Expositio fidei
- Authority group
- Marcellus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Expositio fidei, ed. H. Nordberg, Athanasiana I [Commentationes humanarum litterarum 30.2. Helsinki: Centraltryckeriet, 1962]: 49–56.
- CTS identifier
urn:cts:greekLit:tlg2041.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
7
«ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω.» παρὰ δὲ τῷ πατρί ἐστιν ἀεὶ ὁ ὢν
εἰς τὸν κόλπον τοῦ πατρός.
8
οὐδέποτε δὲ ἐκενώθη ὁ κόλπος τοῦ
πατρὸς τῆς τοῦ υἱοῦ θεότητος. φησὶ γάρ· «ἐγὼ ἤμην παρ' αὐτῷ ἁρμό-
ζουσα.»
9
οὐ φρονοῦμεν δὲ κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων τὸν τοῦ
παντὸς κτίστην θεόν, τὸν τοῦ θεοῦ υἱόν, τὸν ἐκ τοῦ ὄντος ὄντα, τὸν
ἐκ τοῦ μόνου μόνον, ὡς συναπεγεννήθη ἐκ τοῦ πατρὸς ἀϊδίως ἡ ὁμοία
δόξα καὶ δύναμις. «ὁ» γὰρ «ἑωρακὼς τὸν υἱὸν καὶ τὸν πατέρα ἑώρακε.»
10
τὰ πάντα δηλονότι διὰ τοῦ υἱοῦ ἐκτίσθησαν, ἀλλ' οὐκ ἔστιν αὐτὸς
κτίσμα, ὥς φησιν ὁ Παῦλος περὶ τοῦ κυρίου· «ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ
πάντα» καὶ «αὐτός ἐστι πρὸ πάντων.»
11
οὐ λέγει δὲ ὅτι πρὸ πάντων
‘ἐκτίσθη’, ἀλλ' ὅτι πρὸ πάντων ἐστί. τὸ γοῦν ἐκτίσθαι ἐπὶ πάντων
κεῖται· τὸ δὲ ἔστι πρὸ πάντων μόνῳ τῷ υἱῷ ἁρμόζει.
3
1
Γέννημα τοίνυν κατὰ φύσιν ἐκ τελείου τέλειόν ἐστι. «πρὸ πάντων
βουνῶν» γεννηθέν, τουτέστι πρὸ πάσης λογικῆς καὶ νοερᾶς οὐσίας. ὡς καὶ
ἐν ἑτέρῳ τόπῳ φησὶν αὐτὸν ὁ Παῦλος «πρωτότοκον πάσης κτίσεως.»
2
ἀλλὰ πρωτότοκον δηλῶν μὴ εἶναι αὐτὸν κτίσμα ἀλλὰ γέννημα τοῦ πατρός.
ξένον γὰρ ἐπὶ τῆς θεότητος αὐτοῦ τὸ λέγεσθαι κτίσμα.
3
τὰ γὰρ πάντα
ἐκτίσθησαν ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, ὁ δὲ υἱὸς μόνος ἐκ τοῦ πατρὸς
ἀϊδίως ἐγεννήθη.
4
διὸ «πρωτότοκός ἐστι πάσης κτίσεως» ὁ θεὸς λόγος·
ἄτρεπτος ἐξ ἀτρέπτου. ἔστι τοίνυν τὸ ὃ δι' ἡμᾶς ἐφόρεσε σῶμα κτίσμα.
5
περὶ οὗ λέγει ὁ Ἰερεμίας κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνευτῶν
ἔκδοσιν· «κύριος ἡμῖν ἔκτισεν εἰς καταφύτευμα σωτηρίαν καινήν, ἐν ᾗ
σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.»
6
κατὰ δὲ τὸν Ἀκύλαν περὶ τοῦ
αὐτοῦ ῥητοῦ κεῖται· «ἔκτισε κύριος καινὸν ἐν τῇ θηλείᾳ.» ἡ δὲ κτισθεῖσα
ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιά, ἡμῖν τε καὶ οὐ πρὸ
ἡμῶν, Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα γενόμενος ἄνθρωπος.
7
ὃς ἑρμη-
νεύεται πῇ μὲν σωτηρία, πῇ δὲ σωτήρ. ἔστι δὲ ἐκ τοῦ σωτῆρος ἡ σωτηρία
ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός.
8
ἡ οὖν ἐκ τοῦ σωτῆρος σωτηρία
κτισθεῖσα καινὴ καθὼς λέγει Ἰερεμίας «ἔκτισεν ἡμῖν σωτηρίαν καινὴν»
καὶ ὡς Ἀκύλας φησὶν «ἔκτισε κύριος καινὸν ἐν τῇ θηλείᾳ,» τουτέστιν
ἐν τῇ Μαρίᾳ.
9
οὐδὲν γὰρ ἐκτίσθη καινὸν ἐν τῇ θηλείᾳ εἰ μὴ τὸ ἐκ
Μαρίας, τῆς παρθένου, τεχθὲν ἄνευ συνουσίας κυριακὸν σῶμα.
10
ὡς καὶ
ἐν παροιμίαις ἐκ προσώπου τοῦ Ἰησοῦ λέγει· «κύριος ἔκτισέ με ἀρχὴν
ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» οὐ λέγει δὲ πρὸ ἔργων ἔκτισέ με, ἵνα μή
τις εἰς τὴν θεότητα τοῦ λόγου ἐκλάβοι τὸ ῥητόν.
4
1
Ἑκάτερα τοίνυν τὰ περὶ τὸ κτίσμα ῥητὰ σωματικῶς εἰς τὸν Ἰησοῦν
γέγραπται. ἀρχὴ γὰρ ὁδῶν ἐκτίσθη ὁ κυριακὸς ἄνθρωπος, ὧν εἰς σωτηρίαν
ἡμῖν ἐφανέρωσε.
2
διὰ τούτου γὰρ πρὸς τὸν πατέρα ἔχομεν προσαγωγήν.
αὐτὸς γάρ ἐστιν ἡ ὁδός, καθὼς λέγει· «ἐγώ εἰμι ἡ ὁδὸς» ἡ πρὸς τὸν πατέρα
ἀνάγουσα ὑμᾶς.
3
ὁδὸς δὲ σωματικόν τί ἐστι θέαμα, ἥτις ἐστὶν ὁ κυριακὸς
ἄνθρωπος. τὰ πάντα γοῦν ἔκτισεν ὁ τοῦ θεοῦ λόγος οὐκ ὢν κτίσμα ἀλλὰ
γέννημα.
4
οὐδὲν γὰρ τῶν κτισμάτων ἔκτισέ τι ἴσον ἢ ὅμοιον ἑαυτῷ.
πατρὶ δὲ ἔοικε τὸ γεννᾶν, τεχνίτῃ δὲ τὸ κτίζειν.
5
ποίημα γοῦν ἐστι καὶ
κτίσμα τὸ ὃ δι' ἡμᾶς ἐφόρεσε σῶμα ὁ κύριος, «ὃ ἐγεννήθη ἡμῖν», ὥς
φησιν ὁ Παῦλος, «ἀπὸ θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ ἀπολύ-
τρωσις.» καίπερ πρὸ ἡμῶν καὶ πάσης κτίσεως σοφία τοῦ πατρὸς ἦν ὁ
λόγος καὶ ἔστι.
6
τὸ δὲ ἅγιον πνεῦμα ἐκπόρευμα ὂν τοῦ πατρὸς ἀεί ἐστιν ἐν
ταῖς χερσὶ τοῦ πέμποντος πατρὸς καὶ τοῦ φέροντος υἱοῦ, δι' οὗ ἐπλήρωσε
τὰ πάντα.
7
ὁ πατὴρ συνέχων ἐξ ἑαυτοῦ τὸ εἶναι ἐγέννησε τὸν υἱόν, ὡς
ἔφαμεν, καὶ οὐκ ἔκτισεν ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ ὡς βλαστὸν ἀπὸ
ῥίζης καὶ ὡς ἀπαύγασμα ἀπὸ φωτός, ἃ οἶδεν ἡ φύσις ἀδιαίρετα, δι' οὗ τῷ
πατρὶ δόξα, κράτος, μεγαλοσύνη πρὸ πάντων τῶν αἰώνων καὶ εἰς τοὺς
σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν.
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ,ΠΕΡΙ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ, ΚΑΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ.} Οἱ κακοτέχνως τὰς θείας Γραφὰς βουλόμενοι νοεῖν,τὰ ἀνθρώπινα ῥήματα τῆς πτωχείας τοῦ Υἱοῦτοῦ Θεοῦ παράγειν βούλονται πρὸς τὸ συστῆσαιτὴν ἑαυτῶν βλασφημίαν. Πᾶσα δὲ ἀκρίβεια τοῦ Χρι-στιανισμοῦ ἐν τοῖς εὐτελέσι ῥήμασι καὶ πράγμασινεὑρίσκεται. Εἰ οὖν ἠδύναντο ἀκούειν τοῦ μακαρίουΠαύλου γράφοντος πρὸς Κορινθίους· Γινώσκετε γὰρτὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτιδι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇἐκείνου πτωχείᾳ πλουτήσωμεν· οὐκ ἄν ποτε ἀν-όμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἐτόλμησαν εἰπεῖν· εἴπερἔγνωσαν, τίς ὁ τρόπος τῆς πτωχείας αὐτοῦ, καὶ τίς ἡδύναμις τοῦ σταυροῦ αὐτοῦ. Ὅθεν καὶ ἀλλαχοῦ λέγειὁ αὐτὸς Παῦλος· Ἵνα ἐξισχύσητε καταλαβεῖνσὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος,καὶ βάθος, καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλου-σαν ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ, ἵνα πλη-ρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Διὰ τοῦτοἐγγράφως ἐν τῇ πτωχεία αὐτοῦ καὶ τοῖς παθήμασιπαῤῥησιάζεται λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶ-σθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰη-σοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται,κἀγὼ τῷ κόσμῳ· καὶ πάλιν· Οὐδὲν ἔκρινα εἰ-δέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτονἐσταυρωμένον· καὶ, Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύ-ριον τῆς δόξης ἐσταύρωσαν. Καὶ νῦν οὗτοι, εἰἔγνωσαν τὰς θείας Γραφὰς, οὐκ ἂν τὸν Κτίστην τῶνἁπάντων κτίσμα ἢ δημιούργημα βλασφημῆσαι ἐτόλ-μησαν. Παράγουσι γὰρ ἡμῖν, λέγοντες· Πῶς δύνα-ται ὅμοιος, ἢ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι,ὁπότε γέγραπται· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐνἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐνἑαυτῷ; ὑπεροχή ἐστι, φησὶ, τοῦ διδόντος παρὰτὸν λαμβάνοντα· καὶ, Τί με λέγεις ἀγαθόν; φησίν·οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· καὶ πάλιν· Θεέ μου,Θεέ μου, ἱνατί με ἐγκατέλιπες; καὶ αὖθις· Περὶ τῆςἡμέρας τῆς ἐσχάτης οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,εἰ μὴ ὁ Πατήρ· καὶ πάλιν· Ὃν ὁ Πατὴρ ἡγίασε,καὶ ἀπέστειλεν εἰς τὸν κόσμον· καὶ πάλιν· Ὃν ὁΠατὴρ ἤγειρεν ἐκ νεκρῶν. Πῶς οὖν, φασὶν,ὅμοιος εἶναι δύναται ἢ ὁμοούσιος ὁ ἐγειρόμενος ἐκνεκρῶν τῷ ἐγείραντι αὐτόν; Ταῦτα δὲ ἀπὸ πολλῶν ὀλίγα παρεθέμεθα, ὅπως,τούτων λυθέντων, καὶ τὰ λοιπὰ εὐχερῶς νοηθῇ.Ὀφείλομεν οὖν ἡμεῖς κατὰ τὸ δυνατὸν τὴν δύναμιναὐτῶν ἐξηγήσασθαι. Ὅταν οὖν λέγει ὁ μακάριος Παῦ-λος, Ὁ Πατὴρ ἤγειρε τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν,Ἰωάννης ἡμῖν διηγεῖται, ὅτι ἔλεγεν ὁ Ἰησοῦς· Λύ-σατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραιςἐγερῶ αὐτόν. Ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ναοῦ τοῦσώματος αὐτοῦ. Δῆλον οὖν ἐστι τοῖς προσέχου-σιν, ὅτι, τοῦ σώματος ἐγειρομένου, ὁ Υἱὸς λέγεταιπαρὰ τῷ Παύλῳ ἐγηγέρθαι ἐκ νεκρῶν· τὰ γὰρ τοῦσώματος αὐτοῦ εἰς τὸ αὐτοῦ πρόσωπον λέγεται. Οὕ-τως οὖν καὶ ὅταν λέγῃ, Ζωὴν ἔδωκεν ὁ Πατὴρτῷ Υἱῷ, τῇ σαρκὶ δεδομένην τὴν ζωὴν νοητέον. Εἰγὰρ αὐτός ἐστιν ἡ ζωὴ, πῶς ἡ ζωὴ ζωὴν λαμβάνει;