The Greek Library Author

Origen

Fragmenta in Psalmos 1-150 [Dub.]

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Jean Baptiste Pitra
Edition reference
Analecta sacra spicilegio solesmensi parata · Paris · A. Jouby et Roger · 1884
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg044.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Psalm 1

v. 1, 2. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Vat. B. p. 625, I.

Μακάριος οὖν ὁ τὰ ὄντως ὄντα ποθῶν. Ἀλλὰ πῶς ἐν ἀναιρέσει κακῶν ὁ μακαρισμός; κοινὸν γὰρ καὶ τῶν ἀψύχων καὶ τῶν ἀλόγων ἡ τῶν κακῶν ἀποχή· διὰ τοῦτο τοίνυν ἐπήγαγεν· Ἀλλ’ ἡ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Τοῦτο γὰρ οὐ μόνον πέφυκεν λογικοῦ, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀναλήψεως καταρχὴ, τῶν κακῶν ἡ φυγή. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ὡς γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν προκοπῆς, ὁ χωρισμὸς τοῦ κακοῦ. Ἀλλὰ καὶ ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα, ὅποιον τό· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, καὶ τὰ ἑξῆς, ἀργίας ἑκάστου καὶ ἀκινησίας δεῖται. Τὸ δέ· Ἀγαπήσεις τὸν πλησίον σου, καί· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καί· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο, ψυχῆς ἥδη νεανικῆς καὶ ἀθλητῶν ἐνεργήματα. — Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐληπτωτέροις σε προεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς· ὥσπερ ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, ψυχῆς ἤδη νεανικῆς δεόμεθα πρὸς κατόρθωσιν· ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. — Ἔστιν ἁμαρτωλῶν ὁδὸν, τὸν διάβολον εἰπεῖν· ἐν ᾖ ὁ γενόμενος, μὴ ἐμμενέτω, κατὰ τό· Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. Ὁ γὰρ μὴ στήσας ἐν αὐτῇ, πρὸς Κύριον ἥξει, τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδὸς, ἐν ᾖ γινόμενος, καὶ κατὰ σκοπὸν δραμὼν, τεύξεται τῶν βραβείων.

Ἀσεβῶν, τῶν τὸν Θεὸν ἀγνοούντων.

Ἐπὶ καθέδραν, τὴν κακῶν ἐργασίαν, κατὰ διάδοσιν γενομένην.

Ἀλλ’ ἢ ἐν τῷ νόμῳ, τῷ εὐαγγελικῷ δηλονότι.

Μελετήσει, τῷ βουλεύματι αὐτοῦ.

v. 3. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἄν ποιῇ κατευοδωθήσεται.

Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. — Ὁ δὲ Ἀκύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε· ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμβανομένης, ἣ καὶ διὰ τὴν ψυχὴν εἴρηται τοῦ Σωτῆρος μεταφυτευθεῖσα ἔνθεν εἰς τὸν παράδεισον. Ἔφη γὰρ τῷ λῃστῇ· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ.

Διεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αἷς ἀπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κηρυσσόμενον.

Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν.

Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐντολῶν. Ἔλεγε δέ τις τῶν ἁγίων, φύλλα εἶναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέπουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε πίπτουσαν. — Κατευδωθήσεται· οὐ γὰρ ἔστι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής.

v. 4. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως.

Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ οὕτως οὔτε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τις τῶν ἑρμηνευσάντων ἐχρήσατο ἐπαναλήψει τῆς χρήσεως.

v. 5. Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει.

Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν.

v. 6. Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Τὸ γινώσκει, ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω σὲ παρὰ πάντας, καὶ ηὗρες χάριν παρ’ ἐμοί. Σημειωτέον καθολικῶς ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δικαίων· ἀλλὰ καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ καὶ ὁδὸν δικαίων, εἰπών· Ἐγώ εἰμι ὁδός. — Ὁδὸς δὲ ἀσεβῶν, ἣν ὁδεύουσιν οἱ κακολογοῦντες δημιουργὸν, ὁμοιούμενοι χνῷ ἀπὸ ἀνέμου ἐκριπτομένῳ· διὸ τῆς ἐν κρίσει ἀναστάσεως οὐκ ἀξιοῦνται, ὡς οὐδὲ οἱ ἁμαρτολοὶ δικαίων βουλῆς. Δικαίων μὲν γὰρ ὁδὸς ἀξία γνώσεως οὖσα Θεοῦ, γινώσκεται ὑπ’ αὐτοῦ· ὁδὸς δὲ ἀσεβῶν ἀπολεῖται, ὡς οὐ γινωσκομένη ὑπὸ Κυρίου. — Εἰπὼν δὲ τὴν ὁδὸν τῶν ἀσεβῶν ἀπόλλυσθαι, διωρθώσατο τὰς τῶν αἱρετικῶν ὑπονοίας, οἰηθέντων τὰς οὐσίας αὐτῶν εἰς τὸ μὴ ὄν ἀφανίζεσθαι, ἐκ τοῦ εἰρῆσθαι· ἀλλ’ ἢ ὡσεὶ ὁ χνοῦς, ὅν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς· ἀπολομένης γὰρ τῆς ὁδοῦ, ἀνύπαρκτος ἡ ἀσεβεία γίνεται, τῶν οἷς συμβέβηκε καταλειπομένων.

Psalm 2

Ὑπόθεσις. Ἅλλ’ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, τὸ δεύτερον ἔπος [τὰ] ἔξω τῆς ἀσεβείας γενόμενα ὑποτίθεται, τὸ εὐαγγελικὸν προαναφωνῆσαν μυστήριον· ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γέννησιν τοῦ σήμερον μὲν γεννηθέντος δι’ ἡμᾶς Χριστοῦ (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ ἐκ τοῦ Πατρὸς. καὶ ἐν τῷ Πατρὶ ὄντος Υἱοῦ καὶ Θεοῦ· τήν τε βασίλειαν [λέγει] ἐπὶ τῶν ἀβασιλεύτων, οἱ διὰ τὸ μὴ δουλεύειν Θεῷ ἐπ’ ἔθνεσιν ἧσαν κατειλεγμένοι. Vatic. p. 625, I.

v. 3. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

Τὰ γὰρ ἔθνη τοῖς ἰδίοις ἁμαρτήμασι περισφίγγεται οὐκ ὄντα ἐλεύθερα· διό φησιν ὁ Χριστὸς, ἢ πρὸς τοὺς αὐτῷ διακονοῦντας ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ πρὸς τοὺς ἀποστόλους τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου, ταῦτα παρακαλῶν, αὐτῶν διασπᾶν τοὺς δεσμούς. Οἱ μὲν λαοὶ σωματικῶς τυγχάνοντες ὑπὸ τὸν τοῦ νόμου ζυγὸν, τοῦ δικαιώματα περιέχοντος οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι δὲ διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ, τῷ τὰ καλὰ δικαιώματα ἔχοντι καὶ προστάγματα, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σωτῆρος λέγοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τό· Ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἤτοι ἀφ’ ἑαυτῶν ποιήσωμεν τοῦτον, μὴ περιμείναντες τῶν βαρουμένων τὴν δέησιν. Ἢ ὡς καὶ αὐτὸς ὑπὸ τὸν νόμον γενόμενος (ἐγράφη γάρ· καὶ περιεττμήθη, καὶ τοῖς σάββασιν αὐτῶν ἠκολούθησεν) τουτέστιν, ἀπ’ ἐμοῦ καὶ τῶν πειθομένων, ἤγουν τὸν ζυγὸν αὐτῶν ἡμέτερον βάρος ἡγούμενοι, διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην, αὐτὸν ἀποῤῥίψωμεν· ταῦτα μὲν οὖν περὶ ἀνθρώπων, τῶν τε ἀπὸ ἐθνῶν καὶ τοῦ λαοῦ.

v. 4. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.

Τὸ δέ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, πρὸς τοὺς βασιλεῖς τῆς γῆς, οὓς ὁ ἐν οὐρανοῖς ἐκγελάσεται Κύριος, φρόνημα γήϊνον ἔχοντας, καὶ μὴ νενομηκότας τὴν περὶ ἐνανθρώπησιν τοῦ Σωτῆρος σοφίαν. Ἐκμυκτηριεῖ δὲ καὶ τοὺς ἄρχοντας. Ἔπρεπε δὲ φῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ· ὡς εἰ καὶ τὰ ἔθνη ἐκρύαξαν, καὶ οἱ λαοὶ ἐμελέτησαν κενὰ, ἡμεῖς δὲ τῶν μὲν τοὺς δεσμοὺς διαῤῥήξωμεν, τῶν δὲ τὸν ζυγὸν ἀποῤῥίψωμεν, ἐπεὶ μηκέτι δέχονται τὴν θεραπείαν ῥαδίως. Οὐ γὰρ ἔθελον εἴσω τῆς ἱερᾶς σαγήνης γενέσθαι, περὶ ἧς γέγραπται· Ὅμοιός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν τῇ σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.

v. 5. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ.

Ὀργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος. καὶ Ἀλλὰ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργὴν Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου Λόγου πολέμιοι. Οὐκ εἶπε δέ· κολάσει αὐτοὺς, ἀλλὰ λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ· μετανοοῦντας γὰρ οὐκ ἐκόλασε, καθάπερ τοὺς Νινευΐτας. Ἀπειλεῖ γὰρ ἐπὶ σωτηρίᾳ Θεὸς, ἔφη, καὶ τοῖς Νινευΐταις ἔπεμψεν Ἰωνᾶν.

v. 7. Ἐγὼ σήμερον γεγέννηκά σε.

Ἀεὶ τὸ σήμερον καλεῖται.

v. 8. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου.

Τούτων τὰς βασιλείας ἔδειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου.

v. 12. Δράξασθε παιδείας.

Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· ἤ γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.

Psalm 3

v. 2. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Vat. p. 625, 2.

Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσι.

v. 4. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἷ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα ἂν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ. — Τοῦ ἁγίου δόξα ὁ Θεός. Πᾶς δὲ οὖ δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ’ αὐτοῦ. κεφαλὴν, Τὴν τουτέστιν τῆς ψυχῆς τὸ ἔπαρμα. Ὥσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας, οὕτως καὶ διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κεφαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ.

v. 5. Καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

Ὅρα εἰ δύναται εἶναι ὄρος ἄγιον ὁ Μονογενὴς, ὅθεν ἐπακούσει ὁ Θεός.

v. 8. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεὸς μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

Ἑκάστῳ ὁ Θεὸς ἔχει τινὰ κατάστασιν· οἷς τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ ματαίως ἐχθραίνοντας πατάσσει. — Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυρίου τῶν ἁμαρτωλῶν ὀδόντες, τοιοῦτοι καὶ οὗτοι περὶ ὧν εἴρηται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.

Psalm 4

v. 1. Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, δὴ τῷ Δαυίδ. Vati. p. 625, 2.

Ὑπόθεσις. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Οʹ ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ’ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτως καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ἐπιστολῇ· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. — Ὅσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ ἓν τέλος ὑπογράφει πάντων· εἰκός γὰρ ἕκαστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, ἤτοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, ἢ μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστός πάντας ἐν αὐτῷ τοὺς ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντας, βασιλεύει τῶν ζωοποιηθέντων. — Νομίζομεν τοίνυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλμοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ’ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. — Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει καὶ ἡ νίκη τέλος. Πολλαὶ μὲν οὖν αἱ τῶν κατὰ μέρος νῖκαι, καὶ τέλος, καθάπερ Παύλου ὅτε μὲν λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ὅτε δέ· Τὸν ἀγῶνα τόν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.

v. 2. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνας μοι. Vatic. p. 626, 1.

Οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με, ἀλλ’ ἐν τῷ ἐπικαλεῖσθαι. – Ὅταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκομεν, τότε μάλιστα πλατυνόμεθα. Εἰ καὶ ὡς ἄνθρωπος ὁ προφήτης ἐπικαλεῖται, καὶ διὰ τὸ ἐπικαλεῖσθαι, εἰσακούεται ὑπὸ Θεοῦ τῆς δικαιοσύνης αὐτοῦ, λέγω δὲ τῆς δικαιοσύνης τοῦ λέγοντος, καὶ διὰ τοῦτο ἐν πλατυσμῷ κατὰ τοὺς καιροὺς τῆς θλίψεως γίνεται· ἀλλά γε ὡς πρὸς τὸν Θεὸν ὁ τοιοῦτος ὢν, κάτω ἐστίν. Οἱ γὰρ ὀφθαλμοὶ Κύριου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ δεῖται τοῦ οἰκτειρηθῆναι ὑπὸ Θεοῦ.

v. 3. Υἰοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;

Τό· υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος τῷ τοιούτῳ χρῆσθαι σχηματισμῷ λέγουσιν· υἶες Ἀχαίων, καὶ τὰ ὅμοια. — Ἐνταῦθα γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον Κύριος, ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πληρωμένη καὶ γνώσεως.

v. 4. Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ.

Γνῶτε τοιγαροῦν οἱ πεποιθότες ἐπὶ πλήθη, ὡς θαυμαστὸν ἀπέδειξε τόν πεποιθότα ἐπ’ αὐτόν. — Περὶ Χριστοῦ προφητεύει Δαυὶδ ἐν τῷ ιεʹ ψαλμῷ, ὣς ἐστιν ἀληθὴς ὅσιος, καὶ μάρτυρες οἱ ἀπόστολοι περὶ αὐτοῦ, νοήσαντες τό· Οὔτε δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι, οὐ ταὐτὸ δὲ τὰ πιστεῦσαι καὶ γνῶναι· ὡς οὐδὲ ταὐτὸ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι Θεῷ καὶ γνῶναι τὸν Θεόν. Τοιγαροῦν τοῖς ἀποστόλοις ἥδη πεπιστευκόσι φησὶν ὁ Σωτήρ· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσετε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ὡς γάρ φησιν Ἡσαΐας· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Καὶ ὁ Δαυίδ· Ἐπίστευσα, διὸ ἐλάλησα. Καὶ τό· Σχολάσατε δὲ καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεὸς, διαφέρειν δηλοῖ τοῦ πιστεύειν τὸ γνῶναι· Τοῦτο γὰρ τοῖς ἀπιστοῦσιν οὐκ εἴρηται· δείκνυσι δὲ καὶ ποίαν δεήσει γνῶσιν ἀπολαβεῖν, [καὶ] ὡς ἐθαυμαστώθησαν ὑπὸ Θεοῦ οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεωρημά των. Μεγάλη BB. p. 560.

v. 5. Ὀργιζεσθε, καὶ μὴ ἁμαρτάνετε.

Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ, μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν.

v. 6. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.

Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη Θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς.

v. 7. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.

Οἱ μὲν ἄγγελοι διὰ παντός βλέπουσι τὸ πρόσωπον τοῦ Θεοῦ· οἱ δὲ ἄνθρωποι, τὸ φῶς τοῦ πρόσωπου αὐτοῦ. Πρόσωπον γὰρ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. Φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· Ὥσπερ ἄγγελος Θεοῦ ἦν ὁ Δαυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς.

v. 8. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου.

Ἐπήγγελται δὲ ταῦτα πολλαχοῦ τῆς γραφῆς τοῖς ἁγίοις, καὶ ἀπειλεῖται τοῖς ἁμαρτωλοῖς τούτων ἡ στέρησις, δηλαδὴ τῶν νοητῶν καὶ οὐκ αἰσθητῶν. Κακὰ νομίσαντές τινες, διὰ τὴν σμικρότητα τῆς ἐπαγγελίας, ἑτέρῳ Θεῷ ὑπ’ αὐτῶν ἀναπεπλασμένῳ προσκύνειν ἠβουλήθησαν· τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν. Καὶ εἰς τὸν αἰῶνα δὲ τὸν μέλλοντα ταῦτα Παῦλος εἰσγαγεν. Μήτις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας σαββάτων, ἃ ἐστι σκιὰ τῶν μελλόντων. — Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς· εὐφροσύνη δὲ Θεοῦ εὐφραίνει δικαίους.

Psalm 5

v. 1. Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Vatic. p. 626, 1.

Ἡ κληρονομία τοῦ Χριστοῦ ἐστιν ἡ φύσις ἡ λογική.

v. 8. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.

Ναὸς ἅγιός ἐστι τοῦ Θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. — Ἐν τῷ φόβῳ Θεοῦ ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ Κυρίου προσκυνεῖ τὸν ναὸν, ὅς ἐστι Χριστός· Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

v. 9. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου.

Ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ. — Τῶν ἐχθρῶν. Τῶν νοητῶν δηλονότι· πολλοὶ γὰρ οἱ ἐπιβουλεύοντες τῇ θεοφιλεῖ ψυχῇ, τῇ κατὰ Θεὸν αὐτῆς προκοπῇ διαβασκαίνοντες.

v. 10. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία.

Πρότερον, οὐδεμία ἀλήθεια, ἢ ὁ Χριστός· καὶ τάχα τὸ δεύτερον, ἠνέγκατο αὐτῶν ἐπιβουλήν. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Νεκρῶν ἔργων πεπληρωμένος.

v. 11. Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε.

Οὐ γὰρ ἀφ’ ἑαυτοῦ ὁ Θεὸς ἐξωθεῖ τινα οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· τοῦ τοίνυν πλήθους τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς. Ταῦτα γὰρ, φησὶ, πάντα τὰ διαβούλια κατ’ ἐμοῦ ἐποιοῦντο, τῇ κατὰ Θεόν μου προκοπῇ ἐναντιούμενοι· οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν, Θεὸν παραπικραίνουσι, θεομαχοῦντες σαφῶς. — Ἔξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας, εὐσεβεῖς αὐτοὺς ἐργασάμενος. — Μακαριότης ἐστὶ, βουλῆς πάσης ἐκπεσεῖν.

v. 12. Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς.

Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφροσύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶνα. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ᾧ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τό μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον. Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονομίαν καὶ κλῆρον ἔχειν ἐνοικοῦντα Θεόν.

v. 13. Ὅς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ ὅπλῳ τινὶ, φράττουσα ἡμᾶς.

Psalm 6

v. 2, 3. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέησόν με, Κύριε· ὅτι ἀσθενής εἰμι, ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Vat. p. 626, 2.

Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ’ ἐξοχὴν ἀμύνῃς. Λέγει οὖν· εἰ καὶ ἐξώτερον ὁ θυμὸς ἐλέγχει, καὶ ἡ ὀργὴ τάχιον παιδεύει, ἐγώ γε διὰ τὴν ἀσθένειάν μου δεόμαι τοῦ ἐλέους σου, καὶ δι’ ἄλλης ἐλεγχθῆναι θεραπείας, οὐ τηλικούτους προσαγούσης πόνους. Θέλει γὰρ καὶ μὴ θυμῷ Θεοῦ ἐλεγχθῆναι, καὶ μὴ παιδευθῆναι ἐν ὀργῇ αὐτοῦ, καὶ ἐλεηθῆναι, ἀσθενὴς ὢν, καὶ ἰαθῆναι ἀπὸ τῆς ταραχῆς τῶν ὀστέων καὶ τῆς ψυχῆς αὐτοῦ. — Σύμμαχος· ἐν χόλῳ, ἐν ἀνυπερθεσίᾳ.

v. 6. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. Vatic. p. 627, 1.

Πᾶς ὁ μνημονεύων τῆς ζωῆς, τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, οὐκ ἔστιν ἐν θανάτῳ.

v. 7. Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου.

Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένου.

v. 11. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου.

Δαιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι, ἀνθρώπων τὸ μὴ διὰ παντὸς, ἀγγέλων τὸ μηδὲ διὰ παντὸς, μήτε μὴ διὰ παντὸς, ὅπερ ἐστὶν οὐδέποτε. — Ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν, οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος, ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν.

Psalm 7

v. 5. Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Vatic. p. 627 1.

Κενός ἐστιν ὁ μὴ δυνάμενος λέγειν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος. Διόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται, τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία, περὶ ὧν εἴρηται· Ἐπιτίμησον γὰρ, φησὶ, τοῖς θηρίοις τοῦ καλάμου, καί· Ὁ διάβολος, φησὶν ὁ Ἰὼβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· οὗτος γὰρ βασιλέυς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι.

v. 6. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι.

Ἵνα χοϊκὸς, ἀντὶ ἐπουρανίου, γενοίμην.

v. 10. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον.

Ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑτοῦ, μηκέτι πολεμούμενος ὑπ’ αὐτῶν.

v. 13. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει.

Ῥομφαία ἐστὶ νοητὴ, λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας.

v. 14. Ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις.

Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι

v. 17. Καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.

Ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῆς χάριτος, κατὰ τὸν Σωλομῶντα, ἥτις ἡ σοφία, δέδεται τ κορυφῇ.

Psalm 8

v. 1. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Vatic. p. 467, 2.

Κολαστικόν καὶ τιμωρητικόν.

Εὐσεβίου. Ἐνταῦθα εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμένα· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἅσπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν εἴωθεν· πάλαι μὲν οὖν, ὁπηνίκα εἷς ἦν ὁ λαός ὁ καλούμενος Ἰσραὴλ, ἀμπελὼν ἐχρημάτιζεν οὗτος. Καὶ ὁ νεὼς ὁ παρ’ αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν. Ἀλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ θυσιαστήρια τὰ καθ’ ὅλης τῆς γῆς διὰ Χριστοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα. Διό καὶ ἐν πγʹ ψαλμῷ, ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, πολλὰ θυσιαστήρια καὶ πλεῖστα σκηνώματα καὶ αὐλαὶ πολλαὶ θεσπίζονται· δι’ ὧν ἀντικρὺς τὰ καθ’ ὅλης τῆς γῆς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ἱδρυμένα θυσιαστήρια δηλοῦται· ὅθεν καὶ αὐτὸς ὑπὲρ τῶν ληνῶν τὴν προγραφὴν περιέχει.

Ὠρ. Καὶ ὁ ὀγδοηκοστός ἐπιγέγραπται εἰς τὰ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ, οὗ ἡ ἀρχή· Ἀγαλλιᾶσθε τῷ βοηθῷ ἡμῶν. Καὶ ἐν τῷ πγʹ ψαλμῷ τὴν Ὑπὲρ τῶν ληνῶν εὑρήσεις ἐπιγραφήν· πρός δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον· τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν· Δεσμεύων πρὸς ἄμπελον τόν πῶλον αὐτοῦ· καὶ τὴν Ἰσσάχαρ, ὃς ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὧμον εἰς τὸ ποιεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὲν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γύνη δὲ παντός δικαίου ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστής· Ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἶνον δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.

v. 3. Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

Ὠρ. Ὠς ἐχθρὸς μὲν ἡμᾶς ὁ Σατανᾶς ἁμαρτάνειν καταναγκάζει· ὡς δὲ ἐκδικητὴς, παραδιδομένους κολάζει. Ὑμέναιον οὖν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσεν, διὰ τὰς εἰς Θεὸν βλασφημίας.

v. 6. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν.

Εὐσεβίου. Πῶς δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ τῶν ὅλων Θεός, νοήσεις, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου ἀναγέγραπται εἰρηκὼς ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἐπιφανειῶν κατηξίωσεν ἑαυτοῦ, καὶ σάρκα περιβεβλημένῳ ὁμιλίας θείας μετέδωκεν, τότε μὲν δι’ ἀγγέλων, τότε δὲ καὶ αὐτὸς δι’ ἑαυτοῦ τοῖς ἁγίοις ὀφθεὶς καὶ χρηματίσας· καὶ ἔτι πρὸς τούτοις θείου Πνεύματος καὶ δυνάμεως οὐρανίου μέτοχον αὐτὸν ἀνέδειξεν, ὡς τὰ μέλλοντα προαγορεύειν, καὶ νόσους παντοίας θεραπεύειν, ἤδη δὲ καὶ νεκροὺς ἐγείρειν· ὁποῖα προφῆται καὶ ἀπόστολοι πεποιηκέναι ἱστοροῦνται· εἴ δὲ ἅπασιν τοῖς λεχθεῖσιν προσθείης τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν ἔνσαρκον οἰκονομίαν, ὄψει πῶς εἴρηται· Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, δηλάδη ὅτι τὸν ἄνθρωπον.

Psalm 9

v. 1. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Vatic. p. 628, 1.

Ἕτεροι δὲ πρὸς αὐτὸν, οὐ περὶ αὐτοῦ τὸν παρόντα φασὶν ᾄδεσθαι ψαλμὸν, ὑπὲρ τῆς ἀνθρωπείας ἐξομολογουμένου φύσεως τοῦ προφήτου, τῶν τελείων ἴδιον λέγοντος τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν· Ἀγαπήσεις γὰρ, φησὶ, τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου κτλ. Ὃ δὲ νῦν ἐμφαίνει τό· ἐν ὅλῃ καρδίᾳ μου, ὃ δὲ ποιεῖ, προφητικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προιδὼν, καὶ διηγεῖται ταῦτα, κοινωνοὺς τῆς ἐξομολογήσεως ποιούμενος τοὺς ἀκροατὰς, χαρὰν ἔχων τὸν καρπὸν τοῦ Πνεύματος, ἐπηρμέναις τε θεωρίαις τὰ τοῦ Θεοῦ διηγούμενος θαύματα.

v. 6. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ὑπὲρ τῆς ἀνθρωπίνης τυραννουμένης φύσεως οὕτω πικρὰν αὐτῷ τὴν τιμωρίαν ἐπέθηκας. Ἐπετίμησας τοῖς ἔθνεσι, τουτέστι τὰ θεῖα διδάγματα διὰ τῶν ἀποστόλων καὶ τῶν ἐξῆς διδασκάλων αὐτοῖς παραδούς· ὧν δεξαμένων, ἀπώλετο [ὁ ἀσεβὴς], τοὺς κατὰ τὴν πλάνην προσκυνοῦντας οὐκ ἔχων. Οὕτω καὶ Λυκάοσι θῦσαι πειρωμένοις Παῦλος ἐπετίμα καὶ Βαρνάβας, εἰπόντες· Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῶν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων ὑμᾶς ἐπιστρέφοντες. Καὶ Γαλάταις δὲ Παῦλος ἐπετίμα· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, ἐν οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Οὕτω Κορινθίοις· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Ἐξηλείφθη τοίνυν αὐτοῦ τὸ ὄνομα εἰς τὸν αἰῶνα. Ἅπασα γὰρ ἔσβεσται τελετὴ τῶν νῦν ἀνθρώπων καὶ ἀγνοούντων τὰ τῆς εὐσεβείας μυστήρια, τοσοῦτον καὶ τό· Ὁδὸς ἀσεβῶν ἀπολεῖται.

v. 8. Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.

Οὐ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κὰν τῷ μέλλόντι τὸ φρικῶδες αὐτοῦ δείξει κριτήριον πᾶσιν ἀνθρώποις, δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ.

v. 9. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.

Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἰοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμων ἁμαρτόντων, ἀνόμως ἀπολλυμένων. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν τοὺς ψεκτάς τε πράξεις καὶ ἀσεβὲς ἔχοντας φρόνημα.

v. 13. Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν· πενήτων.

Τοιαύτη τίς ἦν; Ἡ διὰ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γενομένη, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν.

v. 14. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.

Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου.

v. 16. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν.

Καὶ μὴν κατὰ τῆς ἀρετῆς, ἀφθαρσίας λεγομένης, ὡς ἐν τῷ· Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν ἐν ἀφθαρσίᾳ· ἡ ἐναντίως ἔχουσα κακία, λέγοιτο ἂν εἰκότως διαφθορὰ καὶ φθορά. Εἴρηται γοῦν· Εἴ τις φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ παρὰ τῷ προφήτῃ· Ἕνεκεν ἀκαθαρσίας διεφθάρηται φθορᾷ.

v. 17. Γινώσκεται Κύριος κρίματα ποιῶν.

Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον.

v. 18. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.

Ἀποστρέφονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, ἵνα ἴδωσιν τὴν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον, πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὰ ἔθνη. Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;

v. 28, 29. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει... Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις.

Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ, ὁ δὲ ἁμαρτωλὸς ἐγκάθηται ἐνέδρᾳ.

v. 30 32. Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτὸν ἐν τῇ παγίδι αὐτοῦ· ταπεινώσει αὐτὸν, κύψει, καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.

Καθάπερ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ὄμμα, θήραν ἐπιζητῶν, οὕτως νύκτωρ καὶ μεθ’ ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανήν· ἀλλ’ ὅμῶς κύψει, καὶ πεσεῖται. Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ’ ἐνεργίαν ἁμαρτίας.

v. 33. Μὴ ἐπιλάθῃ τῶν πενήτων.

Εἰ ἐπελάθετο τῶν πενήτων ὁ Κύριος, ᾔδει τοὺς πένητας ὁ Κύριος.

v. 34. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ ζητήσει.

Ἀλλὰ κὰν μυριακὶς ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· τοῦτο γὰρ νοητέον.

v. 36. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.

Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός. — Βραχίονα δὲ εἶπε τὴν πονηρὰ κατεργασαμένην ψυχήν. Ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστὶ τοῦ συντριβῆναί τινος βραχίονα· οὕτω καὶ ἐγὼ πείθομαι κολάζειν Θεῷ.

v. 37, 38. Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τόν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.

Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων· δι’ ἦς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώνων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμησάσῃ ψυχῇ.

Psalm 10

v. 4. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Vatic. p. 629, 2.

Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀποβλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλμοὶ Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι. — Σὺ δὲ ὅταν ἀκούσῃς ἐν οὐρανοῖς εἶναι, καὶ παροικεῖν τὸν Θεὸν, ἐκ τῆς ἱερᾶς γραφῆς, ἢ ἐνδότερον εἶναι τοῦ καταπετάσματος, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις, καὶ μεταβάσεις, καὶ ἀναβάσεις, καὶ ἐξελεύσεις νοήσῃς πτωχοπρεπεῖ γὰρ οὔσῃ τῇ ἡμετέρᾳ φύσει, καθὰ χωρεῖ ἀκοῦσαι, διαλέγεται αὐτῇ τὸ Πνεῦμα τὸ ἄγιον. Καὶ μάρτυς τοῦ λόγου ἡ μωσαϊκὴ συγγραφὴ, παχεῖα καὶ ἀνάξια Θεοῦ τοῦ ἀπεριγράπτου περιέχουσα ῥήματα· ἅτινα οὐ Μωσῆς ἐξέθετο οἴκοθεν, ἀλλ’ ὁ Θεὸς δι’ ἀγγέλων αὐτοῦ ἐν ὄρει τῷ Σιναΐῳ ταῦτα προηγόρευσε ἐπὶ τῆς σκηνῆς· ὅθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος, οὐδὲ τέθεικεν ὅλως τὸ ὄνομα ἐν τῇ ἀπογραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ λοιποὶ προφῆται βίβλοις τῶν οἰκείων προφητειῶν. — Βλέφαρα δὲ [νοήσεις] κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν.

v. 5. Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.

Εἱ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.

v. 6. Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν.

Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα.

Psalm 11

v. 1. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Vatic. p. 690, 1.

Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσβεσθῆναι τὸ χάρισμα, οἱ μὲν ὅσιοι ἐκλέλοιπον, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Ὁ ἐπειδὴ οἱ ὅσιοι ἐκλελείπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων.

v. 6. Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ.

Ἐὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Ἢ καὶ οὕτως· οἱ πτωχοὶ δι’ ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις.

v. 8, 9. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς... Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν.

Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθείαν περιπατοῦσι. Διὰ τοῦτό φησι· Φυλάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ, οὗτοι δ’ ἂν εἶεν ἀντικείμεναι δυνάμεις.

Psalm 12

v. 1. Εἰς τό τέλος, ψαλμός τῷ Δαυίδ.

Ὑπόθεσις Εὐσεβίου. Διὰ τό τέλος, τό παρὰ τῷ Θεῷ, πάντα τὰ πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος καρπός ὁ τῶν πόνων, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς γνησίως ἀγωνιζομένοις προξενῶν. Ἐπεὶ τοίνυν καὶ ὁ Δαυὶδ τούτων εἷς ἦν, εἰς μὲν τὸ τέλος τῷ Θεῷ τὸν ψαλμόν καὶ τὴν ᾠδὴν ἀνέπεμπε. Κατὰ δὲ τὴν ἀρχὴν, ὡσανεὶ ἔτι ἀγωνιζόμενος, τὰς πρώτας προέφερε φωνάς

v. 2. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τό πρόσωπόν σου ἀπ’ ἐμοῦ; Vatic. p. 650, 2.

Τοῦ αὐτοῦ. Διδάσκων, τῆς μνήμης τοῦ Θεοῦ καιρῷ τινι ἀποπεπτωκέναι [τὴν λήθην]· (λήθην γὰρ ὁ Θεός ποιεῖται τῶν λανθανόντων αὐτοῦ· λανθάνει δὲ αὐτοῦ πᾶς ὁ ἁμαρτάνων)· ἀλλὰ καὶ ἐπεὶ ἀποστρέφει τὸ πρόσωπον αὑτοῦ ἀπό τῶν αἰσχρόν τι πραττόντων ἀναξίως τῶν αὐτοῦ ὀφθαλμῶν, τουτέστι τῆς θεωρητικῆς καὶ ἐπισκοπικῆς αὐτοῦ δυνάμεως, βιούντων μεγάλως φροντιζόντων περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ἀγωνιῶν ἐφ’ οἶς ἑαυτῷ συνῄδει, πληττόμενός τε ὑπὸ τοῦ συνειδότος, καὶ τὴν ψυχὴν ὑπὸ λογισμῶν ἀνιώμενος, ἐπιλέγει·

v. 3. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;

Τοῦ αὐτοῦ. Ἀνθ’ οὗ ὁ Σύμμαχος ρμήνευσεν εἰπών· Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ’ ἡμέραν. Ταῦτα δὲ, φησὶν, ἐγράφη εἰς νουθεσίαν ἡμῶν, ὅπως καὶ αὐτοὶ, διαθέσει τοῦ ταῦτα εἰρηκότος, εἰ γένοιτο ἡμῖν χρεία μετανοίας καὶ ἐξομολογήσεως ἐπί τισιν οὐκ ὀρθῶς ἡμῖν πεπραγμένοις, ταῖς αὐταῖς χρησώμεθα μεθόδοις, ὥσπερ φαρμάκοις ψυχῆς σωτηρίοις, εὐκαίρως τοῖς παροῦσι λόγοις τῆς ἐξομολογήσεως χρώμενοι.

Psalm 13

v. 1. Διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Vatic. p. 650, 2.

Ἐλθὼν, φησὶν ὁ Κύριος, οὐδ’ ἕνα εὗρον χρηστότητος ἐργάτην, ἀλλ’ ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, ἀλλ’ οὐχὶ ἡ φαύλη ἔννοια τάχα διαφθείρει, ἀλλ’ αὐτὸ ταύτης ἐπιτέλεσμα τῆς ἐννοίας.

v. 3. Καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

Ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν. — Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

v. 4. Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου.

Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σαρκάς μου.

v. 6. Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι.

Δι’ ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλούσιος ὢν, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν.

Psalm 14

v. 3. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Vatic. p. 691, 1.

Ὁ ἀνεπιλήπτως βιῶν, ὀνειδισμὸν οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστας αὐτοῦ.

v. 5. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν τόκῳ.

Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς, ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ὄρει κατασκηνώσεως.

Ibid. Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τόν αἰῶνα.

Εὐσεβίου. Ὅ γε μὴν ὁμοῦ πάντα προκατηριθμημένα κατορθώσας, ἀντιτελὴς γενόμενος, καὶ πᾶν τό σῶμα τῆς κατὰ Θεὸν πολιτείας ὁλόκληρον, ὥσπερ καὶ ὑγιὲς καὶ πᾶσιν ἀγαθοῖς λόγων τε καὶ ἔργων ἀπηρτισμένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τόν αἰῶνα.

Psalm 15

v. 4. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Vat. 691, 2.

Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι’ αἱμάτων αὐτὰ συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προέρχεσθαι λατρείας, δι’ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας· πάλαι μὲν, φησὶν, ἐπ’ ἀξίαν τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκείνων· εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς ὀνομάζων.

v. 9. Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου.

Γλῶσσαν νῦν λέγει τὸ χάρισμα τοῦ Πνεύματος.

Psalm 16

v. 3. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός. Vatic. p. 691, 2.

Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δοκιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμασία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ἡ σκοτοῦται πταιομένη ψυχὴ λογική. — Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πρακτικῆς, τις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι’ αὐτῆς γεγυμνασμένοις.

v. 7. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κόρην ὀφθαλμοῦ.

Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ· Ἡ χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεοῦ. Χείρ δὲ εὐεργετικὴ Θεοῦ οἱ ἄγγελοί εἰσιν, δι’ ὧν προνοεῖται κόσμου τοῦ αἰσθητοῦ, οἶς ἀντίκεινται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

Psalm 17

v. 9. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. Vat. 632, 2.

Ὠργίσθη, φησὶ, καὶ κατέβαλεν τὸ πῦρ, δι’ οὗ πάλιν τοὺς ἀνθρώπους κατέφλεγεν. Ἄνθρακες, ὁ τῶν ἀποστόλων χορός τούτου γὰρ τοῦ πυρὸς κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς μεταλαβόντες, καὶ γλώσσας ἐπὶ τῶν κεφαλῶν πυρίνας δεξάμενοι, ἄνθρακες εἰκότως ἐχρημάτιζον, φωτίζοντες ὁμοῦ τὰ ἔθνη καὶ καθάροντες· ὅτι ταῦτα ἐγένετο, τοῖς ἑξῆς ἐπαγομένοις μάνθανε·

v. 10, 11. Καὶ ἔκλινεν οὐρανὸν, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβεὶν. Sic Vat. 633, 1.

Χερουβεὶμ ἑρμηνεύεται γνῶσις καὶ σύνεσις· εἰς τοὺς δικαίους οὖν λέγει.

v. 12. Καἱ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.

Ἔθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ,…

v.…

The complete text is available when the reading interface loads.