Fragmenta in Lucam (in catenis)
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Max Rauer
- Edition reference
- Origenes Werke · Leipzig · J. C. Hinrichs'Sche Buchhandlung · 1930
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
FRAGMENTA.
4, 39 >καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ<
Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ σωτὴρ καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· >καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν . Μήποτε οὖν ἐν μὲν τῷ· ἀφῆκεν αὐτὴν ὁ πυρετὸς< εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου καὶ ὅλη τῇ πράσει οὐδὲν ὡς περὶ ζῴου ἐμφαίνεται τοῦ τὸν πυρετὸν ἐνεργοῦντος, ἐν δὲ τῷ· >ἐπιστὰς ἐπάνω ἐπετίμησε τῷ πυρετῷ καὶ ἀφῆκεν> εἰρημένῳ ὑπὸ Λουκᾶ οὐκ οἶδα, εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον καὶ καὶ ἀφιὲν ζῷον μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης· οὐδὲ γάρ, ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν τὸ τὸ διὰ τοῦ σώματος πειράσαι αὐτόν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τό· ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ , ὡς καὶ ὁ κύριος ἐπιτιμῶν ἰᾶται τοὺς κακῶς ἔχοντας. >᾿ ἀντὶ τοῦ >πέταξεν<.
4, 40 >δύνοντος δὲ τοῦ ἡλίου<
Περὶ δυσμὰς δέ τούτους προσῆγον ἤτοι μεθ’ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, ἢ καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες μὴ ἐξεῖναι θεραπεύειν ἐν σαββάτῳ· ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστής, ὅτι >ἦν διδάσκων αὐτοὺς ἐν σαββάτῳ<· διὰ τοῦτο δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἶ προσήκοντες, ὁ δὲ >αὐτοὺς ἐθεράπευσεν<.
5, 1 >αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ<
Ὁ δὲ εἱστήκει παρὰ τὴν λίμνην , ἢ καὶ κατὰ Ματθαῖον καὶ Μᾶρκον >περιεπάτει παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας<· μὲν ἐναντία λέγειν οἱ εὐαγγελισταί, πλὴν ὁ ἐπιχειρῶν ἀπὸ τῆς γραφῆς τοιαῦτα δύναται εἰς τὸν τόπον τοῦτον λέγειν· εἰ τὰ συστήματα τῶν ἀπότων ἐκάλεσε θαλάσσας> ἐν τῇ ἀρχῇ τῆς κοσμοποιΐας ὁ <συστήματα> δὲ >τῶν ὑδάτων< εἰσὶ καὶ οἱ ποταμοί, κατὰ καὶ οὗτοί εἰσι θάλασσαι, ὥσπερ καὶ ἡ γλυκυτάτη καὶ ποτιμωτάτη >Γεννησαρὲτ λίμνη<, ἡ νῦν καλουμένη >Τιβεριὰς εὐαγγελίοις, μάλιστα ἐπεὶ καὶ αὐτὴ σύστημά ἐστιν ὑδάτων. Ἔστι δὲ ἡ Γεννησαρὲτ χώρα τῆς μερίδος τοῦ Χαναναίου, ἐν ᾗ ἐποιχόμενος τὰ πρὸς θάλασσαν ὁ κύριος εὗρε τοὺς περὶ Πέτρον καὶ Ἰωάννην καὶ ἐπανεκαλέσατο αὐτοὺς μετὰ τὴν ἄγραν τῶν ἰχθύων, ὄντας τὸ πρότερον Ἰωάννου τοῦ βαπτιστοῦ μαθητάς.
5, 12 >ἰδοὺ ἀνὴρ πλήρης λέπρας<
Ἱστορικῶς δέ μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον >τὰ πλύνεται ὁ καθαρισθείς< εἶτα >πᾶσαν τρίχα ξυρᾶται<, λούεται ὔδατι>, μεθ’ ὃ ἐπιφέρεται τό· >καὶ καθαρὸς ἔσται<. τὰ >ἱμάτια< πολιτεία μὴ πάντῃ κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο >τρίχες< δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ φυχῇ, αἷς ἐναντίαιν αἱ τοῦ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν · τῶν γὰρ Ναζι- Κ*ε [aus Hom. in Levit. VIII, 11 ( S. 412, 24—414, 26 Baehrens)] — 2 14, 7. 8 7 Matth. 10, 30; vgl. Luk. 12, 7; vgl. Orig. Sel. in Jerem. 4, 7. 8 (S. 271, 27 Klostermann): ἡγιασμένοι γὰρ τὸ >Ναζιραῖοι < δῃλοῖ; Onom. sacra 376 4 καὶ > ε 5 πάντως ε ὑφῃσμένη ε ἐπεὶ] ἐπὶ ε 6 ε εξαυθήσαντα (!) ε ~ αἱ τοῦ Σαμουὴλ ἐναντ. Κ2 αἱ του] αἰτοῦσι ε 7 αἱ τῶν] αὐτῶν ε ραίων >σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀναβαίνει<, πάντα ὅσα εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλον αὐτῶν καρποφορούντων ἀποῤῥεῖν. Ἤδη δέ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου, μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡμερῶν , καὶ τοῦ πόλιν ξυρηθῆναι τὴν κεφαλήν, διὰ τὰ τῶν δογμάτων κεφαλαιωδέστερα, καὶ τὸν πώγωνα ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα, διὰ δὲ >τῶν ὁφρύων< ἐδήλωσεν
5, 14 >παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν<
Τὸ δέ τὸ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρίσῃ ἑαυτόν· οὐκ ἄκαιρον δὲ χρήσασθαι τῷ ῥητῷ πρὸς τοὺς ἐνόχους ἁμαρτίαις καὶ περὶ τῶν θείων διδάσκειν προῃρημένους.
5, 14 >προσένεγκε Περὶ τοῦ καθαρισμοῦ σου<
Εἰ δὲ βούλει, ζῶντα χρῶτα τὸν λόγον λάμβανε, οὗ μὴ παρόντος τῇ ψυχῇ, ὁτιποτοῦν ἐὰν γένηται, ἀνέγκλητος ὁ ἁμαρτάνων, ἀλόγου φέρων κατάστασιν· εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. Τί οὖν τὸ καθ’ ὅλου τοῦ σώματος γίνεσθαι τὴν ἁφὴν μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ ἢ τὴν ἐν τῇ βρεφῶν ἡλικίᾳ κατάστασιν; Μὴ βοηθοῦντος γὰρ τότε λόγου μηδὲ παρούσης αἰσθήσεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ᾿ ὅτε πάρεστιν αἴσθησις. Λεκτέον δὲ καὶ οὕτως· κατὰ διττὸν τρόπον εὐαρεστοῦμεν θεῷ· εἰ γὰρ ζῶμεν θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδέν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν· ζῶντες γὰρ ἐν αὐτῷ τὴν ἀπὸ τῆς ἁμαρτίας παραιτώμεθα νέκρωσιν, ἀποθανόντες δὲ κόσμῳ μὴ πρὸς τὰ πάθη παλινδρομήσωμεν. Ἀποθνήσκομεν δέ τῇ ἁμαρτίᾳ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς>· ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν αὐτῇ;> Μολυσμὸς ἄρα κἂν ἐπὶ σμικρὸν γένηται καὶ κατὰ νόμον ἀκάθαρτον, ὥσπερ καθαρὸν τὸ k* (von 21 Κατὰ an auch εκ) — 9ff. vgl. öm. 6, 11. 12 13 Kol. 3, 5 4 καθόλου K3 7/8 ἁμάρτημα] ἁμάρτηκα ΚΚ3 9 εἰ — 10 ἡμῖν > K2 10 ζῶντες — 12 κόσμῳ marg. v. spat. Hand nachgetragen 14 ζήσωμεν (?) Κ2 15 γίνηται K3 τῆς ἁμαρτίας τεθνάναι καθόλου· <μικρά>, γὰρ φησι, Λύμη ὅλον τὸ ζυμοῖ<. Τινὲς δὲ ἀκάθαρτον νεκρότητα τὴν ἀπὸ κακίας εἶπον διαθέσεως, οἶον ἐξ ἀκολασίας ἢ ἀδικίας, καθαρὰν δὲ τὴν μὴ διακρίνουσάν τι σωματικόν, ὁ μὴ κατὰ κακίαν γένηται· οὐ γόμον ἀλλόφυλον, εἰ μὴ ἐξ ἀσελγείας· οὐ βρῶμα, εἰ μὴ ἐξ ἀκρασίας· οὐκ ἐργασίαν σαββατικήν, εἰ μὴ τὴν ἐπὶ κέρδει. Κατὰ δέ τινας πόλιν τὸν ὁλόλεπρον ὁ νόμος καθαρίζει, δεικνὺς ὡς ὁ θεὸς τὸ ποικίλον μισεῖ· σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ· >τὸν ἀμπελῶνα σου οὐ κατασπερεῖς καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον· καὶ τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ>, πανταχοῦ προτιμῶν τὴν ἁπλότητα, ἥτις ἐν τῷ ὁλολέπρῳ θεωρεῖται.
5, 27 >καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην<
>Ἐξῆλθεν< οὖν, φησίν, >καὶ ἐθεάσατο τελώνην καλούμενον Λενΐν<· ἔστι δὲ οὗτος Ματθαῖος ὁ εὐαγγελιστής. Μᾶρκος μὲν καὶ Λουκᾶς τὸ ὄνομα αὐτοῦ κρύπτουσι τῇ προτέρᾳ προσηγορίᾳ, ὁ δὲ Ματθαῖος τὸ ἑαυτοῦ φανερὸν ποιεῖται ὄνομα λέγων· >ἐθεάσατο Ματθαῖον τὸν τελώνην<. Ταῦτα δὲ λέγει, ἵνα ἡμεῖς, θαυμάσαντες τὴν τέχνην τοῦ ἰατρεύσαντος αὐτὸν θεοῦ, πιστεύωμεν εἰς αὐτὸν ἀκριέστατα.
6, 21 >μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε<
Γέλωτα ἐπαγγέλλεται τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὡς καὶ ἐν τῷ Ἰώβ φησιν· >ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος<· τάχα δὲ διὰ τοῦτο καὶ εἶς τῶν πατριαρχῶν >γέλως< λέγεται, τὴν θείαν ἱλαρότητα σημαίνοντος τοῦ ὀνόματος.
6, 43 >οὐ γάρ ἐστιν δένδρον καλὸν ποιῦν καρπὸν σαπρόν<
>Δένδρον ἄγαθὸν< τὸ πνεῦμα τὸ ἅγιον, >δένδρον πονηρὸν< ὁ διάβολος καὶ οἱ ;ούτου ὑπηρέται. Ὁ οὖν ἔχων τὸ πνεῦμα τὸ ἅγιον τοὺς τούτου
Καρτοὺς ἐπιδιέκνυται, οὕς ἀπαριθμεῖται ὁ ἀπόστολος λέγων· >ὁ καρπὸς τοῦ πνεύματός ἐστιν· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωςύνη, Πίστις, πραότης, ἐγκράτεια<· ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων >τῆς ἀτιμίας τὰ πάθη< >ἀκάνθας καὶ τριβόλους<, καρποφορεῖ.
7, 37 >καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός<
Ἡ μὲν οὖν τελειοτέρα ψυχή, καλῶς λατρεύσασα τῷ λόγῳ τοῦ θεοῦ, παῤῥηςίαν ἔχει ἐπ᾿ αὐτὴν ἐλθεῖντὴν κεφαλήν—>κεφαλὴ δὲ Χριστοῦ ὁ θεός<— ὤστε καταχέαι μύρον αὐτῆς καὶ εὐωδίαν τῇ δόξῃ τοῦ θεοῦ περιοιῆσαι· δοξάζεται γὰρ ὁ θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεατέρα Γννῆ καὶ ψυχὴ περὶ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἦς ἐγγὺς ἐσμὲν ἡμεῖς· οὐδὲ γὰρ πόδας καὶ ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν· ποῦ ἡμῶν τὰ δάκρυα, ποῦ ὁ κλαυθμός, ἵνα κὰν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν; ἐπ᾿ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθῇ ἡ δευτέρα εἶναι, ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν, τοῦτ᾿ ἔστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων καὶ ὑφηλοτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.
8, 16 >οὐδεὶς δὲ λύχνον ἄφας καλύπτει αὐτὸν σκεύει<
Οὐ περὶ αἰσθητοῦ λύχνου, ἀλλὰ νοητοῦ ταῦτα λέγεται· οὐκ ἂν γὰρ Τοῦτον ἄφας τις καλύψαι σκεύει ἢ ὑποκάτω κλίνης θείη, ἀλλ᾿ ἐπὶ τῆς ἐν αὐτῷ λυχνίας. Εἴη δ᾿ ἄν σκεύη μὲν οἰκίας αί τῆς ψυχῆς δυνάμεις· ίνη δὲ τὸ σῶμα· εἰσπορευόμενοι δὲ οἱ ἀκροαταὶ τοῦ μεταδιδόντος· Λυχνία δὲ τὸ ἡγεμονικόν, τόπος οὖσα τοῦ λόγου, ἤγουν τὸ στόμα, ἡνίκα
Τις αὐτὸ ἀνοίξει λόγῳ θεοῦ—καθ᾿ ἑκάτερον γὰρ ὄψονται τὸ φῶς οἱ πρὸς Θεὺν τὴν εἴσοδον ποιηςάμενοι ἄνθρωποι—φῶς δὲ ἢν ἐφώτισεν ἑαυτῷ γνῶσιν.
Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς τελειωτάτοις τῶν τοῦ ᾿Ιησοῦ μαθητῶν δυσωπήσει ἡμᾶς αὐὸ τῶν περὶ Ἰωάννου εἰρημένων, ὅτι >ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· >ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< πρὸς πάντας εἴρηται Τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅφαντα λύχνον ἐν φυχῇ λογικὸν κρύπτειν αὐτόν, ἀλλ᾿ ἐπιτιθέναι λυχνίᾳ, ἦς σύμβολον Μωὑσῆς >ἀπέθετο ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου<. Μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκέτου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ >πιστοῦ καὶ φρονίμου οἰκέτου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύγνου ἐπικειμένου τῆ λυχνία, ἤγουν τῆ εκκληςία, πάντες. Ἀλλ᾿ οὐδὲ >ὑπὸ τὴν κλίνην< τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς >σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται Τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν, οἷς δεῖ τίθεσθαι τὸν λύχνον. Οἱ τῷ >ἀληθινῷ φωτὶ< καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάνάπτοντες Τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα, καθ᾿ ἥν κατεσκεύασεν αὐτὸν ὁ Δημιουργός, λύχνου δέονται τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς ἀληθείας τοῦ ἀληθινοῦ φωτὸς ἀνάψεως. Καὶ νομιστέον τὴν >ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< ἐντολὴν πληροῦσθαι ὑπὸ τῶν προνοουμένων ἔγειν ἐν τῆ φυχῆ τὸν νοῦν διορατικώτατον καὶ μετέχοντα τοῦ εἰπόντος· >ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα<. Οἱ γὰρ καίοντες τὸν λύχνον καὶ τιθέντες ἐπί τὴν λθχνίαν, ἵνα λἀμπῃ πᾶσι τοῖς ἐν τῇ οἰχίᾳ, προτρέψονται καὶ τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοῦς καίειν τὴν ἑαυτῶν λυχνίαν.
Τάχα δὲ >λύχνον< ἑαυτὸν καλεῖ ὁ κύριος, πᾶσι λάμποντα τοῖς ἐν τῇ οἰκίᾳ οἰκονομίαν γενόμενος, οἶα δὴ φῶς κατ᾿ οὐσίαν λύχνου δίκην ἀπεριγράφως διὰ μέσης φυχῆς ὡς διὰ θρυαλλίδος πῦρ τῷ τῆς σαρκός ὁστράκῳ κρατόυμενος. >Λυχνίαν< δὲ ὀνομάζει τὴν ἁγίαν ἐκκληςίαν, ἐφ᾿ ἦς Τῶ κηρύγματι λάμπων ὁ τοῦ θεοῦ λόγος πάντας τοὺς ἐν τῷδε τῷ κόσμῳ
ὡς ἐν οἰκίᾳ τινι τυγχάνοντας καταφωτέζει ταῖς ἀκτῖσι τῆς ἀληθείας, τὰς πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως. >Μόδιον< δὲ συμβολικὼς κέκληκε τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ τὴν σωματικὴν τοῦ νόμου λατρείαν τῶν πάλαι ἐν τῷ γράμματι συμβόλων, παντελῶς ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ’ ὃν μόδιον κρατεῖσθαι ὁ λόγος οὐ βούλεται, τῷ ὕφει ἐπικεῖσθαι θέλων καὶ τῷ μεγέθει τοῦ κάλλους τῆς ἐκκλησίας.
[Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς . . . τῆς ἐκκλησίας.] Πάντας γὰρ ἂν τῷ γράμματι τοῦ γόμου καθάπερ μοδίῳ κρατούμενος ἐστέρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν ὡς ἀπατηλὴν ἐκδύσασθαι σπεύδουσιν. >Ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν τίθεται<· λέγς δὲ τὴν ἐκκλησίαν ἤγουν τὴν ἐν πνεύματι λογικὴν λα- τρείαν, ἵνα πάντας φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι. Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ μόδιον θήσωμεν, ἵνα μὴ κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν· >ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν< φημὶ τὴν ἁγίαν ἐκκλησίαν ἐν τῷ ὕφει τῆς ἀληθοῦς θεωρίας, πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν. [Ἀλλὰ περὶ τούτων καὶ ἐν τῷ Ματθαίῳ εἴρηται· διὸ καὶ Περιττὸν ἐνταῦθα μηκύνειν.]
8, 39 >ὑπόστρεφε εἰς τὸν οἶκόν σου<
Πέμπει αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· οὐ γὰρ τοσοῦτον μέτρον δυνάμεως εἶεν δ᾿ ἄν τινες τοῦ τοιούτου ἀκροαταὶ καὶ μαθηταί, πλείονα μὲν οὐ τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων οὐδὲ ἧττον προενοήσατο τῆς χωρήσαντος, ἐξ ὀλίγων δὲ ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δ’ ἂν τὸν
λόγον καὶ ἐπὶ τὴν ἀνθρώπου φύσιν τοῦ ἔξω Ἰσραήλ, δι᾿ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γεργεσηνῶν καὶ πρὸς ὃν ἔξεισιν Ἰησοῦς ἐπὶ τὴν γῆν. >Ἱμάτιον< δέ, φησίν, >οὐκ ἐνεδιδύσκετο< ὁ ἄνθρωπος – οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην — >καὶ ἐν οἴκῳ οὐκ ἔμενεν< — οὐ γὰρ ἦν ὡς Ἰακὼβ >ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν<· διὸ καὶ τοῦτον >αὐτὸν ἀπέλυσε λέγων· ὑπόστρεφε εἰς τὸν σου<· καὶ >ἐν τοῖς μνήμασιν ἔμενεν< οὐ μετὰ τῶν ζώντων, μετὰ νεκρῶν δέ. >Ἧν δέ<, φησίν, >ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὅρει<· μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει, πῶς οὖν >κατὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη<; Μήποτε οὖν οἱ φιλήδονοι καὶ γαστρὶ καὶ τοῖς ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα, καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βόσκονται; Ἀγαθότητι δὲ Ἰησοῦς τὴν ζωὴν τῶν χοίρων ἀφανίζει ἐν τῷ ὕδατι καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδίζει τῇ ἀναπνοῇ διὰ δαιμόνων. Τάχα καὶ σωφρονεῖ ὁ τοιοῦτος· εἴ τις δὲ σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν, ἀλλ᾿ ὁ ἀρχόμενος σωφρονεῖν >παρὰ τοὺς πόδας< αὐτοῦ.
8, 41 >καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος<
Πλὴν ἀλλὰ τοιαύτη μέν ἡ τοῦ θαύματος ἱστορία, χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ τοῦ θεοῦ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα. Οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι’ , εὐξάμενοι τῷ θεῷ αἰτήσο)μεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα, πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῇει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν, καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην πρώτη αὕτη θεραπεύεται. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ θεοῦ προηγουμένως μὲν πρὸς τὴν τοῦ ἀρχισυναγώγου d(D*)k(K*; Κ2Κ4Κ5Κ6Κ8: Ὠριγένους καὶ Κυρίλλου) C δεν (als Kyr.) ℵ (Cyr. et Geom.) Vgl. Ambros. in Lucam VI, 57 — 59 (s. Nachtrag) 8 Neues Scholion Ὠριγ.) — 6 f. 1 Kor. 10, 11 2 — 7 > dC 4 καὶ ἀκεραιότ. > ν 7 ἐλθεῖν > ε 8 — 18 8 πῶς ὁ] Ἄξιον δὲ ἐπαπορῆσαι καὶ D6) σαφηνίσαι πῶς ὁ D6) dC δὲ] οὖν C) τὴν nur K8ε ἄπεισιν ε 9 καὶ1 > d αὐτῶ > C 10 ἐκείνην > Κ8ε 10 αὕτη d] αὐτὴ εν 11 μὲν > εν πρὸς] εἰς — 12 θυγατέρα > θυγατέρα, τὴν τοῖν Ἰουδαίων συναγωγήν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν· τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δέ αἱμοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα >οὐκ ἐν καιρῷ ἀφέδρου< ἀλλ᾿ ἀεὶ αἱμοῤῥοοῦσα καὶ νοσοῦσα τὴν φοινικῆν ἁμαρτίαν, ἡ ἐξ ἐθνῶν ἐκκλησία, αὕτη πρὸ ἐκείνης πιστεύει τῷ υἱῷ τοῦ θεοῦ. Καὶ ἐκεῖ μέν οὗτος ἀπέρχεται, αὕτη δέ ἀκολουθοῦσα κἂν >κρασπέδου τοῦ ἱματίου αὐτοῦ< ἅψασθαι θέλει. Ὁ δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ καὶ ἡ αἱμοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπειθείᾳ γάρ ἐστιν ἐκείνη, ὅσον χρόνον ζῇ ἡ συναγωγή, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστίν. Δώδεκα γὰρ ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα θεραπεύεται, >ἥτις οὐκ ἴσχυσεν ὑπ᾿< τῶν ἰατρῶν >θεραπευθῆναι<· πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλ᾿ αὕτη δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα >οὐκ ἴσχυσαν ὑπ᾿ οὐδενὸς< τῶν ἰατρῶν >θεραπευθῆναι<· ἁψαμένη δὲ τοῦ κρασπέδου Ἰησοῦ τοῦ μόνου ψυχῶν καὶ σωμάτων ἰατροῦ, διὰ τῆς ἐμπύρου καὶ θερμῆς πίστεως ἰάθη παραχρῆμα. Ἐὰν ἴδωμων τὴν πίστιν ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν καὶ νοήσωμεν, πηλίκος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. Ἀλλ᾿ ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς καὶ ποιεῖ ἡμᾶς ἀκούειν ἀπὸ τοῦ Ἰνσοῦ· >θύγατερ, ἡ πίστις σου σέσωκέ σε<· καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυνγώγου· >ὅταν<, γάρ φησι, >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται<.
8, 45 >καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁφάμενός μου;<
Καὶ οἱ μὲν μαθηταὶ ἐφηλάφησαν αὐτόν, ἡ δὲ αἱμοῤῤοοῦσα οὐκ αὐτοῦ—οὐ γὰρ ἐτόλμα—, ἀλλὰ τοῦ κρασπέδου δι᾿ εὐλάβειαν.
8, 47 >ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, ὡς ἰάθη<
Πρότερον μὲν οὐκ ἐτόλμα δι᾿ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν καὶ περὶ Θεραπείας ἀξιοῦν, ζητουμένη δὲ ἀπαντᾷ πρεπόντως, ἔμφοβός τε καὶ Εὐλαβὴς καὶ τὸ σέβας ἁρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, >ὅτι ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος<. Μάστιξ γὰρ ἦν ἡ αἱμόῤῥοια· οὕτως ἐρεῖς καὶ τὰ ἄλλα πάθη τὰ σωματικὰ μάστιγας εἶναι θεοῦ, διὰ τῶν τοιούτων τοὺς ἀξίους τῆς ἑαυτοῦ παιδείας μαστιγοῦντος· >μαστιγοῖ δὲ πάντα υἱόν, ὅν παραδέχεται<. Διὸ ἔλεγε τῷ παραλυτικῳ, Καὶ αὐτὸν μάστιγος ἀπολύσας· >ἵδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἴνα μὴ χεῖρόν τι σοι γένηται<· κἀνταῦθα δέ, ἣν ἐκ τῆς ἐαφῆς ἔλαβεν ἡ γυνὴ θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ σωτὴρ εἰπών· >πορεύου εἰς εἰρήμην· καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου<. Καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν, εἶτα δὲ καὶ τὸ σῶμα.
9, 2 >ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ<
Ἇρα πρὸ τούτων πέμπων τοὺς δώδεκα εἰς τὸ κηρύσσειν ἐκώλυσεν ὁμολογεῖν αὐτὸν εἶναι τὸν Χριστόν; Ἔστιν οὖν εἰπεῖν, ὅτι κατηχῆσαι πρότερον ἀμαυρότερον ἐθέλησε τοὺς παρὰ τῶν ἀποστόλων ἀκουσομένους τὸ Χριστοῦ ὅνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς δυνάμενσι Τῶν ἀκουςάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ Κηρύσσεσθαι εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσιν Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἐγηγερμένος, ἅπερ ἐν ταῖς ἀρχαῖς Οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν. Διό φησιν· >ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν<, ἀποθανεῖν τε καὶ ἀναστῆναι· Οὕτως εἰ καὶ κατηγγέλλετο, οὐ τρανοῦσι τὰ κατὰ αὐτόν. Διὸ νῦν W*—9f. Matth. 16, 21 5 πεφθῆναι Kr.] πεμφθῆναι (?) W 11 οὕτως] οὖτοι δὲ konj. Kl. σιγῆσαι τὰ περὶ αὐτοῦ κελεύει, ἐπιτηδειοτέρῳ καιρῷ τηροῦντας τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν, ὅτε ἠδύναντο τοῖς τοῖς αὐτὸν σταυρούμενον μαρτυρῆσαι περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως οἱ ἑωρακότες αὐτὸν ἀναστάντα μαθηταί.
9, 2 >κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι<
Ἔστι τις ἁμαρτία ψυχῆς θάνατος, ἣν ὁ Ἰωάννης >ἁμαρτίαν πρὸς θάνατον< λέγει· καὶ ἔστιν ἁμαρτία ψυχῆς ἀσθένεια· καὶ ἔστιν ἁμαρτία ψυχῆς ζημία, ὡς ἐνταῦθα εἴρηται τὸ >ζημιωθείς<, καὶ παρὰ τῷ ἀποστόλῳ τό· >εἴτινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται< [Ταῦτα Ὠριγένης εἰπὼν τὴν διαφορὰν οὐ προσέθηκεν.]
9, 28 >ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<
>Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<· Ματθαῖος μὲν >ἓξ< λέγει, μήτε τὴν ἡμέραν ἐν ᾗ ἐλέχθη, μήτε τὴν ἐν ᾗ μετεβλήθη ψηφίσας, ἀλλὰ μόνας τὰς ἓξ τὰς μέσας· οὗτος δὲ ὅλας συνῆψεν.
Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· >ἐγένοντο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ δὲ Μᾶρκος· >ὡσεὶ μεθ’ ἡμέρας ἕξ<. Ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· >ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ Λουκᾶς μετρεῖ καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας μόνας, καὶ οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν· ἀλλ᾿ εἴποιμι ἂν ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ μεθ’ ἡμέρας ἓξ πεποίηκεν. Σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας, τοῦτ᾿ ἔστιν μετὰ τὸν κόσμον τοῦτον. Τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλόν, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰάκωβος ἢ Ἰωάννης· ἄλλος γὰρ οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ Ἡλίαν.
9, 28 >παραλαβὼν Πέτρον καὶ Ἰωόννην καὶ Ἰόκωβον ̓νέβη<
[Ἡ ἐν τῷ ὄρει μeταμόρφωσις παραδειχθεῖσα τοῖς μαθηταῖς τῆς μελλούσης τοῦ σωτῆρος δόξης ὑπόδειγμα ἐδήλου· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος καὶ] οὕτως ἄκρατον καὶ οὐ φορητὴν οὖσαν τοῖς ἡμετέροις ὄμμασιν· ὅτι δὲ ἡ τῇ οὐσίᾳ τῇ θείᾳ πρέπουσα δόξα πάσῃ γενητῇ φύσει ἀθέατός ἐστι καὶ ἀπρόσιτος, ἔδειξαν οἱ μαθηταὶ μηδὲ ταύτην αὐτὴν τὴν παραδειχθεῖσαν αὐτοῖς ἐπὶ τοῦ ὄρους σωματιχὴν ὄψιν δυνηθέντες ἐνεγκεῖν, ἀλλὰ καταπεσόντες εἰς γῆν· τότε δέ τις ὁρᾷ τὸν λόγον μεταμορφοπύμενον ἐνδόξως, ὅτε συνάνεισί τε αὐτῷ καὶ συνυψοῦται καὶ ὁρᾷ αὐτὸν ὡς αὐτολόγον καὶ ὡς ἀρχιερέα κοινολογούμενον καὶ εὐχόμενον τῷ πατρί. Ἐπειδὴ δὲ οὔπω τελείως τὸ σῶμα εἰς ἀφθαρσίαν ἀμετάθετον ἀγαγὼν ἦν, ὤφθη μετὰ τῶν φθαρτῶν ἱματίων λάμψας σὺν αὐτοῖς· ὅταν γὰρ ἀναστῶσιν οἱ δίκαιοι ἐν δόξῃ ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ, οὐ μέλλουσιν ἔχειν ἱμάτια αἰσθητά, ἀλλὰ λαμπραί τινες περιβολαὶ περιβληθήσονται αὐτοῖς. Ὡς δὲ τὸ τούτων εἶδος οὐκ ἐγένετο ἕτερον παρὰ τὸ τῆς μεταμορφώσεως, οὕτως ἐν τῇ ἀναστάσει πολλῷ ἐνδοξότερον τὸ περὶ τοὺς ἁγίους εἶδος ἔσται, παρ᾿ ὅ εἶχον ἐν τῷ βίῳ τούτῳ, οὐχ ἕτερον δέ. Οἱ δὲ περὶ Ἰησῦν ἐνδόξως ὤφθησαν τοῖς μαθηταῖς· Μωῦσῆς μὲν τοῦ νόμου τὸ πρόσωπον δηλῶν, Ἡλέας δὲ τῶν προφητῶν· αὐτὸς γὰρ ἦν ὁ νόμου καὶ προφητῶν κύριος. Ὁ τοίνυν νοήσας τὸν πνευματικὸν νόμον καὶ τὴν ἐν τοῖς προφήταις >ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν< ὁρᾷ Μωϋσῆν καὶ Ἡλίαν ἐν δόξῃ.
9, 30 >καὶ ἐδοὺ ἄνδγρσ δύο συνελάλουν αὐτῲ <
Καὶ συνομιλοῦσιν ἀλλήλοις, ὅ ἐστι σύμφωνα ἐαυτοῖς λαλοῦσι· τοὺς ἐν τῇ παλαιᾷ δὲ δυνῆψε τοῖς ᾶποστόλοις παραδεικνύς, ὅτι ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ πάντες συναφθήσονται οἱ δίκαιοι.
9, 33 >ἐπίστατα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι<
Ἀχούσας, ὅτι μέλλει παθεῖν ὁ Χριστός, καὶ νομίσας καιρὸν εὑρεῖν τοῦ εἰπεῖν, ἅ οὐκ ἤθελε γενέσθαι, ᾔτει τὸν κύριον ἄνω μεῖναι ἐν τῷ ὄρει διηνεκῶς, ἶνα μὴ κατελθόντα εὕρωσιν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἀποκτείνωσιν, ἀγνοῶν τὰ ἐκ τοῦ πάθους καὶ τῆς ἀναστάσεως μέλλοντα ἔσεσθαι πᾶσιν ἀγαθά.
>Ταῦτα δὲ αὐτοῦ λέγοντος ωεφέλη ἐπεσκίασεν ὐτούς<, τὸ περίεργον διακόπτουσα τοῦ ὑπὲρ δύναμιν τὴν ἑαυτῶν ζητεῖν τι, καὶ διὰ τούτου προδιατυπῶν, ὅτι μέλλουσι πάντες οἱ ἅγιοι οἱ πρὸ τῆς ἐπιδημίας καὶ οἱ μετὰ τὴν ἐπιδημίαν ἅμα γενέσθαι, καὶ ὅτι εἰς τὰς αὐτὰς σκηνὰς ἀνάγουσι νόμος καὶ προφῆται καὶ εὐαγγέλιον, τρεῖς μὲν ἀριθμούμεναι, πρὸς ἐν δὲ τέλος ὁρῶσαι, Λ·αὶ ὅτι ἐν τῇ ἀναστάσει μέλλουσιν >ἁπαγῆναι ἐν νεφέλαις< οἱ ἅγιοι >εἰς ἀπάντησιν τοῦ κυρίου καὶ σὺν αὐτῷ εἶναι< διηνεκῶς.
9, 36 >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ <
Οὐδὲ βούλεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος αὐτοῦ· αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀχούοντες καὶ μάλιστα οἱ ὄχλοι τὸν οὕτω δεδοξασμένον δεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ᾿ ὡς φοβθέντες, μὴ ἀπιστηθῶσι. Φησὶ γὰρ ὁ Λουκᾶς· >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδέν ὧν ἑωρακασιν<. Πότε οὖν >ἀπήγγειλαν< Μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ πνεύματος παρουσίαν· τότε τότε γὰρ ἐπλήσθησαν παῤῥησίας καὶ Πνεύματος πατηξιώθησαν καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν.
9, 45 >οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο<
Τοῦτο τοίνυν φησίν· εὶ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως ἐπιστρέψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ k* (vgl. ο) Vgl. Orig. Comm. in Matth. tom. XIII, 8 (III, 225, 6 ff. Lomm.) 4 vgl. 2 Kor. 3, 16 τῷ πάθει περιελῶ ἀφ᾿ ὑμῶν, οὗ σύμβολον ὄψεσθε καταπέτασμα τοῦ ναοῦ ἐσχισένον. Τάχα δὲ καὶ καθόλου ἐν τοῖς μανθάνουσι πρῶτον δεῖ ἀγνοεῖσθαι τοὺς λόγους τῶν παραδιδομένων καὶ παρακεκαλύφθαι τὰ ῥήματα, ἵν’ ὕστερον μετὰ τὸ ἀποθέσθαι τοὺς ἀκροατὰς εἰς τὰ ὦτα ἑαυτῶν τοὺς λόγους ἡ σαφήωεια φανερωθῇ μετατιθεμένων τῶν λόγων ἀπὸ τῶν ὤτων εἰς τὴν καρδίαν. Ὅρα γοῦν ὅτι καὶ αὐτοῖς τοῖς μαθηταῖς πρότερον ἐν παραβολαῖς ἐλάλει ἀκούουσι μετὰ τῶν ἔξω, εἶτα μετὰ τοῦτο >κατ᾿ ἰδίαν< αὐτοῖς >ἐπέλυε πάντα<· καὶ ἡμεῖς καταμε λετήσαντες καὶ μηδαμῶς αὐτὰς συνέντες οἱονεὶ ἀναβλέπομεν ἐν τῇ συνεχεῖ μελέτῃ, κατὰ βραχὺ ἐλλάμποντος >ἐν ταῖς καρδίαις ἡμῶν< λόγου >πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης< αὐτοῦ, ὅς Τὸ δέ >μέλλει παραδίδοσθαι< παρὰ Ματθαίῳ καὶ Λουκᾷ παρίστησι σαφῶς τό· ὑπὸ τίνος; διόπερ ὡς ἔφαμεν ὁ μέν τις ἐρεῖ· ὑπὸ τοῦ Ἰούδα, ὁ δέ· ὑπὸ τοῦ λαοῦ· ἡμεῖς δὲ ἐπείπερ Ἰούδας καὶ ὁ λαὸς ἄνθρωποι ἦσαν, ἐφιστῶμεν, μήποτε βέλτιόν ἐστι κατακολουθήσαντας ἡμᾶς Παύλῳ λέγοντι περὶ τοῦ πατρός, >ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἀλλ᾿ ὑπέρ ἡμῶν Πάντων παρέδωκεν αὐτόν(, αὐτόν< τῷ λείπειν τό· ὑπὸ τοῦ θεοῦ. Ἐνθάδε δέ γενόμενος ζητήσεις, εἰ ταὐτὸ σημαινόμενόν ἐστι τοῦ >παραδεδόσθαι < τασσομένου ἐπὶ Ἰούδα καὶ τοῦ θεοῦ· ὁ μὲν οὖν τις φάσκων ταὐτὸν εἶναι τῇ προδέσει δώσει τὴν διαφοράν, καθ’ ἥν ὁ μέν Ἰούδας ὅτε ἀργυρίου αὐτὸν παραδιδοὺς ἐπιβουλευτικῶς παρέδωκεν αὐτόν, ὁ δὲ πατὴρ εὐεργετικῶς. Ἔτι πρόσχες πῶς εἴρται, ἵνα μὴ αἴσθωνται αὐτό· ὥσπερ γἀρ ἐστιν ἐν αἰσθήσει τὸ μὴ αἰσθάνεσθαι πολλάκις τῶν αἰσθητῶν κατὰ πάθος γινόμενον, οὕτως ἔστι καὶ ἢ κατὰ τὸ ἡγεμονικὸν ἀναισθητεῖν λόγων καὶ ῥήματος ἢ δυσαισθητεῖν. Ἐπεὶ δέ >φόβος κυρίου ἀρχὴ αἰσθησεως< μήποτε ὅν ἐφοβήθησαν οἱ μαθηταί, ὡς φαῦλος ἀπὸ τῆς ἐν αὐτοῖς ἀγνοίας τοῦ ῥήματος γέγονε, καὶ τοῦ παρακαλύμματος ἐμποδίζοντος αὐτοῖς διὰ τῆς ἐπερωτήσεως μαθεῖν· ὁ γὰρ οἰκονομῶν τὴν ἄγνοιαν καὶ παρακαλύπτων ἀπ᾿ αὐτῶν τὸ ῥῆμα ἑώρα ἀπὸ τῆς ἐπερωτήσεως, εἰ ἀπεκρίατο ἐπερωτώμενος ὁ σωτὴρ περιαιρεθησόμενος τὴν ἄγνοιαν καὶ τὸ παρακάλυμμα. Ἅμα δὲ καὶ συγκρῖνον, ὅτι ἐπὶ μὲν τῶν παραβολῶν >ἠρώτων αὐτὸν κατ᾿ ἰδίαν οἶ μαθηταὶ< καὶ οὐκ >ἐφοβοῦντο ἐπερωτῆσαι<· νῦν δὲ >ἐφοβή- θησαν αὐτὸν ἐπερωτῆσαι περὶ τοῦ ῥήματος τούτου< οἰκονομοῦντός τι τοῦ τὴν ἄγνοιαν ἐμποιοῦντος καὶ τὴν παρακάλυψιν ἐν αὐτοῖς. Ἐταμιεύετο δὲ εἰς ἐπιτήδειον καιρὸν τὴν περιαίρεσιν τῆς ἀγνοίας καὶ τοῦ παρακαλύμματος, μέλλων >παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων<.
9, 58 >ὁ δέ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ<
Εἰ μὲν οὖν ἕτοιμος εἶ, ὦ οὗτος, ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλἰναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, [ἐπ᾿ οὐδενὶ] τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδοκῦν, ἀλλ᾿ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ δικαιοσύνην ἀσκοῦντες >ἐν τῷ κόσμῳ θλῖωιν ἕξουσιν<, >πονηροὶ δὲ καὶ γόητες<, ἀλώπηξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι ἐν τῷ βίῳ τούτῷ, >προκόφουσι πλανῶντες καὶ πλανώμενοι<. Μάλιστα δὲ ἁρμόζει πρὸς τό· >ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι< τὸ >ἀστατοῦμεν< ὑπὸ Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλει, ῥηθέν.
Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ μὴ τῶν πετεινῶν καὶ θηρίων ἤτοι τῶν δαιμόνων σαυτὸν ἀπαλλάξεις, οὐ δύναμαι ἐν σοὶ καταλῦασι οὔτε σὺ τοιοῦτος ὢν δύνασαι τὸ ἀποστολικὸν ἀξίωμα λαβεῖν.
9, 60 >ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς<
Ὑψηλότερον δέ· ὅτε ἐπεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρός, τότε ὑπὸ τοῦ σωτῆρος ἐκλήθη· Νομίζω δὲ ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωτο καὶ νεκρὸς ἦν, ἐπεὶ τέθνηκεν αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς >βλεπόμενα καὶ πρόσκαιρα< οὕτως ἑκάστῳ δικαίῳ τέθνηκεν ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι· πᾶς γὰρ >ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέηται< παντὶ δὲ ἁμαρτά- νοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δέ, ᾦ τέθνηκεν ὁ πονηρός, λέγοιτ᾿ ἄν ὑπὸ τοῦ σωτῆρος τό· >ἀκολούθει μοι<. Καὶ τἀχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δέ· >τοὺς νεκροὺς θάψαι< τοὺς ἑαυτῶν νεκροὺς ἀλληγορεῖται μόνον· θάπτουσι γάρ πως νεκροὶ >τοὺς ἑαυτῶν νεκροὺς< ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν γενό- μενοι. Τέλεον δέ καταλείπει τὸν νεκρὸν καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμενος τῷ Ἰησοῦ· οἶδε γὰρ ὅτι ὁ…
The complete text is available when the reading interface loads.