The Greek Library Author

Origen

Fragmenta in Ezechielem

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg061.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 30

1. Cod. 221 a. Cap. XXX. 25. Βραχίονές εῖαι Φαραὼ ἡ κακία ἐν πράξει ἁμαρτίας, καὶ ἐν δόγμασιν ἀσεβείας τὸ φρόνημα τῆς σαρκός· οὓς βραχίονας ὁ Θεὸς συντρίβει ὡς ἀγαθός· ὁ Φαραὼ τοῦ διαβόλου ἐστὶ σύμβολον τοῦ ἄρχοντος τῆς ἐν ἀνθρώποις ἁμαρτίας. —Συντρίβει ὁ Κύριος τὸν βραχίονα τῶν ἁμαρτωλῶν, ἵνα μὴ δύνωνται ἐπιλαβέσθαι μαχαίρας.

Chapter 32

2. Cod. f. 229 a. XXXII. 6. Καὶ τοῦτο ἐν τοῖς μάλιστα τὴν ἀλληγορίαν δείκνυσι τῆς Γραφῆς· ὁ γοῦν Φαραὼ σωματικῶς οὐκ ἂν ἀπὸ τῶν προχωρημάτω αὐτοῦ ποτίσαι τὴν γῆν, ἀλλʼ ἡ σκυβαλώδης ἔκκρισις τοῦ ἀντικειμένου ποτίζει τὰ γήϊνα.

3. Cod. f. 222 b. XXXII. 23. Ὁ Ἑβραῖος ἐν μήκει λάκκου ἔχει· τὸ γὰρ ἰαρὴχ κατὰ τὴν Ἐβραίων φωνὴν δασέως προφερόμενον, καὶ μηρὸν, καὶ μῆκος σημαίνει· τὸ δὲ αὐτῆς πρὸς τὴν συναγωγὴν ἔχει τὴν ἐπίδοσιν· λάκκον οὖν καλεῖ τῆς ταφῆς τὸ βάθος· μῆκος δὲ, τῆς ταφῆς τὴν ἔκτασιν.

Chapter 44

4. Cod. f. 232 b. XLIV. 1. Πολλὰς πύλας διαγράφει ὁ υἱὸς τοῦ ἀνθρώπου Ἰεζεκιὴλ, καὶ περὶ ἑκάστης διηγήσατό τι· νῦν δὲ διηγεῖται τοῖς ἔχουσι ὦτα, περὶ τῆς πύλης τῶν ἁγίων τῆς βλεπούσης κατὰ ἀνατολάς· περὶ ἧς γέγραπται ὅτι ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, καὶ τὰ ἑξῆς. —Οὐ μόνον ὅτι Κύριος ὁ θεὸς τοὺ Ἰσραὴλ διέρχεται διὰ τῆς πύλης, κέκλεισται, ἀλλʼ ὅτι καὶ ὁ ἡγούμενος κάθηται ἐν ἐκείνῃ τῇ πύλῃ τοῦ φαγεῖν ἔναντι Κυρίου κατὰ τὴν ὀδὸν Αἱλὰμ, ὅπερ ἐρ μηνεύεται πρόθυρον πύλης. —Πύλη ἐστὶ κεκλεισμένι, τὰ μυστήρια τοῦ Θεοῦ τὰ ἀκατάκλειστα. — Ἡ γνῶσις κλεῖδα ἔχει, ὡς ὁ Κύριος λέγειτοῖς νομικοῖς· ἄρα πύλη ἐστὶ τοῖς μέν ἀνθρώποις κεκλεισμένη· τὰ γὰρ ἔνδον της πύλης ἐστὶν ὂ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε, καὶ τὰ ἑξῆς. — Ὅμοιον δὲ τῆς πύλης ταύτης ἔχει νοῦν καὶ τὸ γεγραμμένον ἐν τῷ Ἡσαΐᾳ βιβλίον ἐσφραγισμένον· τὸ αὐτὸ τοῦτο βιβλίον λευκοτέρως εὑρήσεις καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου, καὶ τὰ περὶ αὐτοῦ γεγραμμένα· καὶ πῶς ἤνοιξεν ὁ ἐκ φυλῆς Ἰούδα ταῦτα καὶ μόνος μέχρι γὰρ οὗ ἦλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐκέκλειστο ὁ νόμος, ὁ λόγος ὁ προφητικός· καὶ κάλυμμα ἦν ἐπὶ τούτων ὁ λίθος τῆς πωρώσεως, ὂν ἀφεῖλεν ὁ Ἰακὼβ ἐκ τοῦ φρέατος· ἐν πολλοῖς γὰρ τόποις τὸν νοῦν τὸν περὶ τῆς πύλης ταύτης ἡ Γραφὴ ἤνοιξεν.