The Greek Library Author

Origen

Adnotationes in Exodum

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg067.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΚΕΦ. ΙΕ΄.

Στίχ. κε΄. Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείραζε.

Ἐπʼ ὠφελείᾳ πειράζει ὁ Θεός. Ἀπείραστος γάρ κακῶν. Ἀλλὰ διὰ τοῦτο πειράζει, ἵνα ἐὰν ὑπακούσωσιν αὐτῷ, τύχωσιν ἀγαθῶν, καὶ ἀπαλλα γῶσι κακῶν.

ΚΕΦ. Κ΄.

Στίχ. δ΄. (10) Οὐ ποιήσεις σεαυτῷ εἴδωλον. Ἄλλο εἴδωλον, καὶ ἕτερον ὁμοίωμα. Ὁμοίωμα γάρ ἐστιν, ἐὰν ποιῇς ἰχθύος ἢ τετραπόδου, ἢ θηρίου, ἢ διὰ τεχνουργίας ἢ διὰ ζωγραφίας ὁμοίωμα· εἴδωλον δὲ, ὅσα ἀνατυποῦσα ψυχὴ ποιεῖ ἐξ οὐχ ὑπαρχόντων πρωτοτύπως· οἷον, ἀναμεμιγμένον τι ζῶον ἀπὸ ἀνθρώπου καὶ ἵππου.

Στίχ. δ΄ Ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω. καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς.

Ἄλλο προσκυνεῖν, καὶ ἄλλο λατρεύειν. Ὁ μὲν γὰρ ἐξ ὅλης ψυχῆς δουλεύων τούτοις οὐ μόνον προσκυνεῖ. ἀλλὰ καὶ λατρεύει· ὁ δὲ καθυποκρινόμενος, καὶ δια τὰ ἔθη ποιῶν, οὐ λατρεύει μὲν, προσκυνεῖ δέ. Εὑρήσεις δὲ τοιούτους ἐν τοῖς Ἀριθμοῖς χαριζομένους γυναιξὶ, καὶ εἴδωλα προσκυνοῦντας.

ΞΕΦ. ΚΗ΄.

Στίχ. λ΄. Ἐπειδὴ προσήκει τὸν ἀρχιερέα καὶ ἔμπροσθεν καὶ ὄπισθεν, καθάπερ ἀσπίδα, περιφέρν τὴν προφυλακετικὴν ἐπιμέλειαν, μήπου τις ἐναντία βουλὴ τῶν τῆς πονηρίας πνευμάτων τὸ λογικὸν τρώσειεν, καὶ τὸ δόκιμον τῶν κρίσεων συνταράξῃ, καὶ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν τῇ ἐπιμιξίᾳ τῆς κακίας ἀποστῆναι ποιήσειεν.

ΚΕΦ. ΛΑ΄.

Στίχ. α΄. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν. Ἐν ὅλαις τεσσαράκοντα ἡμέραις δοῦναι τὸν νόμον κατεῖχε τὸν Μωῦσῆν (11) ὁ πάνσοφος Θεὸς, καίτοι δυνατῶς ἔχων ἐν τρισὶν ἡμέραις δοῦναι τὸν Νόμον. Ἀλλʼ ἵνα τὸ κεκρυμμένον τῆς ἀσεβείας ἐν τῷ βάθει τῆς καρδίας τῶν Ἰουδαίων ὁ χρόνος τῆς ἀπουσίας Μωῦσέως ἐλέγξῃ.