De oratione
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Paul Koetschau
- Edition reference
- Origenes Werke · Leipzig · J.C. Hinrich'sche Buchhandlung · 1899
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg008.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
Τὰ διὰ τὸ εἶναι μέγιστα καὶ ὑπὲρ ἄνθρωπον τυγχάνειν εἰς ὑπερβολήν τε ὑπεράνω τῆς ἐπικήρου φύσεως ἡμῶν ἀδύνατα τῷ λογικῷ καὶ θνητῷ γένει καταλαβεῖν ἐν πολλῇ δὲ καὶ ἀμετρήτῳ ἐκχεομένῃ ἀπὸ θεοῦ εἰς ἀνθρώπους χάριτι θεοῦ διὰ τοῦ τῆς ἀνυπερβλήτου εἰς ἡμᾶς χάριτος ὑπηρέτου Ἰησοῦ Χριστοῦ καὶ τοῦ συνεργοῦ πνεύματος βουλήσει θεοῦ δυνατὰ γίνεται. ἀδύνατον γοῦν τῇ ἀνθρωπίνῃ φύσει ὑπάρχον σοφίας κτῆσις, ᾗ τὰ πάντα κατεσκεύασται („πάντα“ γὰρ κατὰ τὸν Δαυῒδ ὁ θεὸς „ἐν σοφίᾳ“ ἐποίησε), δυνατὸν ἐξ ἀδυνάτου γίνεται διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, „ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.“ „τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ; ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος; ἐπεὶ λογισμοὶ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφροντίδα. καὶ μόγις εἰκάζομεν τὰ ἐπὶ γῆς, τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασε;“ τίς δ᾿ οὐκ ἂν εἴποι ἀδύνατον εἶναι ἀνθρώπῳ ἐξιχνιάσαι „τὰ ἐν οὐρανοῖς;“ ἀλλ᾿ ὅμως τοῦτο τὸ ἀδύνατον τῇ ὑπερβαλλούσῃ χάριτι τοῦ θεοῦ δυνατὸν γίνεται· ὁ γὰρ ἁρπαγεὶς εἰς τρίτον οὐρανὸν ἐξιχνίασε τάχα τὰ ἐν τοῖς τρισὶν οὐρανοῖς διὰ τὸ ἀκηκοέναι „ἄῤῥητα ῥήματα, ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι“ ἦν. τίς δὲ δύναται εἰπεῖν ὅτι δυνατὸν ἀνθρώπῳ γνωσθῆναι τὸν τοῦ κυρίου νοῦν; ἀλλὰ καὶ τοῦτο ὁ θεὸς διὰ Χριστοῦ χαρίζεται . . . . . . . . . . . . . . . τὸ θέλημα τοῦ κυρίου ἑαυτῶν οὐκέτι, ὅτε διδάσκει αὐτοὺς τὸ θέλημα τοῦ κυρίου εἶναι θέλοντος ἀλλὰ εἰς φίλον μεταβάλλοντος τούτοις, ὧν κύριος πρότερον ἦν. ἀλλὰ καὶ ὡς οὐδεὶς „οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς“ οἶδεν „εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.“ εἰ δὲ μηδεὶς „οἶδε“ „τὰ τοῦ θεοῦ“ „εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ,“ ἀδύνατον εἰδέναι ἄνθρωπον „τὰ τοῦ θεοῦ.“ καὶ τοῦτο δὲ κατανόησον, πῶς δυνατὸν γίνεται· „ἡμεῖς δὲ,“ φησὶν, „οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ᾿ ἐν διδακτοῖς τοῦ πνεύματος.“
Chapter 2
Ἀλλ᾿ εἰκὸς, Ἀμβρόσιε θεοσεβέστατε καὶ φιλοπονώτατε καὶ Τατιανὴ κοσμιωτάτη καὶ ἀνδρειοτάτη (ἀφ᾿ ἧς ἐκλελοιπέναι „τὰ γυναικεῖα“ ὃν τρόπον ἐκλελοίπει τῇ Σάῤῥᾳ ἤδη εὔχομαι), ὑμᾶς ἀπορεῖν τί δή ποτε, περὶ εὐχῆς προκειμένου ἡμῖν τοῦ λόγου, ταῦτα ἐν προοιμίοις περὶ τῶν ἀδυνάτων ἀνθρώποις δυνατῶν χάριτι θεοῦ γινομένων εἴρηται. ἓν τῶν ἀδυνάτων ὅσον ἐπὶ τῇ ἀσθενείᾳ ἡμῶν πείθομαι τυγχάνειν τρανῶσαι τὸν περὶ τῆς εὐχῆς ἀκριβῶς καὶ θεοπρεπῶς πάντα λόγον καὶ τὸν περὶ τοῦ, τίνα τρόπον εὔχεσθαι δεῖ, καὶ τίνα ἐπὶ τῆς εὐχῆς λέγειν πρὸς θεὸν. καὶ ποῖοι καιροὶ ποίων καιρῶν πρὸς τὴν εὐχήν εἰσιν ἐπιτηδειότεροι . . . . . . . . . . . . . . . . . . τὸν διὰ τὴν ὑπερβολὴν „τῶν ἀποκαλύψεων“ εὐλαβούμενον, „μή τις“ εἰς αὐτὸν „λογίσηται ὑπὲρ ὃ βλέπει“ „ἢ ἀκούει ἐξ“ αὐτοῦ, ὁμολογεῖν „καθὸ δεῖ“ προσεύχεσθαι μὴ εἰδέναι· ὃ γὰρ δεῖ προσεύξασθαι, φησὶ, „καθὸ δεῖ οὐκ οἴδαμεν.“ ἀναγκαῖον δὲ οὐ τὸ προσεύχεσθαι μόνον ἀλλὰ καὶ τὸ προσεύχεσθαι „καθὸ δεῖ“ καὶ προσεύχεσθαι ὃ δεῖ. ἵνα γὰρ καὶ ὃ δεῖ προσεύχεσθαι δυνηθῶμεν καταλαβεῖν, ἐλλιπές ἐστι τοῦτο, ἐὰν μὴ καὶ τὸ „καθὸ δεῖ“ προσλάβωμεν. τί δὲ ἡμῖν ὄφελος τοῦ „καθὸ δεῖ,“ μὴ εἰδόσιν εὔχεσθαι ὃ δεῖ;
τὸ μὲν οὖν ἕτερον τούτων, λέγω δὴ τὸ ὃ δεῖ. οἱ λόγοι εἰσὶ τῆς εὐχῆς, τὸ δὲ „καθὸ δεῖ“ ἡ κατάστασις τοῦ εὐχομένου· οἷον ὡς ἐπὶ παραδείγματος τὸ μὲν ὃ δεῖ· „αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται,“ καὶ „αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται,“ καὶ „προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς,“ καὶ „δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,“ καὶ „προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν,“ καὶ „προσεύχεσθε, ἵνα μὴ γένηται ὑμῶν ἡ φυγὴ χειμῶνι μηδὲ σαββάτῳ,“ καὶ „προσευχόμενοι δὲ μὴ βαττολογήσητε,“ καὶ εἴ τι τούτοις ἐστὶ παραπλήσιον· τὸ δὲ „καθὸ δεῖ“· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ἀλλ᾿, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.“ τοῦ δὲ „καθὸ δεῖ“ διδασκαλικόν ἐστι καὶ τό· „ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου“· ποῖον γὰρ θεῷ δῶρον ἀπὸ τοῦ λογικοῦ μεῖζον ἀναπέμπεσθαι δύναται εὐώδους λόγου εὐχῆς, προσφερομένης ἀπὸ συνειδότος μὴ ἔχοντος δυσῶδες ἀπὸ τῆς ἁμαρτίας; ἔτι δὲ τοῦ „καθὸ δεῖ“ τό· „μὴ ἀποστερεῖτε ἀλλήλους, ἐὰν μή τι ἐκ συμφωνίας πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ ἐπιχαρῇ ὑμῖν ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.“ διὰ τούτων γὰρ ἐμποδίζεται τὸ „καθὸ δεῖ,“ ἐὰν μὴ καὶ τῶν κατὰ τὸν γάμον σιωπᾶσθαι ἀξίων μυστηρίων τὸ ἔργον σεμνότερον καὶ βραδύτερον καὶ ἀπαθέστερον γίνηται, τῆς λεγομένης ἐνταυθοῖ „συμφωνίας“ τὸ ἀσύμφωνον τοῦ πάθους ἀφανιζούσης καὶ τὴν ἀκρασίαν ἀναλισκούσης τοῦ τε σατανᾶ τὸ ἐπιχαιρησίκακον κωλυούσης. πρὸς τούτοις τοῦ „καθὸ δεῖ“ ἐστι διδασκαλικὸν τό· „ἐὰν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἂν ἔχητε κατά τινος“· καὶ τὸ παρὰ τῷ Παύλῳ δέ· „πᾶς ἀνὴρ εὐχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς“ τοῦ „καθὸ δεῖ“ ἐστι παραστατικόν.
ἀλλὰ ταῦτα πάντα ἐπιστάμενος Παῦλος καὶ τούτων πολλαπλασίονα ἀπὸ νόμου καὶ προφητῶν τοῦ τε εὐαγγελικοῦ πληρώματος παραθέσθαι δυνάμενος μετὰ ποικιλότητος τῆς εἰς ἕκαστον διηγήσεως, ἀπὸ διαθέσεως οὐ μετριαζούσης μόνον ἀλλὰ καὶ ἀληθευούσης φησίν (ὁρῶν δὲ καὶ μετὰ ταῦτα πάντα ὅσον ἀπολείπεται τοῦ εἰδέναι προσεύξασθαι τί δεῖ „καθὸ δεῖ“)· τὸ δὲ ὅ τι προσεύξασθαι δεῖ „καθὸ δεῖ οὐκ οἴδαμεν“· καὶ τοῦτο τῷ λόγῳ προστίθησιν. ὅθεν ἀναπληροῦται τὸ ἐλλεῖπον τῷ μὴ εἰδότι μὲν ἑαυτὸν δὲ ἄξιον τοῦ ἀναπληρωθῆναι ἐν αὐτῷ τὸ ἐλλεῖπον παρασκευάσαντι. λέγει γὰρ ὅτι αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.“ τὸ δὲ ἐν ταῖς καρδίαις τῶν μακαρίων κρᾶζον „ἀββὰ ὁ πατὴρ“ „πνεῦμα.“ ἐπιστάμενον ἐπιμελῶς τοὺς ἐν τῷ σκήνει στεναγμοὺς. ἀξίους τυγχάνοντας εἰς τὸ βαρῦναι τοὺς πεπτωκότας ἢ παραβεβηκότας, „στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ.“ τοὺς ἡμετέρους διὰ τὴν πολλὴν φιλανθρωπίαν καὶ συμπάθειαν ἀναδεχόμενον στεναγμούς· κατὰ δὲ τὴν ἐν αὐτῷ σοφίαν ὁρῶν τὴν ταπεινωθεῖσαν „εἰς χοῦν“ ψυχὴν ἡμῶν καὶ ἐν τῷ σώματι „τῆς ταπεινώσεως“ καθειργμένην, οὐ τοῖς τυχοῦσι „στεναγμοῖς“ χρώμενον „ὑπερεντυγχάνει τῷ θεῷ“ ἀλλά τισιν „ἀλαλήτοις,“ ἐχομένοις τῶν ἀῤῥήτων λόγων, ὧν οὐκ ἔστιν ἀνθρώπῳ λαλεῖν. τοῦτο δὴ τὸ πνεῦμα. οὐκ ἀρκούμενον τῷ ἐντυγχάνειν τῷ θεῷ, ἐπιτεῖνον τὴν ἔντευξιν „ὑπερεντυγχάνει,“ ἐγὼ οἶμαι ὅτι περὶ τῶν ὑπερνικώντων, ὁποῖος Παῦλος ἦν λέγων· „ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν.“ εἰκὸς δ᾿ ὅτι „ἐντυγχάνει“ μόνον περὶ τῶν οὐ τηλικούτων μὲν, ὡς ὑπερνικᾶν, οὐ τοιούτων δὲ πάλιν, ὥστε νικᾶσθαι, ἀλλὰ νικώντων.
ἐχόμενον δὲ τοῦ τί δὲ δεῖ προσεύξασθαι „καθὸ δεῖ οὐκ οἴδαμεν. ἀλλὰ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ“ τὸ „προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ (δὲ) καὶ τῷ νοΐ.“ οὐδὲ γὰρ δύναται ἡμῶν ὁ νοῦς προσεύξασθαι, ἐὰν μὴ πρὸ αὐτοῦ τὸ πνεῦμα προσεύξηται οἱονεὶ ἐν ὑπηκόῳ αὐτοῦ, ὥσπερ οὐδὲ ψᾶλαι καὶ εὐρύθμως καὶ ἐμμελῶς καὶ ἐμμέτρως καὶ συμφώνως ὑμνῆσαι τὸν πατέρα ἐν Χριστῷ, ἐὰν μὴ „τὸ πνεῦμα“ τὸ „πάντα“ ἐρευνῶν, „καὶ τὰ βάθη τοῦ θεοῦ,“ πρότερον αἰνέσῃ καὶ ὑμνήσῃ τοῦτον, οὗ „τὰ βάθη“ ἠρεύνηκε καὶ, ὡς ἐξίσχυσε, κατείληφεν. ἐγὼ δὲ οἴομαι συναισθόμενόν τινα τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς ἀνθρωπίνης ἀσθενείας, ἀπολειπομένης τοῦ ὃν τρόπον εὔχεσθαι δεῖ, καὶ μάλιστα τοῦτ᾿ ἐγνωκότα, ὅτε ἐπιστημόνων καὶ μεγάλων λόγων ἤκουεν ἀπαγγελλομένων ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ, παυσαμένῳ τοῦ προσεύχεσθαι τῷ κυρίῳ εἰρηκέναι· „κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.“ ὅλος δὲ ὁ εἱρμὸς τοῦ ῥητοῦ οὕτως ἔχει· „καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον ἐν τόπῳ τινὶ, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε προσεύχεσθαι τοὺς μαθητὰς αὐτοῦ“ . . . . . . . . . ἆρα γὰρ ἄνθρωπος, ἐντεθραμμένος τῇ νομικῇ κατηχήσει καὶ τῇ ἀκροάσει τῶν προφητικῶν λόγων τῶν τε συναγωγῶν μὴ ἀπολειπόμενος, οὐκ ἠπίστατο ὁπωσδήποτε εὔχεσθαι, μέχρις οὗ ἴδῃ τὸν κύριον εὐχόμενον „ἐν τόπῳ τινί;“ ἀλλὰ τοῦτο ἄτοπον φάσκειν· ηὔχετο μὲν γὰρ κατὰ τὰ Ἰουδαίων ἔθη, ἑώρα δὲ μείζονος ἐπιστήμης ἑαυτὸν δεόμενον εἰς τὸν περὶ τῆς εὐχῆς τόπον. τί δὲ καὶ ὁ „Ἰωάννης ἐδίδασκε τοὺς μαθητὰς“ περὶ τῆς εὐχῆς, ἀπὸ Ἱεροσολύμων καὶ πάσης τῆς Ἰουδαίας καὶ τῆς περιχώρου ἐρχομένους βαπτίζεσθαι πρὸς αὐτὸν, εἰ μή τινα κατὰ τὸ „περισσότερον“ εἶναι „προφήτου“ ἔβλεπε περὶ τῆς εὐχῆς, ἅπερ εἰκὸς ὅτι οὐ πᾶσι τοῖς βαπτιζομένοις ἀλλὰ τοῖς πρὸς τὸ βαπτίζεσθαι μαθητευομένοις ἐν ἀποῤῥήτῳ παρεδίδου;
αἱ τοιαῦται δὲ εὐχαὶ αἱ ὄντως πνευματικαὶ, προσευχομένου ἐν τῇ καρδίᾳ τῶν ἁγίων τοῦ πνεύματος, ἀνεγράφησαν, πεπληρωμέναι ἀποῤῥήτων καὶ θαυμασίων δογμάτων· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Βασιλειῶν ἐκ μέρους ἡ τῆς Ἄννης (ὅλη γὰρ. „ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον κυρίου,“ λαλοῦσα „ἐν τῇ καρδίᾳ αὐτῆς,“ οὐκ † ἐχάρη γραφῇ), ἐν δὲ ψαλμοῖς ὁ ἑκκαιδέκατος ψαλμὸς „προσευχὴ τοῦ Δαυΐδ“ ἐπιγέγραπται, καὶ ὁ ἔνατος καὶ ὀγδοηκοστὸς „προσευχὴ τῷ Μωϋσεῖ, ἀνθρώπῳ τοῦ θεοῦ,“ καὶ ὁ πρῶτος καὶ ἑκατοστὸς „προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ“· αἵτινες προσευχαὶ, ἐπεὶ ἀληθῶς ἦσαν προσευχαὶ γινόμεναι πνεύματι λεγόμεναί τε, καὶ τῶν δογμάτων τῆς τοῦ θεοῦ σοφίας πεπλήρωνται, ὥστε εἰπεῖν ἄν τινα περὶ τῶν ἐν αὐταῖς ἐπαγγελλομένων· „τίς σοφὸς, καὶ συνήσει ταύτας; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτάς;“
ἐπεὶ τοίνυν τηλικοῦτόν ἐστι τὸ περὶ τῆς εὐχῆς διαλαβεῖν, ὡς δεῖσθαι τοῦ καὶ εἰς τοῦτο φωτίζοντος πατρὸς καὶ αὐτοῦ τοῦ πρωτοτόκου λόγου διδάσκοντος τοῦ τε πνεύματος ἐνεργοῦντος εἰς τὸ νοεῖν καὶ λέγειν ἀξίως τοῦ τηλικούτου προβλήματος, εὐξάμενος ὡς ἄνθρωπος (οὐ γάρ που ἐμαυτῷ δίδωμι χωρεῖν τὴν προσευχὴν) τοῦ πνεύματος πρὸ τοῦ λόγου τυχεῖν τῆς εὐχῆς ἀξιῶ, ἵνα λόγος πληρέστατος καὶ πνευματικὸς ἡμῖν δωρηθῇ, καὶ αἱ ἐν τοῖς εὐαγγελίοις ἀναγεγραμμέναι σαφηνισθῶσιν εὐχαί. ἀρκτέον ουν ἤδη τοῦ περὶ τῆς εὐχῆς λόγου.
Chapter 3
Πρῶτον δὴ τὸ ὄνομα τῆς εὐχῆς ὅσον ἐπὶ παρατηρήσει τῇ ἐμῇ εὑρίσκω κείμενον, ἡνίκα ὁ Ἰακὼβ, φυγὰς γενόμενος τῆς ὀργῆς „τοῦ ἀδελφοῦ“ ἑαυτοῦ Ἠσαῦ, ἀπῄει „εἰς τὴν Μεσοποταμίαν“ κατὰ τὰς ὑποθήκας Ἰσαὰκ καὶ Ῥεβέκκας. οὕτω δὲ ἔχει ἡ λέξις· „καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων· ἐὰν ᾖ κύριος ὁ θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ. ᾗ ἐγὼ πορεύομαι, καὶ δώῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου· καὶ ἔσται κύριός μοι εἰς θεὸν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ, καὶ πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι.“ . . . . . . . . . . . .
ἔνθα καὶ σημειωτέον ἐστὶν ὅτι τὸ ὄνομα τῆς εὐχῆς παρελήφθη (πολλαχοῦ ἑτέρας οὔσης παρὰ τὴν προσευχὴν) ἐπὶ τοῦ μετὰ εὐχῆς ἐπαγγελλομένου τάδε τινὰ ποιήσειν, εἰ τύχοι ἀπὸ θεοῦ τῶνδε. τάσσεται μέντοι καὶ ἐπὶ τοῖς κατὰ συνήθειαν ἡμῶν λεγομένοις ἡ ὀνομασία· ὥσπερ ἐν Ἐξόδῳ εὕρομεν οὕτως μετὰ τὴν ἐπὶ τοῖς βατράχοις μάστιγα, τῇ τάξει τῶν δέκα οὖσαν δευτέραν, . . . . . . . . . . . .,ἐκάλεσε Φαραὼ Μωϋσέα καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· εὔξασθε περὶ ἐμοῦ πρὸς κύριον. καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ τοῦ λαοῦ μου· καὶ ἐξαποστελῶ τὸν λαὸν, καὶ θύσωσι κυρίῳ.“ ἐὰν δὲ δυσπειθῶς τις ἔχῃ διὰ τὸ τοῦ Φαραὼ εἶναι φωνὴν τὴν „εὔξασθε“ πρὸς τὸ σημαίνεσθαι ἀπὸ τῆς εὐχῆς πρὸς τῷ προτέρῳ καὶ τὸ σύνηθες, παρατηρητέον καὶ τὸ ἑξῆς οὕτως ἔχον· „εἶπε δὲ Μωϋσῆς πρὸς Φαραώ· τάξαι πρός με. πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου. ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν· πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.“
παρετηρήσαμεν δὲ ὅτι ἐπὶ ταῖς σκνιψὶ. τῇ τρίτῃ μάστιγι, οὔτε Φαραὼ εὐχὴν γενέσθαι ἀξιοῖ οὔτε Μωϋσῆς εὔχεται. καὶ ἐπὶ τῇ κυνομυίᾳ δὲ, οὔσῃ τετάρτῃ, λέγει· „εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον,“ ὅτε καὶ εἶπε Μωϋσῆς ὅτι „ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν θεὸν, καὶ ἀπελεύσεται ἡ κυνόμυια ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ αὔριον“· καὶ μετ᾿ ὀλίγα· „ἐξῆλθε δὲ Μωϋσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν.“ πάλιν δὲ ἐπὶ τῆς πέμπτης καὶ ἕκτης μάστιγος οὔτε Φαραὼ ἀξιώσαντος εὐχὴν γενέσθαι οὔτε Μωϋσέως εὐξαμένου, ἐπὶ τῆς ἑβδόμης „ἀποστείλας Φαραὼ ἐκάλεσε Μωϋσέα καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· ἡμάρτηκα τὸ νῦν· ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής. εὔξασθε οὖν πρὸς κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ“· καὶ μετ᾿ ὀλίγα· „ἐξῆλθε Μωϋσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασε τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο.“ διὰ τί δὲ οὐκ εἴρηται „καὶ ηὔξατο“ ὡς ἐπὶ τῶν προτέρων ἀλλ᾿ „ἐξεπέτασε τὰς χεῖρας πρὸς κύριον,“ εὐκαιρότερον ἐν ἄλλοις ἐξεταστέον. καὶ ἐπὶ τῆς ὀγδόης δὲ μάστιγός φησιν ὁ Φαραώ· „καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον. ἐξῆλθε δὲ Μωϋσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεον.“
πολλαχοῦ δὲ εἴπομεν τὸ ὄνομα τῆς εὐχῆς μὴ κατὰ τὸ σύνηθες τετάχθαι ὥσπερ ἐπὶ τοῦ Ἰακώβ· ἀλλὰ καὶ ἐν Λευϊτικῷ· „ἐλάλησε κύριος πρὸς Μωϋσέα λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ὅς (ἐὰν) εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄῤῥενος, ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμίῳ τῷ ἁγίῳ“· καὶ ἐν Ἀριθμοῖς· „καὶ ἐλάλησε κύριος πρὸς Μωϋσέα λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνὴ, ὅς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ. ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται“ καὶ τὰ ἑξῆς περὶ τοῦ καλουμένου Ναζιραίου. εἶτα μετ᾿ ὀλίγα· „καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ ἡγιάσθη κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς.“ καὶ πάλιν μετ᾿ ὀλίγα· „οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέραν εὐχῆς αὐτοῦ,“ καὶ πάλιν μετ᾿ ὀλίγον· „καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον. οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἐὰν εὔξηται κυρίῳ δῶρον αὐτοῦ περὶ τῆς εὐχῆς. χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἧς ἂν εὔξηται κατὰ τὸν νόμον ἁγνείας,“ καὶ πρὸς τῷ τέλει τῶν Ἀριθμῶν· „καὶ ἐλάλησε Μωϋσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος· ἄνθρωπος, ὃς ἐὰν εὔξηται εὐχὴν κυρίῳ ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ. οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει. ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς, στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς. μενοῦσιν αὐτῇ“· καὶ ἑξῆς τούτοις τινὰ περὶ τῆς τοιαύτης νομοθετεῖ. κατὰ τοῦτο τὸ σημαινόμενον ἐν ταῖς Παροιμίαις γέγραπται . . . . . . . . . „(παγὶς) ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται“· καὶ ἐν τῷ Ἐκκλησιαστῇ· „ἀγαθὸν τὸ μὴ εὔξασθαι η τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι“· καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· „εἰσὶν ἄνδρες παρ᾿ ἡμῖν τέσσαρες, εὐχὴν ἔχοντες ἀφ᾿ ἑαυτῶν.“
Chapter 4
Οὐκ ἄλογον δή μοι ἐφάνη τὸ κατὰ τὰς γραφὰς σημαινόμενον πρῶτον διαστείλασθαι τῆς εὐχῆς δύο σημαινούσης, ὁμοίως δὲ καὶ τῆς προσευχῆς· καὶ γὰρ τοῦτο τὸ ὄνομα πρὸς τῷ κοινῷ καὶ συνήθει πολλαχοῦ κειμένῳ τέτακται καὶ ἐπὶ τῆς κατὰ τὸ σύνηθες ἡμῖν σημαινόμενον [τῆς] εὐχῆς ἐν τοῖς περὶ τῆς Ἄννης λεγομένοις ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· „καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ θρόνου ἐπὶ φλιῶν ναοῦ κυρίου. καὶ αὐτὴ ψυχῇ πικρᾷ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαυθμῷ ἔκλαυσε. καὶ ηὔξατο εὐχὴν καὶ εἶπε· κύριε τῶν δυνάμεων, ἐὰν ἐφοράσει ἐπίδῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ μὴ ἐπιλάθῃ τῆς δούλης σου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, καὶ δώσω αὐτὸν τῷ κυρίῳ δοτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.“
δύναται μέντοι γε τὶς οὐκ ἀπιθάνως ἐνταῦθα, ἐπιστήσας τῷ „προσηύξατο πρὸς κύριον“ „καὶ ηὔξατο εὐχὴν,“ εἰπεῖν ὅτι, εἰ τὰ δύο πεποίηκε, τουτέστι „προσηύξατο πρὸς κύριον“ „καὶ ηὔξατο εὐχὴν,“ μή ποτε τὸ μὲν „προσηύξατο“ ἐπὶ τῆς συνήθως ἡμῖν ὀνομαζομένης τέτακται εὐχῆς τὸ δὲ „ηὔξατο εὐχὴν“ ἐπὶ τοῦ ἐν Λευϊτικῷ καὶ Ἀριθμοῖς τεταγμένου σημαινομένου. τὸ γὰρ „δώσω αὐτὸν κυρίῳ δοτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ“ κυρίως οὐκ ἔστι προσευχὴ ἀλλ᾿ ἐκείνη ἡ εὐχὴ, ἥντινα καὶ Ἰεφθάε ηὔξατο ἐν τούτοις· „καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν· ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν χειρί μου, καὶ ἔσται ὃς ἐὰν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.“
Chapter 5
Εἰ χρὴ τοίνυν μετὰ ταῦτα, ὥσπερ ἐκελεύσατε, ἐκθέσθαι τὰ πιθανὰ πρῶτον τῶν οἰομένων μηδὲν ἀπὸ τῶν εὐχῶν ἀνύεσθαι καὶ διὰ τοῦτο φασκόντων περισσὸν εἶναι τὸ εὔχεσθαι, οὐκ ὀκνήσομεν κατὰ δύναμιν καὶ τοῦτο ποιῆσαι, κοινότερον νῦν καὶ ἁπλούστερον τοῦ τῆς εὐχῆς ὀνόματος ἡμῖν λεγομένου . . . . . . . . . οὕτω δὴ ὁ λόγος ἐστὶν ἄδοξος καὶ μὴ τυχὼν ἐπισήμων τῶν προϊσταμένων αὐτοῦ, ὥστε μηδὲ πάνυ εὑρίσκεσθαι, ὅστις ποτὲ τῶν πρόνοιαν παραδεξαμένων καὶ θεὸν ἐπιστησάντων τοῖς ὅλοις εὐχὴν μὴ προσίεται. ἔστι γὰρ τὸ δόγμα ἤτοι τῶν πάντῃ ἀθέων καὶ τὴν οὐσίαν τοῦ θεοῦ ἀρνουμένων ἢ τῶν μέχρις ὀνόματος τιθέντων θεὸν τὴν πρόνοιαν δὲ αὐτοῦ ἀποστερούντων. ἤδη μέντοι γε ἡ ἀντικειμένη ἐνέργεια, τὰ ἀσεβέστατα τῶν δογμάτων περιτιθέναι θέλουσα τῷ ὀνόματι τοῦ Χριστοῦ καὶ τῇ διδασκαλίᾳ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ περὶ τοῦ μὴ δεῖν εὔχεσθαι δεδύνηται πεῖσαί τινας· ἧς γνώμης προΐστανται οἱ τὰ αἰσθητὰ πάντῃ ἀναιροῦντες καὶ μήτε βαπτίσματι μήτε εὐχαριστίᾳ χρώμενοι, συκοφαντοῦντες τὰς γραφὰς, ὡς καὶ τὸ εὔχεσθαι τοῦτο οὐ βουλομένας ἀλλ᾿ ἕτερόν τι σημαινόμενον παρὰ τοῦτο διδασκούσας.
εἶεν δ᾿ ἂν οἱ λόγοι τῶν ἀθετούντων τὰς εὐχὰς οὗτοι (δηλονότι θεὸν ἐφιστάντων τοῖς ὅλοις καὶ πρόνοιαν εἶναι λεγόντων· οὐ γὰρ πρόκειται νῦν ἐξετάζειν τὰ λεγόμενα ὑπὸ τῶν πάντῃ ἀναιρούντων θεὸν ἢ πρόνοιαν)· „ὁ θεὸς“ οἶδε „τὰ πάντα πρὸ γενέσεως αὐτῶν,“ καὶ οὐδὲν ἐκ τοῦ ἐνεστηκέναι ὅτε ἐνέστηκε πρῶτον αὐτῷ γινώσκεται ὡς πρὸ τούτου μὴ γνωσθέν· τίς οὖν χρεία ἀναπέμπεσθαι εὐχὴν τῷ καὶ πρὶν εὔξασθαι ἐπισταμένῳ ὧν χρῄζομεν; „οἶδε γὰρ ὁ πατὴρ ὁ οὐράνιος ὧν χρείαν“ ἔχομεν „πρὸ τοῦ“ ἡμᾶς „αἰτῆσαι αὐτόν,“ εὔλογον δὲ πατέρα καὶ δημιουργὸν αὐτὸν ὄντα τοῦ παντὸς, ἀγαπῶντα „τὰ ὄντα πάντα“ καὶ μη(δὲν) βδελυσσόμενον ὧν πεποίηκε, σωτηρίως τὰ περὶ ἕκαστον καὶ χωρὶς τοῦ εὔξασθαι οἰκονομεῖν δίκην πατέρος, νηπίων προϊσταμένου καὶ μὴ περιμένοντος ἐκείνων τὴν ἀξίωσιν, ἤτοι μηδ᾿ ὅλως δυναμένων αἰτεῖν ἢ διὰ ἄγνοιαν πολλάκις τὰ ἐναντία τοῖς συμφέρουσι καὶ λυσιτελοῦσι θελόντων λαβεῖν. ἀπολειπόμεθα δὲ οἱ ἄνθρωποι πλεῖον τοῦ θεοῦ ἤπερ τὰ κομιδῇ παιδία τοῦ νοῦ τῶν γεγεννηκότων.
εἰκὸς (δὲ) τῷ θεῷ οὐ μόνον προεγνῶσθαι τὰ ἐσόμενα ἀλλὰ καὶ προδιατετάχθαι. καὶ μηδὲν αὐτῷ παρὰ τὰ προδιατεταγμένα γίνεσθαι. ὥσπερ οὖν εἴ τις εὔχοιτο ἀνατέλλειν τὸν ἥλιον, ἠλίθιος ἂν νομίζοιτο. τὸ καὶ χωρὶς τῆς εὐχῆς αὐτοῦ ἐσόμενον διὰ τῆς εὐχῆς γενέσθαι ἀξιῶν· οὕτως ἀνόητος ἂν εἴη ἄνθρωπος, ὅστις οἴεται διὰ τὴν ἑαυτοῦ εὐχὴν γίνεσθαι τὰ καὶ μὴ εὐξαμένου αὐτοῦ πάντως ἐσόμενα ἄν, πάλιν τε αὖ ὥσπερ πᾶσαν μανίαν ὑπερβάλλει ὁ διὰ τὸ ἐνοχλεῖσθαι ὑπὸ τοῦ ἡλίου γενομένου ἐν θεριναῖς τροπαῖς καὶ καυσοῦσθαι οἰόμενος διὰ τῆς εὐχῆς μεταστήσεσθαι τὸν ἥλιον ἐπὶ τὰ ἐαρινὰ σημεῖα, ἵνα εὐκράτου ἀπολαύῃ τοῦ ἀέρος· οὕτως τὰ ἀναγκαίως συμβαίνοντα περιστατικὰ τῷ ἀνθρώπων γένει εἴ τις οἴοιτο διὰ τὸ εὔχεσθαι μὴ πείσεσθαι, πᾶσαν (ἂν), ὑπερβάλοι μελαγχολίαν.
εἰ δὲ καὶ „ἠλλοτριώθησαν ἁμαρτωλοὶ ἀπὸ μήτρας,“ καὶ ἀφώρισται ὁ δίκαιος „ἐκ κοιλίας μητρὸς,“ (καὶ) „μήπω μήτε γεννηθέντων μήτε πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ᾿ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ᾿ ἐκ τοῦ καλοῦντος,“ λέγεται· „ὁ μείζων δουλεύσει τῷ ἐλάττονι,“ μάτὴν περὶ ἀφέσεως ἁμαρτημάτων ἀξιοῦμεν ἢ περὶ τοῦ πνεῦμα ἰσχύος λαβεῖν, ἵνα „πάντα“ ἰσχύσωμεν ἐνδυναμοῦντος ἡμᾶς Χριστοῦ. εἰ μὲν γὰρ „ἁμαρτωλοί“ ἐσμεν, „ἀπὸ μήτρας“ ἠλλοτριώμεθα· εἰ δὲ ἀφωρίσθημεν „ἐκ κοιλίας μητρὸς“ ἡμῶν, τὰ κάλλιστα καὶ μὴ εὐχομένοις ἀπαντήσεται. ποίαν γὰρ εὐχὴν προσαγαγὼν Ἰακὼβ, πρὶν γεννηθῆναι, προφητεύεται ὅτι „ὑπερέξει“ τοῦ Ἠσαῦ, καὶ „δουλεύσει“ αὐτῷ ὁ ἀδελφός; τί δὲ ἀσεβήσας ὁ „Ἠσαῦ“ μισεῖται πρὶν γεννηθῆναι; ἵνα τί δὲ εὔχεται Μωϋσῆς, ὡς ἐν ὀγδοηκοστῷ ἐνάτῳ εὕρηται ψαλμῷ, εἰ „καταφυγὴ“ αὐτοῦ ἐστιν ὁ θεὸς „πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην;“ . . . . . . . . .
ἀλλὰ καὶ περὶ πάντων τῶν σωθησομένων ἐν τῇ πρὸς Ἐφεσίους ἀναγέγραπται ὅτι „ἐξελέξατο“ αὐτοὺς „ἐν αὐτῷ,“ „ἐν Χριστῷ“ ὁ πατὴρ „πρὸ καταβολῆς κόσμου εἰς τὸ εἶναι“ αὐτοὺς „ἁγίους καὶ ἀμώμους κατ᾿ ἐνώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας“ αὐτοὺς „εἰς υἱοθεσίαν διὰ Χριστοῦ εἰς αὐτόν.“ ἤτοι οὖν τις ἐκ τῶν „πρὸ καταβολῆς κόσμου“ ἐστὶν ἐξειλεγμένος, καὶ ἀμήχανον αὐτὸν τῆς ἐκλογῆς ἐκπεσεῖν, διόπερ οὐ χρεία τούτῳ εὐχῆς· ἢ οὐκ ἐξείλεκται οὐδὲ προώρισται, καὶ μάτην εὔχεται, κἂν μυριάκις εὔξηται, οὐκ ἐπακουσθησόμενος. „οὓς“ γὰρ „προέγνω“ ὁ θεὸς, τούτους „καὶ προώρισε συμμόρφους τῆς εἰκόνος“ „τῆς δόξης“ „τοῦ υἱοῦ αὐτοῦ.“ „οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.“ τί γὰρ κάμνει Ἰωσίας ἢ διὰ τί εὐχόμενος πεφρόντικε περὶ τοῦ πότερόν ποτε εἰσακουσθήσεται ἢ μὴ, πρὸ πολλῶν γενεῶν ὀνομαστὶ προφητευθεὶς καὶ περὶ τοῦ ὅ τι ποτὲ πράξει οὐ μόνον προγνωσθεὶς ἀλλὰ καὶ εἰς ἐπήκοον πολλῶν προῤῥηθείς; ἵνα τί δὲ καὶ Ἰούδας προσεύχεται, ὥστε καὶ τὴν προσευχὴν αὐτοῦ γενηθῆναι „εἰς ἁμαρτίαν,“ ἀπὸ τῶν Δαυῒδ χρόνων προκηρυχθεὶς ὡς ἀπολέσων „τὴν ἐπισκοπὴν,“ ἑτέρου ληψομένου ἀντ᾿ αὐτοῦ αὐτήν; αὐτόθεν δὲ ἀπεμφαίνει, ἀτρέπτου ὄντος τοῦ θεοῦ καὶ τὰ ὅλα προκατειληφότος μένοντός τε ἐν τοῖς προδιατεταγμένοις, εὔχεσθαι, οἰόμενον μετατρέψειν διὰ τῆς εὐχῆς αὐτοῦ τὴν πρόθεσιν ἢ ὡς μὴ προδιαταξαμένῳ ἀλλὰ περιμένοντι τὴν ἑκάστου εὐχὴν ἐντυγχάνειν, ἵνα διὰ τὴν εὐχὴν διατάξηται τὸ πρέπον τῷ εὐχομένῳ, τότε τάσσων τὸ δοκιμαζόμενον εἶναι εὔλογον οὐ πρότερον αὐτῷ τεθεωρημένον.
κείσθω δὲ ἐν τοῖς παροῦσιν αὐταῖς λέξεσιν ἅπερ διὰ τῶν πρός με γραμμάτων ἔταξας, οὕτως ἔχοντα. „πρῶτον· εἰ προγνώστης ἐστὶν ὁ θεὸς τῶν μελλόντων, καὶ δεῖ αὐτὰ γίνεσθαι, ματαία ἡ προσευχή. δεύτερον· εἰ πάντα κατὰ βούλησιν θεοῦ γίνεται, καὶ ἀραρότα αὐτοῦ ἐστι τὰ βουλεύματα, καὶ οὐδὲν τραπῆναι ὧν βούλεται δύναται, ματαία ἡ προσευχή,“ χρήσιμα δὲ, ὡς οἶμαι, ταῦτα πρὸς λύσιν τῶν ἀποναρκᾶν πρὸς τὸ εὔχεσθαι ποιούντων προδιαληπτέον.
Chapter 6
Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα. οὐχ ᾗ τοιαῦτα ἔσθ᾿ ὅτε κινούμενα ἀλλ᾿ ὁμοίως τοῖς ὑπὸ ἕξεως μόνης συνεχομένοις· λίθοι γὰρ καὶ ξύλα, τὰ ἐκκοπέντα τοῦ μετάλλου ἢ τὸ φύειν ἀπολωλεκότα, ὑπὸ ἕξεως μόνης συνεχόμενα τὸ κινοῦν ἔξωθεν ἔχει, ἀλλὰ καὶ τὰ τῶν ζῴων σώματα καὶ τὰ φορητὰ τῶν πεφυτευμένων, ὑπό τινος μετατιθέμενα, οὐχ ᾗ ζῷα καὶ φυτὰ μετατίθεται ἀλλ᾿ ὁμοίως λίθοις καὶ ξύλοις τοῖς τὸ φύειν ἀπολωλεκόσι· κἂν κινῆται καὶ ταῦτα τῷ ῥευστὰ εἶναι πάντα τὰ σώματα φθίνοντα, παρακολουθητικὴν ἔχει τὴν ἐν τῷ φθίνειν κίνησιν. δεύτερα δὲ παρὰ ταῦτά ἐστι κινούμενα τὰ ὑπὸ τῆς ἐνυπαρχούσης φύσεως ἢ ψυχῆς κινούμενα, ἃ καὶ ἐξ αὑτῶν κινεῖσθαι λέγεται παρὰ τοῖς κυριώτερον χρωμένοις τοῖς ὀνόμασι, τρίτη δέ ἐστι κίνησις ἡ ἐν τοῖς ζῴοις, ἥτις ὀνομάζεται ἡ ἀφ᾿ αὑτῶν κίνησις· οἶμαι δὲ ὅτι ἡ τῶν λογικῶν κίνησις δι᾿ αὐτῶν ἐστι κίνησις. ἐὰν· δὲ περιέλωμεν ἀπὸ τοῦ ζῴου τὴν ἀφ᾿ αὑτοῦ κίνησιν, οὐδὲ ζῷον ἔτι ον ὑπονοηθῆναι δύναται, ἀλλὰ ἔσται ὅμοιον ἤτοι φυτῷ ὑπὸ φύσεως μόνης κινουμένῳ ἢ λίθῳ ὑπό τινος ἔξωθεν φερομένῳ. ἐὰν δὲ παρακολουθῇ τι τῇ ἰδίᾳ κινήσει, ἐπεὶ τοῦτο δι᾿ αὐτοῦ κινεῖσθαι ὠνομάσαμεν, ἀνάγκη τοῦτο εἶναι λογικόν.
οἱ τοίνυν θέλοντες μηδὲν εἶναι ἐφ᾿ ἡμῖν, ἀναγκαίως ἠλιθιώτατόν τι παραδέξονται· πρῶτον μὲν ὅτι οὐκ ἐσμὲν ζῷα, δεύτερον δὲ ὅτι οὐδὲ λογικὰ, ἀλλ᾿ οἷον ὑπὸ ἔξωθεν κινοῦντος αὐτοὶ οὐδαμῶς κινούμενοι ποιεῖν ὑπ᾿ ἐκείνου λεγοίμεθα ἃ ποιεῖν νομιζόμεθα. ἄλλως τε καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιστήσας τις ὁράτω, εἰ μὴ ἀναιδῶς ἐρεῖ μὴ αὐτὸς θέλειν καὶ μὴ αὐτὸς ἐσθίειν καὶ μὴ αὐτὸς περιπατεῖν μηδὲ αὐτὸς συγκατατίθεσθαι καὶ παραδέχεσθαι ὁποῖα δή ποτε τῶν δογμάτων μηδὲ αὐτὸς ἀνανεύειν πρὸς ἕτερα ὡς ψευδῆ. ὥσπερ οὖν πρός τινα δόγματα ἀμήχανον διατεθῆναι ἄνθρωπον, κἂν μυριάκις αὐτὰ κατασκευάζῃ εὑρεσιλογῶν καὶ πιθανοῖς λόγοις χρώμενος, οὕτως ἀδύνατον διατεθεῖσθαί τινα περὶ τῶν ἀνθρωπίνων, ὡς μηδαμῶς τοῦ ἐφ᾿ ἡμῖν σῳζομένου. τίς γὰρ διάκειται περὶ τοῦ μηδὲν εἶναι καταληπτὸν ἢ οὕτως βιοῖ, ὡς ἐπέχων περὶ παντὸς οὑτινοσοῦν; τίς δὲ οὐκ ἐπιπλήττει, φαντασίαν ἁμαρτήσαντος οἰκέτου λαβὼν, τῷ θεράποντι; καὶ τίς ἐστιν, ὃς μὴ αἰτιᾶται υἱὸν τὸ πρὸς γονεῖς καθῆκον μὴ ἀποδιδόντα ἢ μὴ μέμφεται καὶ ψέγει ὡς αἰσχρὸν πεποιηκυῖαν τὴν μεμοιχευμένην; βιάζεται γὰρ ἡ ἀλήθεια καὶ ἀναγκάζει, κἂν μυριάκις τις εὑρεσιλογῇ, ὁρμᾶν καὶ ἐπαινεῖν καὶ ψέγειν, ὡς τηρουμένου τοῦ ἐφ᾿ ἡμῖν, καὶ τούτου ἐπαινετοῦ ἢ ψεκτοῦ γινομένου παρ᾿ ἡμᾶς.
εἰ δὴ τὸ ἐφ᾿ ἡμῖν σῴζεται, μυρίας ὅσας ἀπονεύσεις ἔχον πρὸς ἀρετὴν ἢ κακίαν καὶ πάλιν ἢ πρὸς τὸ καθῆκον ἢ πρὸς τὸ παρὰ τὸ καθῆκον, ἀναγκαίως τοῦτο μετὰ τῶν λοιπῶν, πρὶν γένηται, τῷ θεῷ ἔγνωσται „ἀπὸ κτίσεως“ καὶ „καταβολῆς κόσμου“, ὁποῖον ἔσται· καὶ ἐν πᾶσιν, οἷς προδιατάσσεται ὁ θεὸς ἀκολούθως οἷς ἑώρακε περὶ ἑκάστου ἔργου τῶν ἐφ᾿ ἡμῖν, προδιατέτακται κατ᾿ ἀξίαν ἑκάστῳ κινήματι τῶν ἐφ᾿ ἡμῖν τὸ καὶ ἀπὸ τῆς προνοίας αὐτῷ ἀπαντησόμενον ἔτι δὲ καὶ κατὰ τὸν εἱρμὸν τῶν ἐσομένων συμβησόμενον, οὐχὶ τῆς προγνώσεως τοῦ θεοῦ αἰτίας γινομένης τοῖς ἐσομένοις πᾶσι καὶ ἐκ τοῦ ἐφ᾿ ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ᾿ ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ ἐνεργήσειν καὶ τάδε θελήσειν· πλέον δὲ ἀπὸ τῆς προγνώσεως γίνεται τὸ κατάταξιν λαμβάνειν εἰς τὴν τοῦ παντὸς διοίκησιν χρειώδη τῇ τοῦ κόσμου καταστάσει τὸ ἑκάστου ἐφ᾿ ἡμῖν.
εἰ τοίνυν τὸ ἑκάστου ἐφ᾿ ἡμῖν αὐτῷ ἔγνωσται, καὶ διὰ τοῦτο προεωραμένον αὐτῷ διατάττεσθαι ἀπὸ τῆς προνοίας τὸ κατ᾿ ἀξίαν παντί τῳ εὔλογον καὶ τὸ τί εὔξηται (καὶ) ποίαν διάθεσιν ἔχων ὁ δεῖνα οὕτως πιστεύων καὶ τί βουλόμενος αὐτῷ γενέσθαι προκατειλῆφθαι· οὗ προκαταληφθέντος, καὶ τοιοῦτόν τι ἀκολούθως ἐν τῇ διατάξει τετάξεται, ὅτι τοῦδε μὲν ἐπακούσομαι συνετῶς εὐξομένου δι᾿ αὐτὴν τὴν εὐχὴν, ἣν εὔξεται, τοῦδε δὲ οὐκ ἐπακούσομαι ἤτοι διὰ τὸ ἀνάξιον αὐτὸν ἔσεσθαι τοῦ ἐπακουσθήσεσθαι ἢ διὰ τὸ ταῦτα αὐτὸν εὔξασθαι, ἃ μήτε τῷ εὐχομένῳ λυσιτελεῖ λαβεῖν μήτε ἐμοὶ πρέπον παρασχεῖν· καὶ κατὰ τήνδε μὲν τὴν εὐχὴν, φέρε εἰπεῖν, τοῦ δεῖνος οὐκ ἐπακούσομαι αὐτοῦ κατὰ τήνδε δὲ ἐπακούσομαι. (ἐὰν δέ τις ταράττηται διὰ τὸ μὴ οὐ ψεύσασθαι τὸν θεὸν τὰ μέλλοντα προεγνωκότα, ὡς τῶν πραγμάτων κατηναγκασμένων, λεκτέον πρὸς τὸν τοιοῦτον ὅτι αὐτὸ τοῦτο τῷ θεῷ ἔγνωσται ἀραρότως, τὸ μὴ ἀραρότως τόνδε τινὰ τὸν ἄνθρωπον καὶ βεβαίως βούλεσθαι τὰ κρείττονα ἢ οὕτω θελήσειν τὰ χείρονα, ὥστε ἀνεπίδεκτον αὐτὸν ἔσεσθαι μεταβολῆς τῆς ἐπὶ τὰ συμφέροντα.) καὶ πάλιν τάδε μέν τινα ποιήσω τῷδε εὐξομένῳ, ἐμοὶ γὰρ τοῦτο πρέπον ἐστὶν οὐ ψεκτῶς μοι εὐξομένῳ οὐδὲ ἀμελῶς περὶ τὴν εὐχὴν ἀναστραφησομένῳ· τῷδε δὲ ἐπὶ ποσὸν εὐξομένῳ „ὑπερεκπερισσοῦ ὧν“ αἰτεῖται ἢ νοεῖ δωρήσομαι τάδε τινὰ, ἐμοὶ γὰρ τόνδε πρέπει νικᾶν ἐν ταῖς εὐποιΐαις καὶ χορηγεῖν πλείονα ὧν αἰτῆσαι κεχώρηκε. καὶ τῷδε μέν τινι τοιῷδε ἐσομένῳ τόνδε τὸν ἄγγελον λειτουργὸν ἐπιπέμψω, ἀπὸ τοῦδε ἀρξόμενον τοῦ χρόνου συνεργεῖν αὐτοῦ τῇ σωτηρίᾳ καὶ μέχρι τοῦδε συνεσόμενον, τῷδε δὲ τόνδε, φέρε εἰπεῖν, τὸν τοῦδε τιμιώτερον, τῷ τοῦδε ἐσομένῳ κρείττονι. τοῦδε δέ τινος, μετὰ τὸ ἐπιδεδωκέναι ἑαυτὸν λόγοις τοῖς διαφέρουσιν ὑπεκλυθησομένου καὶ παλινδρομήσοντος ἐπὶ τὰ ὑλικώτερα, ἀποστήσω τόνδε τὸν κρείττονα συνεργόν· οὗ ἀποστάντος. κατ᾿ ἀξίαν αὐτοῦ χείρων τις ἥδε ἡ δύναμις. καιρὸν εὑρηκυῖα τοῦ ἐπιβαίνειν· τῇ ῥᾳθυμίᾳ, ἐπιστᾶσα ἐπὶ τάδε τινὰ τὰ ἁμαρτήματα αὐτὸν, ἕτοιμον ἑαυτὸν πρὸς τὸ ἁμαρτάνειν δεδωκότα. προκαλέσεται.
οὕτως οὖν ἤδη οἱονεὶ ἐρεῖ ὁ προδιατασσόμενος τὰ ὅλα ὅτι Ἀμὼς γεννήσει τὸν Ἰωσίαν, ὅστις οὐ ζηλώσει τὰ τοῦ πατρὸς πταίσματα ἀλλὰ τυχὼν τῆσδε τῆς ἐπ᾿ ἀρετὴν προτρεπούσης ὁδοῦ διὰ τῶνδε τῶν συνεσομένων καλὸς ἔσται καὶ ἀγαθὸς, ὅστις κατασκάψει τὸ τοῦ Ἱεροβοὰμ κακῶς οἰκοδομηθὲν θυσιαστήριον. οἶδα δὲ καὶ Ἰούδαν. ἐπιδημήσαντός μου τοῦ υἱοῦ τῷ τῶν ἀνθρώπων γένει. κατὰ μὲν τὰς ἀρχὰς ἐσόμενον καλὸν καὶ ἀγαθὸν ὕστερον δὲ ἐκτραπησόμενον καὶ εἰς τὰ ἀνθρώπινα ἁμαρτήματα ἐκπεσούμενον, ὅντινα ἐπὶ τούτοις εὔλογον ἔσται παθεῖν τάδε τινά. (ἡ δὲ πρόγνωσις αὕτη τάχα μὲν ἐπὶ πάντων πάντως δὲ ἐπὶ Ἰούδα καὶ ἑτέρων μυστηρίων καὶ ἐν τῷ υἱῷ τοῦ θεοῦ γίνεται. ἑωρακότι τῇ κατανοήσει τοῦ ἐξελιγμοῦ τῶν ἐσομένων τὸν Ἰούδαν καὶ τὰ ἁμαρτήματα τὰ ἁμαρτηθησόμενα αὐτῷ· ὥστε μετὰ καταλήψεως αὐτὸν, καὶ πρὶν γενέσθαι τὸν Ἰούδαν. διὰ τοῦ Δαυῒδ εἰρηκέναι· „ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς“ καὶ τὰ ἑξῆς.) εἰδὼς δὲ τὰ μέλλοντα, καὶ ὁποῖον τόνον ἕξει πρὸς τὴν θεοσέβειαν ὁ Παῦλος, ἐν ἐμαυτῷ μὲν, πρὶν κτίσαι τὸν κόσμον ἐπιβαλλόμενος τῇ ἀρχῇ τῆς κοσμοποιΐας, αὐτὸν ἐπιλέξομαι καὶ ταῖσδε συνεργούσαις ἀνθρώπων σωτηρίᾳ δυνάμεσιν ἅμα τῷ γεννηθῆναι παραθήσομαι, ἀφορίζων αὐτὸν „ἐκ κοιλίας μητρὸς“ καὶ ἐπιτρέπων κατὰ τὰς ἀρχὰς ἐν νεότητι ζήλῳ μετὰ ἀγνοίας ἐγγινομένῳ προφάσει θεοσεβείας διώκειν τοὺς εἰς τὸν Χριστόν μου πεπιστευκότας καὶ τηρεῖν „τὰ ἱμάτια“ τῶν λιθοβολούντων τὸν θεραπευτήν μου καὶ μάρτυρα Στέφανον, ἵνα νεανιευσάμενος ὕστερον ἀφορμῆς λαβόμενος καὶ μεταβαλόμενος ἐπὶ τὰ βέλτιστα „μὴ καυχήσηται“ „ἐνώπιον“ ἐμοῦ ἀλλὰ λέγῃ· „οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ,“ καὶ αἰσθόμενος τῆς ἐσομένης μου εἰς αὐτὸν εὐεργεσίας μετὰ τὰ ἐν νεότητι προφάσει θεοσεβείας πταίσματα εἴπῃ· „χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι“· καὶ κωλυόμενος δὲ ὑπὸ τοῦ συνειδότος διὰ τὰ ὑπὸ νεανίου αὐτοῦ ἔτι τυγχάνοντος πεπραγμένα κατὰ Χριστοῦ οὐχ ὑπερεπαρθήσεται „τῇ ὑπερβολῇ τῶν“ ἐπ᾿ εὐεργεσίᾳ φανερωθησομένων αὐτῷ „ἀποκαλύψεων.“
Chapter 7
Καὶ πρὸς τὸ περὶ τῆς ἐπὶ τῷ ἀνατέλλειν τὸν ἥλιον εὐχῆς ταῦτα λεκτέον. ἔστι τι καὶ τοῦ ἡλίου ἐφ᾿ ἡμῖν, καὶ αὐτοῦ αἰνοῦντος μετὰ τῆς σελήνης τὸν θεόν· „αἰνεῖτε γὰρ αὐτὸν.“ φησὶν, „ἥλιος καὶ σελήνη“· δῆλον δ᾿ ὅτι καὶ τῆς σελήνης καὶ ἀκολούθως πάντων τῶν ἀστέρων· „αἰνεῖτε γὰρ αὐτὸν,“ (φησὶ,) „πάντα τὰ ἄστρα καὶ τὸ φῶς.“ ὥσπερ οὖν εἰρήκαμεν τῷ ἐφ᾿ ἡμῖν ἑκάστου τῶν ἐπὶ γῆς καταχρώμενον τὸν θεὸν εἴς τινα χρείαν τῶν ἐπὶ γῆς κατατεταχέναι εἰς δέον αὐτα, οὕτως ὑποληπτέον τῷ ἐφ᾿ ἡμῖν ἡλίου καὶ σελήνης καὶ ἄστρων, ἀραρότι καὶ βεβαίῳ ὄντι καὶ σταθηρῷ καὶ σοφῷ, διατεταχέναι „πάντα τὸν κόσμον τοῦ οὐρανοῦ“ καὶ τὴν τῶν ἄστρων ἁρμονίως τῷ παντὶ πορείαν καὶ κίνησιν. καὶ εἰ περὶ τοῦ ἐφ᾿ ἡμῖν ἑτέρου μὴ μάτην εὔχομαι, πολλῷ πλέον περὶ τοῦ ἐφ᾿ ἡμῖν τῶν ἐν οὐρανῷ σωτηρίως τῷ παντὶ χορευόντων ἀστέρων. καίτοι γε ἔστιν εἰπεῖν περὶ τῶν ἐπὶ γῆς ὅτι τοιαίδε τινὲς προσγενόμεναι ἐκ τῶν περιεστώτων φαντασίαι προκαλοῦνται τὸ ἀβέβαιον ἡμῶν ἢ τὸ ἐπὶ τὸ κρεῖττον ῥεπτικὸν ἡμῶν πρὸς τὸ ποιῆσαι ἢ εἰπεῖν τάδε τινὰ ἢ τάδε· ἐπὶ δὲ τῶν ἐν οὐρανῷ ποία δύναται ἐγγενομένη φαντασία ἐκστῆσαι καὶ μετακινῆσαι ἀπὸ τῆς ὠφελίμου τῷ κόσμῳ πορείας ἕκαστον τῶν τοιαύτην ψυχὴν ὑπὸ λόγου κατηρτισμένην καὶ παρὰ τὴν αὐτῶν αἰτίαν ἐχόντων καὶ τοιούτῳ σώματι αἰθερίῳ καὶ καθαρωτάτῳ χρωμένων;
Chapter 8
Ἔτι δὲ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὔξασθαι καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τῆς εὐχῆς. ὥσπερ οὐκ ἔστι παιδοποιήσασθαι χωρὶς γυναικὸς καὶ τῆς εἰς παιδοποιΐαν χρησίμου παραλαμβανομένης ἐνεργείας, οὕτως τῶνδέ τινων οὐκ ἄν τις τύχοι, μὴ οὕτως εὐξάμενος μετὰ διαθέσεως τοιᾶσδε, πιστεύων οὕτως. οὐ πρὸ τῆς εὐχῆς τόνδε βιώσας τὸν τρόπον. οὐ βαττολογητέον οὖν οὐδὲ μικρὰ αἰτητέον οὐδὲ περὶ ἐπιγείων προσευκτέον οὐδὲ μετὰ „ὀργῆς“ καὶ τεταραγμένων λογισμῶν ἐπὶ τὴν προσευχὴν ἐλθετέον. ἀλλ᾿ οὐδὲ χωρὶς καθαρεύσεως ἔστιν ἐπινοῆσαι γινομένην „τῇ προσευχῇ“ σχολήν· ἀλλ᾿ οὐδὲ ἀφέσεως ἁμαρτημάτων οἷόν τε τυχεῖν τὸν εὐχόμενον. μὴ ἀπὸ τῆς καρδίας ἀφιέντα τῷ πεπλημμεληκότι καὶ συγγνώμης τυχεῖν ἀξιοῦντι ἀδελφῷ.
ὠφέλειαν δὲ ἐγγίνεσθαι τῷ ὃν δεῖ τρόπον εὐχομένῳ ἢ ἐπὶ τοῦτο κατὰ τὸ δυνατὸν ἐπειγομένῳ πολλαχῶς ἡγοῦμαι συμβαίνειν. καὶ πρῶτόν γε πάντως ὤνατό τι ὁ πρὸς τὸ εὔξασθαι ταθεὶς κατὰ τὸν νοῦν, δι᾿ αὐτῆς τῆς ἐν τῷ εὔχεσθαι καταστάσεως θεῷ παριστάναι ἑαυτὸν καὶ παρόντι ἐκείνῳ λέγειν σχηματίσας ὡς ἐφορῶντι καὶ παρόντι. ὥσπερ γὰρ αἱ τοιαίδε φαντασίαι καὶ ὑπομνήσεις τῶνδέ τινων περὶ τὰ. ὧν γεγόνασιν αἱ ὑπομνήσεις, μολύνουσι τοὺς λογισμοὺς τοὺς ἐν ταῖσδε ταῖς φαντασίαις γεγενημένους, τὸν αὐτὸν τρόπον πειστέον ὀνησιφόρον εἶναι μνήμην πεπιστευμένου τοῦ θεοῦ καὶ κατανοοῦντος τὰ ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς κινήματα, ῥυθμιζούσης ἑαυτὴν ἀρέσκειν ὡς παρόντι καὶ ἐποπτεύοντι καὶ φθάνοντι ἐπὶ πάντα νοῦν τῷ ἐτάζοντι „καρδίας“ καὶ ἐρευνῶντι „νεφρούς.“ ἵνα γὰρ καθ᾿ ὑπόθεσιν μηδεμία ἔτι παρὰ ταύτην ὠφέλεια γένηται τῷ καταστήσαντι αὐτοῦ τὸν λογισμὸν εἰς τὸ εὔχεσθαι. οὐ τὸ τυχὸν ἐννοητέον λαβεῖν τὸν οὕτως εὐλαβῶς ἑαυτὸν ῥυθμίσαντα ἐν τῷ τῆς εὐχῆς καιρῷ. τοῦτο δὲ γινόμενον πολλάκις ὅσων ἀφίστησιν ἁμαρτημάτων καὶ ἐφ᾿ ὅσα φέρει τῶν κατορθωμάτων, ἴσασι τῇ πείρᾳ οἱ συνεχέστερον τῷ εὔχεσθαι ἑαυτοὺς ἐπιδεδωκότες. εἰ γὰρ ὑπόμνησις καὶ ἀναπόλησις ἐλλογίμου ἀνδρὸς καὶ ὠφελημένου ἐν σοφίᾳ ἐπὶ ζῆλον ἡμᾶς αὐτοῦ προκαλεῖται καὶ πολλάκις ἐμποδίζει ὁρμὰς τὰς ἐπὶ τὸ χεῖρον, πόσῳ πλέον θεοῦ τοῦ τῶν ὅλων πατρὸς ὑπόμνησις μετὰ τῆς πρὸς αὐτὸν εὐχῆς ὀνίνησι τοὺς πείσαντας ἑαυτοὺς ὅτι παρόντι καὶ ἀκούοντι παρεστήκασι καὶ λέγουσι θεῷ;
Chapter 9
Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτον τὸν τρόπον. ἐπαίρειν δεῖ „ὁσίας χεῖρας“ τὸν εὐχόμενον διὰ τοῦ ἀφιέναι ἑκάστῳ τῶν εἰς αὐτὸν πεπλημμεληκότων, τὸ τῆς ὀργῆς πάθος ἐξαφανίσαντα ἀπὸ τῆς ψυχῆς καὶ μηδενὶ θυμούμενον. πάλιν τε δεῖ ὑπὲρ τοῦ μὴ ἐπιθολοῦσθαι τὸν νοῦν ὑπὸ ἑτέρων λογισμῶν πάντων ἐπιλελῆσθαι τῶν ἔξω τῆς εὐχῆς κατὰ τὸν καιρὸν, ἐν ᾧ τις εὔχεται, (τοιοῦτον δὲ εἶναι πῶς οὐκ ἔστι μακαριώτατον;) ὡς διδάσκει Παῦλος ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον λέγων· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.“ ἀλλὰ πρὸς τούτοις τὴν γυναῖκα χρὴ ἔχειν μάλιστα εὐχομένην τὸ κατεσταλμένον καὶ τὸ κόσμιον ψυχῇ καὶ σώματι, πάντων μᾶλλον ἐξαιρέτων καὶ ὅτε εὔχεται αἰδουμένην τὸν θεὸν καὶ πᾶσαν ἀκόλαστον καὶ γυναικείαν ὑπόμνησιν ἐξορίσασαν ἀπὸ τοῦ ἡγεμονικοῦ καὶ κεκοσμημένην οὐκ „ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ“ ἀλλ᾿ οἷς πρέπον ἐστὶ κεκοσμῆσθαι γυναῖκα θεοσέβειαν ἐπαγγελλομένην (θαυμάζω δὲ εἰ διστάξαι τις ἂν μακαρίαν ἐκ μόνης τῆς τοιαύτης καταστάσεως ἀποφήνασθαι τὴν εἰς τὸ εὔχεσθαι τοιαύτην ἑαυτὴν παραστήσασαν). ὡς ἐδίδαξεν ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος λέγων· „γυναῖκας ὡσαύτως ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασι καὶ χρυσῷ ἢ…
καὶ ὁ…
…
The complete text is available when the reading interface loads.