Commentarium In Evangelium Matthaei (Lib. 12-17)
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Erich Klostermann
- Edition reference
- Origenes Werke · Leipzig · J. C. Hinrichs'sche Buchhandlung · 1935-1937
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg030.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 12
Τῶν εἰς τὸ κατὰ Ματθαῖον 〈εὐαγγέλιον〉 ἐξηγητικῶν Ὠριγένους τόμος ιβ΄.
Chapter 1
Καὶ προσελθόντες Σαδδουκαῖοι καὶ Φαρισαῖοι, πειράζοντες ἐπηρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς (16,1 [ —4]).
Οἱ πρὸς ἀλλήλους διαφωνοῦντες περὶ τῶν ἀναγκαιοτάτων δογμάτων Σαδδουκαῖοι καὶ Φαρισαῖοι — πρεσβεύουσι γὰρ οἱ μὲν Φαρισαῖοι τὴν τῶν νεκρῶν ἀνάστασιν ἐλπίζοντες εἶναί τινα μέλλοντα αἰῶνα, οἱ δέ Σαδδουκαῖοι οὐδέν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, ἤτοι ὡς ἐπ᾿ ἀρετὴν προκόψαντι ἢ μηδὲ τὴν ἀρχῆν ἐπιτηδεύσαντι ἐξελ- 1 Vgl. Matth. 14, 20 — 4 Vgl. Matth. 14, 19 — 5 Jes. 40, 6 — 10 Luc. 13, 12 — 14 Matth. 15, 23 — 15 ff Matth. 15, 28 — —71, 10 Vgl. C marc Nr. 6 Or. Vgl. Π 180 app. An. 8 βλαβώση H a 17/18 ἐκκείμενον Kl ἐγκείμενον MH | <εὐαγγέλιον> ρ 19 Καὶ] vorher: Περὶ τῶν ἐπερωτησάντων σημεῖον ἐκ τοῦ οὐρνοῦ ἐπιδεῖξαι αὐτοῖς H i. m. θεῖν τῶν τῆς κακίας ὅρων — οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦσιν. ὅμοιον δέ <τι> τούτων γεγένηται, ὡς ὁ Λουκᾶς ἀνέγραψε, Ἡρώδην καὶ Πιλᾶτον γενομένους ἀλλήλοις φίλους, ἵνα τὸν Ἰησοῦν ἀποκτείνωσι· τάχα γὰρ ἡ μέν πρὸς ἀλλήλους αὐτῶν μάχη ἐποίησεν ἄν τὸν μὲν Ἡρώδην μὴ εἰς χάριν τοῦ λέγοντος λαοῦ »σταύρου σταύρου αὐτὸν« ἀξιοῦν αὐτὸν ἀναιρεθῆναι, τὸν δὲ Πιλᾶτον ῥοπήν τινα ἔχοντα τὴν ὑπὲρ τοῦ <ἀπολῦσαι τὸν Ἰησοῦν〉 μὴ ἄν αὐτὸν καταδεδικάσθαι, τῆς πρὸς Ἡρώδην ἔχθρας τῇ πρὸς τὸ ἀπολῦσαι τὸν Ἰησοῦν προ- ϋπαρχούσῃ ῥοπῇ. ἡ δέ νομιζομένη φιλία τὸν Ἡρώδην ἰσχυρότερον πρὸς τὴν κατὰ τοῦ Ἰησοῦ ἀξίωσιν πεποίηκε παρὰ Πιλᾶτον, βουλόμενον τάχα καὶ διὰ τὴν νεαρὰν φιλίαν κεχαρισμένον τι τῷ Ἡρώδη καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει ποιῆσαι. Πολλάκις δὲ καὶ νῦν ὁρᾶν ἔστιν ἐν τῷ βίω̣ καὶ τοὺς διαφωνότατα δόγματα εἴτε ἐν τῇ Ἑλλήνων φιλοσοφίᾳ εἴτε καὶ ἐν ἄλλοις λόγοις ἔχοντας ὁμονοεῖν δοκοῦντας, ἵνα χλευάζωσι καὶ προσπολεμῶσι τῷ ἐν τοῖς μαθηταῖς Ἰησοῦ Χριστῷ. ἀπὸ τούτων δ’ οἶμαι) ἔστι διαβῆναι τῷ λόγῳ ἐΠὶ τὸ ἰδεῖν, ὅτι μήποτε καὶ τῶν ἀντικειμένων ἐνεργειῶν διαφωνίαν πρὸς ἀλλήλας ἐχουσῶν, ὡς Φαραὼ πρὸς Ναβουχοδονόσορ καὶ Θαραθὰ βασιλέως λἰθιόπων πρὸς Σεναχηρεὶμ βασιλέα Ἀσσυρίων, γίνεταί ποτε συμφωνία κατὰ τοῦ Ἰησοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, οὕτως τάχα καὶ »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς κοὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό«, οὐδαμῶς πρότερον ἀλλήλοις ὁμονοοῦντες, ἵνα σκοπήσαντες »κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ« »τὸν κύριον τῆς δόξης« ἀποκτείνωσιν.
Chapter 2
Ἐπὶ ταῦτα δέ τῷ λόγῳ ἐληλύθαμεν διὰ τοὺς ἅμα προσελθόντας τῷ Ἰησοῦ Φαρισαίους καὶ Σαδδουκαίους, τοὺς ἐν τοῖς περὶ ἀναστάσεως διαφωνοῦντας, καὶ οἱονεὶ συμφωνήσαντας διὰ τὸ πειράσαι τόν σωτῆρα ἡμῶν καὶ ἐπερωτῆσαι αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. οὐ γὰρ ἀρκούμενοι τοῖς ἐν ταῖς ἰάσεσι πάσης νόσου καὶ πάσης μαλακίας »ἐν τῷ λαῷ« τεραστίοις καὶ τοῖς ἄλλοις παραδόξοις, ὅ ἐν γνώσει πολλῶν πεποιήκει ὁ σωτὴρ ἡμῶν, ἠβούλοντο αὐτὸν ἐπιδεῖξαι αὐτοῖς καὶ ἐξ οὐρανοῦ σημεῖον. καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ 2 Vgl. Luc. 23, 12 — 5 Luc. 23, 21 — 12 ff Vgl. Orig. comm. in Matth. 21, 46 (Lomm.4, 119): κοὶ πάντες δὲ οἱ πρεσβύτεροι τῆς Ἰησοῦ διδασκαλίας λόγοι Ἑλλήνων κοὶ βαρβάρων ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, vgl. Harnaek TU. 42, 4, 89 — 17 Vgl. IV. Regn. 24, 7 — 18 Vgl. IV. Regn. 19, 8 f — 19 ff Psal. 2, 2 — 22 Vgl. I. Kor. 2, 8 — 28 Vgl. Matth. 4, 23 —30 —71, 10 Vgl. Π 179, 10 ff An. 2 Ε; Koe 3 γινομένους Μ 3/4 ἀποκτείνωσιν H 6 ἀξιοῦν αὐτὸν Μ H c ἀξιοῦντος H a 7 <ἀπολῦσαι τὸν Ἰησοῦν〉 Koe, eine Liicke schon Hu 10 παρὰ Koe Πρὸς Μ H 16 μήΠοτε] τάχα τάχα Nr. 6 Π γῆς σημεῖα, ὡς δυνάμενα κοὶ μὴ ἐκ θεοῦ εἶναι οὐκ ὤκνησαν γοῦν λέγειν ὅτι »ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια« ὁ Ἰησοῦς), ἐδόκει δ’ αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζεβοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως. ἡμάρτανον δέ περὶ ἀμφοτέρων , τῶν τε ἐπὶ γῆς καὶ τῶν ἐξ οὐρανοῦ σημείων, μὴ δόκιμοι πραπεζῖται μηδέ ἐπιστάμενοι διακρίνειν πνεύματα ἐνεργοῦντα, ποῖα μέν ἀπὸ τοῦ θεοῦ ἐστι ποῖα δὲ ἀφεστηκότα αὐτοῦ. καὶ ἐχρῆν αὐτοὺς εἰδέναι ὅτι καὶ τὰ πολλὰ τῶν ἐπὶ Μωσέως κατὰ τῆς Αἰγύπτου τεραστίων, οὐκ ὄντα ἐξ οὐρανοῦ, σαφῶς ἦν τοῦ θεοῦ, καὶ τὸ πεσὸν »πῦρ ἐξ οὐρανοῦ« ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ οὐκ ἦν ἀπὸ τοῦ θεοῦ· τοῦ αὐτοῦ γὰρ ἐκεῖνο τὸ πῦρ ἦν, οὗ ἦσαν καὶ οἶ αἰχμαλωτεύσαντες« καὶ οἱ ποιήσαντες »τρεῖς ἀρχὰς« ἱππέων κατὰ κτηνῶν τοῦ Ἰώβ. οἶμαι δ’ ὅτι καὶ ἐν τῷ Ἡσαΐᾳ, ὡς δυναμένων σημείων δειχθῆναι κοὶ ἀπὸ γῆς καὶ ἀπὸ οὐρανοῦ ὀληθῶν μέν ἐκ θεοῦ, ἐν πάσῃ« δὲ »δυνάμει καὶ σημείοις Λ·οὶ τέρασι ψεύδους« ἀπὸ τοῦ πονηροῦ) λέλεκται τῷ Ἀχάζ · »αἴτησον σεαυτῷ σημεῖον βορὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕφος« · εἰ γὰρ μὴ ἦν σημεῖα καὶ οὐ »παρὰ κυρίου τοῦ θεοῦ« τινα τῶν εἰς βάθος καὶ τῶν εἰς ὕφος, οὐκ ἄν ἐλέλεκτο τὸ »αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕφος«. εὖ οἶδα δὲ ὅτι δόξει τινὶ βίαιον εἶναι τὸ τοιοῦτον τῆς περὶ τοῦ »αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου« ἐκδοχῆς· ἀλλὰ ἐπίστησον τῷ εἰρημένῳ παρὰ τῷ ἀποστόλῳ περὶ τοῦ ἀνθρώπου τῆς ἁμαρτίας«, τοῦ υἱοῦ »τῆς ἀπωλείας«, ὅτι »ἐν πάσῃ δυνάμει κοὶ σημείοις κοὶ τέρασι ψεύδους καὶ πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐκεῖνος ἐπιφανεῖται, μιμούμενος πάντα τέρατα τὰ τῆς ἀληθείας. καὶ ὥσπερ οἱ τῶν Αἰγυπτίων ἐπαοιδοὶ καὶ φαρμακοί, ὡς ἐλάττους τοῦ ἀνθρώπου τῆς ἁμαρτίας« καὶ τοῦ υἱοῦ τῆς ἀπωλείας«, δυνάμεις τινὰς ἐμιμήσαντο καὶ σημεῖα καὶ τέρατα τῆς ἀληθείας, ποιοῦντες τὰ τοῦ ψεύδους εἰς τὸ μὴ πιστεύεσθαι τὰ ἀληθῆ, οὕτως οἶμαι τὸν ἄνθρωπον τῆς ἁμαρτίας τὰ *** σημεῖα μιμήσασθαι καὶ τὰς δυνάμεις.
Τάχα δέ κοὶ ταῦτα ὑφορώμενοι διὰ τὰς περὶ αὐτοῦ προφητείας οἱ Φαρισαῖοι ζητῶ δ’ εἰ καὶ Σαδδουκαῖοι) πειράζοντες ἐπηρώτων σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς τὸν Ἰησοῦν. εἰ δέ μὴ τοῦτο λέγοιμεν αὐτοὺς ὑπονενοηκέναι, τί φήσομεν αὐτοὺς πεπονθέναι πρὸς 2 Matth. 9, 34; 12, 24 — 5 Vgl. zum Vorkommen dieses Agraphons bei Origenes : Harnack TU. 42, 4, 40 — 6 Vgl. I. Kor. 12, 10 —7 Vgl. I. Joh. 4, 1 — 8 Vgl. job 1, 16 —10 Vgl. Job 1,15. 17 — 13 II. Thess.2,9 — 15 ff. 19 Jes. 7, 11 — 21 f. 25 Vgl. II. Thess. 2, 3 — 21 II. Thess. 2, 9 f — 24 Vgl. Ex. 7, 11 1 γοῦν] δὲ Μ 4 τινος + ἄλλης ρ 7 ἀφεστηκότων Koe 8 κατ Αἴγυπτου C marc Nr. 6 Π 10 τοῦ1 < Μ 20 σου < H 28 1. etwa τῆς ἀληθείας πάντα> | μιμήσασθαι Μ i. m. H ποιῆσαι Μ i. t. τὰ ὑπὸ τοῦ Ἰησοῦ γινόμενα τεράστια ἀτέγκτους μένοντας καὶ μὴ δυσωπουμένους τῶν γινομένων τὰ παράδοξα; ἐὰν δέ τις ὑπολαμβάνῃ ἀπολογίας ἡμᾶς ἀφορμὰς δεδωκέναι τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις, ὅπου μὲν »ἐν Βεελζεβοὺλ« φάσκουσιν ἐκβεβλῆσθασι ὑπὸ Ἰησοῦ τὰ δαιμόντα, ὅπου δὲ ἐπερωτῶσι μετὰ τοῦ πειράζειν τὸν Ἰησοῦν περὶ σημείου οὐρανίου, ἴστω ὅτι ὑπὸ μέν πιθανότηός φαμεν αὐτοὺς περιεσπᾶσθαι πρὸς τὸ μὴ πιστεῦσαι τοῖς τοῦ Ἰησοῦ παραδόξοις, οὐ μὴν ὥστε καὶ συγγνωστοὺς εἶναι μὴ ἐνορῶντας τοῖς τῶν προφητῶν λόγοις πληρουμένοις ἐν τοῖς πράξεσι τοῦ Ἰησοῦ, ἅς οὐδαμῶς πονηρὰ δύναμις μιμήσασθαι οἵα τε ἦν. ψυχὴν γὰρ ἐξελθοῦσαν ἐπιστρέψαι, ὥστε ἤδη ὄζοντα καὶ τετάρτην ἡμέραν ἄγοντα ἀπὸ τῶν μνημείων ἐξελθεῖν, οὐδενὸς ἦν ἢ τοῦ ἀκούσαντος ἀπὸ τοῦ πατρός· »ποιήσωμεν ἄνθρωπον κοτ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«. ἀλλὰ καὶ ἀνέμοις κελεῦσαι καὶ ὁρμὴν θαλάσσης λόγῳ παῦσαι, οὐδενὸς ἄλλου ἦν ἢ ἐκείνου, »δι᾿ οὗ τὰ πάντα« καὶ αὐτὴ ἡ θάλασσα καὶ οἱ ἄνεμοι γεγόνασιν. ἔτι δὲ καὶ ἡ διδασκαλία ἐπὶ τὴν ἀγάπην τοῦ κτίσαντος προ[σ]καλουμένη συνᾳδόντως νόμῳ καὶ προφήταις καὶ τὰς ὀρμὰς καταστέλλουσα καὶ τὰ ἤθη κατ᾿ εὐσέβειαν μορφοῦσα τί ἄλλο ἐδήλου τοῖς ὀρᾶν δυναμένοις ἢ ὅτι »ἀληθῶς θεοῦ υἱὸς« ἦν ὁ τὰ τοσαῦτα ἐργαζόμενος; ἐφ’ οἶς εἶπε καὶ τοῖς μαθηταῖς τοῦ Ἰωάννου· » πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ὅσα εἴδετε καὶ ἠκούσατε · τυφλοὶ ἀναβλέπουσι« καὶ τὰ ἑξῆς.
Chapter 3
Μετὰ Μετὰ ταῦτα κατανοήσωμεν τίνα τρόπον, ἐπερωτηθεὶς περὶ σημείου ἑνός, ἔν’ ἐκ τοῦ οὐρανοῦ ἐπιδείξῃ τοῖς ἐπερωτήσασι Φαρισαίοις καὶ Σαδδουκαίοις, ἀποκρίνεται καὶ λέγει· γενεὰ Πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνὰ τοῦ Προφήτου , ὅτε καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε. τὸ σημεῖον δέ ἄρα τοῦ Ἰωνᾶ κατὰ τὴν ἐρώτησιν αὐτῶν οὐχ ἁπλῶς σημεῖον ἦν, ἀλλὰ καὶ ἐξ οὐρανοῦ· ὥστε αὐτὸν καὶ τοῖς πειράζουσι καὶ ἐκπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ οὐρανοῦ ἧττον κατὰ τὴν πολλὴν αὐτοῦ ἀγαθότητα δεδωκέναι τὸ σημεῖον. εἰ γὰρ ὡς Ἰωνᾶς ἐποίησεν »ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς« καὶ μετὰ τοῦτο ἐνέστη ἀπ αὐτῆς, πόθεν ἄν λέγοιμεν τὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ γεγονέναι σημεῖον ἢ ἀπὸ τοῦ οὐρανοῦ; καὶ μάλιστα ἐπεὶ παρὰ τὸν καιρὸν τοῦ πάθους 4 f Vgl. Matth. 12, 24 — 10 f Vgl. Joh. 11, 39 — 11 Gen. 1, 26 — 12 ff Vgl. Matth. 8, 26 — 14 I. Kor. 8, 6 — 14 —16 Vgl. Matth. 23, 37 —40 — 17 Vgl. Matth. 14, 33 — 19 Matth. 11, 4 — 30 ff Vgl. Π 181, 6 ff An. — 30 f Matth. 12, 40 — 33 f Vgl. Luc. 23, 43 2 γιγνομένων M c H | ὑπολαμβάνει Μ 6 πειθανότητος H 10 ἤδη + Ε; Koe 15 προ[σ]καλουμένη Kl 28 ἐΠιζητοῦσι] κοὶ αἰτοῦσι Μ 29 ἐαυτοῦ H γέγονεν ἅμα τῷ εὐεργετουμένῳ λῃστῇ εἰς τὸν παράδεισον τοῦ θεοῦ, μετὰ τοῦτο οἶμοι) καταβαίνων εἰς ᾅδου πρὸς τοὺς νεκροὺς ὡς »ἐν νεκροῖς ἐλεύθερος«. καὶ δοκεῖ μοι συνάπτειν τὸ ἀφ᾿ ἑαυτοῦ σημεῖον ὁ σωτὴρ τῷ λόγῳ τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου, λέγο)ν οὐχ ὅμοιον ἐκείνῳ μόνον δίδοσθαι σημεῖον ὑπ᾿ αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐκεῖνο. πρόσχες γὰρ τῷ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. οὐκοῦν ἐκεῖνο τοῦτο ἦν τῷ ἐκεῖνο τούτου δηλωτικὸν γεγονέναι, ἵνα ἡ ἐκείνου λύσις τοῦ σημείου ἀσάφειαν αὐτόθεν ἔχοντος τὸ παθεῖν ᾖ τὸν σωτῆρα καὶ »ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας« πεποιηκέναι. ἅμα δὲ καὶ καθολικόν τι μανθάνομεν ὅτι, εἴπερ τὸ σημεῖον σημαίνει τι, ἕκαστον τῶν ἀναγεγραμμένων σημείων εἴτε ὠς ἐν γενομένῃ ἱστορίᾳ εἴτε ὡς <ἐν> ἐντολῇ) δηλωτικόν τινός ἐστιν πληρουμένου · οἶον τὸ σημεῖον Ἰωνᾶ, ἐξιόντος μετὰ μετὰ ἡμέρας ἀπὸ τῆς κοιλίας »τοῦ κήτους«, τῆς τοῦ σωτῆρος ἡμῶν ἦν ἀναστάσεως μετὰ »τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας« ἀνισταμένου ἀπὸ τῶν νεκρῶν, καὶ ἡ περιτομὴ λεγομένη »σημεῖον« τῆς παρὰ τῷ Παύλῳ δηλουμένης ἐν τῷ · »ἡμεῖς γὰρ ἐσμεν ἡ περιτομή«. ζήτει δέ καὶ σὺ πᾶν τὸ ἐν τοῖς παλαιοῖς γράμμασι σημεῖον τίνος ἐν τῇ καινῇ φῇ τύπος πράγ> ἐστι, καὶ τὸ ἐν καινῇ διαθήκῃ ὀνομασθὲν σημεῖον τίνος ἐστὶν ἢ ἐν τῷ μέλλοντι αἰῶνι δηλωτικὸν ἢ καὶ ἐν ταῖς ὕστερον γενεαῖς μετὰ τὸ γεγονέναι τὸ σημεῖον.
Chapter 4
Κοὶ πονηρὰν μὲν εἶπεν αὐτοὺς γενεὰν διὰ τὴν ἀπὸ τοῦ πονηροῦ ποιότητα εἰς ἐγγενομένην ἐγγενομένην ἔστι δέ ἡ Πονηρία ἑκούσιος κακοποιία), μοιχαλίδα δέ διὰ τοῦτο, ἐπεὶ τὸν τροπικῶς λεγόμενον ἄνδρα, τῆς ἀληθείας λόγον ἢ νόμον, καταλιπόντες οἶ Φαρισαῖοι καὶ Σαδουκαῖοι ἐμοιχεύθησαν ὑπὸ τοῦ ψεύδους καὶ τοῦ νόμου »τῆς ἁμαρτίας« εἰ γὰρ δύο εἰσὶ νόμοι, ὅ τε ἐν τοῖς μέλεσιν« ἡμῶν ἀντιστρατευόμενος »τῷ νόμῳ τοῦ νοὸς« καὶ ὁ »τοῦ νοός«, λεκτέον ὅτι ὁ μὲν »τοῦ νοὸς« τουτέστιν ὁ »πνευματικὸς«) ἀνήρ ἐστι, πρὸς ὅν ἡρμόσθη ἀπὸ θεοῦ γυνὴ ἡ ψυχὴ) ἀνδρὶ »τῷ νόμῳ«) κατὰ τὸ γεγραμμένον »παρὰ δέ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή«, ὁ δὲ ἄλλος μοιχός ἐστι τῆς ὑποτασσομένης αὐτῷ ψυχῆς καὶ δι’ αὐτὸν μοιχα- 2 Psal. 87, 6 — 9 Matth. 12, 40 — 13 ff Vgl. Matth. 12, 40 — 16 Vgl. Rom. 4, 11 — Phil. 3, 3 — 23 f Vgl. Eph. 1, 13 — 25 Vgl. Rom. 7, 23 — 26 ff Rom. 7, 23 — 27 Vgl. Rom. 7, 14 — 28 Vgl. Rom. 7, 2 — 29 Prov. 19, 11 1 γέγονεν ἅμα τῷ KI mit Π γεγονέναι σημεῖον MH | παράδεισον + εἰσελθεῖν ρ 2 πρὸς s. 1. H c 4 ἐγείνω M H c. r. ἐκεῖνο H a 5 μόνω H 8 λύσης H 12 <ἐν> λ | ἐντολῆς Μ 14 κήτους«, <σημεῖον> ἠμῶν < Μ 17 τὸ] τῶ H 18 γρα<φῇ τύπος πράγ>ματός M H a, i. m. γραφῇ H c. r. 22 πιότητα Μ 26 ὅ τε] οὔτε Μ λίδος χρηματιζούσης. ὅτι δέ ὁ νόμος ἀνὴρ τῆς ψυχῆς ἐστι, σαφῶς ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος παριστᾷ λέγων ὅτι »ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ · ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ« κοὶ τὰ ἐξῆς. πρόσχες γὰρ ἐν τούτοις ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ (ὁ νόμος ὡς ἀνὴρ γυναικός) · ἡ γὰρ ὕπανδρος γυνὴ ἡ ὑπὸ τὸν νόμον ψυχὴ) τῷ ζῶντι ἀνδρὶ δέδεται ὄντι) νόμῳ· ἐὰν δέ ἀποθάνῃ ὁ ἀνὴρ ὁ νόμος) κατήργηται ἀπὸ τοῦ νόμου ὅς ἐστιν ἀνήρ)«. ἀποθνῄσκει δέ ὀ νόμος τῷ ἀναβάντι ἐπὶ τὴν μακαριότητα καὶ μηκέτι ὑπὸ νόμον πολιτευομένῳ, ἀλλ᾿ ὡς ὁ Χριστὸς πράττοντι, ὅς εἰ καὶ γέγονεν ὑπὸ νόμον« διὰ τοὺς ὑπὸ νόμον. »ἴνα τοὺς ὑπὸ νόμον κερδήσῃ«, οὔτε ἔμεινεν ὑπὸ νόμον οὔτε ἀφῆκεν ὑπὸ νόμον τοὺς ὑπ᾿ αὐτοῦ ἐλευθερωθέντας· ἀνήγαγε γὰρ αὐτοὺς ἅμα ἑαυτῷ ἐπὶ τὴν ὑπὲρ τὸν νόμον θείαν πολιτείαν, τὸν περιέχοντα ὡς πρὸς τοὺς ἀτελεστέρους καὶ ἔτι ἁμαρτάνοντας) θυσίας περὶ ἀφέσεως ἁμαρτημάτων. ὁ οὖν ἀναμάρτητος καὶ μηκέτι δεόμενος τῶν νομικῶν θυσιῶν ὑπερβέβηκε τελειωθεὶς τάχα καὶ τὸν πνευματικὸν νόμον, καὶ γέγονεν ἐν τῷ ὑπὲρ αὐτὸν λόγῳ, ὅστις τοῖς μὲν ἐν σαρκὶ ζῶσι »σὰρξ« ἐγεγόνει. τοῖς δέ μηδαμῶς ἔτι »κατὰ σάρκα« στρατευομένοις, ὡς ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«, θεὸς λόγος ὤν, θεωρεῖται καὶ ἀποκαλύπτει τὸν πατέρα. τρία τοίνυν κατὰ τὸν τόπον νοητέον, γυναῖα ὕπανδρον ὑπὸ ἄνδρα τὸν νόμον, καὶ γυναῖκα μοιχαλίδα »ζῶντος τοῦ ἀνδρὸς« νόμου γινομένην ἀνδρὶ ἑτέρῳ«, τῷ νόμῳ τῆς σαρκός, τὴν ψυχήν, κοὶ γυναῖκα τῷ ἀδελφῷ τοῦ τεθνηκότος ἀνδρὸς γαμουμένην, τῷ ζῶντι καὶ μὴ ἀποθνῄσκοντι λόγῶ, ὅς »ἐγερθεὶς ἐκ νεκρῶν οὐκἐτι ἀποθνῄσκει, θάνατος« γαρ »αυτου ουκετι κυριευει«.
Καὶ ταῦτα διὰ τὸ »ἐὰν ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς« καὶ διὰ τὸ »ἄρ᾿ οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἐτέρῳ« καὶ διὰ τὸ »ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ«. αὐτὸ δὲ τὸ »ἄρ᾿ οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει« παρειλήφαμεν βουλόμενοι σαφῶς παραστῆσαι, διὰ τί τοῖς πειράζουσι Φαρισαίοις καὶ Σαδδουκαίοις καὶ ἐπιζητοῦσι ἐπιζητοῦσι ἐξ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς ὁ Ἰησοῦς 2. 4 ff Rom. 7, If — lOf Vgl. I. Kor. 9, 20 — 13 f Vgl. Hebr. 5, 1 — 16 Vgl. Rom. 7, 14 — 17 Vgl. Gal, 2, 20; Phil. 1, 22 — Vgl. Joh. 1, 14 — Vgl. II. Kor. 10, 3 —18 Vgl. Joh. 1, 2 — 19 ff Vgl. Rom. 7, 1 —3 — 23 Rom. 6, 9 — 25 Rom. 7, 2 — 25. 27. 28 Rom. 7, 3 4 κυριεύη H 7 ὁ 1 < Μ 8 ἐπὶ] ὑπὸ Μ 9 πράττοντι Kl πράττων M 18 ὡς ρ ὄς Μ H I τὸν < H 19 νοητέον Kl νομιστέον Μ H 21 ψυχὴν M c τῆ ψυχῆ M a H a, i. m. οἶμαι τὴν ψυχήν H c 25 ἐὰν] + Ε; λ 26 χρηματίσει ἐὰν υ χρηματίσειεν ὄν Μ H εἶπεν οὐ μόνον τὸ γενεὰ πονηρά, ἀλλὰ καὶ μοιχαλίς. γενικῶς μὲν οἶν ὁ ἐν τοῖς μέλεσι νόμος ὁ ἀντιστρατευόμενος »τῷ νόμῳ τοῦ νοὸς« ὡς μοιχὸς ἀνὴρ μοιχός ἐστι τῆς ψυχῆς · ἤδη δέ κοὶ πᾶσα δύναμις ἀντικειμένη, ἐπικρατοῦσα τῆς ἀνθρωπίνης ψυχῆς κοὶ ἀναμιγνυμένη αὐτῇ, μοιχός ἐστιν αὐτῆς, νυμφίον ἐχούσης ὑπὸ τοῦ θεοῦ οὐτῇ δοθέντα τὸν λόγον. μετὰ ταῦτα γέγραπται ὅτι καταλιπὼν αὐτοὺς ἀπῆλθεν· πῶς γὰρ οὐκ ἔμελλεν ὁ νυμφίος λόγος καταλιπεῖν τὴν μοιχαλίδα γενεὰν καὶ ἀπιέναι ἀπ᾿ αὐτῆς; εἴποις δ’ ἄν ὅτι τὴν Ἰουδαίων συναγωγὴν ὡς μοιχαλίδα καταλιπὼν ὁ τοῦ θεοῦ λόγος ἀπελήλυθεν ἀπ᾿ αὐτῆς, καὶ ἔλαβε »γυναῖκα πορνείας« ἀπὸ τῶν ἐθνῶν· ἐπεὶ ἐκεῖνοι μὲν ὄντες πόλις πιστὴ Σιὸ)ν« γεγόνασι πόρνοι. οὗτοι δὲ ὡς ἡ Ῥαὰβ ἡ πόρνη τοὺς τοῦ Ἰησοῦ κατασκόπους ὑποδεξαμένη διεσώθη πανοικί, μετὰ τοῦτο μηκέτι πορνεύουσα, ἀλλὰ ἐλθοῦσα παρὰ τοὺς τοῦ Ἰησοῦ πόδας καὶ βρέχουσα αὐτοὺς τοῖς τῆς μετανοίας δάκρυσι καὶ ἀλείφουσα τῇ τῆς ἁγίας πολιτείας τῶν μύρο)ν εὐωδίᾳ, δι᾿ ἥν Σίμωνι τῷ λεπρῷ τῷ προτέρῳ λαῷ) ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται.
Chapter 5
Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν (16, 5 [ — 12]).
Ἐπεὶ μὴ χρήσιμοι ἦσαν οἱ ἄρτοι οἱ πρὸ τοῦ πέραν τοῖς ἐλθοῦσι μαθηταῖς εἰς τὸ πέραν ἄλλων γὰρ ἔχρῆζον πρὸ τοῦ πέραν καὶ ἄλλων ἐδέοντο εἰς τὸ πέραν), διὰ τοῦτο ἀμελήσαντες τοῦ ἀπάγεσθαι ἀπιόντες εἰς τὸ πέραν ἄρτους, ἐπελάθοντο αὐτοὺς σὺν ἑαυτοῖς λαβεῖν. εἰς τὸ πέραν δὲ γεγόνασι μαθηταὶ τοῦ Ἰησοῦ οἶ διαβάντες ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. καὶ τάχα ἵνα ἀποστρέψηται τοὺς διὰ τοῦ ἐφθακέναι εἰς τὸ πέραν) ἀρξαμένους πνεύματι τοῦ παλινδρομεῖν ἐπὶ τὰ σάρκινα, εἶπε τοῖς εἰς τὸ πέραν ὁ Ἰησοῦς· ὁρᾶτε καὶ προσέχετε. ἦν γὰρ τι φύραμα διδασκαλίας καὶ ζύμης ἀληθῶς παλαιᾶς, τῆς κατὰ τὸ ψιλὸν γράμμα καὶ διὰ τοῦτο οὐκ ἀπηλλαγμένης τῶν ἀπὸ κακίας, ὅπερ παρεῖχον Φαρισαῖοι κοὶ Σαδδουκαῖοι ἀφ᾿ ἧς οὐ βούλεται Ἰησοῦς ἐσθίειν ἔτι τοὺς ἰδίους μαθητὰς ποιήσας αὐτοῖς νέον« καὶ πνευματικὸν »φύραμα«, ἑαυτὸν παρασχὼν τοῖς ἀποστᾶσι τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ προσεληλυθόσιν αὐτῷ) ἄρτον ζῶντα ἐξ οὐρανοῦ καταβεβηκότα καὶ ζωὴν διδόντα τῷ κόσμῳ«. ἐπεὶ δὲ ὁδός ἐστι τῷ μηκέτι χρησομένῳ ζύμῃ 1 f Vgl. Rom. 7, 23 — 9 Vgl. Hos. 1, 2 — 10 Vgl. Jes. 1, 21 — 11 Vgl. Jos. 6, 25 — 13 f Vgl. Luc. 7, 38; Joh. 12, 3 —15 Vgl. Luc. 7, 40 ff (vgl. Matth. 26, 6 Par.) — 19 —78, 10 Vgl. Π 182, 14 ff. An. — 24 f Vgl. Gal. 3, 3 — 27 ff Vgl. I. Kor. 5, 7 f — 30 Vgl. I. Kor. 5, 7 — 31 ff Vgl. Joh. 6, 51. 33 — 33 —79, 3 Vgl. C marc Nr. 7. 1 γενικὸς Μ 4 οὕτη H 7 ἀπιέναι Kl, vgl. S. 1,6 ἀπεῖναι MH 16 Κοὶ] vorher: Περὶ τῆς ζύμης τῶν Φαρισαίων H 24 του] το Μ 25 τοῦ <M κοὶ φυράματι καὶ διδασκαλίᾳ Φαρισαίων καὶ Σαδδουκαίων πρότερον μὲν τὸ θεωρεῖν δεύτερον δέ τὸ προσέχειν, ἵνα μήποτε ἐκ τοῦ μὴ βλέπειν καὶ ἐξ ἀπροσεξίας μεταλάβῃ τις τῆς ἀπηγορευμένης ζύμης ἐκείνων, διὰ τοῦτο πρῶτον τὸ ὁρᾶτε λέγει τοῖς μαθηταῖς καὶ δεύτερον τὸ προσέ- χετε. διορατικῶν οὖν ἐστι καὶ προσεκτικῶν χωρίζειν τὴν ζύμην τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ πᾶσον οὐκ ἀζύμων »εἰλικρινείας καὶ ἀληθείας« τροφὴν ἀπὸ τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβηκότος, ἵνα τὰ μὲν τῶν Φαρισαίων καὶ Σαδδουκαίων μὴ προσίηται τὸν δὲ ζῶντα κοὶ ἀληθινὸν ἄρτον ἐσθίων τις ῥωσθῇ τὴν ψυχήν.
Κοὶ τὸ ῥητὸν δὲ εὐκαίρως ἄν προσφέροιμεν τοῖς μετὰ τοῦ Χριστιανίζειν αἱρουμένοις τὸ σωματικῶς Ἰουδαΐζειν · οὗτοι γὰρ οὐχ ὁρῶσιν οὐδὲ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἀλλὰ παρὰ τὸ βούλημα τοῦ ἀπαγορεύσαντος αὐτὴν Ἰησοῦ τὸν Φαρισαίων ἄρτον ἐσθίουσι. καὶ πάντες δ’ ( οἶμαι) ὅσοι οὐ βούλονται φρονεῖν ὅτι ὁ νόμος πνευματικός ἐστιν« κοὶ »σκιὰν« ἔχει »τῶν μελλόντων ἀγαθῶν« καὶ »σκιά ἐστι τῶν μελλόντων«, οὐδὲ ζητοῦσι τίνος μέλλοντος ἀγαθοῦ ἐστι σκιὰ ἕκαστος τῶν γόμων, οὐχ ὁρῶσιν οὐδέ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων , οἱ δέ καὶ τὴν τῶν νεκρῶν ἀθετοῦντες ἀνάστασιν οὐ φυλάττονται ἀπὸ τῆς ζύμης τῶν Σαδδουκαίων , κοὶ πολλοί γε ἐν τοῖς ἑτεροδόξοις διὰ τὴν περὶ ἀναστάσεως νεκρῶν ἀπιστίαν εἰσὶν οἱ ἐμφυρόμενοι τῇ τῶν Σαδδουκαίων ζύμῃ. ταῦτα δὴ λέγοντος τοῦ Ἰησοῦ διελογίζοντο ἐν ἑαυτοῖς οὐ γεγωνὸς λέγοντες οἶ μαθηταί, ἀλλ᾿ ἐν ταῖς καρδίαις ἐαυτῶν· ὅτι ἄρτους οὐκ ἐλάβομεν. κοὶ οἱονεὶ τοιαῦτα ἦν ἅ ἔλεγον· εἰ μέν εἴχομεν ἄρτους, οὐκ ἄν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων εἰλήφειμεν· ἐπεὶ δέ ἀπορίᾳ ἄρτων κινδυνεύομεν ἀπὸ τῆς ἐκείνων ζύμης λαβεῖν, οὐ βούλεται δ’ ἡμᾶς ὁ σωτὴρ παλινδρομεῖν ἐπὶ τὴν ἐκείνων διδασκαλίαν, διὰ τοῦτο ἡμῖν εἶπε τὸ ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. κοὶ ταῦτα μέν ἐκεῖνοι διελογίζοντο· ὁ δὲ βλέπων Ἰησοῦς τὰ ἐν ταῖς καρδίαις αὐτῶν καὶ ἀκούων τῶν ἐν αὐταῖς λόγων, ὡς τῶν καρδιῶν ἐπίσκοπος ἀληθής, ἐπιπλήσσει αὐτοῖς ὡς οὐ νοοῦσιν οὐδὲ μεμνημένοις ἄρτων, ὧν παρ’ αὐτοῦ εἰλήφασι, δι᾿ οὕς καὶ ἐν ἀπορίᾳ δοκοῦντες εἶναι ἄρτων οὐκ ἔχρηζον τῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ζύμης.
Chapter 6
Εἶτα σαφηνίζων καὶ γυμνότερον παριστὰς (τοῖς περιελκομένοις διὰ τὴν ὁμωνυμίαν ἄπρτου καὶ ζύμης) ὅτι μὴ περὶ αἰσθητοῦ ἔλεγεν αὐτοῖς ἄρτου, ἄλλὰ περὶ τῆς ἐν τῇ διδασκαλίᾳ ζύμης, ἐπιφέρει τὸ πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. καίτοι μηδὲ γυμνώσαντος αὐτοῦ τὴν ἑρμηνείαν ἀλλ᾿ ἔτι ἐπιμένοντος τῇ τροπολογίᾳ, συνῆκαν οἱ μαθηταὶ ὅτι ὁ λόγος τῷ σωτῆρι ἦν περὶ διδοσκαλίας, τροπικῶς ζύμης εἰρημένης, ἣν ἐδίδασκον Φαρισαῖοι καὶ Σαδδουκαἶοι. ὅσον μὲν οὖν ἔχομεν σὺν ἡμἶν τὸν Ἰησοῦν ποιοῦντα τὴν φάσκουσαν ἐπαγγελίον· »ἐδοὺ ἐγὼ μεθ᾿ ἡμῶν εἰμι πόσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, οὐ δυνάμεθα »νηστεύειν« οὐδὲ ἀπορεῖν τροφῆς, ὡς διὰ τὴν ἀπορίαν αὐτῆς ζητεῖν κἂν παρὰ Φαρισαίων καὶ Σαδδουκαίων τῆς ἀπηγορευμένης ζύμης λαμβάνειν καὶ ἐσθίειν. γένοιτο δ᾿ ἄν ποτε καιρός, συνόντος αὐτοῦ, τοῦ ἡμᾶς ἀτροφεῖν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται ἐν τῷ »ἤδη ἡμέρας τρεῖς παραμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσιν«. ἀλλὰ κἂν τοῦτο συμβῇ, μὴ βουλόμενος ἡμᾶς »νήστεις ἀπολῦσαι, μήποτε ἐκλυθῶμεν ἐν τῇ ὁδῷ«, εὐχαριστεῖ ἐπὶ τοῖς παρὰ τοῖς μαθηταῖς ἄρτοις καὶ ποιεῖ ἡμῖν περισσεῦσαι ἀπὸ τῶν ἑπτὰ (ὡς ἀποδεδώκαμεν) ἄρτων τὰς ἑπτὰ σπυρίδας. ἔτι δὲ καὶ τοῦτο τηρητέον (διὰ τοὺς οἰομένους μὴ πάνυ τι τὴν θεότητα παρίστασθαι τοῦ σωτῆρος ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου), ὅτι [τὸ] διαλογιζομένων ἐν ἑαυτοῖς τῶν μαθητῶν καὶ λεγόντων ἄρτους μὴ ἔχειν <τὸ> γνῶναι τοὺς διαλογισμοὺς τὸν Ἰησοῦν καὶ εἰπεῖν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε, οὐκ ἀνθρώπινον ἦν· »μονώτατος« γὰρ γινώσκει τὰς καρδίας τῶν ἀνθρώπων (ὡς ὁ Σολομῶν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν φησιν) ὁ κύριος. ἐπεὶ δὲ τοῦ Ἰησοῦ εἰπόντος· προσέχετε ἀπὸ τῆς ζύμης, συνῆκαν οἱ μοθηταὶ ὅτι οὐκ εἶπε προοέχειν ἀπὸ τῶν ἄρτων, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐπιστήσεις εἰ, ὅπου ποτ᾿ ἂν ζύμη ὀνομασθῇ, εἰς διδαχὴν τροπολογεῖται, εἴτε ἐν νόμῳ εἴτε καὶ ἐν ταῖς μετὰ τὸν νόμον γραφαῖς. οὕτω δὲ μήποτε ζύμη οὐ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον· οὐ γὰρ δεῖ τὰς εὐχὰς τρόπον ἔχειν διδασκαλίας, ἀλλ᾿ εἶναι αὐτὸ μόνον αἰτήσεις ἀγαθῶν ἀπὸ τοῦ θεοῦ. ζητήσαι δ᾿ ἄν τις διὰ τὰ ἀποδεδομένα περὶ τῶν μαθητῶν 5 Vgl. Chrysostomus : καίτοι οὐτοῦ τοῦτο μὴ ἑρμηνεύσαντος — 9 Matth. 28, 20 — 10 Vgl. Marc. 2, 19 Parr. — 14ff Matth. 15, 32ff — 18ff Vgl. Harnack TU. 42, 4, 22: ,,Verehrer des Johannesevangeliums” — 23 III. Regn. 8, 39 — 30 Vgl. Lev. 2, 11 — 32—78,11 Vgl. Π 182, 16ff An. 1 παρελκομένοις Μ 2 ὁμονυμίαν Ha | ἔλεγον Η 3 τῇ < Μ 12 σαδουκαίων Η 20f [τὸ] . . . <τὸ>Koe 28 ὀνομασθῇ Κl ὠνομάσθη MH ἐλθόντων εἰς τὸ πέραν, εἰ δύναταί τις ἐλθὼν εἰς τὸ πέραν ὀνειδίζεσθαι ὡς ὀλιγόπιστος καὶ ὡς οὐδέπω νοῶν οὐδὲ μνημονεύων τῶν ὑπὸ τοῦ Ἰησοῦ γεγενημένων. οὐ χαλεπὸν δ’ οἶμαι) πρὸς τοῦτο εἰπεῖν ὅτι, ὡς πρὸς τὸ τέλειον«, ὅπερ ὅταν ἔλθῃ, τὸ ἐκ μέρους καταργηθήσεται«, πᾶσα ἡ ἐνταῦθα πίστις ἡμῶν ὀλιγοπιστία ἐστί, καὶ ὡς πρὸς ἐκεῖνο οὐδέπω νοοῦμεν οἱ »ἐκ μέρους« γινώσκοντες οὐδέ μνημονεύομεν · οὐ γὰρ διαρκῆ καὶ συμπαρεκτεινομένην μνήμην ἀναλαβεῖν δυνάμεθα τῷ πλήθει τῆς φύσεως τῶν θεωρημάτων.
Chapter 7
Ἐτι δέ ἔστι καὶ ἐντεῦθεν μαθεῖν ὅτι καὶ ἐπὶ μόνοις διαλογισμοῖς οὕς ἐν ἑαυτοῖς διαλογιζόμεθα, ἔσθ᾿ ὅτε ἐγκαλούμεθα καὶ ὡς ὀλιγόπιστοι ὀνειδιζόμεθα. ἐγὼ δ’ οἶμοι ὅτι, ὥσπερ μοιχεύει τις ἐν τῇ καρδίᾳ« μόνη οὐ πάντως φθάνων κοὶ ἐπὶ τὴν πρᾶξιν, οὕτω καὶ τὰ λοιπὰ τῶν ἀπηγορυμένων ἐν μόνη τῇ καρδίᾳ τις πράττει. ὡς οὖν ὁ μοιχεύσας »ἐν τῇ καρδίᾳ« ἀνάλογον τῇ τοιαύτη μοιχείᾳ κολασθήσεται, οὕτως καὶ ὁ τῶν ἀπηγορευμένων τι ποιήσας ἐν τῇ καρδίᾳ, φέρ’ εἰπεῖν κλέψας ἐν μόνη καρδίᾳ ἢ ψευδομαρτυρήσας ἐν μόνη καρδίᾳ, οὐχ ὡς ὁ καὶ ἔργῳ μὲν κλέψας ἢ καὶ τὴν πρᾶξιν τῆς ψευδομαρτυρίας ἐπιτελέσας, ὡς δέ μόνον ἐν τῇ καρδίᾳ τὰ τοιαῦτα παιήσας καλασθήσεται, κοὶ τοῦτο εἰ Παρ’ αὑτὸν μὴ ἦλθε καὶ ἐπὶ τὴν μοχθηρὰν πρὰξιν · εἰ γὰρ πρὸς τῷ βεβουλῆσθαι ἐνεχείρησε μὲν οὐ τέτευχε δέ, κολασθήσεται οὐχ ὡς τῇ καρδίᾳ μόνη, ἀλλὰ καὶ τῇ πράξει ἡμαρτηκώς. ζητήσαι δ’ ἄν τις πρὸς τὰ τοιαῦτα, εἰ μοιχεύει μέν τις »ἐν τῇ καρδίᾳ« μόνη κἄν μὴ τὸ ἔργον τῆς μοιχείας ποιήσῃ, οὐ σωφρονεῖ δὲ ἐν μόνη τῇ καρδίᾳ· τὸ παραπλήσιον δὲ καὶ περὶ τῶν λοιπῶν ποιήσεις ἐπαινετᾶν. ἔχει δέ τι πιθανῶς ἡμᾶς παραλογίσασθαι συνάμενον ὁ τόπος, ὅπερ τοῦτον οἶμοι) καθαρτέον τὸν τρόπον · μοιχεία μὲν γενομένη ἐν τῇ καρδίᾳ« ἔλαττόν ἐστιν ἁμάρτημα ἢ εἰ προσθείη τις καὶ τὴν πρᾶξιν· ἀμήχανον δέ σωφροσύνην εἶναι ἐν καρδίᾳ ἐμποδίζουσαν τῇ σωφρονικῇ πράξει, εἰ μὴ ἄρα τις καὶ ἐπὶ τούτου τὴν ἐν ἐρημίᾳ βιασθεῖσαν παραλάβοι κατὰ τὸν νόμον) εἰς παράδειγμα παρθένον. ἔστω γὰρ τὴν καρδίαν τινὸς εἶναι καθαρωτάτην, τὴν δὲ βίον πεποιηκέναι, <τὴν> ἐν τῷ ἀκολάστῶ, φθορὰν τοῦ σώματος τῆς σώφρονος — αὕτη δὴ δοκεῖ μοι σώφρων μὲν πάντως εἶναι ἐν τῷ κρυπτῷ, τῷ δὲ σώματι οὐκέτι εἶναι καθαρὰ ὁποία πρὸ τῆς βίας ἦν ἀλλ᾿ οὐχί, ἐπεὶ οὐ καθαρά, ἤδη καὶ ἀκόλαστος.
Ταῦτα καὶ διὰ τὸ ἐλογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ· ἐλάβομεν ᾧ ἐπιφέρεται τὸ γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν· ὀλι- 4 ff I. Kor. 13, 9 f — 11. 13 Vgl. Matth. 5, 28 — 21. 25 Vgl. Matth. 5, 28 — 28 f Vgl. Deut. 22, 25 ff γε 3 γενημένων H 4 καταργεῖ Π 11 ὅτι < H 13 — 15 ἐν — ἀπηγορευμένων < H 18 αὑτον υ αὐτὸν Μ H 19 τῷ] τὸ Μ 30 <τὴν> Kl γόπιστοι, τι διαλογίζεσθε ἐν ἑαυτοῖς καὶ τὰ ἑξῆς· ἔδει γὰρ τὸν περὶ τῶν ἐν τῷ κρυπτῷ φόγον ἐξετασθῆναι καὶ παρανακειμένως αὐτῷ τὸν ἐν τῷ κρυπτῷ ἔπαινον.
Chapter 8
θαυμάζω δέ εἰ οἱ μαθηταὶ ταὶ ᾤοντο, πρὶν σαφηνισθῆναι αὐτοῖς ὑπὸ τοῦ Ἰησοῦ τὸν λόγον, ὅτι ἀπαγορεύει αὐτοῖς ὁ διδάσκαλος καὶ ὁ κύριος αἰσθητὴν *** ζύμην Φαρισαίων ἢ Σαδδουκαίων φυλάξασθαι ὡς οὐ καθαρὰν καὶ διὰ τοῦτο ἀπαγορευομένην, ἴνα μηδ’ ὅτε ἄρτους οὐκ εἰλήφεισαν, τῇ ἐκείνων ζύμῃ χρήσωνται. τὸ δ’ ὅμοιον καὶ ἐπ᾿ ἄλλων μέν ζητήσαιμεν , ἀρκεῖ δέ παραδείγματος χάριν τὸ περὶ τῆς Σαμαρείτιδος ἐν τῷ »πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πόλιν · ὅς δ’ ἄν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν καὶ γὰρ ἐκεῖ ὅσον ἐπὶ τῇ λέξει) ἡ Σαμαρεῖτις δόξει οἴεσθαι περὶ ὔδατος αἰσθητοῦ ἐπαγγέλλεσθαι τὸν σωτῆρα λέγοντα· »ὅς δ’ ἄν πίη ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα«. κἀκεῖνα οὖν τροπολογητέον καὶ συνεξεταστέον ὕδωρ πηγῆς »τοῦ Ἰακώβ«, ἀφ᾿ ἧς ἤντλει ἡ Σαμαρεῖτις, ὕδατι τοῦ Ἰησοῦ, καὶ ἐνταῦθα τό ὅμοιον ποιητέον· τάχα γὰρ οὐδὲ ἄρτοι ἦσαν πεφθέντες, ἀλλά τις ζύμη οὐτὸ μόνον ὠμὴ ἡ διδαχὴ τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Chapter 9
Ἐλθὼν δέ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ (16. 13 — 19]).
Πυνθάνεται τοῖν μαθητῶν ὁ Ἰησοῦς, τίνα λέγουσιν αὐτὸν οἱ ἄνθρωποι εἶναι, ἶν’ ἡμεῖς μάθωμεν ἀπὸ τῆς ἀποκρίσεως τῶν ἀποστόλων τὰς διαφόρους περὶ τοῦ σωτῆρος ἡμῶν ἐν Ἰουδαίοις γενομένας ὑπολήψεις τότε. τάχα δέ καὶ ἶνα οἱ μιμηταὶ τοῦ Ἰησοῦ διδάσκωνται ἀεὶ περιεργάζεσθαι περὶ τῶν λεγομένων ὑπὸ τῶν ἀνθρώπων Περὶ αὐτῶν· ὅπερ <ν ἠμῖν> συμβαλεῖται Πρὸς τό, εἴ μὲν φαῦλον λέγεται, τούτου τὰς
ἀφορμὰς παντὶ τρόπῳ περιαιρεῖν, εἴ τι δέ ἀστεῖον, τούτου τἀς προφάσεις συναύξειν.
πλὴν ὅρα διὰ τὰ διάφορα ἐν Ἰουδαίοις περὶ τοῦ Ἰησοῦ κινήματα. τίνα τρόπον ἀπό τινων οὐχ ὑγιῶν δογμάτων ἔλεγόν τινες μὲν ὅτι Ἰωάννης ἦν ὁ βαπτιστὴς ὁμοίως Ἡρώδη τῷ τετράρχῃ τῷ εἰπόντι τοῖς παισὶν αὐτοῦ · »οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν καὶ διὰ τοῦτο οἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ«), ἄλλοι δέ ὅτι Ἠλίας ἐστὶν ὁ νῦν καλούμενος Ἰησοῦς, ἤτοι γένεσιν ὑπομείνας δευτέραν, ἢ ἔκτοτε ἐν σαρκὶ ζῶν καὶ κατὰ τόν παρόντα ἐπιφανεὶς χρόνον. καὶ οἱ φάσκοντες δὲ ὅτι Ἱερεμίας εἴη ὁ Ἰησοῦς, καὶ οὐχὶ τύπος τοῦ Χριστοῦ ὁ Ἱερεμίας, τάχα ἐκ τῶν εἰρημένο)ν ἐν τοῖς ἀρχαῖς τοῦ Ἱερεμίου περὶ Χριστοῦ ἐκινήθησαν, οὐ πληρω-
θέντων μὲν ἐν τῷ προφήτῃ τότε ἀρξαμένων δὲ πληροῦσθαι ἐν τῷ Ἰησοῦ, ὃν ἔρετο ὁ θεὸς εἰς »ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν«, προφήτην αὐτὸν εἰς ἔθνη γενέσθαι ποιήσας οἷς ἐκήρυξε τὸν λόγον. ἀλλὰ καὶ οἱ λέγοντες ὅτι εἷς τις ἦν τῶν προφητῶν, τοιαῦτα περὶ αὐτοῦ ὑπελάμβανον διὰ τὰ ἐν τοῖς προφήταις ὡς πρὸς αὐτοὺς μὲν ῤηθέντα οὐ πεπληρωμένα δὲ ἐπ᾿ αὐτοῖς.
Ἀλλ᾿ οἱ μὲν Ἰουδαῖοι, ὡς ἄξιοι τοῦ ἐπὶ τῇ καρδίᾳ αὐτῶν καλύμματος, ἐψευδοδόξουν περὶ τοῦ Ἰησοῦ. Πέτρος δέ, ὡς οὐ σαρκὸς καὶ αἵματος μαθητὴς ἀλλὰ καὶ χωρήσας ἀποκάλυψιν τοῦ ἐν οὐρανοῖς πατρός, *** ὡμολόγησεν αὐτὸν τὸν Χριστὸν τυγχάνειν. ἦν μέν οὖν καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τῷ σωτῆρι, τὸ σὺ εἶ ὁ Χριστός, μὴ γινωσκόμενον ὑπὸ τῶν Ἰουδαίων ὅτι Χριστὸς εἴη, μέγα· μεῖζον δὲ ὅτι ἠπίστατο αὐτὸν οὐ μόνον Χριστὸν εἶναι, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος καὶ διὰ τῶν
προφητῶν εἰρηκότος »ζῶ ἐγώ«, *** καὶ*** ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος«. καὶ ζωὴ δὲ ὡς ἀπὸ πηγῆς ζωῆς τοῦ πατρὸς ὁ εἰπών· ἐγώ εἰμι ἡ ζωή«. καὶ πρόσχες ἐπιμελῶς εἰ μή, ὥσπερ οὐ ταὐτόν ἐστι πηγὴ ποταμοῦ καὶ ποταμός, οὕτως πηγὴ ζωῆς καὶ ζωή. καὶ ταῦτα δὲ προσεθήκαμεν διὰ τὸ προσκεῖσθαι τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τὸ τοῦ ζῶντος· ἐξαίρετον γάρ τι ἐχρῆν παραστῆσαι ἐν τῷ λεγομένῳ περὶ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων, ὡς ζῶντος παρά τε τὴν αὐτοζωὴν καὶ τὰ μετέχοντα αὐτῆς. ἐπεὶ δὲ εἴπομεν μὴ ἀπό τινων ὑγιῶν δογμάτων εἰρηκέναι τοὺς ἀποφηναμένους εἶναι τὸν ᾿Ιησοῦν Ἰωάννην τὸν βαπτιστὴν ἤ τινα τῶν ἐπιφερομένων, κατασκευάσωμεν καὶ τοῦτο λέγοντες ὅτι, εἰ παρατετεύχεισαν ἐπὶ τὸ βάπτισμα ἀπεληλυθότι τῷ Ἰησοῦ πρὸς τὸν
Ἰωάννην καὶ βαπτίζοντι τῷ Ἰωάννῃ τὸν Ἰησοῦν, ἢ ἀκηκόεισαν παρά τινος, οὐκ ἂv ἔλεγον Ἰησοῦν εἶναι τόν Ἰωάννην. ἀλλὰ καὶ εἰ νενοήκεισαν τὸ δόγμα ἀφ᾿ οὗ εἶπεν ὁ Ἰησοῦς· »εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, καὶ ὡς ἔχοντες »ὦτα« ἀκηκόεισαν τοῦ λελεγμένου, οὐκ ἂν εἶπόν τινες αὐτὸν εἶναι Ἠλίαν. καὶ οἱ εἰπόντες αὐτὸν εἶναι Ἱερεμίαν, εἰ ἑώρων ὅτι οἱ πλεῖστοι τῶν προφητῶν συμβολικά τινα αὐτοῦ ἀνειλήφασιν, οὐκ ἂν ἔλεγον αὐτὸν εἶναι Ἱερεμίαν· ὁμοίως δὲ οὐδὲ ἄλλοι00 ἕνα τινὰ τῶν προφητῶν.
Chapter 10
Τάχα δὲ ὅπερ ἀποκριθεὶς Σίμων Πέτρος εἶπεν ἐν τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀὰν ὡς ὁ Πέτρος λέγμεν, οὐ σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλύψαντος ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός, καὶ αὐτοὶ γινόμεθα ὅπερ καὶ ὁ Πέτρος, ὁμοίως αὐτῷ μακαριζόμενοι διὰ τὸ τὰ αἴτια τοῦ μακα-
ρισμοῦ ἐκείνῳ καὶ ἐφ᾿ ἡμᾶς ἐφθακέναι, τῷ σάρκα καὶ αἷμα μὴ ἀποκεκαλυφέναι ἡμῖν περὶ τοῦ τὸν Ἰησοῦν εἶναι Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος ἀλλὰ τὸν ἐν οὐρανοῖς πατέρα ἀπ᾿ οὐτῶν τῶν οὐρανῶν, ἵνα »ἐν οὐρανοῖς« πολιτευσώμεθα, ἀποκαλύψαντα ἡμῖν ἀποκάλυψιν ἀνάγουσαν εἰς τοὺς οὐρανοὺς τοὺς περιαιροῦντας μὲν πᾶν »κάλυμμα« ἀπὸ τῆς καρδίας, ἀναλαβόντας δέ τὸ πνεῦμα τῆς »σοφίας« τοῦ θεοῦ καὶ τῆς »ἀποκαλύψεως«. εἰ δὲ φήσαντες καὶ ἡμεῖς ὡς ὁ Πέτρος· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος οὐχ ὡς σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλυψάντων, ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός), γινόμεθα Πέτρος, καὶ ἡμῖν ἂν λέγοιτο ἀπὸ τοῦ > λόγου τὸ σὺ εἶ Πέτρος καὶ
τὰ ἑξῆς. πέτρα γὰρ πᾶς ὁ Χριστοῦ μιμητής, ἀφ᾿ οὗ ἔπινον οἳ »<ἔπινον> «. ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας«. καὶ ἐπὶ ndaav τὴν τοιαύτην πέτραν οἰκοδομεῖται ὁ ἐκκλησιαστικὸς πᾶς λόγος κοὶ ἡ κατ᾿ αὐτὸν πολιτεία. ἐν ἑκάστῳ γὰρ τῶν τελείων, ἐχόντων τό ἄθροισμα τῶν συμπληρούντων τὴν μακαριότητα λόγων καὶ ἔργων καὶ νοημάτων <πάντων>, ἐστὶν ἡ ὑπὸ τοῦ οἰκοδομουμένη ἐκκλησία.
Chapter 11
Εἰ δέ ἐπὶ τὸν ἔνα ἐκεῖνον Πέτρον νομίζεις ὑπὸ τοῦ θεοῦ οἰκοδομεῖσθαι τὴν πᾶσαν ἐκκλησίαν μόνον, τι ἂν φήσαις περὶ Ἰωάννου τοῦ τῆς βροντῆς« υἱοῦ ἢ ἑκάστου τῶν ἀποστόλων; ἀληθῶς γε ἄρα τολμήσωμεν λέγειν ὅτι Πέτρου μέν ἰδίως πύλαι ᾅδου οὐ κατισχύσουσι, τῶν δὲ λοιπῶν ἀποστόλων καὶ τῶν τελείων *** κατισχύσουσιν; οὐχὶ δὲ καὶ ἐπὶ πόντων ἐφ᾿ ἐφ’ ἑκάστου αὐτῶν τὸ προειρημένον τὸ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς γίνεται καὶ τὸ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν;
ἆρα δὲ τῷ Πέτρῳ μόνῳ δίδονται ὑπὸ τοῦ Χριστοῦ αἱ κλεῖδες τῆς τῶν οὐρανῶν βασιλείας, καὶ οὐδεὶς ἕτερος τῶν μακαρίων αὐτὰς λήψεται; εἰ δὲ κοινόν ἐστι καὶ πρὸς ἑτέρους τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, πῶς οὐχὶ καὶ πάντα τά τε προειρημένα καὶ τὰ ἐπιφερόμενα ὡς πρὸς Πέτρον λελεγμένα ***; καὶ γὰρ ἐνταῦθα μὲν ὡς πρὸς Πέτρον εἰρῆσραι δοκεῖ τὸ ὅσα ἂv δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ κατὰ Ἰωάννην δοὺς πνεῦμα ἅγιον ὁ σωτὴρ τοῖς μοθηταῖς διὰ τοῦ ἐμφυσήματός φησι· »λάβετε πνεῦμα ἅγιον« καὶ τὰ ἑξῆς. πολλοὶ τοίνυν φήσουαι πρὸς τὸν σωτῆρα· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλ᾿ οὐ πάντες οἱ τοῦτο φάσκοντες ἐροῦσιν αὐτῷ οὐδομῶς μὲν ἀπὸ σαρκὸς καὶ αἵματος ἀποκαλυφάντων τοῦτο μεμαθηκότες, αὐτοῦ δὲ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς ἀφελόντος τὸ ἐπικείμενον τῇ καρδίᾳ αὐτῶν »κάλυμμα«, ἵνα μετὰ τοῦτο »ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ κυρίου κατοπτριζόμενοι«
ἐν πνεύματι θεοῦ« λαλῶσι λέγοντες περὶ αὐτοῦ τὸ Κύριος ᾿Ιησοῦς« καὶ πρὸς αὐτὸν τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
Καὶ εἴ τις λέγει τοῦτο πρὸς αὐτόν, οὐ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων αὐτῷ ἀλλὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός, τεύξεται τῶν…
The complete text is available when the reading interface loads.