δὲ

πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παν-

τοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων

ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσ-

ήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνί-

σμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας·

ὡς ἐάν τι βέβαιον παρ' αὐτοῖς εὕρωμεν, ἀκινδύνως

αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἕξω ὄντας ἀποπέμπε-

σθαι· ὥστε ἀζημίωτον τὴν πεῖραν τῇ ἀδελφότητι

γίνεσθαι. Τὸν δὲ ἀπό τινος περιφανεστέρου βίου

πρὸς τὴν καθ' ὁμοίωσιν τοῦ Κυρίου ταπεινοφροσύ-

νην ἐπειγόμενον, ὁρίζειν χρή τινα τῶν ἐπονει-

δίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπι-

τηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαί-

σχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν. Ὅσοι δὲ ὑπὸ

ζυγὸν ὄντες δοῦλοι, ταῖς ἀδελφότησι προσφεύγουσι,

νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀπο-

πέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ' ὁμοίωσιν τοῦ

μακαρίου Παύλου· ὃς τὸν Ὀνήσιμον γεννήσας διὰ

τοῦ Εὐαγγελίου, ἀπέπεμψε τῷ Φιλήμονι, τὸν μὲν

πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως

τῷ Κυρίῳ κατορθούμενος, βασιλείας οὐρανῶν ἄξιον

συνίστησι· τὸν δὲ παρακαλέσας, μὴ μόνον ἀνιέναι

τὴν κατ' αὐτοῦ ἀπειλὴν, ἀλλὰ καὶ χρηστοτέραν

ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν. Εἰ μέντοι κακὸς ὁ

δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ

πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ δεσπότου

καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζό-

μενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ

Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον, ποιήσαντά

τι, ὃ μὴ ἀρέσκῃ Θεῷ. Κατορθοῦται δὲ ἀγὼν, ἢ ἐν

τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν

τῶν ἐπιφερομένων αὐτῷ μαθημάτων, ὑπὲρ τοῦ πειθ-

αρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ· ἢ ἐν τῷ τοὺς

ὑποδεχομένους ἀναδέξασθαι τοὺς ὑπὲρ αὐτοῦ ἐπαγο-

μένους αὐτοῖς πειρασμούς. Τοὺς ἐν συζυγίᾳ δὲ γά-

μου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι χρὴ,

εἰ ἐκ συμφωνίας τοῦτο ποιοῦσι, κατὰ τὴν διαταγὴν

1140

τοῦ Ἀποστόλου, καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων

δέχεσθαι τὸν προσερχόμενον. Εἰ δὲ στασιάζοι τὸ

ἕτερον μέρος καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς

πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστο-

λος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.

Τὸν τοίνυν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοῦ

ἀκολουθῆσαι τῷ Κυρίῳ, οὐ χρὴ καταφρονητικῶς

περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι· ἀλλὰ πει-

ρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυ-

ρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰ-

κονομεῖν, ἢ δι' ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως

ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέν-

των, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς

καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν

ἐστιν οὔτε τὸ προσαφεῖναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ

τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασι-

λικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται

πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι κατα-

προδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται

τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη

κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑπο-

στήσεσθαι, τὸν χαύνως καὶ ἠμελημένως διατεθέν-

τα πρὸς τὴν τούτων διοίκησιν;

Κόσμου δὲ ἀναχώρησις, οὐχὶ ἔξω αὐτοῦ γε-

νέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπα-

θείας τὴν ψυχὴν ἀποῤῥῆξαι, καὶ γενέσθαι ἄπολιν,

ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον,

ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων

διδαγμάτων· ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ

τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις·

Ἑτοιμασία δὲ καρδίας, ἡ ἀπομάθησις τῶν ἐκ πονη-

ρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων.

Πρῶτόν γε πάντων, σπουδάζειν προσήκει τὸν φιλό-

θεον ἄνδρα περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς

ἔχειν, ἀλλ' ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι

δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμε-

νον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν

ἑαυτοῦ λόγον ἐπιδεικτικῶς ἐμβάλλειν, μέτρα ὁρί-

ζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως,

καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου

δεδίδακται, μὴ ἀποκρυπτόμενον, ὡς αἱ φαῦλαι τῶν

γυναικῶν αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσ-

σειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. Τόνος δὲ

φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν

τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι

τῷ μεγέθει τῆς διατάσεως· προεξετάσαντα ἐν ἑαυ-

τῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον.

Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς

ὁμιλίαις· οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον,

ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς

ἔχοντα· πανταχοῦ τὸ τραχὺ, κἂν ἐπιτιμῆσαι δέῃ,

ἀπωθούμενον. Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπει-

νοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσται τῷ δεομένῳ

1141

τῆς θεραπείας. Πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ

τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως· ὃς τῷ Δαβὶδ

ἁμαρτόντι, οὐ παρ' ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς

καταδίκης, ἀλλ' ὑποβολῇ προσώπου χρησάμενος,

αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτή-

ματος· ὥστε αὐτὸν καθ' ἑαυτοῦ προεξενεγκόντα

τὴν κρίσιν, μηδὲν ἐπιμέμψασθαι τὸν ἐλέγξαντα.

Ὁλκὸς μὲν γὰρ ὕδατος δείκνυσι τὴν οἰκείαν πηγὴν,

λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν

χαρακτηρίζει.

Καὶ ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων,

ὅταν εὐστόχως καὶ κατὰ λόγον γίνηται, μετὰ τὴν

πεῖραν μάλιστα τὸ ἀπ' αὐτῶν ὠφέλιμον δείκνυται·

οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπει-

δὰν μάλιστα τὴν ἔκβασιν λάβῃ μαρτυροῦσαν τὰ

παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον

πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθο-

μένων τελείωσιν ἀναφαίνεται. Ὁ γὰρ τὸν κείμενον

ἀνιστῶν, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως

ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς

τοῦ ἀναστήσοντος ἐπιδέεται. Οἱ δὲ τυφλοῖς διδασκά-

λοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες, ἐστέρησαν

ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Τὸ γὰρ μετὰ

θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἁμαρτήσαντα ἀδελ-

φὸν, οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ'

ἑαυτὸν περιβαλεῖν πλημμελήμασιν. Ἐν γὰρ πραό-

τητι δεῖ παιδεύειν τοὺς ἀντιδιατιθεμένους, καὶ

μὴ ἐν οἷς μὲν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι· ἐν

οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς

τὸν ἡμαρτηκότα μακροθυμίαν ἐπιδείκνυσθαι· ἀλλὰ

καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω

γὰρ καὶ τῆς φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ

ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ

τὴν ἁμαρτίαν ἀποστρέφεσθαι· τὸ μὲν γὰρ μὴ δι'

ἑαυτὸν μεριμνᾷν καὶ ἐργάζεσθαι, φιλοχρίστου

καὶ φιλαδέλφου διαθέσεως ἐγκώμιον. Παντὶ τοίνυν

τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θεραπεύειν, καὶ σπου-

δάζειν τὸ ἐξηρθρωμένον, ἵν' οὕτως εἴπω, μέλος

ἐναρθροῦν· ἐὰν δὲ τῇ οἱᾳδηποτοῦν κακίᾳ ἐπιμένῃ,

ἀφιέναι ὡς ἀλλότριον· γέγραπται γάρ· Πᾶσα φυ-

τεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος,

ἐκριζωθήσεται. Ἐὰν γὰρ δυσαποσπάστως ἔχωσι

τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς δου-

λεύειν ἐθέλωσι μᾶλλον ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ

τὸ Εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν

κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπει-

θεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώ-

ζων σῶζε τὴν σεαυτοῦ ψυχὴν, καὶ ἀλλοτρίαις

ἁμαρτίαις μὴ κοινώνει. Καὶ εἰ μή τις ἐπιθυμητικῶς

ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται

1144

αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λά-

ρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί

μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖται τὴν ἀργίαν·

ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη

ὅλον τὸ φύραμα δολώσῃ. Οὓς γὰρ τὰ κοινὰ ἐπιτίμια

οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει

εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι

κανόσιν ὑποβάλλειν· γέγραπται γάρ· Ἐὰν ὁ ἀδελ-

φός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ

αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ

σεαυτοῦ καὶ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ

τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρ-

ακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

Ὃ γοῦν ἐγένετο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη,

ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκ-

κλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ

κατεδέξατο, λοιπὸν ἔσται ἐκκήρυκτος, καὶ διαγγελ-

θήτω πάσῃ τῇ πόλει, ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς

πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς· ὡς ἐκ τοῦ μὴ

συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κα-

τάβρωμα τοῦ διαβόλου. Ὥσπερ γὰρ τῶν παίδων οἱ

νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς

μάστιγας, ἃς διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσ-

άγουσι, προσεχέστεροι δέχονται τὰ διδάγματα· καὶ

ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο,

μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας ἄρτι τῶν ὤτων

διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ καὶ παρεδόθη

τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς

θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς

ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν ἐπαχθῇ

αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μόλις τὰ

ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ

προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς

ἀκοαῖς, παρεδέχθη, κατὰ τὸν λέγοντα, ὅτι Ἡ παι-

δεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.

Ὥσπερ δὲ ἀπαθῶς χρὴ προσάγεσθαι τὰς θερα-

πείας τοῖς ἀσθενοῦσι κατὰ ψυχὴν, οὕτως πάλιν

χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι

τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ

εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ ψυχῆς προσαγομένην αὐ-

τῶν ἐπιμέλειαν. Αἰσχρὸν γὰρ, τοὺς μὲν τὰ σώματα

νοσοῦντας, τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν,

ὥστε κἂν τέμνωσι, κἂν καίωσι, κἂν πικροῖς τοῖς

φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ

πρὸς τοὺς τῶν ψυχῶν θεραπευτὰς, ὅταν δι' ἐπιπόνου

ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ

τὴν αὐτὴν ἔχειν διάθεσιν. Ἐπεὶ οὖν φοβερὸν τὸ κρῖ-

μα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας,

τὴν κοινὴν φροντίδα πεπιστευμένῳ· ὡς ὀφείλων λό-

γον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω, εἰδὼς,

ὅτι ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ

προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπε-

1145

σὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς ἐπανορ-

θώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζη-

τηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ

δι' ἄγνοιάν τι παρίδῃ τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ

διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κα-

κοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ. Ὥσπερ

δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα

τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπι-

βάλλει, ἐάν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα

πλημμέλημα, ὑπομιμνήσκειν αὐτὸν τοὺς προέχον-

τας τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν. Ἐὰν μὲν οὖν ᾖ

τι ἄξιον διορθώσεως, τόν τε ἀδελφὸν ὠφελήσαμεν,

καὶ ἑαυτοὺς δι' ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμε-

τέρου βίου ὄντα, καὶ τῇ αὐτοῦ ὀρθότητι τὸ ἐνδιά-

στροφον ἡμῖν διελέγχειν ὀφείλοντα, πρὸς τὸ εὐθὺ

καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ταραχθῶσι, πλη-

ροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετὰ

ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ' αὐτῷ διακρίσεως

ἀπαλλάσσονται.

Οὐ γὰρ ἀγνοεῖτε, ὡς οἱ προεστῶτες δημοσίᾳ

πᾶσι προκείμενοι, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβε-

βλημένοι σκόπελοι, αὐτοὶ τὸν θυμὸν τῶν ἐναντίων

κυμάτων ὑποδέχονται, καὶ περὶ αὐτοὺς ῥηγνύμενα,

τὰ κατόπιν αὐτῶν οὐκ ἐπικλύζουσιν. Ἐγὼ μὲν οὖν

ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἰρημένα, τὰ δὲ

παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. Κἂν γὰρ ἡ

τοῦ σώματος ἀσθένεια ἐμποδίζῃ με (ἣν οὐκ ἀγνοεῖτε

πάντως, ὅση μοι πάρεστιν, ἐκ τῆς πρώτης ἡλι-

κίας μέχρι τοῦ γήρως τούτου συντραφεῖσά μοι, καὶ

παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα

ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἀλλ' ἕως ἀναπνέομεν,

ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδο-

μὴν τῶν καλῶν. Ὑμεῖς δὲ, τριῶν ἀῤῥωστημάτων

μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς

γνώμης νόσον παραπλησίαν τῆς τῶν εἰς τὰ σώματα

δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν

παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχον-

ται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀῤῥωστη-

μάτων, ἐφ' ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ

δ' εἰς ἀνήκεστον παντελῶς μελαγχολίαν παρενεχθέν-

τες, οὐδὲ προσιόντας προσίενται. Ὃ μὴ πάθητε

νῦν ὑμεῖς, ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγον-

τες· ἀλλὰ καὶ παιδεύθητε, καὶ στοιχειώθητε τῷ φό-

βῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα καὶ τῶν μελλόντων

ἀγαθῶν ἐπιτύχητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ

ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ

Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι,

νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

1148

{ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΗΣ ΠΡΟΣ ΘΕΟΝ ΚΑΙ ΤΟΝ

ΠΛΗΣΙΟΝ.}

{ΛΟΓΟΣ Γʹ.}

Τοὺς τῶν βιωτικῶν ἑαυτοὺς ἀποξενοῦντας με-

ριμνῶν, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν

καρδίαν, ὡς μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβάλ-

λειν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντα-

σίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς

διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην

ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον,

τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτως γὰρ

προσγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε δι-

εγείρουσα τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου,

καὶ ὑπ' αὐτῶν πάλιν αὕτη συντηρουμένη πρὸς τὸ

διαρκὲς καὶ ἀδιάπτωτον. Ὁ δὲ σφόδρα τῇ ἐπιθυμίᾳ

τοῦ ἀκολουθεῖν τῷ Χριστῷ κατεχόμενος, πρὸς οὐδὲν

ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς

γονέων ἢ οἰκείων φίλτρον ὅταν ἐναντιούμενον ᾖ τοῖς

τοῦ Κυρίου προστάγμασι. Τότε γὰρ καιρὸν ἔχει

καὶ τὸ, Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν

πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά·

καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν

ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν

πατέρα αὐτῶν Ζεβεδδαῖον, καὶ αὐτὸ τὸ πλοῖον, τὴν

πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ' αὐτοῦ τοῦ

τελωνίου ἀναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ

τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνίῳ καταλιπὼν, ἀλλὰ

καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἔμελ-

λον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας,

ἀτελεῖς τοὺς λόγους τοῦ τελωνίου καταλιμπάνοντι·

Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ

αὐτὸς τῷ κόσμῳ. Ὅταν γὰρ τῆς εὐσεβείας ἔρως τὴν

ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλα-

στον εἶδος· κἂν πάντες αὑτὴν ὑπὲρ τοῦ ποθουμένου

τοξεύωσι, τέρπουσι μᾶλλον ἢ πλήττουσιν. Εἰ γὰρ

διὰ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον

φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀνταπόδο-

σιν τῶν προσγενομένων ἡμῖν καλῶν ὑπομένομεν,

τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύ-

ναται; Αἳ τοσαῦται μὲν εἰσὶ τὸ πλῆθος, ὡς καὶ

ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ

τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν ὑπευθύνους ἡμᾶς εἰς

πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Ὁ δ' οὕτως ἐστὶν

ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ' ἀρκεῖται

μόνον ἀγαπώμενος ἐφ' οἷς ἔδωκεν. Ὧν ἁπάντων

ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω),

εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω,

μή ποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς πρὸς τὰ μά-

ταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν, ὄνει-

δος γένωμαι τῷ Χριστῷ. Εἰς ὀνειδισμὸν γὰρ προσ-

οίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν ὁ διά-

βολος, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ ἡμῶν· ὅς γε

1149

οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ'

ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπει-

θείᾳ, καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ.

Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, βαρύτερόν

μοι τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ

τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν

ἐπάρσεως κατὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ

ἀναστάντος.

Καὶ γὰρ Κύριον τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ

ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει, καὶ

ἀγαπᾷν καὶ τὸν πλησίον, καὶ ἀγαπᾷν καὶ τοὺς ἐχ-

θροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα

τοῦ ἐν οὐρανοῖς Πατρὸς, τὸν ἥλιον αὐτοῦ ἀνατέλλον-

τος ἐπὶ πονηροὺς καὶ ἀγαθούς· εἰς ἄλλα δὲ τὴν τοῦ

ἀγαπᾷν δύναμιν παραναλίσκειν οὐ συγκεχώρηται.

Τὸ γὰρ τῆς ἀγάπης καλὸν, εἰ μὲν ἐν τῷ ὀνόματι

τῆς ἀγάπης περιγράψεται μόνῳ, καταγέλαστόν ἐστι,

τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις

μόνο…

The complete text is available when the reading interface loads.