The Greek Library Author

Origen

Fragmenta In Evangelium Joannis (In Catenis)

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Erwin Preuschen
Edition reference
Origenes Werke · Leipzig · J. C. Hinrichs'sche Buchhandlung · 1903
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ζu Joh. 1, 1.

Δημιουργὸν τῶν πάντων τιθέμενος αὐτὸν τὸ τοῦ Λόγου ὄνομα κατηγορεῖ αὐτοῦ. ἐπεὶ γὰρ ὡς ἐπίπαν πᾶσα δημιουργία ἤρτηται λόγου, οὐκ ἄλλως ἔδει αὐτὸν τῶν πάντων δηλῶσαι ὄντα ποιητὴν ἔχουσιν (αὕτη δέ ἐστιν ἕξις μετὰ ἀδόλου λόγου ποιητική), ὁ δὲ τοῦ θεοῦ υἱός, οὐκ ἄλλος ὢς ἢ σοφίας καὶ τέχνης δημιουργός, εἰκότως λόγος ὀνομάζεται. οὐ γὰρ ἄλλη τις ὢν οὐσία παρὰ τὸν λόγου δι᾿ αὐτοῦ ποιεὶ τὰ ὄντα, ἀλλ᾿ αὐτός ἐστιν ὁ ποιῶν, θεὸς ὢν λόγος. εἶτ᾿ ἐπεὶ ὁ λόγος οὗτος, θεὸς ὢν κατ’ οὐσίαν καὶ αὐτὸ τοῦτο θεοῦ υἱὸς ὑπάρχων, τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν ἄνθρωπος γεγένηται, »Σὰρξ« ὁ λόγος ὠνομάσθη. καὶ ἐπεί τινες τῆς ὀρθῆς πίστεως ἐκπεσόντες οἴονται ἀπὸ τότε αὐτὸν μόνον εἶναι ἀφ’ οὑ ἐκ τῆς παρθένου ἄνθρωπος γεγονὼς προῆλθεν, ὀρθότατα πρὸς τοὺς τοιούτους ὁ θεολόγος γράφει τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ καταλλήλως τοῖς ῥήμασι χρησάμενος, τῷ μὲν »Ἐγένετο« ἐπὶ τῆς σαρκὸς, τῷ δὲ »Ἦν« ἐπὶ τῆς θεότητος αὐτοῦ σημαίνει]. καὶ ἦν μὲν κυριώτερον ἐπὶ τοῦ θεοῦ λόγου τὸ »Ἔστιν« εἰπεῖν· ἀλλ᾿ ἐπεὶ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὓπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ »Ἔστιν« τῷ »Ἦν« ὁ εὐαγγελιστὴς κέχρηται. τῶν δὲ ῥημάτων τὰς κυρίας σημασίας ἐκλαμβάνειν οὐ δεῖ ἐπὶ τῶν ἀιδίων· ὅτε 14 Joh. 1, 1. I V (anonym).] 6 θεοῦ + λόγος καὶ V | > + Pr | 9 ὁ < V | 10 ἄνθρωπος < V | 11 ὁ < V | 13 ὀρθότητα V | 14 τὸ < V | 15 τῷ 1 2] τὸ V | τὴν σάκρα, corr. Br | 16 αὐτοῦ σημαίνει] | V. II Mosq (unter d. Namen d. Origenes) Μ (anonym)] 3 ὄντα < M | δηλῶσαι ὄντα + Mosq] τῶν πάντων Mosq Μ Cord | 6 υἱός] + ἐπειδὴ Mosq Μ Cord | ἄλλως Μ | δημιουργεῖ? Mosq | 9 εἶτα Mosq | 11 σάρξ] σ . . . Mosq | 15 τῷ1 2] τὸ Μ Cord | 16 αὐτὸν Mosq Cord | 17 ἐπείπερ Mosq | 18 γενάμενος Mosq | 19 τῷ] τοῦ Cord. μὲν γὰρ τὰ σημαινόμενα ὑπὸ τούτων χρόνῳ συμμετρουμένην ἔχει τὴν ὕπαρξιν, ὡς τὸ Ἦν τὸ μηκέτ’ ὄν, ἀλλά ποτε ὁμοίως τὸ Ἔστι δηλοῖ τὸ νῦν ὑπάρχον, ὡς τὸ Ἔσται τὸ μέλλον ὑπάρξαι]]. ἀλλ᾿ ἐπεὶ ὁ λόγος τοῦ θεοῦ ἀίδιός ἐστι, τυγχάνων θεός, τὰ ῥήματα ἐπ᾿ αὐτοῦ οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, τοῦ σημαινομένου ὑπ᾿ αὐτῶν οὐχ ὑπὸ χρόνον ὄντος. ἔστι δὲ ἀπ᾿ αὐτῶν τῶν τοῦ θεολόγου φωνῶν θηρεῦσαι τὴν διάνοιαν. εὐθὺς γὰρ ἀρχόμενος τῆς κατ’ αὐτὸν συντάξεως, γράφει· »Ἐν »Ἐν ἀρχῇ ἦν ὁ λόγος( ἦν γὰρ ἐν ἀρχῇ ποιῶν τὸν οὐρανὸν καὶ τὴν γῆν. εἰ γὰρ »Πάντα δι’ αὐτοῦ ἐγένετο«, τῶν πάντων δὲ ὁ οὐρανὸς καὶ ἡ γῆ ὑπῆρχεν, ἐν τῇ τούτων οὐσιώσει αὐτὸς ἠν κτίστης αὐτῶν. εἶτ᾿ ἐπεὶ μὴ εἶπεν έν τῇ τινὸς ἀρχῇ ὁ λόγος ἦν, καθόλου ληπτέον αὐτό, ἕν’ ᾖ τὸ δηλούμενον τοιοῦτον· έν ἀρχῇ τῶν ἀγγέλων, καὶ ἐν ἀρχῇ τῶν ἀρχαγγέλων ἦν ὁ λόγος· καὶ συνελόντι εἰπεῖν, ἐν ἀρχῇ τῶν ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων ἦν ὁ λόγος, πάντων αὐτῶν ὢν ἀρχὴ τε καὶ ποιητής. ἐν Χριστῷ γὰρ »ἐκτίσθη τὰ πάντα«, τά τε »ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὀρατὰ καὶ τὰ ἀόρατα, »εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι εἴτε θρόνοι εἴτε κυριότητες· πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα έν αὐτῷ συνέστηκεν, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν( εἰ γὰρ τὰ πάντα έν αὐτῷ συνέστηκεν, καὶ πρὸ αὐτῶν ἐστιν, ἀρχὴ αὐτῶν κατὰ τὸ εἶναι αἴτιος ὑπάρχων, ἀκολούθως ῥητέον εἶναι αὐτὸν ἐν τῇ πάντων οὐσιώσει. πῶς γὰρ οὐκ ἔδει αὐτὸν εἶναι πρὸ αὐτῶν καὶ ἐν ἀρχῇ τῆς ὑπάρξεως αὐτῶν κτίστην ὄντα; εἶτ᾿ ἐπεὶ ἐν ἀρχῇ αὐτὸν εἶπεν εἶναι ἔδει δηλῶσαι καὶ πῶς καὶ πρὸς τίνα ὄντα ποιεῖν αὐτὸν ἐχρῆν. διὸ ἐπήγαγεν τῷ »Ἐν τῇ ἀρχῇ ἦν »Ὁ λόγος« καὶ τὸ »Ἧν ὁ λόγος πρὸς τὸν θεόν«· πρὸς ἡμᾶς μὲν γὰρ ἐλθών, ὅτε ἐκ παρθένου ἐτέχθη, ἀπέσταλτο ὑπὸ τοῦ πατρός· διὸ

καὶ »Ἐσκήνωσεν ἐν ἡμῖν« καὶ ὄνομα ἔοχεν αὐτὸ δὴ τοῦτο »Μεθ᾿ »ἡμῶν ὁ θεός« ὅτε δὲ ἐδημιούργησεν, ἐπεὶ μὴ ὡς ἄνθρωπος ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς οὐσίαν ἔφερε τὰ πάντα, καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν· λέγεται δὲ καὶ σοφία ὁ τοῦ θεοῦ υἱός, ἀρχὴ ὁδῶν τοῦ θεοῦ κτισθεῖσα κατὰ τὴν τῶν Παροιμιῶν γραφήν, ὅτι ἡ τοῦ θεοῦ σοφία, πρὸς τὸν οὗ ἐστι σοφία ὑπάρχουαα, οὐδεμίαν σχέοιν πρὸς ἕτερόν τινα εἶχεν, ἀλλ᾿ εὐδοκία θεοῦγενόμενος τὰ κτίοματα ὑπάρξαι ἠβονλήθη. ἠθέλησεν οὖν ἀναλαβεῖν αὕτη ἡ σοφία σχέσιν δημιουργικὴν πρὸς τὰ ἐσόμενα καὶ τοῦτό ἐστι τὸ δηλούμενον διὰ τοῦ ἐκτίσθαι αὐτὴν ἀρχὴν ὁδῶν τοῦ θεοῦ, καθ᾿ ἃς ὁδοὺς διαπορεύεται οὐσιῶν διακοσμῶν προνοούμενος, εὐεργετῶν, χαριζόμενος ἐν ταύτῃ τῇ σοφίᾳ κτισθείσῃ. ἀρχὴν οὖν εἶναι τὸν λόγον φασὶν οὐχ ἕτερον ὄντα αὐτῆς κατ᾿ οὐσίαν ἀλλ᾿ ἐπινοίᾳ καὶ σγέσει, ἵν᾿ ᾖ ἡ αὐτὴ ὕπαρξις ἣν νῦν καλοῦσιν κατ᾿ οὐσίαν αἱ γραφαί, ᾗ μὲν ᾠκείωται τῷ θεῷ σοφία, ᾗ δὲ νένευκεν, ἵν᾿ οὕτως εἴπω, πρὸς τὰ δημιουργήματα ὁ δημιονργικὸς λόγος, οὐκ ἐντανῦθα δὲ μόνον ὁ τοῦ θεοῦ υἱὸς λόγος εἴρηται· ἔστι δὲ παραθέσθαι ἡητὰ οὐκ ἐκ τῆς καινῆς μόνον ἀλλὰ καὶ ἐκ τῆς παλαιᾶς· »Τῷ λόγῳ γὰρ κυρίου οὐρανοὶ ἐστερεώθησαν«. καὶ τὸ »Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. καὶ ὁ Λουκᾶς φησιν· »Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ »ὑπηρέται γενόμενοι τοῦ λόγου«.

Zu Job. 1, 4.

Ὃ γέγονεν ἐν αὐτῷ, δηλονότι τῷ λόγῳ, ξωὴ ἦν· ἵν᾿ ὥσπερ θεὸς εἰς ὕπαρξιν ἤγαγεν τὰ πάντα, οὕτω καὶ ζωοποιηθῇ τὰ πεφνκότα ζῆν μετονσίᾳ αὐτοῦ. διὸ καὶ ἁρμοδίως εἴρηται τὸ »Καὶ ἡ »ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων«. οὐ γὰρ προσεκτέον τοῖς ἐκ τῆς λέξεως ταύτης γενητὸν εἶναι τὸν λόγον νομίσασι. τὸ γὰρ γενό- 1 Job. 1, 14. — Vgl. Jes. 7, 14; 8, 10. — 4 Vgl. Pro v. 8, 22. — 18 Ps. 32, 6. — 19 Ps. 106, 20. — 20 Luk. 1, 1. — 26 Job. 1, 4. I 3 καὶ < V | 12 οὖνovv) + Pr | 13 ἡ + We | 14. 15 ᾗ] ἡ V, corr. We. II Mosq 2 δημιουργεί Mosq | 4 λέγεται bis z. Schluss: ον τέχνη ἦν ἢ λόγος, ἀλλ᾿ [ἃ Cord] ἐν ἄλλοις ἔχει τὸ εἶναι, ὡς ἀρτίως ἐλέγετο περὶ τῶν ἐν ἀν&ρώποις δημιουργῶν, ὡς ἄλλο ἐστὶν αὐτοῖς τὸ ὑτιάρχειν ἐν ἀνθρώποις καὶ ἄλλο τὸ εἶναι τεχνίταις. οὐδένα γοῦν τοὐτων λόγον [καλοῦμεν, ἀλλ᾿ ἔχειν λόγον + Cord] λέγομεν. ἀλλ᾿ οὐχ ὁ δημιονργὸς τοῦ παντὸς τοιοῦτος, τνγγάνων θεὸς λόγος κατ᾿ οὐσίαν, διὸ καὶ Σοφία καὶ Ἀλήθεια ἐν ταῖς θεολογίαις ὀνομάζεται. Mosq Cord. II. I ℵ] 26 nach αὐτοῦ sind c. 3 Bchst. ausradiert V. μενον οὐκ αὐτό ἐστι ζωή· ὃ οὐκ ἔξωθεν αὐτῷ ἐπῆλθεν, ἐν αὐτῶ γὰρ γέγονεν ἡ ζωή. οὐ γὰρ οἱοί τε ἠσαν οἱ γενητοὶ οὕτως αὐτὸν ἔχειν τυγχάνοντα κατ᾿ οὐσίαν ζωὴν ὡς ἔστι παρὰ τῷ πατρί. εἴρηται γὰρ πρὸς τὸν θεόν· Παρὰ σοὶ πηγὴ ζωῆς«. καὶ ἔστιν ἡ ζωὴ αὓτη παρὰ τῷ πατρὶ οὐ ζωοποιοῦσα αὐτόν· οὐ γὰρ μετουσίᾳ ζωῆς ὁ πατὴρ ζῇ, ἀλλὰ ζωὴ θεὸς ὢν γεννᾷ ζωήν, ὡς καὶ σοφὸς σοφίαν καὶ δυνατὸς δύναμιν. αὕτη ἡ ζωὴ τὰ λογικὰ ὠφελῆσαι βουλομένη σχέσιν τὴν πρὸς αὐτὰ ἀνεδέξατο, ἐπὶ τὸ ζὴν αὐτὰ προσλαβόντα αὐτὴν μετουσίας τρόπῳ· καὶ οὐ περὶ μόνου γε τοῦ κοινοῦ ζῆν αὐτῶν τοῦτο λεκτέον· ἀλλὰ γὰρ καὶ τοῦ κατ᾿ ἀρετὴν καθ᾿ ὃ συμβαίνει εὖ ζῆν. τοῦτο γοῦν παρίσταται καὶ ἐξ αὐτῆς τῆς λέξεως· φησὶ γάρ· »Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων( ὅτι δὲ ἐνταῦθ᾿ οὓτως ἔχει καὶ ἐξ ἐτέρου ἔστι πιστώσασθαι. ὁ τοῦ θεοῦ υἱὸς καὶ λόγος, θεὸς ὢν λόγος, ἐστὶ πρὸς τὸν θεόν, ὡς ἀρτίως εἴρηται, γινόμενος καὶ πρὸς τοὺς ἀνθρώπους ὡς οἷοί τε εἰσὶν χωρεῖν αὐτοῦ τὴν παρουσίαν. εἴρηται γάρ· »Λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ«, καὶ »Ἐγένετο λόγος κυρίου πρὸς Ἰερεμίαν«, καὶ καθόλου· »Ἐκείνους Μὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο«. ὡς οὖν λόγος μὲν πρὸς τὸν θεόν ἐστι, γίνεται δὲ πρὸς τοὺς γενητούς, οὓτως ζωὴ τυγχάνων ἐστὶ παρὰ τῷ πατρί, ζωοποιῶν πρὸς οὓς ἐπιφοιτᾷ, γινομένης ἐν αὐτῷ ζωοποιητικῆς σχέσεως ἁρμονίως ἐχούσης πρὸς ζωοποιούμενα, ἀλλ’ ἐπεὶ πρὸς τῷ ζωοποιῆσαι καὶ γνῶσιν ἀληθείας ἐμποιεῖ, φωτίζουσα τὸν νοῦν τῶν παραδεχομένων αὐτήν, καὶ φῶς ἀνθρώπων ὀνομάζεται. ἀνθρώπων δὲ φῶς οὖσα δῆλον ὃτι καὶ τὰ ὑπερβεβηκότα λογικὰ φωτίζει. εἰ γὰρ τῶν ἐλαττόνων λογικῶν φῶς ἐστι, πολλῷ μᾶλλον τῶν ὑπεραναβεβηκότων.

Zu Joh. 1, 5.

Τὸ θεολογούμενον φῶς λυτικόν ἐστι πάσης σκοτίας καὶ ἀγνοίας καὶ κακίας ὑφισταμένης. διὸ ἐν τῇ τοιαύτῃ σκοτίᾳ φαῖνον οὐ καταλαμβάνεται ὑπ’ αὐτῆς. ὂν γὰρ τοῦτο τὸ φῶς σοφία καὶ δικαιοσύνη θεοῦ, ᾗ μὲν σοφία ἐστὶ λύει τὴν τοῦ νοῦ ἄγνοιαν, ᾐ δὲ δικαιοσύνη τὰ διαβήματα τῆς ψυχῆς κατευθύνει, καὶ τοῦτό ἐστι τὸ ἐν τῇ σκοτίᾳ φαίνειν αὐτὸ οὐ κωλυόμενον ἐκπέμπειν τὰς οἰκείας αὐγὰς τῷ φωτιζομένῳ ἀνθρώπῳ· διὸ οὐ καταλαμβάνεται ὑπὸ τῆς σκοτίας, λυομένης 4 Ps. 35, 10. — 13 Joh. 1, 4. — 16 Hos. 1, 1. — 17 Jer. 1. 4. — Joh. 10,35. 32 Vgl. Ps. 118, 133. II, I ℵ] 1 ὃν ℵ, corr. Br | 8 τὸ] τῷ? We | αὐτῶν We] αὐτὸν ℵ | 16 ἐγεννήθη S1 | 23 ἀλήθειαν S1 | 25 λογικὸν Rv. καὶ ἀφανιζομένης τῇ παρουσίᾳ αὐτοῦ. οὐ γὰρ ὑφεστῶσα καὶ ἐνεργοῦσα οὐ καταλαμβάνει αὐτό, ἀλλὰ λυομένη καὶ μηκέτι οὖσα. οἷον ὁ Παῦλος ὅτε ἠγνόει τὸν χριστὸν ἐδίωκεν αὐτόν, πρὸς τοῦτο ἐκ τῆς προσούσης ἀγνοίας, ἣν εἴπομεν εἶναι σκοτίαν· ἀλλὰ τοῦ διωκομένου φωτὸς ὑπ᾿ αὐτῆς ἐκλάμψαντος τὰς οἰκείας αὐγὰς λέλυται ἡ σκοτία, καὶ ταύτῃ καταλαβεῖν αὑ δεδύνυηται τὸ διωκόμενον ὑπ᾿ αὐτῆς φῶς. ὡσαύτως καὶ ὁ μετανοήσας ἐπὶ τῷ λῃστής, πεπηρωμένος τῇ προειρημένῃ σκοτίᾳ ἐδίωκε τὸ φῶς· ἀλλ’ ἡ ἐν τῷ λῃστῇ σκοτία λέλυται, καὶ οὕτως αὐ καταλαμβάνει τὸ φῶς. καὶ ἴνα ἐπὶ τὸ σαφέστερον μεταβάλω τὸ θεώρημα, φῶς ἐστὶν ἡ ἀλήθεια· ὅταν δὲ τὸ ψεῦδος καὶ ἀπάτη πᾶσα, τουτέστι τὸ σκότος, διώκῃ τὸ φῶς, τότε λύεται καὶ ἀφανίζεται πλησίασαν τῷ διωκομένῳ. τῆς γὰρ ἀληθείας φανείσης τὸ ψεῦδος καὶ ἡ ἀπάτη λύεται. καὶ τὸ παράδοξον ἐρῶ, μακρὰν οὐσα ἡ σκοτία διώκει τὸ φῶς, ἐγγίσασα δὲ ἐπὶ τὸ καταλαβεῖν αὐτὸ ἀφανίζεται. καὶ γὰρ τὸ ψεῦδος, ὃσον ἀφέστηκεν τῆς ἀληθείας, κρατεῖ καὶ ἐνεργεῖ έν τῷ ἀνθρώπῳ, ὡς διώκειν τὴν ἀλήθειαν ἀπὸ τοῦ νοῦ· ὅταν δὲ ἐγγίσῃ αὐτῇ, δείκνυται μηδ᾿ ὃλως ὄν. ὅθεν ἀναγκαίως ἀφῆκεν ὁ θεὸς εἶναι κακίαν, δυνάμενος κωλῦσαι, ἳνα τὸ μέγεθος τῆς ἀρετῆς δειχθῇ.

Zu Joh. 1, 6.

Οὐ τοσοῦτον διὰ τὴν κοινὴν περὶ ἀνθρώπου ἀπόδοσιν ὅσον διὰ τὸ πεφυκέναι αὐτὸν κατ᾿ εἰκόνα καὶ πρὸς θεὸν ὁμοίωσιν. σημειωτέον δὲ ὡς οὐκ ἀεὶ τὸ »Ἐγένετο« τὴν εἰς ὕπαρξιν ἄγουσαν δηλοῖ, ἀλλ᾿ ἐνταῦθα τὸ »Ἐγένετο« ἀναφορὰν ἔχει πρὸς τὸ »Ἀπεσταλ- »μένος παρά θεοῦ«· ἴνα ᾐ τὸ λεγόμενον τοιοῦτο· »Ἐγένετο ἀπεσταλ- μένος παρὰ θεοῦ εἰς μαρτυρίαν«. εἰ δὲ ταῦτα περὶ Ἰωάννου λεγόμενα ὀρθῶς ἔχει, πόσῳ μᾶλλον τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γραφόμενα ἢ λεγόμενα ὡς λεγομένου ἢ γραφομένου καὶ γινομένου.

Zu Joh. 1, 7.

Ἳνα πάντες πιστεύσωσιν. Ὅσον ἐφ’ ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· οὐδὲ γάρ, εἰ μὴ πάντες τὸν παρὰ τοῦ 7 Vgl. Luk. 23, 40. — 26 Joh. 1, 6 f. III. Ι ℵ] 2 οὔσης S1 | 4 σκοτίαν in V durch Wasser verwischt | 6. 9 αὖ We] οὐ ℵ | 11 ἀπάτη] ἀπέστη R | πάση S1 | 15 τὸ 1] τῶ S1 | ψεῦδος] + εἰς S1 IV. + ℵ] 24 #003E; + Br | γένησιν V | 26 τοιοῦτον R | ἀποσταλμένος RV. V. II Ρ Cord, Ρ. 22. Gramer Ρ. 182 [V bietet das Fragment etwas verändert unter dem Namen des Cyrill]. ἡλίου δέχοιντο φωτισμόν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ᾿ ᾧ τε πάντας φωτίζεσθαι. ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.]

Zu Job. 1, 8.

Οὐκ ἠν ἐκεῖνος τὸ φῶς. Τουτέστι τὸ θεολογούμενον· ὑπείληπτο γὰρ τισι διὰ τὸ προσόντα αὐτῷ πλεονεκτήματα ὡς αὐτὸς εἴη ὁ χριστός. διὰ τοῦτο τοῦτό φησιν ἵνα ὁλόριζον τὴν τοιαύτην ἀνέλῃ πλάνην. κἂν γὰρ φῶς Ἰωάννης ᾖ ἀλλ’ οὐκ ἐκεῖνο τὸ περὶ οὑ οἱ ἅγιοι πρὸς τὸν θεόν φασιν· »Ἐν τῷ φωτί σου ὀψόμεθα »φῶς«· ὥστε εἰ καὶ φῶς ἦν Ἰωάννης, κατὰ τὸ εἰρημένον τοῖς »Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου«· ἀλλ᾿ οὐκ ἐκεῖνο τὸ φῶς τὸ ἀληθινόν. φῶς δὲ ἀληθινὸν οὐ πρὸς ἀντιδιαστολὴν ψεύδους ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ εἵρηται. ἡ γὰρ ἀλήθεια καὶ τὸ ἀληθὲς ὁτέ μὲν τῷ ψεύδει καὶ τῇ ἀπάτῃ, ὁτὲ δὲ εἰκόνι καὶ μιμήματι ἀντιδιαστέλλεται. δυνατὸν δὲ λαβεῖν εἰκονικὸν φῶς τὸ αἰσθητόν, καὶ μάλιστα τὸν ἣλιον, ἀληθινὸν δὲ φῶς τὸ νοητόν· μᾶλλον δὲ τὸ τῶν νοητῶν φωτιστικόν, τῶν ἁγίων δυνάμεων. ὅπερ ἡγοῦμαι εἰρῆσθαι ὑπὸ τῆς γραφῆς· Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνω- »θέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων«. τὸ θεολογούμενον γὰρ φῶς ἦν »τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον »ἐρχόμενον εἰς τὸν κόσμον«. ἀλλ᾿ ἐπεὶ τὸ Ἐρχόμενον εἰς τὸν »κόσμον« ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν ὁτὲ μὲν τὸ φῶς, ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἐρμηνευτέον. καὶ πρῶτόν γε δεκτέον τὸ φῶς ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον κατὰ τὸν ἐπιδημίας καιρόν, τὸν ἄνθρωπον ὄντα ἐν τῷ κόσμῳ, ὡς εἴρηται, τὸ φῶς ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τῷ φωτίσαι τὸν ἄνθρωπον. εἶτα τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα τὸν ἐρχόμενον εἰς τὸν κόσμον ἄνθρωπον.

Zu Joh. 1, 12.

Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτόν (πολλοὶ γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτόν, καὶ μάλιστα οἱ ἀπόστολοι), ἐπιφέρει ὁ εὐαγγελιστής· »Ὅσοι δὲ ἔλαβον αὐτὸν ἔσχον ἐξουσίαν τέκνα θεοῦ γενέσθαι«. οἱ γὰρ πρὸς τὴν πίστιν εἰσαγόμενοι, τάχα δὲ καὶ προκόψαντες, ἐξουσίαν ἔχουσι τέκνα τέκνα θεοῦ γενέσθαι, τότε γενησόμενοι τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅταν τελειωθῶσιν έν τῇ ἀρετῇ καὶ τῇ πίστει καὶ γνώσει. τίς δὲ ἡ αἰτία, δι᾿ ἣν ἴσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ, τοῦ φωτὸς δηλονότι. ἐπειδὴ γὰρ οὐ ταὐτὸν τῷ πιστεῦσαι εἰς τὸ ὄνομα τοῦ φωτὸς τὸ πιστεῦσαι εἰς τὸ φῶς, ἐξουσία δίδοται, τουτέστιν ἐπιτηδειότης πρὸς τὸ γενέσθαι τέκνα, τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. εἰ δὲ μετέλθοιεν διὰ προκοπῆς εἰς τὸ πιστεύειν αὐτῷ ἐκ τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ οὐκέτι δυνάμει ἀλλ᾿ ἐνεργείᾳ εἶεν ἂν θεοῦ τέκνα. οἱ μὲν γὰρ ἁπλουστέρᾳ καὶ μὴ πάνυ διανοίᾳ συγκατατιθέμενοι τῷ φωτὶ πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. οἱ δὲ σὺν ἐπιστημονικῇ ἀποδείξει καὶ διηρθρωμένῃ νοήσει προσεληλυθότες αὐτῶ̣ πιστεύουσιν εἰς αὐτὸν καὶ ἐπικαλοῦνται αὐτόν. ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπὴν τῶν μαθητῶν φησίν· ἐπεὶ »πιστεύετε »εἰς τόν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε« ἀντὶ τοῦ Καιρὸν ἔχετε μεταβῆναι ἀπὸ τοῦ πιστεύειν εἰς τὸ ὄνομά μου, ἵν᾿ ἐμοὶ καὶ τῷ πατρὶ πιστεύσητε. ἀμέλει γοῦν καὶ περὶ μεγίστης θεολογίας ἐξηγησάμενος αὐτοῖς ἐπήγαγεν ὡς πρὸς ἅπαντας· »Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ »πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν«;

Zu Joh. 1, 13.

Οἱ γὰρ ἐκ θεοῦ γεννηθέντες, τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ο χριστός ἐστι καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐγεννήθησαν. οὐχ ὑπόκεινται δὲ τῇ ἐξ αἱμάτων γεννήσει, τουτέστιν οὐκ ἐξ ὑλικῶν ἔχουσι τὴν γένεσιν. ἀμέλει γοῦν τῷ Πέτρῳ, πιστεύσαντι ὅτι ὁ 5 Joh. 1, 12. — 20 Joh. 14, 1. — 24 Joh. 14, 10. — 29 Vgl. Ι Joh. 2, 29. — 30 Vgl. Joh. 1, 13. — 31 Vgl. Matth. 1(5, 16. VII. I ℵ] 11 δηλονότι — 12 φωτὸς < RV | 15 ἂν + We | 16 οἱ] εἰ RV > + Br | 18 προσεληλυθότας ℵ | 23 ἐξησαμενος SV, ἐξισάμενον R; corr. Br. II (??) (Cord. p. 26. Gramer p. 185)] (1 ἐπεὶ — 11 δηλονότι) 6 οἱ γὰρ — γενέσθαι < 2 | 9 καὶ γνώσει < ?? | 10 πιστεύουσιν Μ | 11 φωτός] φωτίζοντος Μ. VIII. Ι ℵ] 31 γοῦν < ℵ; cf. II. II Ρ (Cord. p. 27)] 29 τῷ] τὸ V | γεγέννηται P; cf. Cord | 30 δὲ < Ρ Cord | γενέσει Ρ Cord. χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὑπὸ τοῦ σωτῆρος λέγεται· »Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ »σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ έν τοῖς οὐρανοῖς«. καὶ ἐπίστησον εἰ δύναται κατ’ ἐπιβολὴν ἄλλην υἱὸς αἱμάτων εἶναι ὁ νομίζων θεοσεβὴς καὶ υἱὸς θεοῦ εἶναι διὰ τοῦ προσάγειν τὰς κατὰ νόμον αἰσθητὰς θείας. οὑτοι γὰρ διὰ σφαγῶν καὶ ἐκχύσεως αἱμάτων εὐαρεστεῖν τῷ θεῷ οἴονται καὶ ἀνέγκλητον μὲν ἠν τοῦτο ποιεῖν πρότερον, ἡμῖν δὲ οὐκέτι, διὰ τὸ ἀρκούντως πρὸς δικαίωσιν ἔχειν τὸ δοθὲν ὑπὲρ ἡμῶν Ἰηοοῦς αἷμα. ὑπόκεινται δὲ καὶ θελήματι σαρκὸς καὶ γενέσει ἀνδρὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. θελήματι γὰρ σαρκὸς εὐαρεστεῖν οὑτοι προτίθενται τὴν σάρκα περιτεμνόμενοι καὶ έν τῷ προφανεῖ ἰουδαΐζειν θέλοντες, μετὰ τοῦ μὴ ἐπιμελεῖσθαι τῆς καρδίας καὶ τοῦ έν κρυπτῷ Ἰουδαϊσμοῦ. ἔχουσι δὲ καὶ τὴν ἐκ θελήματος ἀνδρὸς γένεσιν οἳ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπέχονται μὲν κακίας, ἀρετὴν δὲ ἀναλαμβάνουσιν. καὶ ὑΠὲρ τούτους οὖν ἐστιν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος τῷ μετὰ τὸ πιστευσαι εἰς το ονομα αυτου αυτῳ πεπιστευκέναι.

Zu Joh. 1, 14.

Τὸ »Ὡς μονογενοῦς παρὰ πατρὸς‘ νοεῖν ὑποβάλλει ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν. οὐδὲν γὰρ τῶν κτισμάτων παρὰ πατρός, ἀλλ’ ἐκ θεοῦ διὰ τοῦ λόγου ἔχει τὸ εἶναι. εἰ γὰρ καὶ ἄλλα παρὰ πατρὸς εἶχε τὴν ὕπαρξιν, ματαίως ἡ τοῦ μονογενοῦς ἔκειτο φωνή, πολλῶν ὄντων τῶν παρὰ πατρὸς ἐχόντων τὸ εἶναι. οὗτος δὲ μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας εἴρηται. 2 Matth. 16, 17. — 11 Vgl. Matth. 23, 28. — 12 Vgl. Rom. 2, 28. — 13 Vgl öm. 2, 29. — 14 Vgl. Joh. 1, 13. — 20 Joh. 1, 14. VIII. 1 ℵ] 4 ἐπιβολὴν] ἐκδοχὴν Br | 6 σφαγῶν] σφῶν R | εὐαρεστείη ℵ | 8 ἡμῖν] ἧ RV | τὸ] τοῦ RV | ἀρκοῦντος R | 9 καὶ2] < ℵ | 10 ἀνδρὸς < ℵ | 11 θελήματα ℵ | προστέθηνται S, προστέθεινται (über ε2: η) R; προτέθηνται V, corr. Br 13 μὴ < S1, + ü. d. Ζ. S2 | 16 ὁ < ℵ 1 τὸ] τώ ℵ. II Ρ (Cord. p. 27)] 1 υἱὸς nach ζῶντος Ρ Cord | 3 δυνατὸν Ρ Cord | 6 ἐκχύσεων Ρ | 8 ἡμἶν] νῦν Ρ | 9 θελήματος Ρ | 11 προτέθεινται Ρ Cord | 16 τῷ] τὸ Ρ. IX. Ι ℵ] 20 ὁμογενοῦς SV, μογενους R (a. Anf. ist ο ausr.) | 21 οὐδὲ ℵ | 22 τοῦ < ℵ | λόγου] λέγει S. II (??) (Cord. p. 34)] 20 τὸ] + δὲ 3 Cord | μονογενῆς Μ | 21 γὰρ < Ρ | 22 ἐκ] + τοῦ 3 | 23 ἔχει Ρ Cord | 24 φωνὴ ἔκειτο Ρ | τῶν < Ρ Cord. οὐκ ἄλλος ὢν τούτων ὡν λέγεται εἶναι πλήρης. αὐτὸς γὰρ ὁ μονογενὴς περὶ ἑαυτοῦ λέγει· »Ἐγώ εἰμι ἡ ἀλήθεια«. ἔσται γὰρ δεκτικὸν ἀληθείας τὸ πληρούμενον ὑπ’ αὐτῆς. ἀλλ’ οὐ δεκτικὴ ἀληθείας ἡ ἀλήθεια κατ᾿ ἐνέργειαν οὐσα τοῦτο ὃ λέγεται εἶναι. τὰ δ᾿ αὐτὰ καὶ περὶ τῆς χάριτος ῥηθείη ἄν. καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονογενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέγραπται. αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ λέγει· Πλήρης »εἰμί«. εἰκὸς δὲ εἰρῆσθαι τὴν λέξιν ταύτην καὶ διὰ τὸ θεωρηθησόμενον πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας. ὁ διὰ Μωϋσέως νόμος τοὺς ἁμαρτάνοντας ἐκόλαζεν, οὐδενὶ χαριζόμενος τὰ κατὰ παράβασιν αὐτοῦ ἐπιτελεσθέντα. ἔτι μὴν ὁ νόμος οὗτος μυστηρίων τελετὰς δι’ εἰκόνων καὶ σκιογραφιῶν παρεδίδου, χειραγωγῶν καὶ εὐτρεπίζων πρὸς τὴν τοῦ χριστοῦ διδασκαλίαν τοὺς ὑπ᾿ αὐτῶν ἀγομένους· ὅθεν καὶ παιδαγωγὸς ὁ νόμος εἰς Χριστὸν λέγεται. ἐπεὶ τοίνυν ὁ σωτὴρ ἐλήλυθεν οὐ κολάσαι τοὺς ἡμαρτηκότας ἀλλ᾿ ἄφεσιν παρασχεῖν τῶν οὕτως πεπραγμένων, καὶ τέλος ἐπιθεῖναι τῆς διδασκαλίας, καὶ εἰκόνων γνῶσιν τῆς ἀληθείας, αὐτὸς αὐτὴν φανερῶν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ ἀλήθεια, εἰκότως πλήρης χάριτος καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις. εἰ γάρ τισι μὲν ἐχαρίζετο τισὶ δὲ οὔ, οὐκ ἦν πλήρης χάριτος, ὡς ἂν εἰ τῆς σκιᾶς τι μὲν ἔπαυεν ἕτερον δέ τι αὐτῆς οὐχί, οὐκ ἦν πλήρης ἀληθείας. ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραφεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῶ̣. πλήρης ἄρα ἀληθείας καὶ χάρι- τός ἐστιν.

Zu Joh. 1, 15.

Κέκροπες. Οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοήσεως ἐπιτεταμένον. ὁ γὰρ περὶ τῶν μεγάλων δογμάτων ἀπαγγέλλων 2 Joh. 14, 6. —7 Jes. 1, 11. - 11 Vgl. Hebr. 10, 1. — 14 Vgl. Gal. 3, 24. — 18 Vgl. Joh. 1, 14. — 21 Vgl. Hebr. 10, 1. — 23 Vgl. Joh. 1, 14. — 27 Joh. 1, 15. ΙΧ. I ℵ] 3 ἀλήθεια ℵ | ἀ. ἢ ἀ.] ἀλήθεια ἀλήθειαν ℵ | 6 λέγει ℵ | 8 εἰκὸν ℵ | 13 τοὺς — ἀγομένους < ℵ | 19 αὐτῶν, über τ Comp, ür ὸν S | 20 χάριτος] + καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις S1, äter ausr. | μὲν < ℵ | 22 ἁμαρτημάτων] + τὴν S. ΙΙ (??) (Cord. p. 34)] 1 τούτου οὗ Μ | πλήρης εἶναι Μ | 2 ἀλήθεια] + ἀδιανόητον δὲ τὴν ἀλήθειαν λέγειν πληροῦσθαι ὑπ᾿ ἄλλης ἀληθείας ?? Cord | 3 ἀλήθεια Μ | 4 τὰ δ’ αὐτὰ) ταύτα δὲ Ρ | 5 μονογενοῦς] + τὰ 2 | 6 τοῦ < 3 Cord | γέγραπται (??) | 8 θεωρησόμενον Ρ | 11 οὗτος < Ρ | ἀκονῶν Μ, εἰκόνων, ει ü. d. Ζ., darunter Ras. Ρ 13 αὐτὸν Μ | 15 κολάσων Μ | ἡμαρτημένους Μ | 16 τῶν εἰκ. τὴν Cord | 18 ὢν] ἦν 2 | 20 χάριτος] + καὶ ἀηθείας Ρ | ὡς ἂν] ὡσαύτως Μ, ὡς αὐτὸς Ρ | μὲν < Ρ | 21 πλήρης] + καὶ Ρ | 23 προστρέχουσι (??). Χ. Ι ℵ II Ρ (Cord. p. 35)] 28 ὁ γὰρ — Ζ. 492, 9 ὑπάρχων). ὡς δεῖ μεγαλοφώνως κατὰ τὴν νόησιν αὐτὰ προφέρει. ἀκουστέον δὲ τοῦ »Πρῶτος« ἀντὶ τοῦ . ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ ἐμὲ ἠλθεν, οὐκ ἐπὶ τῷ ὀπίσω μου μεῖναι ἀλλὰ τῷ πρὸ ἐμοῦ γενέσθαι. ἀκουστέον δὲ τοῦ ὀπίσω αὐτὸν ἔρχεσθαι τοῦ Ἰωάννου κατὰ χρόνον τῆς ἀποτέξεως. πρὸ γὰρ ἓξ μηνῶν Ἰωάννης συνελήφθη τοῦ συλληφθῆναι τὸν Ἰησοῦν. τούτῳ τῷ τρόπῳ ὀπίσω αὐτοῦ ἐλθὼν ὁ Ἴησοῦς ἔμπροσθεν αὐτοῦ γέγονεν ἀναδειχθεὶς θεὸς καὶ δημιουργὸς αὐτοῦ ὑπάρχων. λεχθείη δ᾿ ἂν καὶ οὕτως· δόξει πᾶς ὁ μανθάνων τῷ διδασκάλῳ καὶ ταύτῃ ὀπίσω αὐτοῦ λέγεται βαδίζειν. ἐπεὶ τοίνυν καὶ ὁ σωτὴρ βαπτίζοντι τῷ Ἰωάννῃ προσῆλθε βαπτισθῆναι, κατὰ τὸ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου ὀπίσω τοῦ βαπτίζοντος ἔρχεσθαι εἴρηται, κατὰ δὲ τὸ ἡγιακέναι καὶ μεμαρτυρῆσθαι ὑπὸ τοῦ πατρὸς ἔμπροσθεν τοῦ βαπτίζοντος γέγονεν, τιμιώτερος καὶ ὑπερέχων αὐτοῦ ἀναδειχθείς. εὖ δὲ καὶ τὸ φάναι· »Ἔμπροσθέν μου γέ- »γονεν«, ὡς τὴν ὕπαρξιν προτέραν εἶναι τοῦ γεγονέναι αὐτόν. καὶ τοῦτο δὲ ἐπίστησον μεθ’ ὅσης ἀκριβείας εἴρηται. οὐ γέγραπται >Ὁ ὀπίσω μου ὤν ἠδύνατο πρὸ αὐτοῦ εἶναι. ἀλλ᾿ οὐκ ἀδύνατον τὸν πρῶτον ὄντα ὀπίσω ἐλθεῖν. ῥηθείη δ᾿ ἂν καὶ ἑτέρως. »Ὅτι, φησίν, ἐκ τοῦ » πληρώματος αὐτοῦ πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«· πάλιν γὰρ αἰτίαν ἀποδιδοὺς τοῦ ἔμπροσθεν αὐτοῦ γεγονέναι αὐτοῦ ὄντα πρῶτον ἐπήγαγεν τὸ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες »ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«. πῶς γὰρ οὐκ ἔμπροσθεν κατὰ τὸ προύχειν, καὶ πρῶτος τῶν πληρουμένων ὁ πληρῶν; εἰ γὰρ αὐτὸς τελειοῖ καὶ πληροῖ ἀρετῆς καὶ σοφίας τοὺς ἐφ’ ἁγιότητα ἐρχομένους, πῶς οὐ πρῶτος καὶ προύχων αὐτῶν ὑπάρχει; πρόσχες δὲ τῇ ἀκριβείᾳ τῶν γεγραμμένων. οὐκ εἴρηται Τὸ πλήρωμα , ἀλλ’ »Ἐκ »τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν«. οἱ γὰρ ἐν τῷ βίῳ τούτῳ ἁγιότητος μετέχοντες καὶ γνώσεως τῆς ἀληθείας τὸ ἐκ μέρους γινώσκειν καὶ ἐκ μέρους προφητεύειν ἐκ τοῦ πληρώματος αὐτοῦ, ἀλλ’ οὐ πλήρωμα αὐτοῦ ἔχουσιν. σχοῖεν δ᾿ ἂν αὐτὸ τὴν ἐπίκαιρον ζωὴν ἐν τοῖς μέλλουσιν αἰῶσι κατὰ τὸν ἀπόστολον· 15 Joh. 1, 15. — 20 Joh 1, 16. — 23 Joh. 1, 16. — 30 Vgl. Ι Kor. 13, 9. Χ. Ι ℵ] 4 ἐμὲ] + καὶ μετ᾿ ἐμοῦ Si, später ausr. | οὐκ R | τῷ1 2 We] τὸ 6 ἀποτάξεωςRV, ἀποτόξεως? S | 9. 20. 32 δ᾿ ἂν δὲ, corr. Pr | πασῶν R | 23 < R | ἡμεῖς < R | 26 σοφίαν S1. II Ρ (Cord. p. 35)] 3 < μου Ρ | 4 τὸ 1] τῷ Ρ < τὸ2 P Cord | 5 κατὰ] + τὸν Ρ Cord 7 Ἰησοῦν] υἱὸν θݲνݲ st. ιݲνݲ Ρ | ἐλθὼν ὁ] ἦλθεν Ρ Cord | Ἰηοοῦς + καὶ P Cord. Ὅταν ἔλθῃ, φησί, τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται·. τούτῳ συνῳδὰ καὶ τὰ ἐν τῇ καθολικῇ Ἰωάννου· Καὶ οὔπω ἐφανε- ρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὄντι ἐὰν φανερωθῇ ὅμοιοι † αὐτοῦ »ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστι« τουτέστι· καθώς ἐστι δυνατὸν τοῖς γενητοῖς γνῶναι τὸν θεόν· οὐ γὰρ οἷόν τε ἐκλαμβάνειν τὸ καθὼς ἔστιν ὁ θεὸς αὐτός. καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, εἰ μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι. διὰ τὸ τοίνυν ἐκ τοῦ πληρώματος Ἰησοῦ εἰληφέναι ὁ Ἰωάννης λέγει περὶ αὑτοῦ ὅτι »Ἔμπροσθέν μου γέγονεν« οὗ ἴσχον ἐκ τοῦ πληρώματος. καὶ τὸ μὴ ἕνα ἀλλὰ πάντας τοὺς ἁγίους ἐκλαμβάνειν ἐκ τοῦ πληρώματος τοῦ Ἰησοῦ τὴν ὑπεροχὴν τοῦ πληροῦντος καὶ τελειοῦντος φανεροῖ. εἰ γὰρ πάντες ἅγιοι ἐπληρώθησαν οὐκ ἐξ ὅλου τοῦ πληρώματος ἀλλ᾿ ἐκ τινὸς μορίου αὐτοῦ, πολὺ ἀπολειπόμενοι ὀφθήσονται οἱ ἐκ τοῦ πληρώματος λαμβάνοντες τοῦ παρασχόντος αὐτοῖς.

Zu Joh. 1, 16.

Τῶν ἀρετῶν τὸ μὲν οἴκοθεν ἔχομεν καὶ παρ᾿ ἑαυτῶν, ὃ προαιρετικῶς κτώμεθα, τὸ δὲ ἐκ θεοῦ, πιστεύσαντες γοῦν τῷ σωτῆρι καὶ τῷ πατρὶ αὐτοῦ ὡς ἐνεδέχετο ἐκ τοῦ ἐφ᾿ ἡμῖν γενέσθαι. λείπεται ἡμῖν καὶ τὸ ἐκ θεοῦ αἰτεῖν, καθὼς καὶ οἱ μαθηταὶ Ἰησοῦ φασὶν αὐτῶ̣· »Πρόσθες ἡμῖν πίστιν«. ἡ γὰρ λέζις ἡ »Πρόσθες« σημαίνει ἀπαιτεῖν αὐτοὺς θεοδώρητον πίστιν πρὸς ᾐ εἶχον προαιρετικῶς. ἀμέλει καὶ ὁ Παῦλος γράφων φησί· »Κατ᾿ ἀναλογίαν πί- στεως‘ τῆς ἐνούσης ἐκ τοῦ ἐφ’ ἡμῖν τὰς δωρεὰς τοῦ πνεύματος δίδοσθαι· »Ἑτέρῳ δίδοται πίστις, φησίν, ἐν τῷ αὐτῷ πνεύματι«. εἰ δὲ πίστις δίδοταί τινι κατὰ ἀναλογίαν ἧς ἔχει πίστεως, φανερὸν ὅτι τῇ ἐφ’ ἡμῖν κατορθωθείσῃ ἡ θεόπεμπτος παραγίνεται πίστις. ἅπερ δὲ περὶ πίστεως ἔρηται, λεκτέον καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. ἐπεὶ οὖν ἡ ἀρετὴ χάρις ἐστὶ κεχαριτωμένον ποιοῦσα τὸν ἔχοντα, 1 Ι Kor. 13, 10. — 2 Ι Joh. 3, 2. — 23 Luk. 17, 5. — 25 Rom. 12, 6. — 27 Ι Kor. 12. 9. Χ. Ι ℵ] 2 τοῦτο ℵ, corr. Br | τὰ] τὸ ℵ, corr. Br | 3 ἐσώμεθα RV | † αὐτοῦ) z. 1. αὐτῷ mit Τ | 7 εἰ) + We | 8 ἀκρεφνεστάτη ℵ, corr. Br | προσβαλουμε ℵ, corr. We | 9 τὸ] τοῦτο R | 13 πληρώματος ℵ, corr. Br. XI. Ι ℵ] 19 μὲν] μέντοι ℵ, corr. Br | 24 ἡ S V*; V2 R ἣν | 29 ἐφ᾿] ἐξ ℵ, corr. Br | 31 nach ἔχοντα Ras. von c. 9 Bchst. S. ὅταν ἡμῖν προαιρετικῶς κατορθωθῇ αὐτή, τηνικαῦτα τὸ ἐκ θεοῦ παραγίνεται, καὶ τοῦτό ἐστι τὸ δίδοσθαι παρὰ θεοῦ χάριν ἀντὶ χάριτος.

Zu Job. 1, 17.

Διά Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ’ οὐχ ὑπ’ αὐτοῦ, ἀλλ’ ὑπὸ τοῦ θεοῦ. θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· »Ὁ νόμος Κυ- »ρίου ἄμωμος, ἐπιστρέφων ψυχάς«. πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε »Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ »ἐγένετο«, τῆς χάριτος δι᾿ ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις. ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου Παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ’ ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ »Ὁ ὀπίσω ’μου ἐρχόμενος ἔμπροσθεν μου γέγονεν« εἴρηται. ἐπειδὴ γὰρ προανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ’ εἰ καὶ ὀπίσω ἐλήλυθεν, ἀλλ᾿ οὐν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν Πεφανερωκέναι ἔμπροσθεν γέγονε, καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς, παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου.

Zu Joh. 1, 18.

Διτιοῦ τοῦ θεωρεῖν ὄντος, αἰσθητικοῦ τε καὶ νοητικοῦ, τὸ μὲν τῶν σωμάτων τὸ δὲ τῶν ἀσωμάτων ἐστὶν ἀντικληπτικόν. διὸ καὶ τὰ ὑποκείμενα τῷ νῷ καὶ τὰ ὑπὸ τούτου θεωρούμενα ἀόρατά φαμεν, οὐ τῷ μὴ ὁρᾶσθαι ἀλλὰ τῷ μὴ πεφυκέναι βλέπεσθαι. οὐδὲν 6 Joh. 1, 17. — 7 Ps. 18, 8. —9 Joh. 1, 17. — 13 Vgl. Luk. 16, 16. — 15 Joh. 1, 15. XII. I ℵ] 6 ἀλλ᾿2 < ℵ cf. II | 7 θεοῦ2 < ℵ | 15 πάνυ — 16 γὰρ < R | συναδόντος SV | 16 εἰρημένον SV, corr. Βr | 20 γέγονε καὶ] γεγονέναι ℵ, corr. Br. II Ρ (Cord. p. 37)] (6 διὰ Μωσέως [δι᾿ αὐτοῦ] — 12 τύπους) 6 διὰ Μωσέως] αὐτοῦ Ρ Cord | δὲ < Ρ Cord | ἐδόθη ἀλλ᾿ < Ρ Cord | 7 κατὰ] + γὰρ Ρ | κυρίου] ἦν (aus κݲυݲ verlesen) Ρ | 9 δέδοται Ρ | χάρις u. ἀλήθεια vertauscbt XIII. Ι ℵ] (anonym; der zuletzt genannte Name ist Origenes; vgl II zu S. 495, 8) 27 ὑπερκείμενα ℵ, corr. Br | ὑπὸ] ὑπὲρ S1. γὰρ τῶν σωμάτων ἀόρατον, κἂν ἔζω ποτὲ τυγχάνον τῆς ὄψεως μὴ ὁρᾶται. οὐ γὰρ τὸ μὴ ὁρᾶσθαι σημαίνει τὸ ἀόρατον, ἀλλὰ τὸ μὴ πεφυκέναι πρὸς τοῦτο. διὸ οὐδὲ ἀντιστρέφει πρὸς ἑαυτὸ τὸ μὴ ὁρᾶσθαι καὶ τὸ ἀνόρατον. τῷ μὲν γὰρ ἀοράτῳ ἀκολουθεῖ τὸ μὴ ὁρᾶσθαι τὸ ἀόρατον. πολλὰ γὰρ τῶν σωμάτων, καίτοι ὄντα ὁρατά, οὐχ ὁρᾶται, ἤτοι σκεπαζόμενα ἢ τῷ μὴ εἶναι ἔνθα ταῦτα τυγχάνει. ταύτης τῆς διαστολῆς ὀρθῶς ἐχούσης ἐκλαμβάνειν δεῖ τὸ εἰρημένον ὡς περὶ ἀοράτου. οὐδὲ γὰρ αἱ ἀνωτάτω δυνάμεις θεὸν ὁρῶσιν, οὐ διὰ τὴν σφῶν ἀσθένειαν ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀσωματότητα. ἀλλ οὐδὲ νῷ ὁρατός ἐστιν ἁπλῶς, ἀλλὰ τῷ πάσης ἀγνοίας καὶ κακίας καὶ ὕλης ἀπηλλαγμένῳ. »Μακάριοι, γάρ φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, »ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται«. καρδίαν δὲ τὸν νοῦν ὀνομάζει. ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ᾿ ἀρετὴν προσβάλλει θεῷ καθ’ ὃ ἐφικτόν. τούτων οὕτως ἐχόντων ὁ νοῦς ὁ ἔτι ὑποκείμενος γενέσει, καὶ διὰ τοῦτο καὶ χρόνῳ, οὐχ ὁρᾷ τὸν θεὸν ὡς διὸ διὸ οὐ καθάπαξ εἴρηκεν· »Θεὸν οὐδεὶς ἑώρακεν«, ἀλλὰ μετὰ προσθήκης τῆς »Πώποτε«, σημαινούσης χρονικόν τι, ἵν᾿ ᾖ τὸ λεγόμενον τοιοῦτον· ὅσον χρόνον τὸ »Πώποτε« δύναται λέγεσθαι, ὡς σημαῖνόν τι ὑποκείμενον, ὁ νοῦς ἐμπέπραται τῇ ἐνύλῳ ςωῇ. διὸ ἰδεῖν τὸν θεὸν οὐ δύναται κατὰ προσβολὴν νοήσεως. καὶ ἡμεῖς μὲν ἐκ τῶν περὶ αὐτοῦ θεολογουμένων ἐννοιῶν καὶ ὡν ἔχομεν ἀμυδρῶς αὐτὸν νοοῦμεν ὡς οἶόν τε· αὐτὸς δὲ ὁ θεὸς οὐ διά τινος τοιούτου ἀλλ’ οἰκειότητι τῇ πρὸς ἑαυτὸν νόησιν ἔχει περὶ ἑαυτοῦ, αὐτὸς ὢν καὶ ἡ νόησις καὶ τὸ νοούμενον. διὸ μ·όνος ἐπίσταται αὐτὸν ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς νοούμενος καὶ νοῶν τὸν πατέρα.

Zu Joh. 1, 18.

Καταλλήλως δὲ τῷ μονογενῆ θεὸν καὶ υἱὸν αὐτὸν εἶναι πατρὸς ὠνομάσθησαν κόλποι. ἐπεὶ γὰρ τὰ περὶ τῆς θεότητος πάντα ἀκατονόμαστα δηλοῦται ἡμῖν ταῦτα ἀνθρώποις οὖσι διὰ λέξεων ἀνθρωπίνων, εἰκότως ἀφ’ ὧν ἴσμεν σημαίνεσθαι τὴν πρὸς τὸν πατέρα 11 Matth. 5, 8. — 16 Joh. 1, 18. XIII. I ??] 6 ἔνθα — 7 εἰρημένον < R | 8 οὐδὲ We, οὔτε ?? | θεὸν < ?? | 9 διὰ < ?? | 10 τῷ] τὸ R | 11 καὶ ὕλης < ??, Cf. II | 13 γεγονὸς ??, corr. Br | 18 τοιοῦτο S2RV τοιοῦτον S1, τοιοῦτον V | 21 αὐτοῦ θεολογουμένων] αὐθεολογουμένων ?? | 23 αὐτὸν R. II P (Cord. p. 39)] (8 οὔτε — 12 ὀνομάζει) | 8 γὰρ < Ρ Cord | 9 ἀλλὰ] + διὰ κίας τε Ρ Cord | 11 ἀπηλλαγμένος Ρ. XIV. I ??] (in V anonym) 31 τὴν] τῆς SV.…

The complete text is available when the reading interface loads.