Fragmenta In Jeremiam (in Catenis)
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Erich Klostermann
- Edition reference
- Origenes Werke · Leipzig · J. C. Hinrichs'sche Buchhandlung · 1901
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg010.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Jerem. 1, 10.
Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ »τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς«. ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς τὸ μὴ λέγε ὅτι νεώτερός εἰμι· ὁποῖος Ῥοβοὰμ >ἐγκαταλιπὼν τὴν βουλὴν τῶν πρεσβυτέρων< καὶ ταῖς τῶν νεωτέρων ἀκολουθήσας, διὸ καὶ τὴν βασιλείαν οὐ τετήρηκεν οἵαν παρέλαβεν.
Jerem. 1, 13. 14.
Ὁ ὑποκαιόμενος λέβης ἀπὸ προσώπου τοῦ βορρᾶ ὑποκαίεται· ἐχθρὸς γὰρ οὗτος ἅμα καὶ ἐκδικητής ἐστιν. διόπερ Ὀ ἁμαρτήσας εἴτ᾿ ἐν βλασφημίᾳ >παραδίδοται τῷ σατανᾷ, ἵνα παιδευθῇ μὴ βλασφημεῖν<, εἴτ᾿ ἐν πορνείᾳ παραδίδοται »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. τίνας δὲ ὑποκαίει; τοὺς κατοικοῦντας, ἀλλ᾿ οὐ τοὺς παροικοὺντας τὴν γῆν. >βέλη< γὰρ ἀπολύει >πεπυρωμένα< ἐπὶ τοὺς μὴ πάσῃ φυλακῇ τηροῦντας τὰς ἑαυτῶν καρδίας, ὡς ὑφ᾿ οἱασδηποτοῦν ἁμαρτίας πυροῦσθαι.
Jerem. 5, 6.
Περὶ τῶν παισόντων αὐτοὺς λέγει λέοντα καὶ λύκον καὶ πάρδαλιν. δοκεῖ δὲ ἡ μὲν κατὰ τὰς πράξεις ἐπιβουλὴ ὑπὸ τῶν 6 Weish. Sal. 4, 13. — 8f. Vgl. I Kön. 12, 13. 14. — 13 Vgl. Psal. 8, 2. Vgl. Sel. in Psal. 8, 2 (Lo 12, 16): ἐχθρὸν καὶ ἐκδικητὴν τὸν ἀληθινὸν νόει Ναβουχοδονόσορ. — 13/14 Vgl. I Tim. 1, 20.—15 I Kor. 5,5.— 16/17 Vgl. Gen. 12, 10 u. ö. Vgl. Sel. in Gen. 12, 10 (Lo 8, 68. 69): Ἀβραὰμ οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρώκει κτλ. u. ö. Vgl. Philo de confus. ling. I, 416. 417 M: οἱ . . σοφοὶ πάντες εἰσάγονται παροικοῦντες κτλ. u. ö. — 18 Vgl. Eph. 6, 16. 3 l wird nur ausnahmsweise herangezogen | 8 ἐγκαταλειπὼν ο | 9 νεοτέρων ο | 12 Ὁ] vorher κατὰ θεωρίαν· co | 22 τῶν περι c | παισόντων l πεσόντων co. τροπικῶς λεγομένων λεόντων γίνεσθαι, ἡ δὲ κατὰ τὴν γνῶσιν ὑπὸ τῶν βλάψαι τὸ διορατικὸν τῆς ψυχῆς βοθλομένων· ἡ γὰρ πάρδαλις ἐπιπηδᾶν μάλιστα λέγεται τοῖς ὀφθαλμοῖς, ὁ δὲ λέων ὡς ἱστορεῖται γηράσας περὶ τὰς πόλεις νέμεται θηρεύειν θέλων ἀνθρώπους. λέγεται δὲ ὅτι καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ κοπτομένων ἢ πτισσομένων πῶρ ἐξέρχεται. καὶ ἴσως λέων ἂν εἴη καὶ πάρδαλις ὁ Ναβουχοδονόσορ, τὴν πόλιν ἑλὼν καὶ ὡς πάρδαλις τοὺς ὀφθαλμοὺς αὐτῆς ἐξαιρῶν, τὸν βασιλέα σὺν τοῖς πρώτοις,ὕστερον δὲ καὶ Σεδεκίου τοὺς ὀφθαλμοὺς ἐκκόψας· ὀστᾶ δὲ αὐτοῦ νοηθείη Ναβουζαρδάν, τὴν πόλιν ἐμπρήσας.
Jerem. 7,21.
Σαφῶς ἐξετάζειν διδάσκει τίς ὁ περὶ θυσιῶν τόπος, ἀφορμάς τε τὰ λ΄΄ογια δίδωσι λέγοντα· »θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον«, καὶ »θύσατε θυσίαν δικαιοσύνης«. τοὺς δὲ μὴ οὕτως ἔχοντας, περὶ δὲ θυσίας ἐπτοημένους σωματικὰς ἐπέστρεφεν ὁ σωτὴρ λέγων· »εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους«. ὅτι δὲ περὶ μυστικῶν ἡ τοιαύτη νομοθεσία, Παῦλος ἐδίδαξε λέγων· »οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων«.
Jerem. 8, 7.
Τρυγὼν καὶ χελιδὼν ἀγροῦ στρουθία, οἱ συνετοὶ ἀκροταὶ καὶ οἱ εἰς τὸ λέγειν τὰ κρείττονα ἱκανοί, ἐφύλαξαν ἐν καιρῷ ποιεῖσθαι τὰς ἰδίας εἰσόδους, ὥστε τὸ λεγόμενον καθικνεῖσθαι τῶν ἀκουόντων, συντρεχούσης τῆς εἰσόδου τῆς χελιδόνος τῇ εἰσόδῳ τῆς τρυγόνος.
Jerem. 10,16.
Ἀκύλας καὶ θεοδοτίων ἐξέδωκαν· ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ 2ff. Vgl. z. B. Pseudoeustath. in Hexaëm. Comm. 35 ed. Al.: ἐπὶ τὰς ὔψεις τῶν θηρευτῶν ἐφιππτάμενον. — 3ff. Vgl. Aristot. hist. anim. 9,44: πρὸς δὲ τὰς πόεις ἔρχονται μάλιστα καὶ τοὺς ἀνθρώπους ἀδικοῦσιν, ὅταν γένωνται πρεσβῦται. Pseudoeustath. l. c. γηράσας δὲ... ἐφεδρεύει ταῖς πόλεσιν, θηρεύειν εἰς βίωσιν τοὺς ἀνθρώπους γλιχόμενος.—6f. Vgl. II Kön. 24,14.—8 vgl. II Kön. 25,7.—9 vgl. II Kön. 25,9.— 13Psal.50,19.—14 Psal.4,6.—16 Matth. 12,7.—18 Hebr.8,5.—21ff. vgl. Hier. Comm.900?—vgl. Jes. 3, 3? 2 βουλομένων]+ παρδάλεων?|3 τοὺς ὀφθαλμύς ο|4 θέλων]〈ο|5 αὐ. τοῦ 1 αὐτῶν co| 7 αὐτῆς co1 αὐτοὺς ο*|8 ἐξαιρῶν Blass Koetschau ἐξαίρων co| 11 Σαφῶς]anonym amAnfang der Seite o| 12 τόπος]λόγος Gh| 13 τε] 〈c|15 δε] 〈ο|σωτὴρ] κςݲ ο| 23 καθικνεῖσθαι] x2 in Ras.c? καθηγνίσθαι ο|28 εἴπερ]εἶπεν c. Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ, εἴληφε δὲ καὶ τὰ ἔθνη κληρονομίαν κατὰ τὸ »αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου«, ἔσται καὶ τὸ ἔθνη Ἰσραήλ.
Jerem.11,11.12.
Ὁ μὲν θεὸς δικαίως οὐκ ἀκούει τῶν μὴ ἀκουσάντων αὐτοῦ. οἱ δὲ δαίμονες τὸ δίκαιον σῶσαι τοῖς θυμιάσασιν αὐτοῖς οὐ δυνήσονται,ὅταν ὁ καιρὸς τῶν κακῶν ἐπέλθῃ. ὅταν οὖν μὴ ἐπακούσῃ θεὸς, δεινὸν τὸ ζητεῖν παρὰ δαιμόνων βοήθειαν. ἀλλ᾿ ἐξέχεσθαι δεῖ θεοῦ, διὰ ἡμαρτημένα ἀπεστραμμένου, τὴν δὲ πολλὴν ἐπ᾿ αὐτὸν καὶ ἐπίμονον καταφυγὴν οὐχ ὑπερορῶντος.
Jerem.11,14 (11)
Οὐκ εἶπεν· οὐκ εἰσακούσομαί σου, ἀλλ᾿ αὐτῶν, δεικνὺς ὅτι καὶ τότε μετανοούντων ἐὰν αἰτήσῃς ὑπὲρ αὐτῶν, εἰσακούσομαι.
Jerem.15,6.7.
Τὴν έγξκατάλειψιν ἐνέργειαν εἶπε· θεὸς γὰρ ἑαυτοῦ τὴν σκηνὴν ἐπαίρων λέγεται διαφθείρειν. ἄλλως τε διαφθορὰ χειρὸς ἀξία θεοῦ ἡ ἀπὸ κακίας εἰς ἀρετὴν μεταποίησις κατὰ τὸ »ἐποίσω ἐπὶ δὲ τὰς χεῖράς μου, καὶ πυρώσω σε εἰς καθαρόν«,τῶν πρὶν ἐν ἡμῖν ἐξ ἁμαρτίας λυμάτων διεφθαρμένων. τοιοῦτον καὶ τὸ διασπερῶ αὐτούς«. ἐπεὶ γὰρ συμφώνως ἠσέβησαν εἰς ἐμέ, τὴν κακίστην αὐτῶν διασκεδάσω σύνοδόν τε καὶ συμφωνίαν, ὥσπερ οὖν καὶ τῶν πυργοποιούντων διεῖλε τὰς γλώσσας, κωλύσας αὐξομέην συμφωνοῦσαν ἀσέβειαν. τὸ δὲ ἡτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου κατηγορίαν τῶν ἀρχόντων ἔχει καὶ τῶν ἱερέων· οὗτοι γὰρ ἐν τάξει πατέρων ὑπάρχοντες τοῖς λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ᾿ εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκγεννημάτων τῶν κατ᾿ ἀρετὴν ἀτεκνώσαντα· οὐδεὶς γὰρ ὢν ἀγαθὸς ἀπόλλυσιν ἕτερον.
Jerem. 15, 8.9.
Εἶεν δ᾿ ἂν χῆραι τῶν ἀσεβῶν αἱ ψυχαί, τὸν νυμφίον Χριστὸν ἀπολέσασαι. ὧν ἀπολλυμένων ταλαιπωροῦσι καὶ μητέρες, οἱ >γεννήσαντες αὐτοὺς ἐν Χριστῷ<καὶ >ὠδινήσαντες μέχρι μορφωθῇ Χριστὸς ἐν αὐτοῖς<καὶ μετὰ τὸ γόλα τῇ στερεᾷ τροφῇ πρὸς νεανίσκους ἐκθρέψαντες. τῶν δὲ χηρῶν τὸ πλῆθος οὐχ ὡς »τὰ ἄστρα τοῦ οὐρανοῦ«,ἀλλ᾿ ὡς ἡ ἄμμος τῆς θαλάσσης. κατὰ δὲ τὸ γράμμα, πλείστων ἐν πολέμῳ πιπτόντων αἱ γυναῖκες ἐτύγχανον χῆραι, αἱ δὲ μητέρες ἐταλαιπώρουν.
Jerem. 17,24—27.
Μὴ αἴρειν ἁμαρτιῶν παραγγέλλει βάσταγμα μηδὲ λέγειν· »ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ«, ὡς ἂν γενώμεθα βασιλεῖς τε καὶ ἄρχοντες καθήμενοι παγίως ἐπὶ θρόνου Δαβίδ, τῆς τοῦ χριστοῦ ἐκκλησίας, ὡς λέγεσθαι περὶ ἡμῶν· »ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στέφανον ἐκ λίθου τιμίου«. τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ᾿ ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολιτείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ πεδινῆς, τῆς μηδὲν ἐχούσης >ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον<, καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ 2 vgl. Matth.25,1—12?—4 Vgl.I Kor.4,15.—vgl.Gal.4,19.— 5 vgl.I Kor. 3,2 Hebr. 5,13.14.—7 Heber.11,12.11vgl.Basil.(Gh II, 461): τουτέστι μὴ τῷ βάρει τῆς ἁμαρτίας καταφορτίζεσθαι.—12 Psal.37,5.— 14 Psal. 20,4.—16f. vgl. Jak. 3,2.—20ff.vgl.Hier. Comm.964.965.—21 vgl. onom.sacra I,169,82:Ἰουδας ἐξομολόγησις, ἐξομολογουμένου, u.ö.—Vgl. Onom.sacra I,169,66: Ἱερουσαλημ ὅρασις εἰρήνης κτλ. u.ö.—22 vgl. onom. sacra I, 177, 83: Βενιαμὶν τέκνον ὀδύνης ἢ υἱὸς δεξιᾶς, u.ö.—23 vgl. II Kor. 10,5. 2 δ᾿ ἄν] δ᾿ οὖν c| 7 ἀλλὰ ο|8 πιπτόντων]θνησκόντον ο|11 βαστάγματα 1|11/12 μηδὲ—ἐμέ]〈1|12βαρὺν c| 14 τῆι.. ἐκκλησία ο|ὡς 1 καὶ co| 15 τοιοῦτοι]οὗτοι 1 |16 ἅρμ α καὶ ἵππους 1|17 ἀνείργοντες ο|ὡς 1 καὶ ὡς co| 18 καὶ]〈1|αὐτῇ]+φησι 1|21 τῶν]〈1|22 1. τὴν Ὅρασιν τῆς εἰρήνης?| βενιαμεῖν c| 24 μηδὲν]μὴ 1. τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι. οὗτοι γὰρ καὶ οἴσουσι θυσίαν >ἁγίαν εὐάρεστον τῷ θεῷ<, τὴν τῆς ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσανν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >, τὴν ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσαν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >ἡ προσευχὴ ὡς θυμίαμα καὶ ἡ ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή<. οἳ καὶ προσφέρουσι λίβανον, ὅπερ ἑρμνηνεύεται Λευκασμός, πᾶσαν ἀποβάλλοντες ζοφώδη διάθεσιν, ὡς ἁρμόττειν αὐτοῖς τὸ »τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη«· οὕτω γὰρ καὶ τὴν αἴνεσιν δυνήσονται φέρειν εἰς οἶκον κυρίου, >μὴ ἔχοντες οπῖλον ἢ ῥυτίδα ἢ τι τῶν τοιούτων< προστριβομένων τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ. μηδενὸς δὲ τοιούτου γινομένου παρ᾿ ἡμῶν τὰ τῆς ἐπαγομένης ἀπειλῆς ὑπομενοῦμεν.
Jerem. 22, 13.
Τὴν μετὰ δικαιοσύνης οἰκοδομουμένην οἰκίαν ἐδήλωσεν εἰπὼν ὁ ἀπόστολος· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. λέγει δὲ καὶ ὅτι »θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς. εἰ δέ τις ἐποικοδομεῖ« καὶ τὰ ἑξῆς. οὐκοῦν διὰ τοῦ διδάξαντος ὁ πιστεύων θεμέλιον ἔσχεν τὸν Χριστὸν Ἰησοῦν. ἐποικοδομεῖ δέ τις, εἰ μὲν καλῶς, »χρυσὸν« τῆς ἀληθείας τὰ δόγματα, »ἀργύριον« λόγον σωτήριον, »λίθους τιμίους« οἰκοδομίναν ἐξ ἀρετῶν· εἰ δὲ κακῶς, ἐποικοδομῶν τῷ Ἰησοῦ πονηρά, λέγω »ξύλα, χόρτον, καλάμην«, πῶς οὐκ ἀσεβεῖ; ἐφ᾿ ὃν ἔρχεται τὸ οὐαί, ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης. ὁ ποιῶν ὑψηλὸν οἰκοδόμημα, οὐ κατὰ λόγον δὲ θεοῦ καὶ ἀλήθειαν, οὐκ ἐν κρίματι ὑπερῷα ποιεῖ. ἀναλόγως νόει καὶ τοὺς διδάσκοντας ἢ ἀλήθειαν ἢ >ψευδώνυμον γνῶσιν> οἷον Παῦλος μὲν οἰκίαν τὴν ἐκκλησίαν οἰκοδομεῖ μετὰ δικαιοσύνης, ὑπερῷα δὲ Τιμόθεον καὶ Λουκᾶν καὶ τοὺς τοιούτους ἐν κρίματι.
Jerem. 22, 14—17.
Εἴποις δ᾿ ἂν καὶ περὶ τῶν ψευδοδιασκάλων ἀκολούθως τοῖς πρόσθεν εἰρῆσθαι. ὡς γάρ φησιν ὁ Σολομῶν· »ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει, καὶ ἐλεύσεται εἰς παγίδα θανάτου«. οἱ γὰρ τοιοῦτοι οἰκοδομοῦσιν ἑαυτοῖς οἰκίας ὀνόματι ἐκκλησίας, ἥτις ἐστὶ »πονηρευομένων«, πρὸς οὓς λέγεται μετ᾿ εἰρωνείας· ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστά· ἐν οἷς ᾠήθησαν ἀναψυχὴν ᾠκοδομηκέναι. διὰ δὲ τῶν θυρίδων οἴει πεφωτικέναι φωτὶ γνώσεως τὰ οἰκοδομήματά σου, καὶ ἀσήπτοις ξύλοις εἰς τὴν οἰκοδομὴν τῆς οἰκίας κεχρῆσθαι, καὶ χρίεις διὰ μίλτου μιμούμενος τὸ αἷμα Χριστοῦ. ἀλλ᾿ ἀλλ᾿ οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πατὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμενον, ὁ διάβολος ἢ ὁ λο;γων μοθηρῶν ἄρχων. οἱ δὲ τοιαῦτα οἰκοδομήσαντες λιμῷ ἀπολοῦνται· οὐ γὰρ φάγονται οὐδὲ πίονται, ἀλλ᾿ οὐδὲ δικαοσύνην ἔγνωσαν μὴ ἐγνωκότες Χριστόν· τὸ τὰ δίκαια δὲ πράττειν ἴδιον, φησί, τῶν γινωσκόντων τὸν θεόν. τῶν δέ μὴ τοιούτων οὔτε οἱ ὁφθαλμοὶ καλοὶ μὴ βλέποντες τὴν τὴν ἀλήθειαν, οὔτε ἡ καρδία ψευδῶν πεπληρωμένη δογμάτων, δι᾿ ὧν σφάλλοντες ἑτέρους φονεύουσιν αὐτῶν τὰς ψυχάς, αἷμας, αἷμα ἀθῶσον ἐκχέοντε3 ς γλώττῃ ψευδεῖ καὶ δολίᾳ. δοῦτο δὲ τῆς διὰ ξίφους χεῖρον σφαγῆς.
Jerem. 22, 24—26.
Τὸν Ἱωακεὶμ τοῦτον Ἰεχονίαν Ἱερεμίας καλεῖ, τὸν δὲ τούτου πατέρα Ἐλιακεὶμ προσαγορευόμενον Ἰωακεὶμ ἐκάλεσε Νεχαὼ Φαραώ, ὃν ἀνελὼν ὁ βαβυλώνιος πρὸς τῆς πύλης ἀπέρριψεν, ὡς ὁ παρὼν προφήτης λέγεικαὶ Ἱώσηππος ἐν τῇ δεκάτῃ τῆς ἀρχαιολογίας. τὸ δὲ ἀποσφράγισμα σφραγὶς ἐξέδωκαν οἱ Λοιποί. σφγραγὶς 2 ff. Vgl. Hier. Comm. 991: Possumus autem hunc locum juxta anagogen contra haereticos accipere .... Et ipsi quidem passionem Domini et sanguinem pollicentur ..... Erroremque omnem dicit inde descendere, quod ignoraverint Deum .... et deceptorum sanguniem fundant. Hoc est enim facere homicidium. — 3 Prov. 21, 6. — 6 Vgl. Psal. 25, 5. — 21 Vgl. Jerem. 22, 17 LXX Luc.: καὶ ἐπὶ τὴν συκοφαντίαν. — 25/26 Vgl. II Kön. 23, 34. — 28 ff. Vgl. die Deutung des Orig. aus d. 5. Strom. bei Hier. Comm. 994. — Vgl. Joseph. Archaeol. 10, 5, 2 u. 6, 3. 6 πρὸς οἷς ο | 7 ἑαυτῷ ο | 8 ὠήθης ο | 9 μου ο* σου ο corr. | 10 οἰκομὴν ο (vgl. S. 203, 14) | 13 δένδρον] κέδρον ο | 14 οἰκοοἰκοδομήσαντες ο | 16 τὸ] τῶ c | 18 βλέπτοντες ο | 20 ἐκχέοντες] + τῇ c | 21 ψευδῆ καὶ δόλια c | 24 τοῦτον] + καὶ ο | 25 ἐλιακὶμ ο | 27 τῆς ἀρχαιολογίας] ἀρχαιολογία ο. δὲ ἤτοι σφενδόνη ἐν τῇ δεξιᾷ τοῦ θεοῦ γίνεται πᾶς ὁ τὸ κατ᾿ εἰκόνα διὰ μετανοίας ἀναλαμβάνων· ἔργα γὰρ ἀγαθὰ νοεῖται τὸ δεξιὰ τοῦ θεοῦ, τοῦ τὰ πρόβατα ἱστῶντος >ἐκ δεξιῶν<. ἣν δὴ σφραγῖδα τῷ ἀσώτῳ υἱῷ δέδωκεν ὁ πατὴρ ἐπιστρέψαντι. ὅπερ εἰ γένονεν Ἰεχονίας, τύπος τοῖς ὐπηκόοις εὐσεβείας ἐγένετο· ἀλλ᾿ οὐ γένονε. πλὴν ἔδοξε τῷ προφήτῃ πείθεσθαι φήσαντι· »ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται«· ἐξῆλθε γὰρ ἐπαγόμενος καὶ τὴν μητέρα καὶ τοὺς δυνατούε, αὐτομολήσας πρὸς τοὺς Βαβυλωνίους. εἰ δὲ καὶ τελείαν, φησίν, ἐπεδείξατο τὴν μετάνοιαν ὥστε καὶ >σφραγῖδα γενέσθαι τῆς ἐν περιτομῇ δικαιοσύνης< κατὰ τὸν θεῖον ἀπόστολον, ὡς κατὰ τοῦτο δοκεῖν ἐν δεξιᾷ τοῦ θεοῦ, πάντως ἂν παρεδόθη δίκην ὑφέξων τῶν πρώην ἡμαρτημένων, εἰ καὶ μετριωτέραν. ἐν Βαβυλῶνι γὰρ σωφρονισθεὶς ἐν εἱρκτῇ καὶ δεσμοῖς, πάλιν ἐπὶ Εὐιλὰδ Μαρωδὰχ μετέστη πρὸς ἄνεσιν, ὁμοδίαιτος γενόμενος τῷ βασιλεῖ καὶ οὕτως ἐν ἀλλοτρίᾳ καταλύσας τὸν βίον.
Jerem. 23, 16.
Ἀπαγορεύει οὐ προφήτην ἁπλῶς ἀκούειν, ἀλλὰ λόγους προφητῶν ἐν μιμήσει προφερομένους. ὁ γὰρ ἀκούων προφήτου οἷον Μωσέως, οὐκ αὐτοῦ ἀλλὰ κυρίου ἀκούει διὰ τούτου λαλοῦντος. οἱ δὲ ψευδοπροφῆται ματαιοῦσιν· τῷ γὰρ μὴ ἐπιστρέφειν ποιοῦσι τὸν ἀκούοντα μάταιον, ὅρασιν καρδίας λαλοῦντες. νοῦς γὰρ ἐπιβάλλων πράγμασι χωρὶς θεοῦ βοηθείας ὅρασιν καρδίας οὐκ ἀπὸ στόματος λαλεῖ τοῦ χορηγοῦντος εἰπεῖν καὶ φωτίζοντος. ἔστι δὲ ὅτε συντρέχει καρδίας ὅρασις καὶ στόματος κυρίου λόγος· ὅθεν οὐχ ἁπλῶς ψέγει τὴν ὅρασιν τῆς καρδίας, ἀλλ᾿ ὅταν μὴ προσῇ τὸ ἕτερον. συντρέχει δὲ παρὰ τῷ λέγοντι· »προσεύχομαι τῷ στόματι, προσεύχομαι δὲ καὶ τῷ νοΐ«.
Jerem. 23, 19. 20.
Προφητεύει περὶ συσσεισμοῦ καὶ ὀργῆς κυρίου ἐκπορευομένης ἐπὶ τοὺς ἀσεβεῖς. ὁ θυμὸς οὐκ ἀπεστράφη, οὐχ 1 Vgl. Chrysost. (Gh II, 552)? — 1/2 Vgl. Gen. 1, 26. — Vgl. Olymp. (Gh II, 552): ἐὰν . . . . ἀγαθὰς ἐργάσηται πράξεις. τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου. — 3 Vgl. Matth. 25, 33. — 3/4 Vgl. Luk. 15, 22. — 6 Jerem. 21, 9. — 8 ff. Vgl. II Kön. 24, 12. — 10 Vgl. Röm. 4, 11. — 14ff. II Kön. 25, 27—30. — 9 Vgl. Hier. Comm. 1001. — 27 Vgl. I Kor. 14, 15. 1 πᾶς] πως ζ c | 2 ἀναλαμπρύνων c | 4 Ἰεχονίας l ϊεχωνίας co | 5 ἐγίνετο ο | 18 προφητῶν ο | ἀλλὰ]+καὶ ο | 20 μωσέως l μωυσέως co | 21 τῷ l τὸ co | 27 προσῇ l προσείη co | 27 προσεύχομαι] + c | 31 ἀπεστράφη c (η in Ras.) ἀποστράφει ο. ἁπλῶς ἀλλ᾿ ἕως ἂν ποιήσῃ αὐτό, ὡς ἀποστρέφοντος ἐπὰν ποιήσῃ. ὃ δὲ μὴ πεποίηκε >λόγος κυρίου<, θυμὸς κυρίου ποιεῖ. τί δὲ θυμὸς κυρίου ποιεῖ, λέγει Δαβὶδ ἐν τῷ »κύριε, μὴ τῷ θυμῷ δου ἐλέγξῃς με«. οὐκοῦν ἐλέγχων οὐ παύεται, ἕως οὗ ποιήσῃ δι᾿ ὃ ἐλέγχει, ὡς οὐδὲ ἡ ὀργή μέχρι τελείως παιδεύσῃ. οὐ μόνον δὲ ποιήσει, ἀλλὰ καὶ στήσει καὶ βεβαιώσει. τὸ δὲ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ αἴνιγμα ὂν ἐπ᾿ ἐσχάτου, φησί, νοηθήσεται, δηλαδὴ περὶ τῶν εἰρημένων περί τε θυμοῦ καὶ ὀργῆς. χάρις οὖν τῷ ἡμῖν ἀποκαλύμαντι τὰ μέχρι τοῦ παρόντος κε- κρυμμένα.
Jerem. 23, 23. 24.
Διὰ τοῦτο οὐκ ἔλαθόν με εἰς πονηρίαν τὸν λαόν μου ὠθήσαντες. ὁ γὰρ καὶ προφήτῃ διδοὺς εἰδέναι τὰ πανταχοῦ, πολλῷ μᾶλλον οἶδεν αὐτό. »πνεῦμα« γὰρ »κυρίου πεπλήρωκε τὴν οἰκουμένην«· καὶ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«, ὡς ὁ Παῦλος πρὸς Ἀθηναίους ἔφη. τοιοῦτον καὶ τὸ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; τῇ δυνάμει γὰρ αὐτοῦ πᾶσιν ἐγγίζει. καὶ εὐχαὶ ἄρα οὐχ ὡς πρὸς πόρρω ὄντα γίγνονται τὸν θεόν. καὶ περὶ τοῦ υἱοῦ δὲ λέγεται· »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο«. αὐτὸς γὰρ ὁ καὶ λέγων· θεὸς ἐγγίζων ἐγώ εἰμι· καὶ γὰρ ἔφησεν· »ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν«, ὁ καὶ λέγων· »ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«.
Jerem. 23, 24.
Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ᾿ ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ. καὶ ὅμως πάντα πληρῶν οὐ πληροῖ τὸν ἁμαρτωλόν, πνευμάτων γὰρ ἀκαθάρτων πεπλήρωται· 2 Vgl. Jerem. 23, 17. — 3 Psal. 6, 2. — 5 Vgl. Psal. 6, 2b. — 12ff. Vgl. Chrysost. (Gh II, 574f.): ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. πόθεν οἶδα; παρὼν ἐγά εἰμι, πανταχοῦ πάρειμι. εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Vgl. Sever. Antioch. ebenda. — 14 Weish. Sal. l, 7. — 15 Act. 17, 28. — 19 Joh. l, 10. — 21 Matth. 18, 20. — 22 Matth. 28, 20. 1 ὡς] ὡ ο | 4 ποιήσει ο | δι᾿ ὃ] διὸ c l o | 5 ὡς] 〈 o | παιδεύσῃ Gh παιδεύσει c l o | 6 ἐγχρήματος ο | 7 ὂν] ὢν ο | 7/8 νοηθήσεταί φησι ο | 8 περὶ1] μετὰ ο | τε] 〈 ο | 12 τὸν λαὸν εἰς πονηρίαν ὠηθήσαντες ο | 28 καὶ1] 〈 ο | ὕμως] + καὶ ο. καὶ τὸν τοιοῦτον ἀδύνατον ὑπὸ θεοῦ πληρωθῆναι, μὴ τῶν ἄλλων τῶν πληρούντων ἀπηλλαγμένον. τοὺς γὰρ ἀξίους πληροῖ ἐν οὐρανῷ τε καὶ γῇ. »τοῦ« γὰρ »κυρίου« οὐχὶ ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, ἀλλ᾿ »ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς«, ὡς ὄντων ἐν αὐτῇ τινων οἳ μὴ εἰσὶ πλήρωμα γῆς. πλήρωμα γὰρ τῆς γῆς οἱ πεπληρωμένοι ἀπὸ τοῦ εἰπόντος· οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.
Jerem. 23, 28. 29.
Ἐπειδὴ καὶ οἱ ψευδοπροφῆται ἀπεχρῶντο τῷ »τάδε λέγει κύριος«, τοὺς ἀληθεῖς προφήτας ὑποκρινόμενοι, ἔδει σημείων διαστελλόντων ἑκατέρους. ἦν μὲν οὖν, κατὰ τὸν ἀπόστολον, πνευμάτων διακρίσεως χάρισμα, καὶ ὁ τοῦτο ἔχων διέκρινε πνεύματα, τά τε θεῖα ὄντα καὶ τὰ πονηρά, καθάπερ ἀργυραμοιβὸς τὸ νόμισμα τὸ δόκιμόν τε καὶ κίβδηλον. χωρὶς δὲ τῆς καθολικῆς ἐπιστήμης καὶ τὸ νῦν εἰρημένον ἀρκεῖ πρὸς διάκρισιν. ὁ γὰρ λόγος μου, φησίν, οὐ διάκενος καὶ τρόφιμος ἀλόγων, ἀλλ᾿ οἱονεὶ σῖτος καὶ λογικῶν τροφή.
Jerem. 23, 28. 29.
Τί δὲ τὸ ἄχυρον πρὸς τὸν | σῖτον εἶπεν, ἀλλ᾿ οὐ πρὸς κριθήν· παρέθηκε γὰρ ὁ κύριος ἄρτους, τοὺς μὲν κριθίνους τοῖς ἀλογωτέροις, τοὺς δὲ πυρίνους τοῖς λογικοῖς. διὸ καὶ νῦν οὐκ ἔφη· τί τὸ ἄχυρον πρὸς τὴν κριθήν, ἀλλὰ πρὸς τὸν σῖτον, τὴν λογικὴν ἀκριβῶς παραστήσας τροφήν. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν. ὅταν ὁ ἀκροατὴς ἐλεγμενος καίηται ὥστε λέγειν· »οὐχὶ ἡ καρδία μου καιομένη ἦν ἐν ἐμοί«, πῦρ καὶ σῖτός ἐστιν ὁ λόγος· εἰ δὲ τέρπεται τῶν καθ᾿ Ἡδονὴν ἀκροώμενος, ἄχυρα. ἀλλὰ καὶ πέλυξ ἐστὶν ὁ τοῦ θεοῦ λόγος, οὐ ξύλα μόνον δυνατὸς ἀλλὰ καὶ πέτραν διελεῖν, οὐ τὴν· λόγος, Χριστὸν νοουμένην, ἀλλὰ τὴν ἐναντίαν ἣν δεῖ τέμνεσθαι κατὰ τὸ »συντριβήσονται πέτραι ἐνώπιον κυρίου«.
Jerem. 23, 30.
Ὥσπερ ὁ πριάμενος ἱμάτινο, εἰ τύχοι, παρ᾿ οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ᾿ οὐ δικαίως, οὕτω τῶν διδασκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκλκιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι· περὶ ὧν λέγοιτ᾿ ἄν· »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται δἰσὶ καὶ λῃσταί, καὶ οὐκ ηκουσαν αὐτῶν τὰ πρόβατα«. τοιοῦτος Ὁ λόγῳ χρώμενος εὐαγγελικῷ, μὴ πίστει διακείμενος πρὸς αὐτὸν μηδὲ βιοὺς κατ᾿ αὐτόν, ἀλλοτρίᾳ δὲ προαιρέσει χρώμενος τῇ τοῦ λόγου ἀπαγγελίᾳ· κλέπτης γάρ ἐστι καὶ λεχθήσεται πρὸς αὐτόν· » ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις«.
Jerem. 24, 1— 3.
Ὅπερ ὁ κόσμος ὅλος, τοῦτο κατά τινα ἀναλογίαν ἐστὶ μόνος ὁ ἄνθρωπος. εὑρήσεις γὰρ τινὰ μὲν οὐρανὸν λεγόμενον, ὅταν φορῇ > τὴν εἰκόνα τοῦ ἐπουρανίου<, ἄλλον δὲ γῆν, ἐὰν ἔχῃ >τὴν εἰκόνα τοῦ χοϊκοῦ< (τῷ γὰρ ἡμαρτηκότι λέλεκται· »γῆ εἶ«), ἄλλον ἔχοντα ποταμοὺς ἐν αὐτῷ >ἁλλομένους εἰς ζωὴν αἰώνιον<, ἐὰν ἔχῃ λόγους ποτιμωτάτους ὃν ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ<. καὶ κατὰ μέρος εὑρήσεις τὸν μὲν ἥλιον, τὸν δὲ σελήνην λεγόμενον καὶ ἀστέρας, ἐπεὶ »οὕτως ἡ ἀνάστασις τῶν νεκρῶν«.
Καὶ μετ᾿ ἀλλίγα·
Νῦν δέ φησιν αὐτὸν ἡ παραβολὴ σῦκον εἶναι πονηρὸν λίαν· γλυκάζει μὲν γτὰρ αὐτὸν διὰ πεπάνσεως ἡ ἀρετή, ὡς εἶναι ψυχὴν ὅλην καὶ πνεῦμα καὶ σῶμα γλυκὺ τῆς ἐξ ἀρετῶν ποιότητος ἐντιθεμένης αὐτῷ, ἡ δὲ πονηρία κακὸν αὐτὸν καὶ ἄβρωτον ἀπεργάζεται. ἀλλ᾿ ἐὰν μὲν σῦκα ζητῇ τις μὴ λίαν χρηστά, ἔξω ζητεῖ ταῦτα τῶν τῆς θεοσεβείας μυσστηρίων καὶ τοῦ ναοὺ τοῦ θεοῦ, ὤσπερ οὖν καὶ τὰ μὴ λίαν πονηρά. ἐὰν γὰρ ἔλθῃ ἐπὶ τῆν μαθητείαν αὐτήν, πρὸ προσώπου ναοῦ κυρίου ἐστὶ σὐκα ρηστὰ λίαν (αἷα ποιεῖν 5 Joh. 10, 8. — 10 Röm. 2, 21. — 13 ff. Vgl. Heir. Comm. 1010: Duos cophinos . . .quidam interpretantur in . . . . gehenna et regno coelorum. — 13 ff. Vgl. Hom. 8, 2. — 14 Vgl. I Kor. 15, 49. — 15 Gen. 3, 19. — 16 Joh. 4, 14. — 18 Vgl. Psal. 103, 26. — 18 f. Vgl. I Kor. 15, 41. — 20 I Kor. 15, 42. 3 ἔχει τοῦτο ABBREV c αὐτὸ κατέχει ο | 4 ψυχῆκεικληδωμένη c | 10 κηρύσσον ο | 13 γὰρ] <c | 20 οὕτως] l. οὕτω καὶ? | 22 σύκων εἶναι πονηρῶν c| σύκον (so stets) o | 23 ἡ] < Ο 24 ἐξ] < ο | 25 αὐτὸν Gh αὐτὸ co | 26 ζητῇ τις] ζητῆς ο | 27 θεοσεβείας c o1 a. R. θεογνωσίας ο* i. T. | 29 προσώπου] + τοῦ c. οἶδε Χριστὸς) ἢ πονηρά· οὐδὲ γὰρ τὸ ἔξω πονηρὸν σῦκον ἐξέβαλε τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω. περὶ τὸν ναὸν τοίνυν τοῦ θεοῦ καὶ τὰ θεῖα δόγματα δύο κ άλαθοι κεῖνται. καὶ οἶδεν ὁ ἐκλεγόμενος, πῶς ἕκαστον κατατάσσει, μὴ ἀνεχόμενος πονηροῦ σύκου ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χηστοῖς (»μικρὰ«γὰρ »ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«) οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέεννά ἐστι τοῦ αἰωνόυ πυρός, ὁ δὲ τῶν χρηστῶν ἡ βασιλεία τῶν οὐρανῶν.
Καὶ μετ᾿ ἀλίγα·
Ἀλλὰ πότε τοὺς καλαθους ὁ προφήτης ἑώρακεν; μετὰ τὴν αἰχμαλωσίαν, φησίν. ἐὰν γ]ρ ἴδῃς τὴν ἐπιδημάν τοῦ σωτῆρος καὶ τοῦ λαοῦ τὴν αἰχμαλωσίαν καὶ ἡμᾶς τοὺς ἀλλοτρίους φύσει καὶ ἔξω τὴς Ἱερουσαλὴμ νῦν διὰ τὴν πίστιν τὴν εἰς θεὸν καὶ γλυκύτητα τῆς ἀληθείας γινομένους σὐκα χρηστά, ὄψει τὸν κάλαθον τῶν χρηστῶν σύκων· ἐὰν δὲ τοὺς ἐκ περιτομῆς μετὰ τὴν αἰχμαλωσίαν ταύτην θεάσοιο, τῶν πονηρῶν ὄψει καὶ ἀβρώτων σύκων τὸν κάλαθον. οὐκ ἀρεκῖ δὲ χηρστὰ λίαν εἶναι τὰ σῦκα, ἀλλὰ καὶ τοῖς πρωΐμοις ὡμοιῶσθαι προσήκει· ὄψιμον γὰρ σῦκον οὐκ ἔστιν ᾧ παραβάλλεται ὁ σῳζόμενος.
Jerem. 24, 6.
Ὁ Χριστὸς οἰκοδόμος καὶ ἀραχιτέκτιων, περὶ οὗ ἐν προφήταις λέλεκται· »οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοὺ μου ἐπιστρέψει«. φησὶν οὖν Ο κύριος· καὶ οἰκοδομήσω αὐτὸς κὰι οὐ μή καθελῶ. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς οἰκοδομήματά τινα καθαιρεῖ· δεὶ γὰρ τὴν ἐν ἡμῖν οἰκοδομὴν τῶν ἀκαθάρτων πνευμάτων καταλυθῆναι καὶ οὕτω ναὸν οἰκοδομηθῆναι θεῷ ἐξ ἀρετῶν τε καὶ δογμάτων ὀρθῶν, ἵνα καὶ ὀφθῇ ἡ δόξα αὐτοῦ ἐν αὐτῷ. ἔστι δὲ καὶ γεωργὸς καταφυτεύων καὶ ἐγεκεντρίζων οὕς ἄξιον. φησὶ γὰρ ὁ σωτὴρ ὡς ῥίζα τοὺς κλάδους πάντας ἀνέχων· »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα, ὁ δὲ πατήρ μου ὁ γεργός ἐστιν. πᾶν κλῆμα ἐν ἐμοὶ μένον και ποιοῦν καρπὸν καλόν, ὁ πατήρ μου καθαίρει ἵνα πλείονα καρπὸν φέρῃ· πᾶν δὲ 5 I Kor. 5, 6. — 7 Vgl. Matth. 5, 22 25, 41? — 11 Vgl. Olymp. (Gh II, 588): οἰκειότερον επὶ τῆς τοῦ χριστοῦ ἐλεθερίας (ἴσ. ἐλεύσεως) ωοήσεις τοῦτο. — 22 Jes. 45, 13. — 25 ff. Vgl. in Jerem. Hom. 1, 16. — 26 Vgl. Matth. 12, 43. 44?— 27 Vgl. Jes. 6, 1? — 28f. Vgl. Röm. 11, 17. 18. — 30 Joh. 15, 1. 2. 5. 6. (vgl. Matth. 3, 10 7, 19 Luk. 3, 9). 4 κατατήσει ο | 10 ἑώρακεν] τεθέαται ο | 16 τὸν πονηρὸν ὄψη ο | 18 ὁμοιῶσθαι ο | 25 καθαίρει ο | τὴν . . οἰκοδομὴν 1 τῆς . . οἰκοδομῆς co | 28 ἔστι c1o ἐπι c* ἔτι l | 31 ὁ c2l < c*o. κλῆμα ἐν ἐμοὶ μένον μὴ φέρον δὲ καρπόν, ὁ πατήρ μου ἐκκόπτει καὶ εἰς πῦρ αὐτὸ βάλλει«. οὐκ ἐν ἐθνικοῖς, ἀλλ᾿ ἐν τοῖς πιστοῖς ἐστι τὸ >ἐν αὐτῷ μένον καὶ μὴ φέρον καρπόν<· οἷός ἐστιν ὁ λέγων εἶναι πιστὸς καὶ πλημμελῶν ἐπ᾿ ἀδείας, ὅστις εἰκότως ἐκκόπτεται· καθαίρει δὲ τὸ καρπὸν φέρον, ἵνα κἄν τι παρορᾷ ὡς ἄνθρωπος διορθώσειεν.
Jerem. 25, 14.
Ταύτην, ὡς ἐλέγομεν, οἱ μὲν Ἑβδομήκοντα τῶν κατὰ τῶν ἐθνῶν ὁράσεων προὔταξαν· οἱ δὲ Λοιποὶ τοὐναντίον. Αἰλὰμ δὲ ἔθνος Ἀραβικὸν πρὸς τῇ ἐρυθρᾷ κείμενον θαλάσσῃ.
Jerem. 25, 14—16.
Ἐφρόνουν γὰρ ἐπὶ τοξείᾳ, μὴ μαθόντες ψάλλειν· »οὐ γὰρ ἐπὶ τὸ τόξον μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με«. ἔθνη δὲ πανταχόθεν ἀπειλεῖ κινεῖν ἐπ᾿ αὐτόν, ὅθεν ἀνέμους ἐκ τῶν ὅθεν ὡρμῶντο καλεῖ. ἕκαστος ἡμῶν ἀναλόγως τῇ καταστάσει ᾒ Αἰλαμίτης ὁμωνύμως ἐστὶν ἢ Ἰδουμαῖος ἢ Μωαβίτης ἢ Αἰγύπτιος ἢ Ἰσραηλίτης. δυνατὸν δὲ μεταβάλλειν ἐξ ἑτέρου ἔθνους εἰς ἕτερον κρεῖττον ἢ χεῖρον· τὰ ψυχικὰ γὰρ ἔθνη μεταπίπτειν οἶδεν εἰς ἄλληλα. πλὴν ἕκαστος ἡμῶν ἀναλόγως οἷς ἐθησαύρισε πίεται τὸ τῆς ὀργῆς κυρίου ποτήριον ἀκράτου ἢ κεκερασμένης· πάντες γὰρ ἡμάρτομεν πλέον ἢ ἔλαττον. ὡς δὲ Ἰσραὴλ ἐπώνυμος γέγονεν ᾧ πεποίηκεν, ἰσχύσας πρὸς τὸν θεὸν ἐν τῇ πάλῃ, οὕτω τινές εἰσι Παραβεβλημένοι Ψεκτοὶ Αἰλαμῖται· οὕτω γὰρ ἑρμηνεύονται. παραβάλλοννοῦν, εἰς πάθη ἀτιμίας< δηλοῖ δέ, τίνες οἱ περὶ ὧν ὁ λόγος ἄνεμοι, καὶ Παῦλος εἰπών· »ἵνα μηκέτι ὦμεν κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης«. περιφέρεται δὲ παντὶ ἀνέμῳ ὁ Παρα- 12 Psal. 42, 7. — 16/17 Vgl. Jerem. 25, 14 26, 2 29, 8 31, 1 37,4. — 19ff. Vgl. Hom. 12, 2. — 20 Vgl. Psal. 74, 9 Jerem. 32, 1. — 21 Vgl. Gen. 32, 24. 28. Vgl. Philo de migr. Abr. I, 467 M: παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος· ὅταν δὲ τὸν θεὸν ὁρὰν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ κτλ., u. ö. Vgl. auch Onom. sacra sub Ἰακώβ u. Ἰσραήλ. — 22. 23. 28 Vgl. Onom. sacra. I, 186, 1: Αἰλαμῖται παραβλέποντες [sic] Ι, 56, 29: Aelamitae adpositi sive conlati aut objecti. — 24 Vgl. Röm. 1, 28. 26. — Eph. 4, 14. 1 κλῆμα] + τὸ ο | καρπὸν δὲ μὴ φέρον ο | 2 ἐμβάλει ο | 4 ὅστις τε ἰκότως ο | 6 διορθώσειεν c1o διορθώσεται c* | 12 τοξία co | 13 τὸ τόξον] τῷ τόξῳ c | 16 ἐλαμήτης c | ὁμωνύμως] < c*, a. R. c1 ὁμώνυμ o | αἴγυπτος ο | 20 ποτήριον α τὸ τῆς ὀργῆς κݲυݲ ο | 22 περιβεβλημένοι c | 23 ἐλαμιται c | 24 δὲ] < ο | παραδέδωκεν ο | 25 ἄνεμοι καὶ] ἀνέμοις co | 26 κλυδονιζόμενοι ο | 27/28 ἐν τῇ μεθοδείᾳ c. βεβλημένος, εἴτε διδασκαλίας εἴτε θυμοῦ εἴτε ἐπιθυμίας. ἄνεμοι δὲ τέσσαρες γενικοί, ταράσσουντες τὴν ἀνθρώπου ψυχήν, ἐπιθυμία, φόβος, ἠδονή, λύπη, οἷς Αἰλαμίτης ἐκ τοῦ θεοῦ καταλειφθεὶς παραδίδοται. ἀλλὰ τί τὸ τόξον Αἰλάμ, ἐν ᾧ ἡ ἀρχὴ τῆς δυναστείας, αὐτὸς ἔφη μελῳδῶν ὁ Δαβίδ· »ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ«.
Καὶ μετ᾿ ὀλίγα·
Ἀλλ᾿ ὁ σωτὴρ ἐπιδημήσας τοὺς τέσσαρας ἀνέμους ἐπὶ τοὺς Αἰλαμίτας ἐπήγαγε κυκλοῦντας ἡμᾶς, ἵνα τούτους διασκορπίσειε. παραδίδονται γὰρ δυνάμεις ἀντικείμεναι δυνάμεσιν ἑτέραις ἀντικειμέναις εἰς κόλασιν, ὡς ὁ Φαραὼ τῷ Ναβουχοδονόσορ· καὶ ὄφεις γὰρ ἰοβόλους εἰ κατακλείσεις, ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασιλίσκος, ἰὸν ἔχων ἐκ μόνης θέας καρποφόρον δένδρον ξηραίνοντα. οὕτως αἱ πονηραὶ δυνάμεις ὑπ᾿ ἀλλήλων κολάζονται, μέχρι καταλειφθῇ τελευταῖον ὀ >ἔσχατος ἔχθρὸς Χριστοῦ θάνατος,> βασιλίσκος περὶ οὗ φησιν· »ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ«. ὁ γὰρ Χριστὸς ἰσχυρότερος ὢν τοῦ βασιλίσκου, ἐπιβέβηκεν αὐτῷ καὶ δέδωκεν ἡμῖν »ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων«.
Jerem. 27, 16.
Ἔστι τις ἀνὴρ Βαβυλώνιος καὶ νήπιον Βαβυλώνιον, καὶ δεῖ πρὸς τούτους ἀγωνίζεσθαι, τουτέστιν ἢ πρὸς μεγάλα ἢ πρὸς νῦν ἀρχόμενα πάθη. πλὴν >μακάριος, ὃς ἂν κρατήσας ἐδαφίσῃ πρὸς τὴν πέτραν (τὸν Χριστὸν) τὰ νήπια Βαβυλῶνος<, πρὶν εἰς ἄνδρας προέλθωσιν. ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον 5 Psal. 10, 2. — 12ff. Vgl. Pseudoeustath. l. c. 44 ed. Al.: ἐὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ καὶ λοιμώζωσιν [sic] . . . . ἕκαστος τὸν πλησίον κατεσθίει. καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφεις [l. ὄφις] τὸν ἀσθενέστερον καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν κατεδήδακε [sic], βασιλίσκος γίγνεται ἰὸν ἔχων χαλεπώτατον, ὡς καὶ ἀπὸ μόνου τοῦ ὀφθαλμοῦ θανατοῦν. — 18 Vgl. I Kor. 15, 26. — 19 Psal. 90, 13. — 20 Luk. 10, 19. — 23 Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 403 MPL XXV, 615): Nuper diximus de parvulis Babyloniis, de viris Babyloniis, de semine Babylonio. — Vgl. Psal. 136, 9. — 25 Vgl. Psal.…
The complete text is available when the reading interface loads.