The Greek Library Author

Origen

Selecta in Genesim

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1862
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg048.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΕΚ ΤΟΥ Γ΄ ΤΟΜΟΥ ΤΩΝ ΩΡΙΓΕΝΟΥΕ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΞΗΓΗΤΙΚΩΝ (27).

Paragraph 1

Τῶν δὲ ἱερῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφʼ ἅπασαν διασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν, Ἀνδρέας δὲ τὴν Σκυθίαν· Ἰωάννης τὴν Ἀσίαν· πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσῳ τελευτᾷ· Πέτρος δʼ ἐν Πόντῳ καὶ Γαλατίᾳ, καὶ Βιθυνίᾳ, Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κεκηρυχέναι τοῖς ἐκ διασπορᾶς Ἰουδαίοις ἔοικεν· ὅς, καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν. Τί δεῖ περὶ Παύλου λέγειν, ἀπὸ Ἰερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ὕσπτερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος;

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.

Paragraph 2

Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα. Οὐ παραπεμπτέον (28) ὅτι σολοικισμὸς ἂν δόξειεν εἶναι κατὰ τὴν φράσιν τὸ, Εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα· οὐ γὰρ ἂν εὐχερῶς ἐφαρμόσαι τὸ σπεῖρον τῷ βοτάνην χόρτον. Πῶς δὲ καὶ χωρὶς σολοικισμοῦ νοεῖσθαι δύναται, τῶν πλείστων ὑποληψομένων τὸ σπεῖρον πρὸς τὸ βοτάνην χόρτου λέγεσθαι; Ἔστι δὲ, ὑποδιαστολῇ χρησάμενον μέσης στιγμῆς, οὕτως ἀναγνῶναι· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ διαστήσαντα ἐπενεγκεῖτ tera Regia habet ut Theodoreti. Origenis tamen esse vix dubitarim quippe quod Procopius excripserit in hunc Genescos locum. τὺ, σπεῖρον σπέρμα κατὰ γένος· ἵνʼ ᾖ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, κατὰ γένος σπεῖρον σπέρμα· ἐπιφερομένου ἐπὶ τὸ γένος τοῦ σπεῖρον σπέρμα.

Paragraph 3

Aὐξάνεσθε καὶ πληθόνεσθε. Σημαίνει (29) ἡ μὲν αὔξησις τὴν εἰς μέγεθος ἐπίδοσιν, τὸ δὲ πληθύνεσθαι τὴν ἐκ τῆς μίξεως εἰς πλῆθος διαδοχήν.

Paragraph 4

Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα ἡμετέραν καὶ καθʼ όμοίωσιν. Προδιαληπτέον (30) πρότερον, ποῦ συνίσταται τὸ κατʼ εἰκόνα, ἐν σώματι ἢ ἐν ψυχῇ. Ἴδωμεν δὲ πρότερον οἶς χρῶνται οἱ τὸ πρῶτον λέγοντες· ὧν ἐστι καὶ Μελίτων (31) συγγράμματα καταλελοιπὼς περὶ τοῦ ἐνσώματον εἶναι τὸν Θεόν. Μέλη γὰρ Θεοῦ ὀνομαζόμενα εὑρίσκοντες, ὀφθαλμοὺς Θεοῦ ἐπιβλέποντας τὴν οἰκουμένην, καὶ ὦτα αὐποῦ εἶναι εἰς δέησιν δικαίων ἐπινενευκότα, καὶ, Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· καὶ, Τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, καὶ βραχίονα Θεοῦ, καὶ χεῖρας, καὶ πόδας, καὶ δακτύλους, ἄντικρυς φάσκουσι ταῦτα οὐχ ἕτερόν τι διδάσκειν ἢ τὴν μορφὴν τοῦ Θεῦ. Πῶς δὲ, φασὶ, καὶ ὥφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ Μωσῇ, καὶ τοῖς ἀγίοις, μὴ μεμορφωμένος; μεμορφωμένος δὲ, κατὰ ποῖον χαρακτῆρα ἢ τὸν ἀνθρώπινον; καὶ συνάγουσι μυρία ῥητὰ μέλη ὀνομάζοντα Θεοῦ. Πρὸς οὓς ἀγωνιστέον πρῶτον ἀπὸ τῆς λέξεως· ἀντιπαραβαλοῦμεν δὲ ῥητὰ τοῖς πλέον τοῦ γράμματος μηδὲν ἐπισταμένοις, ἐναντιούμενα αὐτῶν τῇ ὑπολήψει· ἐκ μὲν τοῦ Ζαχαρίου, ὅτι Ἑπτὰ ὀρθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντεϲ ἑαὶ πᾶσαν τὴν γῆν. Εἰ δὲ ἑπτὰ ἔχει ὀφθαλμοὺς ὁ Θεὸς, ἡμεῖς δὲ δύο, οὐ κατʼ εἰκόνα αὐτοῦ γεγόναμεν. Ἀλλὰ καὶ ἡμεῖς μὲν οὐκ ἐπτερυγώμεθα, περὶ δὲ Θεοῦ λέγει ἐν ἐνενηκοστῷ ψαλμῷ, ὅτι ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ ἐκεῖνος μὲν πτέρυγας ἔχει, ἡμεῖς δέ ἐσμεν ζῶον ἄπτερον, οὐ κατʼ εἰκόνα Θεοῦ γέγονεν ὁ ἄνθρωπος. Πῶς δὲ ὁ σφαιροειδὴς οὐρανὸς καὶ ἀεὶ κινούμενος θρόνος εἶναι δύναται, ὡς ὑπολαμβάνουσι, τοῦ Θεοῦ; Ἀλλὰ καὶ ἡ γῆ πῶς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ; Ἀπαγγελλέτωσαν ἡμῖν. Ἆρα γὰρ τὸ ἀπὸ γονάτων μέχρι τῶν βάσεων σῶμα τοῦ μεταξὺ οὐρανοῦ καὶ γῆς περιέχοντος, ἐν μέσῳ δὲ οὕσης τῆς γῆς τοῦ παντὸς κόσμου, καὶ περιεχομένης ὑπʼ αὐτοῦ, ὡς γραμμικαῖς ἀποδείξεσι παρίσταται, παρʼ ἡμῖν εἰσιν αἱ βάσεις τοῦ Θεοῦ ἢ παρὰ τοῖς ἀντίχθοσι; Καὶ ὅλην τὴν οἰκουμένην ἡμῶν πεπληρώκασιν, ἢ καὶ πλέον τι ἐπιλαμβάνουσιν, ἢ ἔλαττόν τι; Διεστήκασιν οἱ πόδες αὐτοῦ διὰ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς, ἢ καὶ τοῖς ὕδασιν ἐπιβαίνουσι; Πῶς δὲ οὗ ὁ τηλικοῦτος οὐρανὸς θρόνος, καὶ ἡ γῆ ὑπο 59 Gen. I. 22. 60 Gen. I, 26. 61 Psal. c, 62. 62 Psal. XXXIII, 16. 62 Gen. VIII, 2I, 64 Isa. I, 20. 65 Ζach. IV, 10. Psal. XC, 4. (29) Σημανει, etc. Exstat hoc scholion in iisdem schedis Comubelisianis exscriptum e Catena ms. Monspeliensi. (30) Προδιαληπτέον, etc. Integrum hocce fragmentum habetur apud Theodoretum quæst. 20 i Genes., et Origeni etiam tribuunt schedæ Combefisianæ. (31) Μεαλίτων, etc. Hinc certo discere est quodnam fuerit argumentum operis cui Melito titulum fecerat Περὶ ἐνσωμάτου Θεοῦ, ut legitur apud Eusebium lib. IV Hist. eccl., eap. 26, et apud Hierokymum Vir. ittustr., cap. 24. Certe Origenes Meli πόδιιον τῶν ποδῶν, ἐν μόνῳ τῷ παραδείσῳ εὐρίσκεται περιπατῶν, ἢ ἐν τῇ κορυφῇ τοῦ Σινᾶ φαίνεται τῷ Μωσῇ; Καὶ πῶς ταῦτά τις περὶ Θεοῦ δοξάζων οὐ μωρὸς λεχθήσεται;

Paragraph 5

ἷτα πολλὰ πρὸς ἀνατροπὴν εἰπὼν τῆς τοαύτης δόξης ἐπάγει.

Paragraph 6

Ὁ δὲ φάσκων τὸ κατʼ εἰκθ΄να (32) μὴ ἐν σώματι εἶναι, ἐν δὲ τῇ λογικῇ ψυχῇ, παραστήσει οὐκ εὐκαταφρόνητον δόγμα, καταλαβὼν τίνες δυνάμεις εἰσὶν αὐτῆς. Ἡ γὰρ γνωστικὴ δύναμις ἡ ἐν τῷ ἀνθρώπῳ, κριτική τε καὶ εὐποιητικὴ, δικαιοπρακτική τε καὶ ἐῤῥωμένη (33), καὶ ἀπαξαπλῶς παντὸς καλοῦ ἐπιτελεστικὴ, κατʼ εἰκόνα ὑπὸ τοῦ Θεοῦ γεγόνασιν αὐτῷ. Ὁτι δὲ τὸ κατʼ εἰκόνα αἱ πράξεις χαρακτηρίζουσι, καὶ οὐχὶ ἡ τοῦ σώματος μορφὴ, σαφῶς ὁ Ἀπόστολος Β ἐν τῇ πρὸς Κορινθίους φησί· Καθὼς ἐφορέσαμεν τὴν είκόνα τοῦ χοῖκοῦ, οὕτως φορέσωμεν κιά τὴν εἰκόνα τοῦ ἐποτρανίου. Εἰκόνα μὲν γὰρ φορεῖ χοῖκὴν ὁ κατὰ σάρκα ζῶν, καὶ ποιῶν τὰ ἔργα τῆς σαρκός· εἰκόνα δὲ τοῦ ἐπουρανίου ὁ τῷ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατῶν. Καὶ ἐν ἑτέρᾳ δὲ ἐπιστολῇ διδάσκων ὡς δεῖ βιοῦν, ἐπιφέρει ταῖς ἐντολαῖς τὸ, Ἴνα γένησθε κατʼ εἰκόνα τοῦ κείσαντος. Κύριος μακρόθυμος, καὶ ὁ μακρόθυμος ἄνθρωπος ἔχτι τὸ κατʼ εἰκόνα Θεοῦ. Δίκαιος καὶ ὅσιος ὁ Κύριος, καὶ οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Οὐκοῦν ὁ ἀγαπῶν δικαιοσύνην καὶ ὁσιότητα, καὶ πράττων καὶ τηρῶν τὴν ἐντολὴν τοῦ Σωτῆρος τὴν, Γίνεσθε οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστὶ, καὶ, Γίεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράτνιος τέλειός ἐστιν, εἰκὼν γίνεται κατὰ πάντα τοῦ Θεοῦ.

Paragraph 7

Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καῖ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν ἐῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Τηρητέον (34) δὲ, ὅτι ἐν τῷ καταλόγῳ τῆς τῶν ξώων δημιουργίας, ἄλλα τὰ κήτη, καὶ ἅλλα ἑρπετὰ ψυχῶν· καὶ ὡς ἄρχειν νῦν τῶν ἰχθύων τῆς θαλάσσης ὁ ἄνθρωπος λέγεται, σεσιώπηται δὲ τὸ τῶν κητῶν γένος καὶ τὸ τῶν θηρίων. Οὐ γὰρ μάτην δεῖ νομίζειν μὴ προστίθεσθαι καὶ ταῦτα, δυναμένου ἀναγεγράφθαι· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τῶν κητῶν τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν. Καὶ D ἐπίστησον, εἰ δυνατὸν διὰ τὸ σεσιωπῆσθαι , μὴ πάντα τὰ ζῶα διὰ τὸν ἄνθρωπον γεγονέναι, ἀλλὰ ταῦτα , ὧν ἄρχειν λέγεται, ἰχθύας θαλάσσης, καὶ πετεινὰ οὐρανοῦ, καὶ κτήνη τῆς γῆς, τάχα δὲ καὶ τὰ ἑρπετὰ τῆς γῆς, διὰ τὰς ἀναγκαιοτάτας τῶν φαρμάκων χρείας ἀπʼ αὐτῶν τελουμένας· οὐ μέντοι διὰ τὸν ἄνθρωπον ταῦτα ἐγεγόνει τὰ κήτη τὰ μεγάλα καὶ τὰ θηρία τῆς γῆς. Ἧ γὰρ ἂν προσετέθη τῇ δεδομένῃ ἐξουσίᾳ τῶν ἀνθρώπων καὶ ἡ τούτων ὀνομασία. Οὐχ εὑρίσκομεν δὲ ἐν τῇ Γραφῇ τὸ τῶν ὄφεων γένος ἐν ἑρπετοῖς τεταγμένον, ἀλλʼ ἐν θηρίοις. Ὁ 70 Matth. v, 48. Gen.I, 28. Gen. III, 2. ἐρωμένη, quod non videtur necessarium. (34) Τηρητέον δέ, ete. Exhibent hoc fragmentum schedre Comubel. γὺρ ὄφις, σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς· καὶ ταῦτα φάγεσθε ἀπʼ αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν άκρέδα κοὶ τὰ ὅμοια αὐτῇ, καὶ ἀττάκην καὶ τὰ δμοια αὐτῷ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῶ καὶ πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἶς εἰσι εἰσι τέσσαρες πόδες, βδέλυγμα ὑμῖν ἐστι, καὶ ἐν τσύτοις μιανθήσεσθε. Οὐκ ἄρχει τοίνυν ἄνθρωπος οὕτε τῶν κητῶν τῶν μεγάλων οὕτε τῶν θηρίων, τάχα τὴν ἀρχὴν οὕτε διʼ αὐτὸν γεγενημένων. Τὸ δὲ ὅμμσιον τοῖς ἐνθάδε ἀναγεγραμμένοις ὑπὸ τὴν ἐξουσέαν τοῦ ἀνθρώπου ἐν τῷ ηʼ ψαλμῷ λέγεται· Πάντα ὑσπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα καὶ βόλες ἁπάσας, ἔτι δέ καὶ τὰ κτήνη τοῦ πεδίου· τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θα- λάσσης, τὰ δαπορευόμενα τρίβους θαλασσῶν. Κἀνταῦθα γὰρ τὰ κήτη καὶ τὰ θηρία σεσιώπηται.

Paragraph 8

Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἔκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν. Ἤδη τινὲς (35) ἄτοπον ὑπολαμβάνοντες τὸν Θεὸν δίκην οἰκοδόμου μὴ διαρκέσαντος χωρὶς ἡμερῶν πλειόνων πληρῶσαι τὴν οἰκοδομὴν, ἐν πλείοσιν ἡμέραις τετελεκέναι τὸν κόσμον, φασὶν ὑφʼ ἓν πάντα γεγονέναι, καὶ ἐντεῦθεν τοῦτο κατασκευάζουσιν· ἕνεκεν δὲ τάξεως οἴονται τὸν κατάλογον τῶν ἡμερῶν εἰρῆσθαι καὶ τῶν ἐν αὐταῖς γενομένων. Πιθανῶς δʼ ἂν πρὸς τοῦτο κατασκευαζομένῳ χρήσαιντο ῥητῷ, τῷ· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Paragraph 9

Αῦτη ἢ βιβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾖ ἡμέρᾳ ὅτε ἐποίησε Κύριος ό Θεός τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ, βέβλος (36), ἐν τῷ τόπῳ τούτῳ καθόλου οὐ κεῖται παρʼ Ἑβραίοις· ἀλλʼ ἔστι πλάνη Ἑβραίου γραφέως, πλανηθέντος ἐν τῇ πλάνῃ ἐκείνου, ἐν ᾦ κεῖται παρὰ μὲν Ἀκύλᾳ· Τοῦτο βιλέον γοινημάτων Ἀδάμ· παρὰ δὲ τοῖς Ο΄· Αὕτη ἠ βέβλος γενέσεως ἀνδρώπων. ᾿ῼήθη γὰρ καὶ ἐν τούτῳ τῷ τόπῳ βιβλίον παραλελεῖφθαι, καὶ οὕτως αὐτὸ προσέθηκε.

Paragraph 10

Καὶ ἐρφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ αετὰ ἀνατολὰς, καὶ ἔθτο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς 73 Αct. XXVIII, 4. 74 Levit. XI, 21 seqq. 4. 79 ibid., 8 et 9. (35) Ἤδη τανές, etc. Origenis esse hoc fragmentum, quod ei etiam lribuunt schedæ Combefisianæ, suadent ea quæ ipse habet lib. IV De principiis: Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἑσπέραν τε καὶ πρωἶαν χωρὶς ἡλίου γεγονέναι, καὶ σελήνης καὶ ἄστρων, τὴν δὲ οἱονεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; Quis igitur sanus existrmabit primam et secundam et tertiam diem, et uesperam et mane sine sole, luna, et astris, et primam illam sine cælo fuisse ? Et quæ habet libro sexio contra Celsum, num. 60 Vide locum. Cæte βρῶσιν. Ὅταν ἀναγινώσκοντες (37) ἀναβαίνωμεν ἀπὸ τῶν μύθων καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς. ζητῶμεν τίνα τὰ ξύλα ἐστὶν ἐκεῖνα, ἂ ὁ Θεὸς γεωργεῖ· λέγομεν, ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ.

Paragraph 11

Τοῦ αὐτοῦ. Τέθειται ἐν τῇ ἑρμηνείᾳ (38), κῆπον ἐν Ἐδέμ, αὐτῇ χρησαμένῳ τῇ Ἐβραῖκῇ λέξει. Ἔστι μὲν οὗν ἑρμηνεία τοῦ Ἐδὲμ κυρίως ἡδύ. Οὐκοῦν παραδεδώκασιν Ἑβραῖοι, ὅτι ὁ τόπος ἐν ᾧ ἐφύτευσεν τὸν παράδεισον ἢ τὸν κῆπον Κύριος, ὁ Θεὸς, Ἐδὲμ καλεῖται· καὶ φασὶν αὐτὸν μέσον εἶναι τοῦ κόσμου, ὡς κόρην ὀφθαλμοῦ· διὸ καὶ τὸν ποταμὸν τὸν Φεισων, ἑρμηνεύεσθαι στόμα κόρης, ὡς ἐκ τοῦ Ἐδὲμ ἐκπορευομένου τοῦ ποταμοῦ τοῦ πρώτου. Ὅ δὲ παραδιδόασιν, τοιοῦτόν ἐστιν· Ἐδὲμ, ὃς ἑρμηνεύεται ἡδὺ, ἦν πρὶν τὸν κῆπον γενέσθαι· ἐν αὐτῷ γὰρ καὶ ὁ κῆπος ἐφυτεύθη.

Paragraph 12

Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν. Ὅτε ἀλλοιοῦται (39) ὑπὸ τῆς ἀρετῆς ἡμῶν τὸ στόμα, καὶ κυριεύει ἡ ψυχὴ καλὰ νοήματα, τότε τρέφει καλὰ δόγματα· ἅπερ αἰνιττόμενος ὁ λόγος εἶπεν, χρυσίον καλόν. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Αἰθοπίας. Αἰθιοπίας (40), ἥτις ἐστὶ Ἐβραῖστὶ Χοῦς· σημαίνει καὶ σκότωσιν. Ἀπὸ οὖν τῆς Αἰθιοπίας, τουτέστιν ἀπὸ τοῦ Χοῦς, διὰ τὸ σκοτῶδες τῆς χροίας,· ἧς ἔσχε παρὰ τοὺς λοιποὺς ἀδελφούς.

Paragraph 13

Καὶ ἔθτο αὐτὸν ἐν τῷ παραδείσῳ. Οἱ ἀναγεννώμενοι (41) διὰ τοῦ θείου βαπτίσματος ἐν τῷ παραδείσῳ τίθενται, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ, ἐργάζεσθαι τὰ ἔνδον ὄντα ἔργα πνευματικά· καὶ ἐντολὴν λαμβάνουσι πάντας ἀγαπᾷν τοὺς ἀδελφοὺς, καὶ τὸν ἐρχόμενον καρπὸν διʼ ὑπομονῆς ἐσθίειν, κατὰ τὸ εἰρημένον· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. Παραβαίνει δέ τις τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος ὁ τοῖς ὄφεως λογισμοῖς χρησάμενος. καὶ ἀγαπῶν τοὺς μὲν ὡς χρηστοὺς, τοὺς δὲ ὡς πονηροὺς μισῶν· ὅπερ ἐστὶ τὸ ξύλον τοῦ γινώσκειν καλόν· οὗ ὁ ἀπογευσάμενος κατʼ ἄδειαν ἀποθνήσκει· οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισήσαντος. Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπʼ ἀπτωλείᾳ ζώντων· οὕτε κινεῖται πάθει ὀργῆς, οὐδὲ ἐπινοτῖ πρᾶγμα εἰς ἄμυναν, οὐδὲ ἀλλοιοῦται πρὸς τὴν ἑκάστου ἀξίαν ἔξιν, ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησιν, ὑπὸ νόμῳ πνευματικῷ κρίνεσθαι προορίσας. Διὰ τοῦτο οὖν λέγει τῷ Ἀδάμ· Ἧ δʼ ἂν ἡμέρᾳ σάγητε, θανάτῳ ἀπολανεῖσθε. Καὶ οὕτω δὲ ἑκάστῳ τῷ πράγματι καλοῦ τε καὶ κακοῦ φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμεν· καὶ οὐκ ἐπινοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον.

Paragraph 14

Καὶ ἐκοίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῆ γντιικὶ αὐτοῦ γιτῶναϲ δερματίνοιϲ, καὶ ἐνέδυσεν αὐτούς. Τί δεῖ νοεῖν (42) τοὺς δερματίνους χιτῶνας; Σφόδρα μὲν οὗν ἠλίθιον καὶ γραῶδες, καὶ ἀνάξιον τοῦ Θεοῦ, τὸ οἴεσθαι ζώων τινῶν περιελόντα δέρματα τὸν Θεὸν, ἀναιρεθέντων, ἢ ἄλλως πως ἀποθανόντων, πεποιηκέναι σχήματα χιτώνων, καταῤῥάψαντα δέρματα δίκην σκυτοτόμου. Πάλιν τε, φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι ἢ τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον, οὐ μὴν σαφὲς ὡς ἀληθές. Εἰ γὰρ οἱ δερμάτινοι χιτῶνες σάρκες καὶ ὀστέα εἰσὶ, πῶς πρὸ τούτων φησὶν ὁ Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, κοὶ σὐρξ ὲκ τῆς καρτόϲ μου; Ταύτας οὖν τὰς ἀπορίας περιιστάμενοί τινες, δερματίνους χιτῶνας τὴν νέκρωσιν, ἣν ἀμφιέννυνται ὁ Ἀδὰμ καὶ ἡ Εὕα, διὰ τὴν ἁμαρτίαν θανατωθέντες, ἀπεφήναντο τυγχάνειν. Οὐ πάνυ τι οὐδὲ αύτοὶ εὐχερῶς δυνάμενοι παραστῆσαι, πῶς ὁ Θεὸς, καὶ οὐχὶ ἁμαρτία, νέκρωσιν ἐμποιεῖ τῷ παραβεβηκότι. Πεὸς τούτοις ἀνάγκην ἔχουσι λέγειν σάρκα καὶ ὀστέα τῷ ἰδίῳ λόγῳ μὴ εἶναι φθαρτὰ, εἴγε ὕστερον τὴν νέορωσιν οἱ πατέρες ἡμῶν διὰ τὴν ἁμαρτίαν εἰλήφασιν. Ἀλλʼ εἰ καὶ ὁ παράδεισος θεῖόν τι χωρίον ἐστὶ, λεγέτωσαν πῶς ἕκαστον ἐκεῖ τῶν μελῶν μὴ μάτην δεδημιουργημένον τὴν οἰκείαν ἐνέργειαν ἐνήργει. Περὶ μὲν οὖν τοῦ μυκτῆρα λέγεσθαι παρὰ τῷ Ἀκύλᾳ καὶ Συμμάχῳ, ἢ πρόσωπον παρὰ τοῖς Ἑβδομήκοντα τοῦ πεπλασμένου, εἰς ὅ ἐνεφύσησεν ὁ Θεὸς πνοὴν ζωῆς, λεκτέον, ὅτι οὐ δεῖ περιέχεσθαι τοῦ γράμματος τῆς Γραφῆς ὡς ἀληθοῦς, τὸν δὲ κεκρυμμένον θησαυρὸν ἐν τῷ γράμματι ζητεῖν.

Paragraph 15

Καὶ ἔταξε τὰ χερουβίμ. Οὐ μόνον (43) τὰ λειτουργικὰ πνεύματα φυλάσσουσι τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, ἀποστελλϲμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἀλλὰ καὶ ἐναντίαι δυνάμεις φυλάττουσι, κωλύουσαι τοὺς βουλομένους προσπορευθῆναι τῷ ξύλῳ τῆς ζωῆς.

Paragraph 16

Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· ἀιέλθωμεν εἰς τὸ πεδίον. Ἐν τῷ Ἑβραϊκῷ (44) τὸ λεχθὲν ὑπὸ τοῦ Κάϊν πρὸς τὸν Ἄβελ οὐ γέγραπται· καὶ οἱ περὶ Ἀκύλαν ἔδειξαν, ὅτι ἐν τῷ ἀποκρύφῳ φασὶν οἱ Ἑβραῖοι κτῖσθαι τοῦτο ἐνταῦθα κατὰ τὴν τῶν Ἑβδομήκοντα ἐκδοχήν.

Paragraph 17

Καὶ εἶπε Κάϊν πρόϲ Κύριον τὸν Θεόν· Μεζων ἡ ἀμμαρτία μου τοῦ ἀφεθῆναί με. Οὐ διεῖλεν ὀρθῶς (45)· τῆς θείας νομοθεσίας κατεφρόνησεν· ἀπέκτεινεν ἀδελφόν· ἀπέκτεινε πρὸς τούτῳ καὶ δίκαιον· ἐψεύσατο· θάνατον ἡτήσατο ἐν ἀπευδοκιμήσει ζωῆς καὶ μετανοίας.

Paragraph 18

Καὶ ἐγέννησε καιὰ τὴν ὶδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Πρὸς τοὺς οἰομένους (46) ἄλλην μὲν εἶναι τὴν εἰκόνα τοῦ Θεοῦ, ἄλλον δὲ τὸν κατʼ εἰκόνα, λεκτέον, εἰ ἄλλος μὲν ὁ Ἀδὰμ, ἄλλος δὲ ἡ εἰκὼν αὐτοῦ· καὶ εἰ τρίτος κατὰ τὸν οὗ κατʼ εἰκόνα ὁ Ἀδάμ. Χρήσονται δὲ τῷ· Κύριε, ἐν τῇ πόλει σου τὴν εὶκόνα αὐτῶν ἐξουδενώσεις· καὶ τῷ· Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Σητητέον δὲ τίνι διαφέρει ἡ ἰδέα Ἀδὰμ τῆς εἰκόνος αὐτοῦ (47).

Paragraph 19

Εὐηρρέστησε δέ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γετνῆσαι αὐτὸν τὸν Μαθουσαλά. Εἰ μετὰ τὸ γεννῆσαι (48) τὸν Μαθουσάλα εὐηρέστησε, πρὸ τούτου κατὰ τὴν Γραφὴν οὐκ ἦν εὐάρεστος. Δῆλον, ὅτι ἐκ μετανοίας εὐηρέστησεν, ὅτε ἐγέννησεν τὴν τοῦ θανάτου ἐξαποστολὴν, ὃν εἶχον πρὶν γεννῆσαι αὐτόν.

Paragraph 20

Καὶ εἷπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὐ προσώπου τῆς γῆς. Οὐχ ἀπαξαπλῶς (49) ἀπαλείψω, ἀλλʼ ἀπὸ τῆς γῆς. Οὐ γὰρ πέφυκε παντελῶς ἀπαλείφεσθαι ὁ ποιηθεὶς, ἐπεὶ ὁ ποιηθεὶς κατʼ εἰκόνα Θεοῦ πεποίηται.

Paragraph 21

Αὗται δὲ αἰ γενέσεις Νῶε, καὶ τὰ ἐξῆς. Εἰ κοινότερον (50) ἐγράφετο ταῦτα, ἐχρῆν ἐπιφέρεσθαι τῷ, Αὖται αἱ γενεαὶ Νῶε, Νῶε ἐγέννησε τρεῖς υὶούς. Νῦν δὲ ἐτπὶ δικαιοσύνης ἡ γένεσις αὐτοῦ, προτέτακται μὲν τὸ, αὗται αἱ γενέσεις, ἐπιφέρεται δὲ τὸ, ἄνθρωπος δίκαιος ὤν.

Paragraph 22

Τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σήμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Περιέχει ἐν τοῖς ἔμπροσθεν (51), ὅτι Ἔξησε Λάμεχ ἔτη ἑκατὸν καὶ ὀνδοήκοντα καὶόκτὼ, καὶ ἐγέννησε Βωε. Καὶἔζησε Λάμεχ,μετὰτ γεννῆσαι αὐτὸν τὸν Νῶε, ἔτη πεντακόσια καὶ ἐξήκοντα καὶ πέντε· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἔτη ἐπτακόαια καὶ πεντήκοντα τρία, καὶ ἀπέθανε. Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγαννησε τρεῖς υἱούς. Καὶ εὑρίσκομεν ἐν τούτῳ διαφωνίαν ἐξήκοντα πέντε ἐτῶν τοῦ Νῶε. Ἀλλʼ ἐνταῦθα ἡ Γραφὴ λέγει, ὅτι τῷ Θεῷ εὐηρέστησε Νῶε, καθὼς γέγραπται καὶ περὶ τοῦ Ἑνώχ. Κἀκεῖνος γὰρ ὅτε εὐηρέστησε τῷ Θεῷ, τότε καὶ μετέθηκεν αὐτόν. Ὁμοίως οὖν καὶ τοῦ Νῶε τὰ πρὸ τῆς εὐαρεστήσεως ἐξήκοντα καὶ πέντε ἔτη οὐκ ἐλογίσατο αὐτῷ ἡ θεία Γραφή. Ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ οὐκ ἐλογίσθη εἰς ζωὴν τὰ ἐξήκοντα ἔτη τὰ πρὸ τῆς θεογνωσίας αὐτοῦ, καὶ τοῦ Ἐνὼχ ἔτη τριάκοντα· καὶ τοῦ Σαοὺλ ἔτη εἴκοσι, καὶ τοῦ Σολομῶντος ἔτη τεσσαράκοντα, καὶ τοῦ Ἐζεκίου ἔτη δέκα καὶ ἑπτά· ἀλλὰ καὶ περὶ τοῦ Μαθουσάλα εὑρίσκεται δια- φωνία ἐτῶν δεκαπέντε.

Paragraph 23

Ἐρθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· καὶ ἀπλήσθη ἡ γῆ ἀδικίας· καὶ εἶδε Κύρος ό Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη· ὅτι κατέφθειρε κᾶσα σὰρξ τὴν ὀδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Ἀδικία μὲν (53) φθείρει τὴν γῆν, δικαιοσύνη δὲ σώζει· καὶ ὀ ἁμαρτάνων, τὸ ὅσον ἐφʼ ἑαυτῷ, φθείρει τὴν γῆν. Οὐκ ἐν τῷ κατακλυσμῷ γέγονε κατεφθαρμένη ἡ γῆ ( τότε γὰρ ἀπελούσατο τὴν φθορὰν), ἀλλʼ ἐν τῇ ἀδικίᾳ. Ὃ δὲ κατέφθειρε τὴν ὀδὸν τοῦ Θεοῦ, οὐκ ἔστι πνεῦμα, ἀλλὰ σάρξ· Τὸ γὰρ φρόνημα τῆς σαρκός ἔχθρα εἰς Θεόν καὶ, Οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέσαι οὐ δύναντεει.

Paragraph 24

Δύο, δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν ἵν τρέφῃς μετὰ σεαυτοῦ. Ἄρσεν καὶ θῆλυ ἔσονται. Ἐπεὶ καθαροὺς (53) ἤθελε διαμένειν τοὺς εἰσελθόντας ἀνθρώπους εἰς τὴν κιβωτὸν ἀπὸ μίξεως, οὕτως αὐτοὺς εἰσάγει, κατὰ τὴν εἰσαγωγὴν κελεύων αὐτοῖς τὴν διατριβὴν ποιεῖσθαι τὴν ἐν τῇ κιβωτῷ. Οὐ γὰρ ἔπρεπε, τῶν ὁμοίων ἀπολλυμένων, τούτους κοίταις καὶ παιδοποιίαις σχολάζειν. Ὅτε μέντοι τὰ δεινὰ παρῆλθε, καὶ χρεία ἐκάλει τὴν γῆν ἀνθρώπων πληρωθῆναι, κατὰ γαμικὴν αὐτοὺς συζυγίαν ἐκβάλλει, λέγων· Ἔξελθε σὺ, καὶ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἰ γυναῖκες τῶν υίῶν σου.

Paragraph 25

Ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρός σέ ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ. θῆλυ· ἀεὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο, καὶ τὰ ἐξῆς. Ζητήσειέ τις ἂν (54) πῶς, μηδέπω τοῦ νόμου διαστειλαμένου καθαρὰ καὶ ἀκάθαρτα, ὡς εἰδότι τῷ Νῶε διαφορὰν ἀκαθάρτων ταῦτα λέγεται. Ὅθεν ἄξιον ἐπιστῆσαι μὴ κατὰ τὸ, Ὅταν ἔθνη τὰ μὴ νόμον ἐχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, ἢ ἀπὸ τοῦ φύσει νόμου ταῦτα ἠπίστατο ὁ Νῶε.

Paragraph 26

Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμός τοῦ ὕδατος ἐγένετο ἑαὶ τῆς γῆς. Μήποτε (55) πρὸς ἀνπιδιαστολὴν μέλλοντος κατακλυσμοῦ γενέσθαι πυρὶ πρόσκειται ἐνταῦθα, τοῦ ὕδστος.

Paragraph 27

Καὶ εἰσῆξλθον πρὸς Νῶε εἰς τὴν κβωτὸν δύο δύο ἀπὸ πιάσης σαρκός. Ὡς πρὸς τὸ ῥητὸν (56) ζητήσειέ τις ἂν διὰ τί οὐκ εἴρηται, τὰ μὲν ἀκάθαρτα δύο δύο, τὰ δὲ καθαρὰ ἑπτὰ ἑπτά· ἀλλὰ σεσιώπηκε τὰ καθαρά. Ὅρα δὲ μὴ ἀπολογία ἐστὶν ἐν τῷ, ἀπὸ πάσης σαρκὸς, ἀκαθάρτων μόνον δηλουμένων ἐν τῷ, ἀπὸ πάσης σαρκός.

Paragraph 28

Κοὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἷπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Ὁ Νῶε πῶς ηὕξήκει 57), καὶ ἐπλήθυνε, μήπω γεννήσας μετὰ κατακλυσμόν; μήποτε οὖν οὐ δεῖ σωματικῶς ἀκούειν τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε. Εἰ δὲ ἐνθάδε οὐ σωματικῶς διὰ τὸν Νῶε, δῆλον, ὅτι κατὰ βούλημα τοῦ πνευματικοῦ νόμου καὶ ἐν τῇ ἀρχῇ οὕτως.

Paragraph 29

Καὶ ό τρόμος κοὶ ό φόδος ὑμων· ἔσται ἐπὶ πᾶσν τοῖς θηρίοις τῆς γῆς· καὶ τὰ ἐξῆς. Βιάζεται μέν τις (58) κατὰ τὸ ῥητὸν φάσκων, πᾶν ζῶον φοβεῖσθαε βλέπον τὸν ἄνθρωπον, καὶ αὐτὰ τὰ ἐν ἐρημίαις θηρία. Μήποτε δὲ βέλτιον νοεῖν τὰς πονηρὰς δυνάμεις, τα ἄγρια θηρία τῆς γῆς, καὶ τὰ λοιπὰ εἴδη ἕτερα. πάσχειν ἀπὸ τοῦ δικαίου τὸν φόβον, καὶ τὸν τρόμον εἷναι ἐπὶ τοῖς τοιούτοις. Αἱ γὰρ πονηραὶ δυνάμεις φοβοῦνται τὸν δίκαιον.

Paragraph 30

Πλὴν ἐν αἴματι ψυχῆς οὐ φάγεσθε· παὶ γὰρ το ώμέτερον αἶμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω. Ἐκ χειρὸς πάντων τῶν· θηρίων ἐκδητήσω αὐτό. Ἀπεμφαίνοντος (59) τοῦ ῥητοῦ, λεκτέον, ὅτι θηρία δυνάμεις ἀντικείμεναί εἰσι, τῷ ἀμμαρτάσουσαν τὴν ψυχὴν ἀποθνήσκιν, ἀφʼ ὦν τῆς χειρὸς ἐκζητηθήσεται ὁ θάνατος τοῦ ἡμαρτηκότος. Δυνατὸν δὲ καὶ ἐπὶ. τῶν κτηνῶν αὐτὸ ἐκλαβεῖν, ἀφʼ ὧν τὸν κερατιστὴν ταῦρον λιθοβολεῖσθαι προσέταξεν.

Paragraph 31

Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὁ Θεὸς λέγει (60) Ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄν θρωπον· εἰκὼν δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου ὁ Σωτήρ. Θεὸς ἄρα καὶ κατὰ τὴν Γραφὴν ὁ Σωτήρ.

Paragraph 32

Ἡσαν δὲ οἱ υθοὶ Νῶε, οἱ ἐξελθ όντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰίχεῦ. Χὸμ δέ ἦν πατὴρ Χαναάν. Τί δήποτε, εἰποῦσα (61) ἡ ῥαφὴ, Καὶ ἦσαν οἱ υὶοὶ Νῶε ἐξερχόμενοι ἀπὸ τῆς αβωτοῦ, Σὴρ, Χἀμ. Τάφεθ, προσέθηκε· Καὶ Χὰμ οὖτος πατὴρ Χανναάν; Εἰ γὰρ ἐχρῆν μνημονεῦσαι τῶν υἱῶν, ἔδει πάντων, καὶ μὴ μόνου Χαναὰν· ὁ Χαναὰν καὶ αὐτὸς ἀσεβὴς ἐγένετο, ὡς ἡ ἱστορία δηλοῖ. Βουλόμενον οὖν τὸ πνεῦμα δεῖξαι τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν, τρόπον τινὰ ἀπαλλοτριοῖ τῆς τῶν ἀδελφῶν εὐσεβείας προσθήκῃ τοῦ, Χὰμ ἦν πατὴρ Χαναάν. Υἱοὶ μὲν γὰρ πάντες τοῦ Νῶε τῷ γένει· μόνος δὲ οὗτος οὐχ υἱὸς τῷ τρόπῳ, ἀλλὰ τοῦ ὁμοίου παιδὸς πατήρ. Διόπερ ἐμφαντικῶς κεῖται, Αὐτὸς πατὴρ Χαναὰν. Ἔφερε δὲ ὁ Ἑβραῖος ὁ ταῦτα εἰπὼν καὶ παράδοσιν τοιαύτην, ἐπενεγκὼν ἀπόδειξιν τῇ παραδόσει· Ὡς ἄρα ὁ Χαναὰν πρότερος εἶδε τὴν ἀσχημοσύνην τοῦ πάππου, καὶ ἀνήγγειλεν αὐτοῦ τῷ πατρὶ μόνῳ καταμωκώμενος ὥσπερ τοῦ γέροντος. Ὁ δὲ Χὰμ, δέον ὁμοίως τοῖς ἀδελφοῖς μὴ προσελθεῖν τῷ πατρὶ ἀσεβῶς, ἀλλὰ καὶ ἐπιπλῆξαι τῷ πρώτῳ θεασαμένῳ καὶ διαβάλλοντι, αὐτὸς δὲ καὶ πέπεισται, καὶ εἰσῆλθε, καὶ εἶδε, καὶ ἀνήνεγκε τοῖς ἀδελφοῖς. Καὶ ταῦτα δὲ δοκεῖ μῦθος εἶναι, εἰ μὴ τὸ τῆς ἀποδείξεως ἦν ἰσχυρόν· Καὶ ἐξπνίσθη γὰρ. φησὶ, Νῶε ἐκ τοῦ σπνου αὐτοῦ, καὶ ἔγνω ὄκα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Μικρότερος μὲν γὰρ υἱὸς αὐτοῦ ὁ Χὰμ οὐκ ἦν, ἀλλὰ δεύτερος. Σήμ γὰρ, φησὶ, καὲ Χὰμ, καὶ Ἰάφεθ. καὶ εἰ τὸν μικρὸν ἤθελε δεῖξαι, τὸν Ἰάφεθ ἂν ἔλεγεν. Ἐπειδὴ δὲ τοὺς ἐκγόνους υἱοὺς ἀεὶ λέγουσιν οἱ πάπποι, καὶ τοὺς μακρόθεν ἀπογόνους. 13 Gen.IX, 6. 16 ibid., 1. 17 Ibid., 24. Romana, aliæ vero ἀδέσποτον habent. (61) Τί δήποτε εἰποῦσα, etc. Exstat hoc fragmentum et apud Theodoretum quæst. 57 in Genes. et in schedis Combefisiauis. τὸν βραχύτατον τῶν ἐκγόνων τὸν Χαναὰν εἴρηκεν ἡ Γραφὴ ἐγνῶσθαι παρὰ τοῦ Νῶε, ὅτι αὐτὸς ἐποίησε ταῦτα. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, εὐθὺς ἐπάγει τὸ θεῖον λόγιον, καὶ εἶπεν· Ἐπικατάριτοϲ Χαναὰν, δόλος δούλων ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Εἰ δέ τις θαυμάζοι, τί δήποτε ὁ Χὰμ, καὶ. αὐτὸς ἀσεβὴς ὧν, τὴν αὐτὴν κατάραν οὐκ ἔσχε τῷ υἱῷ, ἐπιγνώτω ὡς, εἰ ἦν λελεγμένον τῷ Χὰμ, δοῦλος δούλων ἔσται, τῆς δουλείας μετέσχον ἂν καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς οἱ τοῦ Χαναὰν ἀδελφοὶ δοῦλοι ἐγένοντο κατὰ τὴν κατάραν, ὧν δοῦλος ἀπεφάνθη Χαναάν.

Paragraph 33

Οὐκ ἀποθανεῖται πᾶσα σὰρ ἔτι. Ὑπισχνεῖται μηκέτι (62) τὸν οἰκουμενικὸν ποιήσειν κατακλυσμὸν, ἐὰν ᾖ ἡ διάνοια τῶν ἀνθρώπων ἐκ νεότητος ἐγκειμένη ἐπὶ τὰ πονηρὰ, οὐκέτι οὕτως ἔχει πάσας τὰς ἡμέρας, ὥσπερ πρὸ τοῦ κατακλυσμοῦ. Νέμει γὰρ βραχεῖάν τινα συγγνώμην τοῖς νέοις διὰ τὸ τῆς ἡλικίας εὐόλισθον. Διόπερ, Οὐ μὴ προσθῶ, φησὶν, ἔτι παταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ὁ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· τουτέστι, Προοἴδα, ὅτι ἡ νεότης τοῖς ἐσομένοις εὐόλισθος ἔσται. Μὴ τοίνυν δείσητε. Διὰ τοῦτο γὰρ οὐκέτι ἐπάξω ὑμῖν ἀφανισμὸν παντελῆ.

Paragraph 34

Καὶ ξρξατο Νῶε ἄνδρωπος γεωργός γῆς, καὶ ἐφθτευσεν ἀμπτελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμρνώθη ἐν τῷ οἴκῳ σὐτοῦ. Οὐκ ῇδεῖ Νῶε (63) τὴν τοῦ οἴνου φύσιν, ὅτι μεθύσκει· καὶ τοῦτο μαρτυρεῖ ἡ Γραφὴ λέγουσα τὸ, ἥρξατο, κοὶ ἐγυμνώθη.

Paragraph 35

Τοῦ αὐτοῦ. Οἶνος γήῖνος γυμνοῖ τὸν νοῦν τῆς τῶν τοητῶν γνώσεως.

Paragraph 36

Τοῦ αὐτοῦ. Τοιοῦτος ἦν ὁ καρπὸς τοῦ ξύλου τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, οῆος ὁ οἶνος, ὁ τὸν Nῶε γυμνώσας.

Paragraph 37

Τοῦ αὐτοῦ. Εἰ καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ὁ Νῶε, ἀλλʼ ἐν τῷ οἴκῳ αὐτοῦ· ἁγίου γὰρ τὸ μὴ ἔξω τοῦ σἴκου αὐτοῦ γυμνοῦσθαι.

Paragraph 38

Οὖτος ἦν γέγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ὁ κυνηγὸς (64) οὐκ ἐπὶ δικαίων κεῖται νῦν· καὶ τήρει μήποτε οὐδὲ ἄλλοτε.

Paragraph 39

Χαά ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν, καὶ φωνὴ μία πᾶσι. Τοῖς μὴ νοοῦσι (65) τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσ μεν, καὶ διὰ τοῦτο ἀρνουμένοις ὑπόστασιν ἰδίαν Υίοῦ, προσοίσομεν τὸ, Ἧν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ σωνὴ μία πᾶσι. Ζητοῦντες δὲ διαφορὰν χείλους 18 Gen. IX, 25. 19 ibid., 11. 20 Gen. VIII, 21. 24 Joan. X, 30. (62) Υτισχνεῖται μηκέτι, etc. Ηunc locum pleræqu catenæ Diodoro trihuunt, at dun codd. Rcgii, ἰστέον, inquiunt, ὅτι τοῦτο πρῶτος εἴρηκεν Ὠριγένης. (63) Οὐκ ᾔδει Νῶε, etc. In schedis Comhefisii hoe et tria sequentia fragmenta Origeni tribuit calena Romana, aliæ ἀδέσποτα habent. (64) Ὁ κυνηγός, etc. Hoc scholion Origeni asseril catena Romana. (65) Τοῖς μὴ νοσῦσι, cte. Exscripsimus hoc fragmuentum e schedis Combefisii. Simile vero quidpiam καὶ φωνῆς, φήσομεν τὴν μὲν φωνὴν ἐπὶ τῆς διαλέκτου τάσσεσθαι, τάχα δὲ τὸ χεῖλος ἐπὶ τῆς διανοίας· ἢ τὸ ἔμπαλιν.

Paragraph 40

Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φσωνῆς τοῦ πλησίον. Γνώρισμα κακίας (66 ) τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτε ἦν πάντων τῶν πιστευόντων καρδία, καὶ ψυχὴ μία. Καὶ οὕτω τηρῶν τὴν Γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα. ὅπου διαίρεσις, καὶ διαφωνία, καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα.

Paragraph 41

Καὶ ἔξησε Θάῤῥα ἐβδομήκοντα ἔτη, κοὶ ἐγέννησε τὸν Ἀβρὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάμ. Τὸν πατέρα (67) τοῦ ἑορτάζοντος ἔθνους τὴν ἑβδομάδα ἐγέννησεν ὁ Θάῤῥα γενόμενος ἐβδομηκονταέτης. Ἐφίστημι δὲ μήπως τοὺς τρεῖς τριδύμους ἐγέννησεν. Ἁλλως γὰρ, ἐβδομηκονταέτης ὢν, οὐ δύναιτʼ ἂν τῶν τριῶν ἐκ μιᾶς γενέσθαι πατήρ. Ἀλλὰ καὶ οὐ δηλοῦνται πλείους αὐτοῦ γυναῖκες.

Paragraph 42

Καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαε ἐκεῖ, ὅτι ἐνίσχυσεν ὀ λιμὸς ἑαὶ τῆς γῆς. Ἀβραὰμ (68) οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρῴκει, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

Paragraph 43

Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Ὡς φαῦλοι (69) οἱ Χαναναῖοι κατῴκουν, καὶ οὐ παρῴκουν τὴν γῆν. Ὥστε φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν.

Paragraph 44

Εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεβιά· εἰ δὲ σὺ εἰς δεβιὰ, ἐγὼ εἰς ἀριστερά· καὶ τὰ ἐξῆς. Εἰ καὶ ἡ ἐκλογὴ (70) γέγονε συγχωρηθεῖσα ἀπὸ τῆς ἐπιεικείας τοῦ Ἀβραὰμ τῷ Λώτ· παρατηρητέον, ὅτι ὁ μὲν ἐκλεξάμενος οὐκ ἀπολαύει τῆς αὐτοῦ ἐκλογῆς, ὁ δὲ παραχωρήσας εὐλογημένον ἔχει τὸ καταλελειμμένον.

Paragraph 45

Ὁ δέ Θεὸς εἶπε πρός Ἀβρὰμ, μετὰ τὸ δαχωρισθῆναι τὸν Λὼτ ἀπʼ αὐτοῦ· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὖ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ δρᾶς, σοὶ δώσω αὐτήν. Ἔπεται (71) τοῖς κατορθοῦσι τὴν ἀρετὴν ἡ παρὰ τοῦ Θεοῦ παράκλησις. Μετὰ δὲ παραχωρῆσαι τῷ ἀδελφῷ τὴν αἴρεσιν, κἀκεῖνον τὸ κάλλιστον καὶ εὐφορώτατον ἐκλέξασθαι χωρίον, ἐπεφάνη ὁ Θεὸς τῷ Ἀβραὰμ, λόγοις παρακλητικοῖς καὶ χρησταῖς ὑποσχέσεσιν αὐτὸν ψυχαγωγῶν, μονονουχὶ λέγων· Γἧς ταύτης κατεφρόνησας τῆς ἐλαχίστης καὶ αἰσθητῆς· ἐγώ σοι δώσω τῶν πραέων τὴν γῆν τὴν ἐν χώρᾳ τῶν ζώντων. Ἀνάβλεψον γὰρ τοῖς τῆς διανοίας ὄμμασι. καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· τόπος δὲ τοῦ δικαίου ἡ ἀρετὴ, ἀφʼ ἦς τὰ ἐν ἐλπίσι καραδοκεῖ, καὶ τὰ ἀποκείμενα ἐν τοῖς οὐρανοῖς ἀπεκδέχεται. 28 Gen. XII, 10. 29 Gen. XIII, 7. 30 Cen. XIII, 9. (69) Ὡς φαῦλοι, cic. Eidem tribuitur in iisdem catenis. (70) Εἰ καὶ ἡ ἐιίογή, etc. Εxsctiptus dicitur hic locus e catena Romana in schedis Combefisii. (71) Ἔπεται, etc. Ex eadem catena et iisdem schedis Combefisii. Εἰ γὰρ μὴ τοῦτο ἦν, πόσην εἰκὸς ἦν αὐτὸν γῆν θεωρεῖν αἰσθητοῖς ὀφθαλμοῖς; ἢ ἕως τίνος ἀτενίσαι ἠδύνατο κύκλῳ περιθέων καὶ περιάγων τὴν ὄφιν;

Paragraph 46

Ἔλαβον δὲ τὴν ἴππον (72) πᾶσαν τὴν Σοδόμων. Ἵππον Σοδομῖται νῦν πρῶτον ὠνομασμένην ὡς φαῦλοι ἔχειν λέγονται.

Paragraph 47

Παραγενόμενος δέ τῶν ἀνασ ωθέντων τις, ἀπήγγαλεν Ἀβρὰμ τῷ περάτῃ. Περάτης καλεῖται ὁ Ἀβραὰμ, ἐπειδὴ ἀπὸ τῆς Χαλδαίων χώρας διαπεράσας τὴν Μεσοποταμίαν ἦλθεν εἰς τὰ μέρη τῶν Χαναναίων. Ἑρμηνεύεται δὲ καὶ τοῖς περὶ Ἀκύλαν Ἑδραῖος.

Paragraph 48

Καὶ εἶπεν αὐτῷ· Ἀνάβλτψον εἰς τὸν οὐρανὸν παὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαθιμῆσαι αὐτούς· οὕτως ἔσται τὸ σπέρμα σου. Τὰ γὰρ γεννήματά (73) φησι τῆς ψυχῆς τοῦ ἁγίου, καὶ πλήθει καὶ λαμπρότητι, ἅτε Θεοῦ συνεργήσαντος, τοσαῦτα καὶ τοιαῦτα γενέσθαι. Αὐτὰ παρίστησι τὴν θείαν εὐλογίαν.

Paragraph 49

Εἶπε δέ· ἐέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν ; καὶ τὰ ἐξῆς. Οὐκ ἦν (74) κατὰ τὸν πιστεύσαντα πίστιν λελογισμένην αὐτῷ εἰς δικαιοσύνην ἀπιστεῖν, ὡς ἅν τις οἰηθείῃ. Ἀλλὰ μήποτε πιστεύσας πρότερον, νῦν καὶ γνῶσιν αἰτεῖ τὴν περὶ τῶν πεπιστευμένων. Οὐ νομοθετεῖ δὲ τῷ Ἀβραὰμ θύειν ὁ Θεὸς, ἀλλʼ ἐπειδὴ οἱ παλαιότατοι τὰς ὁρκωμοσίας διὰ τούτων ἐβεβαίουν.

Paragraph 50

Τετάρτῃ δέ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Ἐτῶν υ’ (75) δόσις, εἰς τὸ πληθυνθῆναι μὲν τοῦ Ἀβραὰμ τὸ σπέρμα, γενέσθαι δὲ τὰ γενόμενα σημεῖα. Πῶς οὖν τὸ, Οὔπω ἀνεπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων; ἵνα δείξῃ, ὅτι εὐλόγως ἐκβάλλονται διʼ ἁμαρτίας. Καὶ γὰρ ὅταν λέγει, Μετεμελήην, οὐ τοῦτο λέγει ὅ πάσχει, οὕτε τοῦτο πάσχει ὃ λέγει, ἀλλὰ τὴν τοῦ γενομένου ἀτοπίαν παρίστησιν. Κοὶ μετʼ ὀλίγα Ἔπειτα ἦσαν πάλαι ἐν μὲν Παλαιστίνῃ δίκαιοι, ὁ Μελχισεδὲκ καὶ ἄλλοι πολλοί. Οὐ γὰρ ἦν ἀπλῶς ἱερεὺς μὴ ὄντων τῶν πειθομένων. Οὕπω οὖν ἀναπεπλήρωται ἀντὶ τοῦ, Οῦπω ἐκλέλοιπεν ὅσιος ἐξ αὐτῶν· οὕπω πεπλήρρωνται, καὶ τετελειωμένοι εἰσὶν ἁμαρτίαις. Δέκα γὰρ δίκαιοι ῥύονται τὴν πόλιν· τότε δὲ οὐκ ὀλίγοι ἦσαν.

Paragraph 51

Τααεινώσουσιν αὐτοὺς τετρακύσια ἔτη. Διὰ τί δὲ (76) περισσὰ ἔτη λέγει ὁ Ἀπόστολος λ΄ , τά τε τῆς Διαθήκης, ἥν ἐποιήσατο μετὰ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐξ Αἰγύπτου πορείας ἐν τῇ ἐρήμῳ, καὶ τῆς τοῦ νόμου δόσεως; Οὐ μάχεται τὰ ἐνταῦθα τοῖς ἐν τῇ Ἐξόδῳ γεγραμμένοις. Ἐκεῖ γὰρ εἴρηται, Μετὰ υλ΄ ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ τῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υ΄ φησίν. Ἀλλʼ ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐῤῥέθη, ὡς πληρωθέντων τῶν 32 Gen. XIV, 11. ibid., 13. 34 4 Gen. XV, 5. (72) Ἵππον, ete. Ex tribus catenis Regiis. (73) Τὰ γὰρ γεννήματα, etc. Ex catena Romana. (74) Οὐκ ἦν κατὰ, etc. Ex eadem catena Romana. υ΄ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υ΄ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λ΄.

Paragraph 52

Καὶ ἠτιμάσθη ἡ κυρία αὐτῆς ἐσνειτίον αὐτῆς. Ἐπίτηδες (77) οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετὴ, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ· οὐ πάντως ὑπὸ τοῦ Ἀβραὰμ, ἀλλʼ ἤτοι ὑπὸ τῆς παιδίσκης, ἢ τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν αὐτῆς.

Paragraph 53

Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἀβραάμ. Τὰς ἑρμηνείας (78) τῶν ὀνομάτων ζήτει· δυνάμει γὰρ ὠνομάσθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεών ἐστι, καὶ καταστάσεων, καὶ ποιοτήτων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ἐνομαζομένου.

Paragraph 54

Εἶπε δὲ Ἀβραάμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὖτος ζήτω ἐναντίον σοῦ. Ἐξαίρετόν τι (79) ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραὰμ, οὐκ ἀρκούμενος τῷ, ζήτω· διὸ προσέθηκεν· ἐναστίον σοῦ. Τὸ γὰρ ζῇν ἐναντίον Κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἀγίων μόνων.

Paragraph 55

Ἀβραὰμ δέ κοὶ Σάῤῥα πρεσβύτεροι προβεδηκότες ἡμερῶν. Μήποτε (80) ἐπὶ δικαίων μόνων τὸ, προβεβηκότες ἡμερῶν, τέτακται. τως ἔχει, οὐδεὶς φαῦλος προβέβηκε.

Paragraph 56

Καὶ ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συνσπαλἱσης δίκασον μετὰ ἀσεβοῦς. Ἐγκώμιον τοῦτο (81) τοῦ Ἀβραάμ. Δηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται. Τὸ δὲ ἐγγίσαι οὐ σωματικῶς νοητέον.

Paragraph 57

Λὼτ δὲ ἐκάθητο πσρὰ τὴν πύλην Σοδόμων. Οὐκ ἦν ἔνδον (82) Σοδόμων Λὼτ, ἀλλὰ παρὰ τὴν πύλην. Εἴποιμι δʼ ἂν αὐτὸς, ὅν τρόπον ἔξω τῆς σκηνῆς ὁ Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας· (μεσημβρία γὰρ ἦν·) οὕτως ὁ ἐκείνου συγγενὴς καὶ μιμητὴς τῶν τρόπων ἐκαθέζετο παρὰ τῇ πάλῃ, προτρεπόμενος τοὺς παριόντας, καὶ ἐσπέρας ἤδη καταλαβούσης· εἰδὼς μάλιστα τῶν ἐν Σοδόμοις τὴν ἀσέβειαν, καὶ ὡς οὐκ ἔστιν ἐκεῖσε τοῖς ξένοις ἀνάπαυσις.

Paragraph 58

Καὶ κατεβλάσατο κύτοὺς, καὶ εἰσῆ λθον εῖς τὸν οἶκον αὐτοῦ. Ἐπειδὴ (83) μὴ τοιοῦτος ἦν ὁ Λὼτ οἶος ὁ Ἀβραὰμ, διὰ τοῦτο, ὀκνοῦντες διελθεῖν πρὸς αὐτὸν, βίας χρᾐζουσιν.

Paragraph 59

Τοὺς δὲ ἄνδρας τοὸς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ. Ἐπʼ ἀγαθῷ (84) πατάσσονται ἀορασίᾳ οἱ κακῶς τῇ ὁράσει χρησάμενοι, καὶ εἰς τὸ ἁμαρτάνειν ἐμποδιζόμενοι ὑπὸ τῆς ἀορασίας.

Paragraph 60

Καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαεαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, κοὶ πάντα τὰ ἀνατέλλοντα 41 Gen. XVIII, 11. 42 ibid., 23. 43 Cen. XIX, 4. (82) Οὐκ ἦν ἔνδον, etc. Ex tribus calenis Regiis. (85) Ἐπειδή, etc. Ex schedis Combefisii. (84) Ἐπʼ ἀγαθῷ, etc. Ex schedis Combetisii. ἐκ τῆς γῆς. Ὁ Κύριος (85) οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσι, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν, οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς, ἐν αἷς ἐστι καὶ ἄμπελος, περὶ ἦς γέγραπται· Ἐκ γὰρ ἀμπέλου Συδόμων ἢ ἄμπελος αὐτῶν, καὶ ἡ κλημαεὶς αὐτῶν ἐκ Γομῤῥας.

Paragraph 61

Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ πίσω, καὶ ἐγένετο στήλη ἁλός. Οὐδὲν ὦνησε (86) τὴν γυναῖκα Λὼτ τὸ κεκρατῆσθαι ὑπὸ τῶν ἀγγέλων, εἰ καὶ ἐξῆλθεν ἔξω Σοδόμων, ἐπείπερ ἐστράφη εἰς τοὐπίσω.

Paragraph 62

Ἀθμέλεχ δέ οὐχ ἤψατο αὐτῆς. Ἔμφασιν ἔχει (87) τὸ, οὐχ ἥψατο, ὡς τὸ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἄπτεσθαι· ὅπερ ἐστὶ καὶ χωρὶς μίξεως κατὰ μηδὲν ἄλλο παθητικῶς, ἤτοι ἐνιδεῖν, ἢ ἅψασθαι γυναικός. Ὁ Θεὸς μέντοι οὐκ ἀφῆκεν ἅψασθαι τὸν Ἀβι. μέλεχ αὐτῆς· τάχα καὶ πάντα τὸν ἄκρως συμφρονοῦντα· θεόσδοτον γὰρ τὸ τοιοῦτον.

Paragraph 63

Καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δέ καὶ τὸ παιδάριον διελευσόμεθα ἔως ὧδε, καὶ προσκυνήσαντες ὑποστρέύομεν πρὸς ὑμᾶς. Ταῦτα εἶπε (88) λογισάμετος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ό Θεός.

Paragraph 64

Ἔλαβε καὶ Ἀβμαὰμ τὰ ξύλα τῆς ὀλοκαρπεώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υίῷ αὐτοῦ. Ἐπωμάδιον γὰρ (89) ἔχων τὸν οἰκεῖον σταυρὸν ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ πάθος, ἄλλʼ ἐκ…

Paragraph 65

Τδ…

The complete text is available when the reading interface loads.